Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Ἔχοντες τὸ αὐτὸ πνεῦμα

Ἰωάννης ὁ Χρυσόστομος

Η σύζευξη των ορθών δογμάτων με τη φιλανθρωπία

Προτροπή για τον συνδυασμό ορθής πίστεως και καθαρού βίου μέσω της ανεξερεύνητης ελεημοσύνης προς όλους τους πένητες. Αναιρούνται οι προφάσεις για αποφυγή της προσφοράς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 9

Οὐ διὰ τοῦτο δὲ μόνον ἔλεγε, Τὸ αὐτὸ Πνεῦμα, ἀλλὰ καὶ δι᾽ ἑτέραν αἰτίαν οὐκ ἐλάττονα τῆς εἰρημένης, ἣν ἐβουλόμην μὲν νῦν εἰπεῖν, δεδοικὼς δὲ μὴ τὰ εἰρημένα ἐκβλύσητε, εἰς ἑτέραν ὑμῖν διάλεξιν ταύτην ταμιεύσομαι, τέως ταύτης μεμνῆσθαι πάσης παρακαλέσας ὑμᾶς, καὶ μετὰ ἀκριβείας φυλάττειν αὐτὴν, καὶ τὴν ἀπὸ τῆς πολιτείας ἀρετὴν προστιθέναι, καὶ τῇ τῶν δογμάτων συνυφαίνειν αὐτὴν καθαρότητι· Ἵνα ἄρτιος ὁ ἄνθρωπος ᾖ τοῦ Θεοῦ, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος· ἐπεὶ κέρδος οὐδὲν ἔσται ἡμῖν τῶν ὀρθῶν δογμάτων, ὅταν ὁ βίος διεφθαρμένος ᾖ· ὥσπερ οὖν οὐδὲ πολιτείας ἀρίστης ὄφελος, πίστεως οὐκ οὔσης ὑγιοῦς. Ἵνα οὖν ἀπηρτισμένην ἔχωμεν τὴν ὠφέλειαν, ἑκατέρωθεν ἑαυτοὺς ἀσφαλιζώμεθα, ἔν τε τοῖς ἄλλοις ἅπασι καρποὺς ἐπιδεικνύμενοι γενναίους, καὶ μετὰ τῶν ἄλλων τὴν ἐλεημοσύνην, περὶ ἧς καὶ πρώην ὑμῖν διελέχθην, μετὰ πολλῆς μὲν τῆς προθυμίας, μετὰ πολλῆς δὲ αὐτὴν ἐπιτελοῦντες τῆς δαψιλείας. Ὁ γὰρ σπείρων φειδομένως, φησὶ, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ᾽ εὐλογίαις, ἐπ᾽ εὐλογίαις καὶ θερίσει. Τί ἐστιν, Ἐπ᾽ εὐλογίαις; Μετὰ πολλῆς τῆς ἀφθονίας.

Ἐνταῦθα μὲν οὖν ἐπὶ τῶν βιωτικῶν πραγμάτων καὶ ὁ ἀμητὸς καὶ ὁ σπόρος τῶν αὐτῶν ἐστι σπερμάτων· καὶ γὰρ ὁ σπείρων, πυρὸν ἢ κριθὰς καταβάλλει, ἢ καὶ ἄλλο τι τῶν τοιούτων, καὶ ὁ θερίζων τὸ αὐτὸ θερίζει πάλιν· ἐπὶ δὲ τῆς ἐλεημοσύνης οὐχ οὕτως, ἀλλὰ ἑτέρως. Σὺ μὲν γὰρ καταβάλλεις ἀργύριον, συλλέγεις δὲ παῤῥησίαν τὴν πρὸς τὸν Θεόν· δίδως χρήματα, καὶ λαμβάνεις ἁμαρτημάτων λύσιν· παρέχεις ἄρτον καὶ ἱμάτιον, καὶ ἀντὶ τούτων σοι ἡ τῶν οὐρανῶν εὐτρεπίζεται βασιλεία, καὶ τὰ μυρία ἀγαθὰ, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη· τὸ δὴ πάντων κεφάλαιον τῶν ἀγαθῶν, ὅμοιος γίνῃ τῷ Θεῷ, κατὰ δύναμιν τὴν ἀνθρωπίνην.

Περὶ γὰρ ἐλεημοσύνης καὶ φιλανθρωπίας διαλεχθεὶς ὁ Χριστὸς ἐπήγαγεν· Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.

