Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Ἔχοντες τὸ αὐτὸ πνεῦμα

Ἰωάννης ὁ Χρυσόστομος

Η αναμονή των μελλοντικών αγαθών και η πίστη των δικαίων

Σύγκριση της χορήγησης επίγειων αγαθών στην Παλαιά Διαθήκη με την προσδοκία των επουράνιων. Αναλύεται η καθυστέρηση της ανταμοιβής προς χάριν της κοινής απόλαυσης των στεφάνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 8 από 9

ηʹ. Λοιπὸν δὲ ἐπὶ τὸ προκείμενον τὸν λόγον ἀγάγωμεν. Τί δὲ τὸ προκείμενον ἦν εἰπεῖν; Τίνος ἕνεκεν εἶπεν ὁ Παῦλος, Ἔχοντες Πνεῦμα πίστεως τὸ αὐτό. Τίνος οὖν ἕνεκεν εἶπεν; Ἐθορύβει τοῦτο τοὺς μαθητὰς, ὅτι τὰ μὲν δεινὰ ἐν πείρᾳ, τὰ δὲ χρηστὰ ἐν ἐλπίσι· καὶ τὰ μὲν παρῆν, τὰ δὲ ἀφειστήκει· καὶ τὰ μὲν ἐγίνετο, τὰ δὲ ἠλπίζετο. Καὶ τί θαυμαστὸν, εἰ τότε ἐν ἀρχῇ τοῦ κηρύγματος τοῦτο ἔπασχόν τινες, ὅπου γε καὶ νῦν μετὰ τοσοῦτον χρόνον, μετὰ τὸ πανταχοῦ τῆς οἰκουμένης ἐκταθῆναι τὸ κήρυγμα, μετὰ τὸ λαβεῖν ἀποδείξεις τοσαύτας τῶν ὑποσχέσεων, πολλοὶ οἱ τοῦτο πάσχοντές εἰσιν;

Οὐ τοῦτο δὲ μόνον αὐτοὺς διετάραττεν, ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου. Ποῖον δὴ τοῦτο; Ἐνενόουν πρὸς ἑαυτοὺς, ὅτι ἐν τῇ Παλαιᾷ Διαθήκῃ οὐχ οὕτω τὰ πράγματα ᾠκονομήθη, ἀλλὰ τῆς ἀρετῆς τοὺς ἄθλους καὶ τοὺς μισθοὺς εὐθέως ἀπελάμβανον οἱ μετ᾽ ἐπιεικείας καὶ σωφροσύνης προῃρημένοι ζῇν. Οὐ γὰρ μετὰ τὴν τῶν σωμάτων ἀνάστασιν, οὐδὲ ἐν τῇ μελλούσῃ ζωῇ, ἀλλ᾽ ἐνταῦθα, καὶ κατὰ τὸν παρόντα βίον πᾶσαι αὐτοῖς ἐπληροῦντο αἱ ὑποσχέσεις. Ἐὰν γὰρ ἀγαπήσῃς, φησὶ, Κύριον τὸν Θεόν σου, εὖ σοι ἔσται, καὶ πληθυνεῖ ὁ Θεὸς τὰ βουκόλια τῶν βοῶν σου, καὶ τὰ ποίμνια τῶν προβάτων σου· οὐκ ἔσται ἐν σοὶ ἄγονον, οὐδὲ στεῖρον· οὐκ ἔσται ἐν σοὶ μαλακία, φησὶν, οὐδὲ νόσος. Ἐξαποστελεῖ ὁ Θεὸς τὴν εὐλογίαν αὐτοῦ εἰς τὰ ταμιεῖα τῶν ἀποθηκῶν σου· ἀνοίξει τὸν οὐρανὸν, καὶ δώσει σοι ὑετὸν πρώιμον καὶ ὄψιμον. Καταλήψεται ὁ ἀλοητὸς τὸν τρυγητὸν καὶ ὁ τρυγητὸς τὸν σπόρον.

