Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Ἔχοντες τὸ αὐτὸ πνεῦμα

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλία Γ': Ο πνευματικός πλούτος των Γραφών και οι διωγμοί των πρώτων χριστιανών

Έναρξη της τρίτης ομιλίας με εγκώμιο των επιστολών του Παύλου. Περιγράφονται οι ακήρυκτοι πόλεμοι, οι θλίψεις και η υπομονή που επέδειξαν οι πρώτοι πιστοί.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 9

ΠΑΛΙΝ ΕΙΣ ΤΗΝ ΑΥΤΗΝ ΡΗΣΙΝ «Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·» καὶ διὰ τί κοινῇ πάντες ἀπολαμβάνουσι τὰ ἀγαθὰ, καὶ περὶ ἐλεημοσύνης. αʹ. Τῇ προτέρᾳ συνάξει καὶ τῇ πρὸ ἐκείνης μίαν τοῦ Ἀποστόλου ῥῆσιν ἀπολαβόντες, εἰς τὴν ἐξήγησιν ταύτης ἅπαντα τὸν λόγον ἀνηλώσαμεν· καὶ τήμερον δὲ τῇ αὐτῇ ταύτῃ πάλιν ἐνδιατρίψαι σπουδάζομεν· ποιοῦμεν δὲ τοῦτο ἐπίτηδες πρὸς ὠφέλειαν τῆς ὑμετέρας ἀγάπης, οὐ πρὸς ἐπίδειξιν τὴν ἡμετέραν. Οὐ γὰρ ἵνα γόνιμόν τινα καὶ πολύνουν ἐμαυτὸν ἀποφήνω, ἀλλ᾽ ἵνα καὶ τὴν Παύλου σοφίαν ὑμῖν ἐκκαλύψω, καὶ τὴν ὑμετέραν διεγείρω προθυμίαν, οὕτω μεταχειρίζω τὸν λόγον. Τό τε γὰρ βάθος τῆς ἐκείνου συνέσεως φαίνεται μειζόνως, ὅταν ἐκ μιᾶς ῥήσεως τοσούτους ἡμῖν τίκτῃ ποταμοὺς νοημάτων· ὑμεῖς τε μαθόντες, ὅτι καὶ ἀπὸ μιᾶς λέξεως ἀποστολικῆς ἄφατον ἔστι καρπώσασθαι φιλοσοφίας πλοῦτον, οὐ παραδραμεῖσθε τὰς Ἐπιστολὰς ἁπλῶς, ἀλλὰ προαχθήσεσθε, ταῖς ἐλπίσι ταύταις τρεφόμενοι, τῶν ἐγκειμένων ῥήσεων ἑκάστην μετὰ πολλῆς περιεργάζεσθαι τῆς σπουδῆς. Εἰ γὰρ μία λέξις τριῶν ἡμερῶν διάλεξιν ἡμῖν ἔτεκε, πόσον ἡμῖν ἀναβλύσει θησαυρὸν ὁλόκληρος περικοπὴ μετὰ ἀκριβείας θεωρουμένη; Μὴ τοίνυν ἀποκάμωμεν, ἕως ἂν τὸ πᾶν ἀποτρυγήσωμεν.