Οὐ δύνασαι ἀνατεῖλαι ἥλιον, οὐδὲ ὄμβρους ἀφεῖναι σὺ, οὐδὲ οἰκουμένην εὐεργετῆσαι τοσαύτην· τοῖς οὖσι χρήμασιν ἀπόχρησαι πρὸς τὴν φιλοφροσύνην, καὶ γέγονας ὅμοιος τῷ τὸν ἥλιον ἀνατέλλοντι, ὡς ἄνθρωπον ὅμοιον Θεῷ γενέσθαι δυνατόν.

ηʹ. Προσέχετε μετὰ ἀκριβείας τοῖς εἰρημένοις. Ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, φησί. Καὶ σὺ τοίνυν, ὅτε ἐλεημοσύνην ποιεῖς, μὴ βίον ἐξετάσῃς, μηδὲ τρόπων εὐθύνας ἀπαίτει. Ἐλεημοσύνη γὰρ διὰ τοῦτο λέγεται, ἵνα καὶ τοῖς ἀναξίοις παρέχωμεν· ὁ γὰρ ἐλεῶν, οὐ τὸν κατωρθωκότα, ἀλλὰ τὸν ἡμαρτηκότα ἐλεεῖ· ὁ μὲν γὰρ κατορθῶν, ἐπαίνων ἄξιος καὶ στεφάνων ἐστίν· ὁ δὲ ἁμαρτάνων, ἐλέου καὶ συγγνώμης. Ὥστε καὶ κατὰ τοῦτο μιμησόμεθα τὸν Θεὸν, ἐὰν καὶ πονηροῖς παρέχωμεν. Ἐννόησον γὰρ ὅσοι τὴν οἰκουμένην οἰκοῦσι βλάσφημοι, μιαροὶ, γόητες, πάσης ἐμπεπλησμένοι κακίας· ἀλλὰ καὶ τούτους καθ᾽ ἑκάστην τρέφει τὴν ἡμέραν ὁ Θεὸς, ἡμᾶς παιδεύων τὴν φιλοφροσύνην ἐπὶ πάντας ἐκτείνειν. Ἡμεῖς δὲ ἅπαν τοὐναντίον ποιοῦμεν· οὐ γὰρ πονηροὺς, οὐδὲ φαύλους ἀνθρώπους ἀποστρεφόμεθα μόνον, ἀλλὰ κἂν ὑγιαίνων τις ἡμῖν προσέλθῃ ἢ δι᾽ ἐπιείκειαν, ἢ δι᾽ ἐλευθερίαν, ἢ καὶ δι᾽ ἀργίαν ἴσως (καὶ γὰρ καὶ τοῦτο τίθημι), πενίᾳ συζῶν, λοιδορίας, ὕβρεις, μυρία κατ᾽ αὐτοῦ συνείροντες σκώμματα, κεναῖς αὐτὸν ἀποπέμπομεν χερσὶ, τὴν ὑγείαν ὀνειδίζοντες, τὴν ἀργίαν προσφέροντες. εὐθύνας ἀπαιτοῦντες. Μὴ γὰρ τοῦτο προσετάγης, ἄνθρωπε, ἐγκαλεῖν καὶ ἐπιτιμᾷν ἁπλῶς τοῖς δεομένοις; Ἐλεεῖν καὶ διορθοῦσθαι τὴν πενίαν αὐτῶν ὁ Θεὸς ἐκέλευσεν, οὐχὶ εὐθύνας ἀπαιτεῖν καὶ ὑβρίζειν.

Ἀλλὰ βούλει διορθῶσαι τὸν τρόπον, καὶ τῆς ἀργίας ἀπαγαγεῖν, καὶ εἰς ἔργον ἐμβαλεῖν τὸν ἀργοῦντα; Δὸς πρότερον, καὶ τότε ἐπιτίμησον, ἵνα μὴ ὠμότητος ὑποψίαν, ἐγκληθεὶς βαρύτητα, ἀλλὰ κηδεμονίας δόξαν λάβῃς. Τὸν μὲν γὰρ μὴ δόντα, ἀλλ᾽ ἐγκαλοῦντα μόνον ἀποστρέφεται, καὶ ἀηδίζει, καὶ οὐδὲ ἰδεῖν ἀνάσχοιτ᾽ ἂν ὁ πένης· καὶ μάλα εἰκότως.

