Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Ἔχοντες τὸ αὐτὸ πνεῦμα

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλία Β': Το αποστολικό ρητό και η ενότητα των δύο Διαθηκών

Έναρξη της δεύτερης ομιλίας. Μέσω της φράσης «το αυτό πνεύμα» αποδεικνύεται η ενιαία πρόνοια του Θεού και καταρρίπτονται οι αιρετικοί ισχυρισμοί περί ασυμφωνίας μεταξύ Παλαιάς και Καινής Διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 9

Εἰς τὴν ἀποστολικὴν ῥῆσιν τὴν λέγουσαν, «Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·» καὶ πρὸς Μανιχαίους, καὶ πάντας τοὺς διαβάλλοντας τὴν Παλαιὰν καὶ διαιροῦντας αὐτὴν ἀπὸ τῆς Καινῆς, καὶ περὶ ἐλεημοσύνης. αʹ. Ἀποστολικῆς ὑμῖν ἐξηγήσεως χρέος ὀφείλω παλαιόν· ἀλλὰ τοῦτο τὸ χρέος ὑμεῖς μὲν ἴσως ἐπιλέλησθε διὰ τὸν χρόνον, ἐγὼ δὲ οὐκ ἐπιλέλησμαι διὰ τὸν περὶ ὑμᾶς πόθον. Τοιοῦτον γὰρ ἡ ἀγάπη· ἄγρυπνόν τι χρῆμα, καὶ μεμεριμνημένον ἐστί· καὶ οὐχὶ τοὺς φιλουμένους μόνον ἐπὶ τῆς διανοίας περιφέρουσιν οἱ φιλοῦντες, ἀλλὰ καὶ ὅσα ἂν αὐτοῖς ὑπόσχωνται δώσειν, τῶν μελλόντων ἀπολαμβάνειν ἀκριβέστερον τὴν μνήμην ἔχουσιν. Οὕτω καὶ μήτηρ φιλόστοργος τοῖς παισὶ τοῖς ἑαυτῆς λείψανα τραπέζης διατηρήσασα, κἂν ἐκεῖνοι τύχωσιν ἐπιλαθόμενοι, αὕτη γε οὐκ ἐπιλήσεται, ἀλλὰ μετὰ σπουδῆς αὐτὰ διαφυλάξασα πάσης, εἰς μέσον φέρει καὶ διατρέφει πεινῶντας.

Εἰ δὲ μητέρες οὕτω περὶ τὰ ἔκγονα φιλόστοργοι, πολλῷ μᾶλλον ἡμᾶς περὶ τὴν ὑμετέραν ἀγάπην πλείονα σπουδὴν καὶ ἐπιμέλειαν ἐπιδείκνυσθαι χρὴ, ὅσῳ τῶν τῆς φύσεως ὠδίνων αἱ τοῦ πνεύματός εἰσι δυνατώτεραι. Τίς οὖν ἡ τράπεζα ἦν, ἧς τὰ λείψανα διετηρήσαμεν ὑμῖν; Ῥῆσις ἦν ἀποστολικὴ, πολλὴν ἡμῖν τότε παρασχοῦσα τροφὴν πνευματικὴν, ἧς μέρος μὲν ἐνεθήκαμεν ὑμῶν τῇ διανοίᾳ, μέρος δὲ εἰς τὴν παροῦσαν ἡμέραν ἀνεβαλλόμεθα, ὥστε μὴ τῷ πλήθει τῶν λεγομένων καταχῶσαι τῆς μνήμης τῆς ὑμετέρας τὴν δύναμιν. Τίς οὖν ἐστιν ἡ ῥῆσις; Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα· καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν. Περὶ ποίας μὲν οὖν πίστεως εἴρηται, πότερον τῆς τῶν σημείων ποιητικῆς, περὶ ἦς ὁ Χριστός φησιν· Ἐὰν ἔχετε πίστιν, ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται· ἢ τῆς τὴν γνῶσιν ἐμποιούσης ἡμῖν, καθ᾽ ἣν πάντες ἐσμὲν πιστοί· καὶ τίνος ἕνεκα Πνεῦμα πίστεως εἴρηται, καὶ τί ποτέ ἐστιν ἡ πίστις αὕτη, καὶ πάντα δὴ ταῦτα κατὰ δύναμιν τότε πρὸς τὴν ὑμετέραν διελέχθημεν ἀγάπην, ὅτε καὶ τοὺς περὶ ἐλεημοσύνης ἐκινήσαμεν λόγους.