Εἰ γὰρ οἱ μέταλλα διορύττοντες χρυσίου, ὅσον ἂν ἐκεῖθεν κενώσωσι πλοῦτον, οὐ πρότερον ἀφίστανται, ἕως ἂν τὸ πᾶν ἀνέλωνται χρυσίον· πολλῷ μᾶλλον ἡμᾶς μείζονι προθυμίᾳ κεχρῆσθαι δεῖ καὶ σπουδῇ περὶ τὴν τῶν θείων λογίων ἔρευναν. Καὶ γὰρ καὶ ἡμεῖς χρυσίον ὀρύττομεν, οὐκ αἰσθητὸν, ἀλλὰ πνευματικόν· οὐ γὰρ μέταλλα γῆς, ἀλλὰ μέταλλα τοῦ Πνεύματος ἐργαζόμεθα. Αἱ γὰρ ἐπιστολαὶ τοῦ Παύλου τοῦ Πνεύματός εἰσι μέταλλα καὶ πηγαί· μέταλλα μὲν, ὅτι χρυσίου παντὸς τιμιώτερον ἡμῖν παρέχουσι πλοῦτον· πηγαὶ δὲ, ὅτι οὐδέποτε ἐπιλείπουσιν· ἀλλ᾽ ὅσον ἂν κενώσῃς ἐκεῖθεν, τοσοῦτον καὶ πολλῷ πλέον ἐπιῤῥεῖ πάλιν. Καὶ τούτου γένοιτ᾽ ἂν ἀπόδειξις σαφὴς ὁ χρόνος ὁ παρελθὼν ἅπας. Ἐξ οὗ γοῦν Παῦλος ἐγένετο, πεντακόσια λοιπὸν ἔτη παρῆλθε· καὶ τοῦτον ἅπαντα τὸν χρόνον πολλοὶ μὲν συγγραφεῖς, πολλοὶ δὲ διδάσκαλοι καὶ ἐξηγηταὶ πολλὰ πολλάκις ἐκεῖθεν ἐξήντλησαν, καὶ τὸν ἀποκείμενον οὐκ ἐκένωσαν πλοῦτον. Οὐ γὰρ αἰσθητὸς ὁ θησαυρός· διὰ τοῦτο οὐκ ἀναλίσκεται τῇ τῶν ὀρυττόντων πολυχειρίᾳ, ἀλλ᾽ αὔξεται καὶ πλεονάζει. Καὶ τί λέγω τοὺς ἔμπροσθεν;

Πόσοι μεθ᾽ ἡμᾶς ἐροῦσι καὶ μετ᾽ ἐκείνους ἕτεροι πάλιν, καὶ οὐ παύσεται πηγάζων ὁ πλοῦτος, οὐδὲ ἐπιλείψει ταύτῃ τὰ μέταλλα; πνευματικὰ γάρ ἐστι, καὶ οὐ πέφυκε δαπανᾶσθαί ποτε. Τίς οὖν ἐστιν ἡ ῥῆσις ἡ ἀποστολικὴ, περὶ ἧς καὶ πρώην πρὸς τὴν ὑμετέραν ἀγάπην διελέχθημεν; Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα.

βʹ. Τότε μὲν οὖν ἐζητοῦμεν, τίνος ἕνεκεν εἴρηκε, Πνεῦμα πίστεως τὸ αὐτό· καὶ μίαν αἰτίαν τέως εἰρήκαμεν· αὕτη δὲ ἦν, τὸ δεῖξαι σύμφωνον τῇ Καινῇ τὴν Παλαιὰν οὖσαν. Ὅταν γὰρ φαίνηται τὸ Πνεῦμα τῆς πίστεως τὸ αὐτὸ καὶ τὴν τοῦ Δαυῒδ κινῆσαν γλῶτταν τὴν λέγουσαν, Ἐπίστευσα, διὸ ἐλάλησα, καὶ εἰς τὴν τοῦ Παύλου ψυχὴν ἐνεργοῦν, εὔδηλον ὅτι πολλὴ συγγένεια προφητῶν καὶ ἀποστόλων, καὶ ἀνάγκη πολλὴν Παλαιᾶς καὶ Καινῆς εἶναι τὴν συμφωνίαν.

Ἀλλ᾽ ἵνα μὴ πάλιν τὰ αὐτὰ ἀνακινοῦντες ἐνοχλῶμεν ὑμῖν, φέρε, καὶ τὴν ἑτέραν αἰτίαν εἴπωμεν, δι᾽ ἣν εἴρηκε, Τὸ αὐτό· καὶ γὰρ καὶ τότε ὑμῖν ὑπεσχόμεθα ἑτέραν αἰτίαν ἐρεῖν τῆς ῥήσεως ταύτης. Ἀλλὰ διανάστητε· βαθὺ γὰρ τὸ νόημα τοῦτό ἐστιν, ὃ μέλλω λέγειν πρὸς τὴν ὑμετέραν ἀγάπην, καὶ διορατικῆς δεόμενον διανοίας, καὶ ὀξυτάτης ψυχῆς· διὸ παρακαλῶ μετὰ ἀκριβείας παρακολουθεῖν τοῖς ῥηθήσεσθαι μέλλουσιν.