Οὐ γὰρ διὰ κηδεμονίαν, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι δοῦναι νομίζει τὰ ἐγκλήματα γίνεσθαι· ὅπερ οὖν καὶ ἔστιν ἀληθές. Ὁ δὲ μετὰ τὸ δοῦναι ἐγκαλῶν, εὐπαράδεκτον ποιεῖ τὴν παραίνεσιν· οὐ γὰρ ἐξ ἀπανθρωπίας, ἀλλ᾽ ἐκ κηδεμονίας ποιεῖται τὴν ἐπιτίμησιν.

Οὕτω καὶ Παῦλος ἐποίησεν· εἰπὼν γὰρ, Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω, ἐπάγει λέγων· Ὑμεῖς δὲ τὸ καλὸν ποιοῦντες μὴ ἐκκακήσητε. Καίτοι δοκεῖ ταῦτα ἐναντία εἶναι τὰ προστάγματα. Εἰ γὰρ οὐ δεῖ τοὺς ἀργοῦντας ἐσθίειν, πῶς τούτοις κελεύεις τὸ καλὸν ποιεῖν; Ἀλλ᾽ οὐκ ἔστιν ἐναντίον· μὴ γένοιτο. Διὰ γὰρ τοῦτο, φησὶν, εἶπον, ὅτι Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω, οὐχ ἵνα τοὺς μέλλοντας διδόναι ἀπαγάγω τῆς ἐλεημοσύνης, ἀλλ᾽ ἵνα τοὺς ἐν ἀργίᾳ ζῶντας ἀπαγάγω τῆς ἀργίας.

Τὸ μὲν οὖν εἰπεῖν, Μηδὲ ἐσθιέτω, ἐκείνους διανίστησι πρὸς ἐργασίαν, τῷ φόβῳ τῆς ἀπειλῆς· τὸ δὲ εἰπεῖν, Τὸ καλὸν ποιοῦντες μὴ ἐκκακεῖτε, τούτους διεγείρει πρὸς ἐλεημοσύνην τῷ χρησίμῳ τῆς παραινέσεως. Ἵνα γὰρ μὴ, ἀκούσαντες τῆς κατ᾽ ἐκείνων γεγενημένης ἀπειλῆς, συστείλωσι τὰς χεῖράς τινες, ἐκκαλεῖται πρὸς φιλοφροσύνην αὐτοὺς, λέγων· Τὸ καλὸν ποιοῦντες μὴ ἐκκακεῖτε. Ὥστε καὶ ἀργοῦντι ἐὰν δῷς, καλὸν πεποίηκας.

θʹ. Τοῦτο καὶ ἐν τοῖς ἑξῆς δῆλον ἐποίησεν. Εἰπὼν γὰρ, Εἴ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐτῷ· καὶ ἐκκόψας αὐτὸν τῆς ἱερᾶς αὐλῆς, πάλιν αὐτὸν ἑτέρῳ συνάπτει τρόπῳ, τὰς τῶν ἐκτεμόντων διανοίας οἰκειῶν αὐτῷ καὶ συνάγων· ἐπήγαγε γοῦν λέγων· Μὴ ὡς ἐχθρὸν, φησὶν, ἡγεῖσθε, ἀλλ᾽ ὡς ἀδελφόν. Ὥσπερ οὖν εἰπὼν, Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω, τοῖς κυρίοις ἐκέλευσε πολλὴν αὐτῶν ποιεῖσθαι πρόνοιαν πάλιν· οὕτω καὶ ἐνταῦθα εἰπὼν, Μὴ συναναμίγνυσθε αὐτῷ, οὐκ ἀπέστησεν αὐτοῦ τῆς ἐπιμελείας τοὺς ἀκούοντας, ἀλλὰ καὶ σφόδρα αὐτοῖς ἀντιλαβέσθαι παρεκελεύσατο, προσθεὶς καὶ εἰπὼν, Καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλ᾽ ὡς ἀδελφόν. Ἐχωρίσθης αὐτοῦ τῆς συνουσίας, ἀλλὰ μὴ χωρισθῇς τῆς κηδεμονίας· ἀπέκοψας αὐτὸν τῆς συνόδου, μὴ ἀποκόψῃς αὐτὸν τῆς ἀγάπης.