Καὶ πολλὰ ἕτερα τοιαῦτα αὐτοῖς ἐπηγγείλατο, ἅπερ ἅπαντα κατὰ τὴν παροῦσαν ζωὴν αὐτοῖς ἀπεδίδοτο. Εἴ τις ὀξύτερος, ἤδη προβλέπει τὴν λύσιν. Ἐπεὶ οὖν σώματος ὑγίεια, καὶ γῆς εὐκληρία, καὶ πολυπαιδία καὶ εὐπαιδία, καὶ λιπαρὸν γῆρας, καὶ ὡρῶν κρᾶσις ἀρίστη, καὶ εὐετηρία, καὶ ὄμβρων εὐκαιρία, καὶ πολλὰ ποίμνια καὶ βουκόλια, καὶ πάντα ἁπλῶς τὰ ἀγαθὰ κατὰ τὴν παροῦσαν αὐτοῖς ἐπληροῦτο ζωὴν, καὶ οὐδὲν ἐν ἐλπίσιν ἦν, οὐδὲ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν· ἀναλογιζόμενοι οὖν ταῦτα οἱ πιστοὶ, ὅτι τοῖς προγόνοις τοῖς ἑαυτῶν παρὰ πόδας ἅπαντα τὰ ἀγαθὰ ἀπήντα, αὐτοῖς δὲ εἰς τὴν μέλλουσαν ζωὴν τὰ ἔπαθλα καὶ οἱ στέφανοι πάντες εἰσὶ τεταμιευμένοι, καὶ ἐν πίστει τὰ τῶν ἐπαγγελιῶν, ἔκαμνον, ἐξελύοντο, τὴν παροῦσαν ζωὴν ἅπασαν διὰ πειρασμῶν ἕλκειν ἀναγκαζόμενοι.

Ταῦτα οὖν ἐννοῶν ὁ Παῦλος καὶ τὸ μέγεθος τῶν ἐπηρτημένων αὐτοῖς δεινῶν, καὶ ὅτι τούτοις μὲν τὸν μισθὸν τῶν πόνων μετὰ τὴν ἐντεῦθεν αὐτοῖς ἀποδημίαν ὁ Θεὸς ἐπηγγείλατο, τοὺς δὲ προγόνους αὐτῶν ἐντεῦθεν ἠμείψατο, καὶ συνορῶν πολλὴν ἐκ τῶν λογισμῶν τούτων ἀκηδίαν ἐγγινομένην αὐτοῖς, βουλόμενος αὐτοὺς ἀναστῆσαι καὶ διδάξαι, ὅτι καὶ ἐπὶ τῶν πατέρων τῶν αὐτῶν οὕτω τὰ πράγματα ᾠκονόμητο, καὶ ἐν πίστει πολλοὶ τὸν μισθὸν ἔλαβον, οὐκ ἐν τῇ πείρᾳ, ἀνέμνησεν αὐτοὺς τῆς προφητικῆς ῥήσεως, εἰπών· Ἔχοντες τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα· μονονουχὶ λέγων, ὅτι καὶ ὁ μέγας Δαβὶδ, ὁ θαυμαστὸς καὶ γενναῖος προφήτης ἐκεῖνος, πίστει τὴν ἀμοιβὴν ἐκομίσατο, οὐχὶ τῇ πείρᾳ· οὐ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, εἶπεν, Ἐπίστευσα, διὸ καὶ ἐλάλησα. Ἡ γὰρ πίστις ἐλπιζομένων ἐστὶν ὑπόστασις πραγμάτων, οὐ βλεπομένων· ὃ δὲ βλέπει τις, οὐ πάντως καὶ ἐλπίζει. Εἰ τοίνυν ἐπίστευσε, τοῖς ἐλπιζομένοις ἐπίστευσεν. Εἰ δὲ τοῖς ἐλπιζομένοις ἐπίστευσε, τὰ δὲ ἐλπιζόμενα οὐδέπω βλέπεται, οὔπω ἦν ἀπειληφὼς ταῦτα, εἰς ἅπερ ἐπίστευσε· διὰ τοῦτό φησιν, Ἔχοντες τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, τοῦτ᾽ ἔστι, τὴν αὐτὴν πίστιν, τὴν ἐν τῇ Παλαιᾷ, καὶ ἡμεῖς ἔχομεν.

Διὰ τοῦτο καὶ ἀλλαχοῦ φησι, περὶ τῶν τότε ἁγίων λέγων· Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος· εἶτα διδάσκων, ὅτι τὰ δεινὰ μὲν ὑπέμειναν, τοὺς δὲ μισθοὺς οὐδέπω καὶ νῦν ἀπέλαβον, ἐπήγαγε λέγων· Κατὰ τὴν πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι. Καὶ πῶς εἶδον, εἰπέ μοι, τὰς μηδέπω παρούσας; Τοῖς τῆς πίστεως ὀφθαλμοῖς, τοῖς ὑπερβαίνουσι τὸν οὐρανὸν, καὶ τὰ ἐκεῖ κατασκοποῦσιν ἅπαντα.

θʹ. Σὺ δέ μοι σκόπει Θεοῦ σοφίαν, πῶς καὶ ἔδειξεν αὐτοῖς τὰ βραβεῖα πόῤῥωθεν, καὶ οὐκ ἔδωκε μὲν εὐθέως, ἵνα μείζονα αὐτῶν ἐργάσηται τὴν ὑπομονήν· ἔδειξε δὲ πόῤῥωθεν, ἵνα ταῖς ἐλπίσι ταύταις τρεφόμενοι, μηδὲ αἴσθησιν τῶν παρόντων λάβωσι πόνων.