Ἐπειδὴ δὲ ἐλείπετο εἰπεῖν καὶ τίνος ἕνεκεν εἴρηται, Πνεῦμα πίστεως τὸ αὐτὸ, καὶ τὸ πλῆθος τῶν τότε λεχθέντων οὐκ ἐπέτρεπε καὶ ταύτῃ μετ᾽ ἀκριβείας ἐπεξελθεῖν τῇ ῥήσει· τούτου χάριν εἰς τὴν παροῦσαν ἡμέραν αὐτὴν ἐταμιευσάμεθα, καὶ νῦν τοῦτο ἀνέστημεν ἀποδώσοντες ὑμῖν τὸ χρέος. Τίνος οὖν ἕνεκεν εἴρηκε, Τὸ αὐτό;

Πολλὴν συγγένειαν τῆς Καινῆς Διαθήκης πρὸς τὴν Παλαιὰν ἐπιδεῖξαι βούλεται· διὰ τοῦτο καὶ προφητικῆς ἡμᾶς ἀνέμνησε ῥήσεως, εἰπὼν, Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα, καὶ ἐπαγαγὼν, Κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα. Τοῦτο δὲ ἄνωθεν καὶ πρὸ πολλῶν χρόνων ὁ Δαυῒδ ἦν εἰρηκὼς, ὅπερ ὁ Παῦλος παρήγαγε νῦν, δηλῶν ὅτι τοῦ Πνεύματος ἡ χάρις ἡ αὐτὴ καὶ ἐν ἐκείνῳ τότε, καὶ νῦν ἐν ἡμῖν τὴν τῆς πίστεως ἐῤῥίζωσε δύναμιν· ὡσεὶ ἔλεγε, Τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, τὸ καὶ ἐν ἐκείνῳ λαλῆσαν, καὶ ἐν ἡμῖν ἐνήργησε.

βʹ. Ποῦ νῦν εἰσιν οἱ τὴν Παλαιὰν διαβάλλοντες, οἱ τὸ σῶμα τῆς Γραφῆς διασπῶντες, οἱ τῇ Καινῇ μὲν ἄλλον, ἕτερον δὲ τῇ Παλαιᾷ Θεὸν ἀπονέμοντες; Ἀκουέτωσαν Παύλου τὰ στόματα τὰ ἄθεα ἐμφράττοντος, καὶ ἐπιστομίζοντος τὴν θεομάχον γλῶτταν, καὶ διὰ τῆς ῥήσεως ταύτης δεικνύοντος, ὅτι τὸ αὐτὸ Πνεῦμα καὶ ἐν τῇ Παλαιᾷ, καὶ ἐν τῇ Καινῇ. Καὶ γὰρ αὐτὰ τὰ ὀνόματα πολλὴν ἡμῖν τῶν Διαθηκῶν δείκνυσι τὴν συμφωνίαν. Ἡ γὰρ Καινὴ διὰ τὴν Παλαιὰν εἴρηται, καὶ ἡ Παλαιὰ διὰ τὴν Καινήν· καθάπερ οὖν καὶ ὁ Παῦλός φησιν, Ἐν τῷ λέγειν Καινὴν πεπαλαίωκε τὴν προτέραν. Εἰ δὲ μὴ τοῦ αὐτοῦ εἶεν Δεσπότου, οὔτε αὕτη Καινὴ, οὔτ᾽ ἐκείνη Παλαιὰ δύναιτ᾽ ἂν λέγεσθαι.