Καὶ γὰρ αὐτὸ τοῦτο δι᾽ ἀγάπην ἐκέλευσα γίνεσθαι, ἵνα τῷ χωρισμῷ γενόμενος βελτίων, πρὸς τὸ λοιπὸν ἐπανέλθῃ σῶμα· ἐπεὶ καὶ οἱ πατέρες τῆς οἰκίας τῆς ἑαυτῶν ἐκβάλλουσι τοὺς παῖδας, οὐχ ἵνα ἔξω μένωσι διηνεκῶς, ἀλλ᾽ ἵνα τῷ τῆς οἰκίας ἐκπεσεῖν γενόμενοι σωφρονέστεροι, πρὸς τὴν οἰκίαν ἐπανέλθωσι πάλιν. Πρὸς μὲν οὖν τοὺς ἀργίαν ἐγκαλοῦντας ἱκανὰ τὰ εἰρημένα.

Ἐπειδὴ δὲ καὶ ἕτερός ἐστι πολλοῖς μεμελετημένος λόγος πρὸς ἀπολογίαν, ἀπανθρωπίας καὶ ὠμότητος γέμων, ἀνάγκη καὶ τοῦτον διεξελέγξαι πάλιν, οὐχ ἵνα ἀπολογίας αὐτοὺς ἀποστερήσωμεν, ἀλλ᾽ ἵνα πείσωμεν τὴν οὐκ οὖσαν, οὐδὲ ὠφελοῦσαν ἀπολογίαν ἀποθέσθαι, τὴν δὲ οὖσαν καὶ προστῆναι δυναμένην ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, ταύτην διὰ τῶν ἔργων μελετᾷν διηνεκῶς.

Τίς οὖν ἐστιν ἡ ψυχρὰ καὶ ἀνόνητος τῶν πολλῶν ἀπολογία; Παιδοτροφίᾳ συζῶ, φησὶν, οἰκίας προΐσταμαι, γυναῖκα τρέφω, πολλὰς ἔχω δαπάνης ἀνάγκας· ὅθεν οὐκ εὐπορῶ τοὺς προσιόντας μοι ἐλεεῖν. Τί λέγεις; Παιδία τρέφεις, καὶ διὰ τοῦτο τοὺς προσιόντας οὐκ ἐλεεῖς; Δι᾽ αὐτὰ μὲν οὖν ταῦτα τοὺς δεομένους ἐλεεῖν δεῖ, διὰ τὰ παιδία, καὶ τὴν αὐτῶν προστασίαν, ἵνα ἀπὸ ὀλίγων χρημάτων ἵλεω τὸν δόντα αὐτὰ Θεὸν ποιήσῃς, ἵνα καταλίπῃς αὐτοῖς προστάτην ἐκεῖνον καὶ μετὰ τὸν σὸν θάνατον, ἵνα πολλὴν αὐτοῖς ἄνωθεν εὔνοιαν ἐπισπάσῃ ἀπὸ τῶν ἐκείνων χρημάτων τῷ Θεῷ δαπανῶν. Οὐχ ὁρᾷς, ὅτι πολλοὶ ἀνθρώπους πλουτοῦντας καὶ ἐν δυναστείαις ὄντας, οὐδαμόθεν αὐτοῖς προσήκοντας, εἰς τὰς διαθήκας πολλάκις εἰσήγαγον τὰς ἑαυτῶν, καὶ τοῖς ἑαυτῶν παισὶ συγκληρονόμους ἐποίησαν, δι᾽ ἄλλο μὲν οὐδὲν, ἵνα δὲ ἀσφάλειαν τοῖς ἑαυτῶν κτήσωνται παισὶν ἀπὸ ὀλίγων χρημάτων; καὶ ταῦτα, οὐκ εἰδότες πῶς διακείσονται μετὰ τὴν αὐτῶν τελευτὴν περὶ τοὺς αὐτῶν παῖδας οἱ τοῦ κλήρου γενόμενοι κοινωνοί; Σὺ δὲ εἰδὼς τὸ φιλάνθρωπον καὶ χρηστὸν καὶ ἐπιεικὲς τοῦ σοῦ Δεσπότου, οὐ ποιήσεις αὐτὸν κοινωνὸν τῆς διαθήκης τῆς σῆς; οὐ ποιήσεις αὐτὸν συγκληρονόμον τῶν παίδων τῶν σῶν; καὶ ποῦ ταῦτα πατρὸς, εἰπέ μοι, παῖδας φιλοῦντος; Εἰ γὰρ κήδῃ τῶν τεχθέντων παίδων, κατάλειπε γραμματεῖον αὐτοῖς, ἐν ᾧ τὸν Θεὸν ἔχεις ὑπεύθυνον.