Ἀλλὰ τάχα τις τῶν ὀξύτερον προσεχόντων ἑαυτῷ περιπεπτωκέναι τὸν λόγον ἡγήσεται. Εἰ γὰρ οὐδὲ οἱ πρότεροι, φησὶν, ἀπελάμβανον παρὰ πόδας τὰ ἀγαθὰ καὶ τὰς ἀμοιβὰς, πῶς ἡμῖν μακρὸν ἀπέτεινας λόγον, ἀπαριθμούμενος ὡρῶν εὐκρασίαν, σώματος ὑγίειαν, εὐπαιδίαν, πολυπαιδίαν, εὐετηρίαν, καρπῶν ἀφθονίαν, βουκόλια, ποίμνια, ἅπασαν τὴν βιωτικὴν εὐπραγίαν;

Τί οὖν ἂν εἴποιμεν πρὸς τοῦτο; Ὅτι ἑτέρως μὲν τὸ πλῆθος καὶ τὸν ἀσθενέστερον δῆμον, ἑτέρως δὲ τοὺς γενναίους καὶ τὴν ἐν τῇ Καινῇ φιλοσοφίαν ἤδη μετιόντας ἦγεν ὁ Θεὸς τότε. Τοῖς μὲν γὰρ πολλοῖς καὶ χαμαὶ ἑρπομένοις καὶ οὐδὲν μέγα δυναμένοις ἰδεῖν, οὐδὲ ἐκτεῖναι τὴν τῆς ψυχῆς ἐλπίδα πρὸς τὴν τῶν μελλόντων ἀπόλαυσιν ἀγαθῶν, ταῦτα τὰ παρόντα παρεῖχεν ἀγαθὰ, τὴν ἀσθένειαν τῆς ψυχῆς αὐτῶν παραμυθούμενος, καὶ διὰ τούτων αὐτοὺς ὁδηγῶν ἐπὶ τὴν τῆς ἀρετῆς ἐργασίαν, καὶ εἰς τὴν τῶν καλῶν ἐπιθυμίαν ἐμβάλλων· τὸν δὲ Ἡλίαν καὶ τὸν Ἐλισσαῖον, τὸν Ἱερεμίαν, τὸν Ἠσαΐαν, καὶ πάντας δὴ ἁπλῶς τοὺς προφήτας, καὶ ὅσοι τοῦ χοροῦ γεγένηνται τῶν ἁγίων καὶ μεγάλων ἀνδρῶν, ἐπὶ τοὺς οὐρανοὺς ἐκάλει καὶ τὰ ἐκεῖ παρεσκευασμένα τοῖς εὐδοκιμηκόσιν ἀγαθά. Διὸ καὶ ὁ Παῦλος οὐχ ἁπλῶς πάντας ἀπηριθμήσατο, ἀλλὰ τοὺς ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασι, τοὺς ἐν καμίνῳ, τοὺς ἐν δεσμωτηρίῳ, τοὺς ἀποτυμπανισθέντας, τοὺς καταλευσθέντας, τοὺς ἐν λιμῷ, τοὺς ἐν πενίᾳ, τοὺς ἐν ἐρημίαις, τοὺς ἐν σπηλαίοις, τοὺς ἐν ταῖς ὀπαῖς τῆς γῆς, τοὺς τὰ μυρία παθόντας δεινά. Καὶ τότε εἶπε κατὰ πίστιν πάντας τετελευτηκέναι, καὶ μηδέπω κεκομίσθαι τὰς ἐπαγγελίας· οὐχὶ τὸ πλῆθος τὸ Ἰουδαϊκὸν, ἀλλὰ τοὺς κατὰ τὸν Ἠλίαν ἡμῖν αἰνιττόμενος. Εἰ δὲ λέγοι τις· Αὐτοὶ δὲ οὗτοι τίνος ἕνεκεν οὐδέπω καὶ νῦν ἀπέλαβον τοὺς ὀφειλομένους αὐτοῖς στεφάνους;