Ὥστε αὕτη ἡ ἐν τοῖς ὀνόμασι διαφορὰ τὴν συγγένειαν ἑκατέρας ἐκδείκνυται, καὶ ἡ διαφορὰ δὲ αὕτη οὐ κατὰ τὴν οὐσίαν, ἀλλὰ κατὰ τὴν τῶν χρόνων ἐναλλαγήν ἐστι· καὶ γὰρ τὸ καινὸν τῷ παλαιῷ κατὰ τοῦτο ἀντιδιαστέλλεται μόνον· ἡ δὲ τῶν χρόνων ἐναλλαγὴ οὐδὲ διαφορὰν δεσποτείας οὐδὲ μείωσιν εἰσάγει. Καὶ τοῦτο πάλιν ὁ Χριστὸς ἐνέφηνεν, εἰπών· Διὰ τοῦτο λέγω ὑμῖν, Πᾶς γραμματεὺς μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. Ὁρᾷς διάφορα μὲν τὰ κτήματα, μίαν δὲ τὴν δεσποτείαν;

Ὥσπερ οὖν ἐκεῖνος δύναται ἐκβάλλειν καινὰ καὶ παλαιὰ εἷς ὢν οἰκοδεσπότης, οὕτω δὴ καὶ ἐνταῦθα δυνατὸν ἑνὸς εἶναι Θεοῦ τὴν Καινὴν καὶ τὴν Παλαιάν· αὐτὸ γὰρ τοῦτο μάλιστα δείκνυσιν αὐτοῦ τὸν πλοῦτον καὶ τὴν περιουσίαν, τὸ μὴ μόνον καινὰ κεκτῆσθαι, ἀλλὰ καὶ ἐν τοῖς παλαιοῖς τὴν περιουσίαν ἐνδείκνυσθαι.

Ὥστε διαφορὰ μόνον ἐστὶν ὀνομάτων ἐν ταῖς Διαθήκαις οὐ μάχη, οὐδὲ ἐναντίωσις. Τὸ γὰρ παλαιὸν ἐκ τοῦ καινοῦ γίνεται παλαιόν· τοῦτο δὲ οὐ μάχης, οὐδὲ ἐναντιώσεως, ἀλλὰ διαφορᾶς ὀνόματος μόνης. Ἐγὼ δὲ τοσαύτην ὑπερβολὴν ποιοῦμαι, ὅτι, εἰ καὶ ἐναντίοι ἦσαν οἱ νόμοι τῆς Παλαιᾶς τοῖς τῆς Καινῆς, σφόδρα ἂν διισχυρισάμην, ὡς οὐδὲ οὕτως ἕτερον ἐπεισάγειν Θεὸν ἐχρῆν. Εἰ μὲν γὰρ κατὰ τὸν αὐτὸν καιρὸν, τοῖς αὐτοῖς ἀνθρώποις, περὶ τὰ αὐτὰ διατρίβουσιν, ἐν τοῖς αὐτοῖς οὖσι πράγμασιν, ἐναντίους ἐπέταττε νόμους, εἶχεν ἄν τινα αὐτοῖς λόγον ἴσως τὸ σόφισμα· εἰ δὲ ἑτέροις μὲν ἐκεῖνοι, ἑτέροις δὲ ἐγράφησαν οὗτοι, καὶ ἐν ἑτέρῳ μὲν ἐκείνοις καιρῷ, ἐν ἑτέρῳ δὲ τούτοις, ἄλλως ἐκείνοις διακειμένοις, καὶ ἑτέρως τούτοις, ποία ἀνάγκη διὰ τὴν τῶν νόμων διαφορὰν ἐναντίους εἰσάγειν νομοθέτας δύο; Ἐγὼ μὲν οὐδεμίαν ὁρῶ, εἰ δὲ αὐτοὶ λέγειν ἔχουσι, εἰπάτωσαν· ἀλλ᾽ οὐκ ἂν ἔχοιεν.