Τοῦτο μεγίστη κληρονομία, τοῦτο κόσμος, τοῦτο ἀσφάλεια. Εἰσάγαγε αὐτὸν εἰς τὴν κληρονομίαν τὴν ἐνταῦθα, ἵνα σε μετὰ τῶν παίδων εἰς τὴν κληρονομίαν ἀντεισαγάγῃ τὴν ἐκεῖ. Οὗτος ὁ κληρονόμος γενναῖος, φιλάνθρωπος, χρηστὸς, δυνατὸς, πλούσιος· ὥστε κατ᾽ οὐδὲν ἔστιν ὑποπτεῦσαι τὴν κοινωνίαν αὐτοῦ. Διὰ τοῦτο καὶ σπόρος ἡ ἐλεημοσύνη καλεῖται, ἐπειδὴ οὐκ ἔστι δαπάνη τὸ πρᾶγμα, ἀλλὰ πρόσοδος· σὺ δὲ, ὅταν μὲν σπείρειν δέῃ, οὐ προσέχεις, ὅτι κενοῖς τὰ ταμιεῖα τῶν παλαιῶν γεννημάτων, ἀλλὰ προσέχεις τῷ μηδέπω παρόντι τῶν γεννημάτων ἀμητῷ· καὶ ταῦτα, οὐκ εἰδὼς, ὅτι πάντως ἐκβήσεται.

Καὶ γὰρ καὶ ἐρυσίβη, καὶ χάλαζα, καὶ ἀκρὶς, καὶ ἀέρων ἀνωμαλία, καὶ πολλὰ τῆς ἐλπίδος ἡμᾶς ἀντικρούει τῆς μελλούσης· εἰς δὲ τὸν οὐρανὸν μέλλων σπείρειν, ὅπου πᾶσα μὲν ἀνωμαλία ἀέρων ἐκβέβληται, πάσης δὲ λύπης καὶ ἐπιβουλῆς ἀνῄρηται πρόφασις, ὀκνεῖς καὶ ἀναδύῃ; Καὶ ποίαν εὑρήσεις συγγνώμην, ὅταν εἰς μὲν τὴν γῆν καταβάλλων θαῤῥῇς, καὶ μετὰ προθυμίας τοῦτο ποιῇς, εἰς δὲ τὴν χεῖρα τοῦ Θεοῦ μέλλων καταβάλλειν, ὀκνεῖς καὶ ἀμελεῖς;

Εἰ γὰρ ἡ γῆ τὰ καταβληθέντα ἀποδίδωσι, πολλῷ μᾶλλον ἡ τοῦ Θεοῦ χεὶρ, ἅπερ ἂν δέξηται, μετὰ πάσης ἀποδώσει σοι τῆς περιουσίας. ιʹ. Ταῦτ᾽ οὖν εἰδότες, μὴ τῇ δαπάνῃ προσέχωμεν, ὅταν ἐλεημοσύνην ποιῶμεν, ἀλλὰ τῇ προσόδῳ καὶ ταῖς μελλούσαις ἐλπίσι, καὶ τῷ παρόντι δὲ κέρδει· οὐ γὰρ βασιλείαν οὐρανῶν ἐλεημοσύνη προξενεῖ μόνον, ἀλλὰ καὶ τὴν κατὰ τὸν παρόντα βίον ἀσφάλειάν τε καὶ ἀφθονίαν. Τίς ταῦτά φησιν; Αὐτὸς ὁ ταῦτα δοῦναι κύριος. Ὁ γὰρ τὰ αὐτοῦ πένησι, φησὶ, δοὺς, ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Ὁρᾷς ἐν ἑκατέρᾳ τῇ ζωῇ τὰς ἀμοιβὰς διδομένας μετὰ πολλῆς τῆς περιουσίας;

Μὴ τοίνυν ὀκνῶμεν, μηδὲ ἀναβαλλώμεθα, ἀλλὰ καθ᾽ ἑκάστην ἡμέραν τὸν τῆς ἐλεημοσύνης καρπὸν φέρωμεν, ἵνα καὶ τὰ παρόντα ἡμῖν πράγματα κατὰ ῥοῦν φέρηται, καὶ τῆς μελλούσης ἐπιτύχωμεν ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ, κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.