μανθανέτω καὶ ταύτην παρὰ Παύλου τὴν αἰτίαν. Εἰπὼν γὰρ, Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἐπήγαγε, Τοῦ Θεοῦ κρεῖττόν τι προβλεψαμένου περὶ ἡμῶν, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. Κοινὴ γάρ ἐστι, φησὶν, ἡ πανήγυρις, ἐπειδὴ καὶ μείζων ἡδονὴ, ὅταν κοινῇ στεφανώμεθα πάντες. Τοῦτο καὶ ἐν τοῖς Ὀλυμπιακοῖς ἀγῶσι γίνεται· ὁ παλαίσας, ὁ πυκτεύσας, ὁ παγκρατιάσας ἐν διαφόροις μὲν καιροῖς τοὺς ἀγῶνας ὑπομένουσιν, ἐν μιᾷ δὲ καιροῦ ῥοπῇ πάντες ἀνακηρύττονται. Οὕτω καὶ ἐν τοῖς ἀρίστοις γίνεται. Ὅταν γὰρ τῶν δαιτυμόνων οἱ μὲν φθάσωσι προαπαντήσαντες, οἱ δὲ ἔτι μέλλωσι, τιμῶντες τοὺς ἀπολειφθέντας οἱ ἑστιάτορες, τοὺς φθάσαντας ἤδη καὶ παραγενομένους κελεύουσιν ἀναμένειν τοὺς ὑστερήσαντας. Τοῦτο καὶ ὁ Θεὸς πεποίηκεν· ἐπειδὴ γὰρ τοὺς ἐκ τῆς οἰκουμένης ἁπάσης κατὰ διαφόρους καιροὺς εὐδοκιμηκότας ἐπὶ κοινήν τε καὶ πνευματικὴν εὐωχίαν ἐκάλεσε, τοὺς ἤδη φθάσαντας καὶ προαπελθόντας κελεύει τοὺς μετὰ ταῦτα ἀπιέναι μέλλοντας ἀναμένειν, ἵν᾽ οὕτω κοινῇ παραγενομένων ἁπάντων, καὶ ἡ τιμὴ καὶ ἡ ἡδονὴ μία ἅπασι γένηται.

ιʹ. Ἐννόησον γὰρ ἡλίκον ἐστὶν εἰς τιμῆς λόγον, Παῦλον καὶ τοὺς κατ᾽ ἐκεῖνον ἅπαντας, τὸν Ἀβραὰμ, καὶ τοὺς κατ᾽ ἐκεῖνον, καὶ τοὺς πρὸ ἐκείνου πάλιν πρὸ τοσούτων ἐτῶν ἀθλήσαντας καὶ νικήσαντας καθῆσθαι νῦν τὴν ἡμετέραν ἀναμένοντας εὐδοκίμησιν. Ὅτι γὰρ οὐδέπω τὸν στέφανον Παῦλος ἀπείληφεν, οὐδὲ ἄλλος οὐδεὶς τῶν ἐξ ἀρχῆς εὐηρεστηκότων, ἀλλ᾽ οὐδὲ ἀπολήψονται, ἕως ἂν ἅπαντες οἱ μέχρι τέλους στεφανοῦσθαι μέλλοντες ἀφίκωνται, ἄκουσον αὐτοῦ τοῦ Παύλου λέγοντος· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ δίκαιος κριτής. Πότε;

Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Καὶ πάλιν ἀλλαχοῦ δεικνὺς, ὅτι κοινῇ πᾶσιν ἡ τῶν ἀγαθῶν ἀπόλαυσις δίδοται, Θεσσαλονικεῦσι γράφων ἔλεγεν· Εἴπερ δίκαιον παρὰ Θεῷ ἀποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλίψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ᾽ ἡμῶν. Καὶ πάλιν· Ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· διὰ πάντων τούτων δηλῶν, ὅτι κοινῇ πάντας καὶ ὁμοῦ παραγενομένους τῶν οὐρανίων τιμῶν ἀπολαύειν χρή. Τοῦτο καὶ τοῖς φθάσασι πολλὴν φέρει τὴν ἡδονὴν, ὅταν μετὰ τῶν οἰκείων μελῶν τῶν ἀποῤῥήτων ἐκείνων ἀπολαύσωσιν ἀγαθῶν. Καὶ γὰρ πατὴρ τραπέζης μετέχων λαμπρᾶς καὶ πολυτελοῦς, τότε μετὰ πλείονος αὐτῆς ἀπολαύσεται τῆς εὐφροσύνης, ὅταν μετὰ τῶν αὐτοῦ παιδίων μετέχῃ τῆς εὐωχίας καὶ εὐφροσύνης. Οὕτω καὶ Παῦλος καὶ οἱ κατ᾽ ἐκεῖνον ἅπαντες μείζονος αἰσθήσονται τῆς θυμηδίας, ὅταν μετὰ τῶν οἰκείων μελῶν ὄντες ἀπολαύσωσιν αὐτῆς. Οὐ γὰρ τοσαύτην πατέρες περὶ παῖδας ἐπιδείκνυνται φιλοστοργίαν, ὅσην ἐκεῖνοι περὶ τοὺς τὰ αὐτὰ κατωρθωκότας αὐτοῖς ἔχουσι κηδεμονίαν. Ἵν᾽ οὖν καὶ ἡμεῖς τῶν τότε τιμωμένων γενώμεθα, σπουδάζωμεν καταλαβεῖν τοὺς ἁγίους ἐκείνους. Καὶ πῶς δυνησόμεθα, φησὶ, αὐτοὺς καταλαβεῖν; τίς ἡμῖν δείξει τὴν ἐκεῖ φέρουσαν ὁδόν;