Καὶ γὰρ καὶ ἰατρὸς ἐναντία πολλὰ ποιεῖ πολλάκις· ἀλλ᾽ οὐκ ἀπὸ ἐναντίας τῆς γνώμης, ἀλλ᾽ ἀπὸ μιᾶς καὶ συμφώνου. Καὶ γὰρ καίει καὶ οὐ καίει, τέμνει καὶ οὐ τέμνει τὸ αὐτὸ σῶμα πολλάκις· καὶ νῦν μὲν πικρὰ, νῦν δὲ γλυκέα δίδωσι πίνειν φάρμακα· καὶ τὰ μὲν γινόμενα ἐναντία, ἡ γνώμη δὲ, ἀφ᾽ ἧς ταῦτα γίνεται, σύμφωνος καὶ μία· πρὸς γὰρ ἓν τέλος βλέπει, τὴν τοῦ κάμνοντος ὑγίειαν. Πῶς οὖν οὐκ ἄτοπον ἰατρῷ μὲν μὴ ἐγκαλεῖν ἐναντία ποιοῦντι πολλὰ καὶ περὶ σώματος ἑνὸς φύσιν, τῷ Θεῷ δὲ μέμψιν ἐπάγειν, εἰ κατὰ διαφόρους καιροὺς διαφόροις ἀνθρώποις διάφορα ἔδωκε τὰ προστάγματα;

γʹ. Ὅτι μὲν οὖν, εἰ καὶ ἐναντίοι ἦσαν οἱ νόμοι, οὐδὲ οὕτως ἐγκαλεῖν ἔδει, δῆλον ἐκ τούτων· ὅτι δὲ οὐδέ εἰσιν ἐναντίοι, ἀλλὰ διάφοροι μόνον, φέρε, τοὺς νόμους εἰς μέσον προχειρισώμεθα. Ἠκούσατε, φησὶν, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις. Οὗτος παλαιὸς ὁ νόμος· ἴδωμεν τὸν τῆς Καινῆς· Ἐγὼ δὲ λέγω ὑμῖν, Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχός ἐστιν εἰς τὴν γέενναν τοῦ πυρός. Ταῦτα ἐναντία, εἰπέ μοι, τὰ προστάγματα; Καὶ τίς ἀνθρώπων, κἂν ὁπωσοῦν διανοίας μετέχων, τοῦτο ἂν εἴποι; Εἰ μὲν γὰρ τοῦ προτέρου κελεύσαντος μὴ φονεύειν, οὗτος ἐκέλευσεν, ἴσως ἄν τις ἀντινομίαν ἔφησεν εἶναι τὸ λεγόμενον· εἰ δὲ ἐκείνου κελεύοντος μὴ φονεύειν, οὗτος ἐκέλευσε μηδὲ ὀργίζεσθαι, ἐπίτασις, οὐκ ἐναντίωσις ὁ πρότερος τοῦ δευτέρου νόμος ἐστίν· ὁ μὲν γὰρ τὸν καρπὸν τῆς κακίας ἐξέτεμε, τὸν φόνον, οὗτος δὲ καὶ τὴν ῥίζαν ἀνέσπασε, τὴν ὀργήν· ἐκεῖνος τὸ ῥεῦμα τῆς πονηρίας ἐξέκοψεν, οὗτος καὶ τὴν πηγὴν αὐτὴν ἐξήρανε. Πηγὴ γὰρ καὶ ῥίζα τοῦ φόνου θυμὸς καὶ ὀργή. Ἐκεῖνος τοῦτο προπαρεσκεύασεν ὁ νόμος τὴν φύσιν τὴν ἡμετέραν, οὗτος ἐλθὼν τὸ λεῖπον ἐπλήρωσε. Ποία ἐναντιότης, ὅταν ὁ μὲν τὸ τέλος τῶν κακῶν, ὁ δὲ καὶ τὴν ἀρχὴν ἐκκόπτῃ; Ἐκεῖνος τὴν χεῖρα καθαρὰν ἐποίησεν αἵματος, οὗτος καὶ τὴν διάνοιαν αὐτὴν ἀπήλλαξε τῶν πονηρῶν βουλευμάτων.