Εἰ γὰρ ἡμέτερος ὁ πόνος, ἀλλ᾽ ὑμέτερον τὸ κέρδος, μᾶλλον δὲ οὐδὲ ἡμέτερος ὁ πόνος ἀλλὰ τῆς τοῦ Πνεύματος χάριτος ἡ δωρεά· ὅταν δὲ ἀποκαλύψῃ, οὔτε ὁ λέγων, οὔτε οἱ ἀκούοντες κάμνουσι· πολλὴ γὰρ τῆς ἀποκαλύψεως ἡ εὐκολία. Πρόσχωμεν τοίνυν μετὰ ἀκριβείας· κἂν γὰρ τοῖς πλείοσι παρακολουθήσητε, περὶ δὲ βραχὺ μέρος ἀπονυστάξητε, τὸ πᾶν ἀγνοήσετε τοῦ κάλλους, διακοπείσης τῆς ἀκολουθίας λοιπόν. Καὶ καθάπερ οἱ τὰς ὁδοὺς ἀγνοοῦντες καὶ ἑτέρων δεόμενοι τῶν ὁδηγούντων, κἂν πολὺ προέλθωσιν ἀκολουθοῦντες αὐτοῖς, μικρὸν δὲ ἀποῤῥᾳθυμήσαντες ἀπολέσωσι τὸν ἡγούμενον, οὐδὲν αὐτοῖς ὄφελος ἔσται τῆς προτέρας ἀκολουθήσεως, ἀλλ᾽ ἵστανται λοιπὸν, οὐκ εἰδότες ὅπου προέλθωσιν· οὕτω καὶ οἱ τῷ λέγοντι παρακολουθοῦντες, ἐὰν παρὰ πᾶσαν τὴν διδασκαλίαν προσέχοντες μικρὸν ῥᾳθυμήσωσιν, ἅπασαν τὴν ἀκολουθίαν ῥίψαντες, οὐκ ἔτι λοιπὸν ἐπιστῆναι τῷ τέλει τῶν νοημάτων δυνήσονται. Ἵν᾽ οὖν μὴ τοῦτο πάθητε, διὰ πάντων τῶν μελλόντων ῥηθήσεσθαι τὴν ἴσην μοι παρέχετε σπουδὴν, ἕως ἂν εἰς αὐτὸ τὸ τέλος ἔλθωμεν.

γʹ. Τίνος οὖν ἕνεκεν εἴρηκεν, Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, καὶ σπουδάζει δεῖξαι καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ πίστιν οὖσαν τὴν μητέρα τῶν ἀγαθῶν, μικρὸν ἄνωθεν ἀναγκαῖον εἰπεῖν· οὕτω γὰρ ἔσται κατάδηλος ἡμῖν ἡ αἰτία μᾶλλον. Τίς οὖν ἐστιν ἡ αἰτία; Πολὺς πόλεμος περιειστήκει τοὺς πιστοὺς, ἡνίκα ταῦτα ἐλέγετο, πόλεμος χαλεπὸς καὶ ἀκήρυκτος. Καὶ γὰρ καὶ πόλεις αὐτοῖς ὁλόκληροι καὶ δῆμοι πάντοθεν ἐπανίσταντο, καὶ τύραννοι πάντες ἐπεβούλευον, καὶ βασιλεῖς παρεσκευάζοντο, καὶ ὅπλα ἐκινεῖτο, καὶ ξίφη ἠκονᾶτο, καὶ στρατόπεδα ηὐτρεπίζετο, καὶ πᾶν εἶδος κολάσεως καὶ τιμωρίας ἐπενοεῖτο· ὅθεν ὑπαρχόντων ἁρπαγαὶ καὶ δημεύσεις, καὶ ἀπαγωγαὶ καὶ θάνατοι καθημερινοὶ, καὶ στρεβλώσεις, καὶ δεσμωτήρια, καὶ πῦρ, καὶ σίδηρος, καὶ θηρία, καὶ ξύλον, καὶ τροχὸς, καὶ βάραθρα, καὶ κρημνοὶ, καὶ πάντα τὰ εἰς ἐπίνοιαν πρὸς τὸν τῶν πιστῶν ὄλεθρον ἐκινεῖτο· καὶ οὐδὲ μέχρι τούτων ὁ πόλεμος εἱστήκει. Οὐδὲ γὰρ παρὰ τῶν ἐχθρῶν ἀνεῤῥιπίζετο μόνον, ἀλλὰ καὶ αὐτὴ καθ᾽ ἑαυτῆς ἡ φύσις ἐσχίζετο. Καὶ γὰρ παισὶν ἐπολέμουν πατέρες, καὶ θυγατέρες ἐμίσουν τὰς κυησάσας, καὶ φίλοι φίλους ἀπεστρέφοντο, καὶ εἰς τὰς συγγενείας καὶ εἰς τὰς οἰκίας ὁ πόλεμος οὗτος ἕρπων εἰσῄει, καὶ θόρυβος ἦν τότε πολὺς κατὰ τὴν οἰκουμένην.