Ταῦτα δὲ συμφωνούντων ἀλλήλοις νόμων, οὐχὶ μαχομένων ἐστίν· ὅπερ ἄνω καὶ κάτω σπουδάζουσι κατασκευάζειν οἱ τῆς ἀληθείας ἐχθροὶ, μὴ συνορῶντες, ὅτι ἐκ τούτου μεγάλῃ ῥᾳθυμίας καὶ ὑπεροψίας αἰτίᾳ τὸν τῆς Καινῆς Θεὸν ὑποβάλλουσιν· εὑρεθήσεται γὰρ (ἡ δὲ βλασφημία εἰς τὴν τῶν ταῦτα ἀναγκαζόντων ἡμᾶς λέγειν περιτραπείη κεφαλὴν) ἀκαίρως τὰ καθ᾽ ἡμᾶς οἰκονομήσας· τὸ δὲ πῶς, ἐγὼ λέγω. Γαλακτοτροφίᾳ προσέοικεν ἡ τῆς Παλαιᾶς Διαθήκης παιδαγωγία, στερεᾷ δὲ τροφῇ τῆς Καινῆς Διαθήκης ἡ φιλοσοφία· οὐδεὶς δὲ πρὶν ἢ θρέψαι γάλακτι, πρὸς τὴν στερεὰν ἄγει τροφήν. Ὅπερ ἔσται πεποιηκὼς ὁ τῆς Καινῆς Θεὸς ἄνπερ μὴ αὐτὸς ᾖ ὁ τὴν Παλαιὰν δεδωκώς· πρὸ γὰρ τοῦ θρέψαι γάλακτι καὶ τῇ διὰ τοῦ νόμου παιδαγωγίᾳ, ἐπὶ τὴν στερεὰν ἡμᾶς ἤγαγε τροφήν.

Οὐ τούτῳ δὲ μόνον, ἀλλὰ καὶ ἑτέρῳ μείζονι τούτου πάλιν αὐτὸν ὑποβάλλουσιν ἐγκλήματι, εἴ γε μετὰ πεντακισχίλια καὶ πλείονα ἔτη τοῦ γένους ἧκε προνοήσων τοῦ ἡμετέρου. Εἰ γὰρ μὴ αὐτὸς ἦν, ὁ διὰ τῶν προφητῶν καὶ τῶν πατριαρχῶν καὶ τῶν δικαίων ἀνθρώπων τὰ καθ᾽ ἡμᾶς ἅπαντα οἰκονομῶν, ἀλλ᾽ ἕτερός τις παρὰ τοῦτον ὀψέ ποτε καὶ βραδέως εὑρεθήσεται τῆς ἡμετέρας ἐπειλημμένος προνοίας, ὥσπερ ἔκ τινος μετανοίας ἀνενεγκών· ὅπερ οὐ Θεοῦ μόνον, ἀλλὰ καὶ ἀνθρώπου τοῦ τυχόντος ἀνάξιον ἂν εἴη, τοσούτους ἀφέντος ἀπολέσθαι ἐν τοσούτῳ χρόνῳ, ὀψέ ποτε ἐν ἐσχάτῳ τῶν καιρῶν τῆς τῶν ὀλίγων ἐπιλαβέσθαι προνοίας.

δʹ. Ὁρᾷς ὅσαις τὸν Θεὸν ὑποβάλλουσι βλασφημίαις ἐκεῖνοι, ἕτερον μὲν τῆς Καινῆς, ἕτερον δὲ τῆς Παλαιᾶς λέγοντες εἶναι νομοθέτην; Ἅπερ ἅπαντα λύεται, ἂν ἕνα ἑκατέρας τῆς Διαθήκης δῶμεν εἶναι Θεόν. Εὑρεθήσεται γὰρ κατὰ λόγον τὰ καθ᾽ ἡμᾶς οἰκονομῶν, τότε μὲν διὰ τοῦ νόμου, νῦν δὲ διὰ τῆς χάριτος, καὶ οὐ προσφάτως, οὐδὲ νεωστὶ, ἀλλ᾽ ἄνωθεν καὶ ἐκ πρώτης ἡμέρας τῆς ἡμετέρας ἐπειλημμένος προνοίας.