Καὶ καθάπερ πλοῖον, κυμάτων διανισταμένων, νεφῶν συῤῥηγνυμένων, βροντῶν καταῤῥηγνυμένων, ζόφου πάντοθεν κυκλοῦντος τὸ σκάφος, τῆς θαλάσσης μαινομένης, θηρίων ἐπανισταμένων, πειρατῶν προσβαλλόντων, αὐτῶν τῶν ἔνδον στασιαζόντων, οὐκ ἂν διαφύγοι τὸν κίνδυνον, εἰ μὴ ἡ ἄνω χεὶρ, ἡ κραταιὰ καὶ μεγάλη, ἀποκρούσαιτο τὸν πόλεμον, καὶ λύσασα τὸν χειμῶνα καταστήσειεν ἐν γαλήνῃ τοὺς πλέοντας· οὕτω δὴ καὶ τότε ἐν ἀρχῇ τοῦ κηρύγματος γέγονεν.

Οὐ γὰρ ἔξωθεν προσέβαλλεν ὁ χειμὼν μόνον, ἀλλὰ καὶ οἱ ἔνδον πολλάκις πρὸς ἀλλήλους ἐστασίαζον. Τίς τοῦτό φησιν; Αὐτὸς ὁ Παῦλος γράφων, Ἔξωθεν μάχαι, ἔσωθεν φόβοι. Καὶ ὅτι ταῦτ᾽ ἔστιν ἀληθῆ, καὶ διδασκάλους καὶ μαθητὰς μυρία περιεστοίχιστο κακὰ, καὶ πάντας ὁ πόλεμος ἐπενέμετο, αὐτοῦ πάλιν τοῦ Παύλου τὴν μαρτυρίαν παράγω. Ὑμεῖς δὲ μνημονεύετε τῶν λεγομένων ἁπάντων, ἵν᾽ ὅταν μάθητε τοὺς κινδύνους, τοὺς πειρασμοὺς, τὰ μυρία κακὰ, ἅπερ οἱ τότε πιστεύοντες ὑπέμενον, μειζόνως καὶ διὰ τοῦτο εὐχαριστῆτε τῷ Θεῷ, τῷ λύσαντι πάντα ἐκεῖνα τὰ δεινὰ, καὶ εἰρήνην εἰσαγαγόντι βαθεῖαν, καὶ τὸν πόλεμον ἀπελάσαντι, καὶ πολλὴν κατασκευάσαντι τὴν γαλήνην· ἵνα μηδεὶς μήτε ῥᾳθυμῶν νομίζῃ διαφεύγειν τὴν κόλασιν, μήτε κατορθῶν ἐπαίρηται νῦν.

δʹ. Οὐ γάρ ἐστιν ἴσον πανταχόθεν πολεμούμενον καὶ μυρίοις περιαντλούμενον κακοῖς δυνηθῆναι στῆναι γενναίως, καὶ καθάπερ ἐν λιμένι καθήμενον νῦν καὶ πάσης ἀπολαύοντα ἀδείας τὴν αὐτὴν ἐπιδείξασθαι προθυμίαν. Ἐκεῖνοι μὲν γὰρ τῶν ἐν πελάγει σαλευόντων τότε καὶ κλυδωνιζομένων οὐδὲν ἄμεινον διέκειντο· ἡμεῖς δὲ τῶν ἐν λιμένι καθημένων ἀδεέστερον διάγομεν νῦν. Μὴ τοίνυν μήτε ἐπὶ τοῖς κατορθώμασι μέγα φρονῶμεν, μήτε ἐπὶ τοῖς συμπίπτουσι πειρασμοῖς καταπίπτωμεν, μήτε εἰς ῥᾳθυμίαν τῇ τῆς εἰρήνης ἀδείᾳ ἀποχρώμεθα· ἀλλὰ νήφωμεν ἀεὶ καὶ γρηγορῶμεν. Ἔστι γὰρ καὶ ἡμῖν πάλη πρὸς τὰς ἐπιθυμίας τῆς φύσεως. Οὐκ ἐπανίστανται νῦν ἡμῖν ἄνθρωποι, ἀλλ᾽ ἐπανίστανται αἱ τῆς σαρκὸς ἡδοναί· οὐ πολεμοῦσι τύραννοι καὶ βασιλεῖς, ἀλλὰ πολεμεῖ θυμὸς, κενοδοξίας ἔρως, φθόνος, βασκανίαι, καὶ τὰ μυρία τῆς ψυχῆς πάθη. Ἐπεὶ οὖν ἐκείνων τῶν πειρασμῶν ἀπηλλάγμεθα, τούτων περιγενώμεθα. Διὰ γὰρ τοῦτο ἀνέμνησα ὑμᾶς τῶν καιρῶν ἐκείνων τὰ προσοχθίσματα, ἵνα καὶ ὁ ἐν θλίψει νῦν ὢν, ἱκανὴν ἐκεῖθεν λαμβάνῃ παράκλησιν, καὶ ὁ πολλῆς ἀπολαύων ἀδείας, ἀντὶ τῆς ἀτεχνίας τῶν κινδύνων ἐκείνων πολλὴν εἰσάξῃ προθυμίαν εἰς τὴν τῶν ἀτόπων λογισμῶν μάχην.

Εἰς γὰρ ἡμετέραν νουθεσίαν καὶ παράκλησιν καὶ ὑπομονὴν πάντα ἐκεῖνα ἐγράφετο· ἅπερ ἀναγκαῖον νῦν πρὸς ὑμᾶς εἰπεῖν, καὶ διδάξαι τὸ μέγεθος τῶν τότε τοὺς πιστοὺς περιεστηκότων δεινῶν, οὐχὶ τοὺς διδασκάλους μόνον, ἀλλὰ καὶ τοὺς μαθητάς. Ἄκουσον γοῦν τί φησιν ὁ Παῦλος γράφων Ἑβραίοις· Ἀναμιμνήσκεσθε τὰς προτέρας ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων.

Οὐδὲ γὰρ βραχὺς διεγένετο χρόνος, ἀλλ᾽ ἐν αὐτοῖς εὐθὺς τοῖς προοιμίοις τῆς κατηχήσεως καὶ τῆς διδασκαλίας ἐπανέστησαν αὐτοῖς πειρασμοὶ, καὶ βαπτισθέντες εὐθέως ἐκινδύνευον· τί πάσχοντες, ἄκουε· Τοῦτο μὲν, ὀνειδισμοῖς καὶ θλίψεσι θεατριζόμενοι.

Πάντες γὰρ ἐνέπτυον, ὕβριζον, κατεγέλων, ἐχλεύαζον, μωροὺς ἐκάλουν, ἀνοήτους, ὅτι τῆς πατρῴας ἀποστάντες πολιτείας, καινὸν δόγμα κατεδέξαντο. Οὐ μικρὸν δὲ τοῦτο πρὸς τὸ παρασαλεῦσαι ψυχὴν, ἐὰν μὴ ἐῤῥιζωμένη κατὰ βάθους ἡ πίστις ᾖ. Καὶ γὰρ οὐδὲν οὕτω δάκνει ψυχὴν, ὡς ὄνειδος· οὐδὲν οὕτω τήκει ψυχὴν καὶ διάνοιαν, ὡς σκώμματα καὶ λοιδορίαι· πολλοὶ γὰρ πολλάκις ἄνδρες ὑπεσκελίσθησαν ὀνειδιζόμενοι. Ταῦτα δὲ λέγω νῦν, ἵνα ἐν παῤῥησίᾳ τὴν πίστιν ἔχωμεν. Εἰ γὰρ τότε, ὅτε πᾶσα αὐτοῖς ὠνείδιζεν οἰκουμένη, οὐχ ὑπεσκελίσθησαν, πολλῷ μᾶλλον νῦν ἐν παῤῥησίᾳ τὸ κήρυγμα τῆς ἀληθείας ἔχειν δεῖ, ὅτε πᾶσα ἡ οἰκουμένη πρὸς ἡμᾶς μετετάξατο. Ὅτι δὲ οὐ μέχρι κατηγορίας καὶ ὀνειδισμῶν καὶ λοιδορίας ἵσταντο ἐκεῖνοι, ἀλλὰ καὶ ἔχαιρον οἱ ταῦτα πάσχοντες, ἄκουσον τῶν ἑξῆς. Καὶ γὰρ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν, φησὶ, μετὰ χαρᾶς προσεδέξασθε. Ὁρᾷς ὅτι καὶ αἱ οὐσίαι αὐτῶν ἐδημεύοντο τὸ παλαιὸν, καὶ πᾶσιν εἰς ἁρπαγὴν προέκειντο τοῖς βουλομένοις ἐπηρεάζειν. Καὶ ταῦτα μὲν Ἑβραίοις ἐπιστέλλων ἔλεγε.

εʹ. Θεσσαλονικεῦσι δὲ ἕτερα τοιαῦτα μαρτυρεῖ πάλιν λέγων· Ὑμεῖς γὰρ μιμηταὶ, φησὶν, ἐγενήθητε τοῦ Κυρίου καὶ ἡμῶν, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ. Ὅρα καὶ τούτους θλιβομένους, καὶ οὐχ ἁπλῶς, ἀλλ᾽ ἐν θλίψει πολλῇ. Μετ᾽ ἐπιτάσεως γὰρ ἦν ὁ πειρασμὸς, διηνεκὴς ὁ κίνδυνος, οὐδὲ μικρὸν ἀναπνεῦσαι παρέχων τοῖς ἀγωνιζομένοις τότε. Ἀλλ᾽ ὅμως καὶ ταῦτα πάσχοντες οὐκ ἐδυσχέραινον, οὐδὲ ἀπεδυσπέτουν, ἀλλὰ μᾶλλον καὶ ἔχαιρον. Πόθεν τοῦτο δῆλον; Ἀπ᾽ αὐτῶν τῶν τοῦ Παύλου ῥημάτων· εἰπὼν γὰρ, Ἐν θλίψει πολλῇ, προσέθηκε, Μετὰ χαρᾶς Πνεύματος ἁγίου· δηλῶν ὅτι οἱ μὲν πειρασμοὶ τὴν θλίψιν ἐποίουν, ἡ δὲ τῶν πειρασμῶν ὑπόθεσις τὴν χαρὰν αὐτοῖς ἔτικτεν. Ἤρκει γὰρ εἰς παραμυθίαν τὸ συνειδέναι ἑαυτοῖς, ὅτι ταῦτα διὰ τὸν Χριστὸν ἔπασχον. Διότι οὐχ οὕτω θαυμάζω τοὺς τότε, ὅτι ἐθλίβοντο, ὡς θαυμάζω, ὅτι θλιβόμενοι διὰ τὸν Θεὸν ἔχαιρον. Τοῦτο γὰρ γενναίας καὶ φιλοθέου ψυχῆς, τὸ θλίβεσθαι καὶ κακῶς πάσχειν· τὸ δὲ γενναίως φέρειν τὸν πειρασμὸν, καὶ τῷ συγχωροῦντι τὰς θλίψεις εὐχαριστεῖν, τοῦτο μεγίστης ἀνδρείας, τοῦτο διεγηγερμένης ψυχῆς καὶ τῶν ἀνθρωπίνων ἀπηλλαγμένης ἁπάντων.

Οὐκ ἐνταῦθα δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθι δηλῶν, ὅσα ἔπασχον οἱ πιστεύοντες τότε κακὰ παρὰ τῶν οἰκείων καὶ συγγενῶν (τοῦτο γὰρ ἦν τὸ χαλεπώτατον), οὑτωσί πώς φησιν· Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοὶ, τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ. Κατὰ τί μιμηταί; Ὅτι καὶ ὑμεῖς τὰ αὐτὰ ἐπάθετε ἀπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων. Ἰδοὺ καὶ πόλεμος, ἀλλὰ καὶ πόλεμος ἐμφύλιος, ὃ μείζω ποιεῖ τὴν ὀδύνην. Εἰ γὰρ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν, φησί· σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου· ὅπερ τότε συνέβαινε συμβολικῶς.