Ταύτης δὲ ὑμεῖς αἴτιοι τῆς μεγαλοψυχίας, τῇ προθυμίᾳ τῆς ἀκροάσεως τοὺς ἀναπεπτωκότας διεγείροντες, πρὸς τὴν ἀκρόασιν κεχηνότες, καὶ τῆς τοῦ λέγοντος ἐκκρεμάμενοι γλώττης. Οὕτω καὶ νεοσσοὶ χελιδόνων, ἐπειδὰν ἴδωσι προσιπταμένην τὴν μητέρα, τῆς καλιᾶς προκύψαντες καὶ τοὺς αὐχένας ποιήσαντες ἐκκρεμεῖς, οὕτω δέχονται τὴν παρ᾽ ἐκείνης τροφήν. Οὕτω καὶ ὑμεῖς μετὰ πολλῆς τῆς προθυμίας πρὸς τὸν λέγοντα βλέποντες, δέχεσθε τὴν ἀπὸ τῆς γλώττης κομιζομένην ὑμῖν διάλεξιν, καὶ πρὶν ἢ τὰ ῥήματα ἐκπηδῆσαι τοῦ στόματος ἡμῶν, ἥρπασεν ἡ διάνοια τὰ λεγόμενα. Τίς οὖν οὐκ ἂν καὶ ὑμᾶς καὶ ἡμᾶς ἐπὶ τούτοις μακαρίσειεν, ὅτι λέγομεν Εἰς ὦτα ἀκουόντων; Κοινὸς ὁ πόνος, κοινὸς καὶ ὁ στέφανος· κοινὸν τὸ κέρδος, κοινὸς καὶ ὁ μισθός. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἐμακάρισε τοὺς μαθητὰς λέγων· Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσι. Δότε μοι ταῦτα τὰ ῥήματα καὶ πρὸς ὑμᾶς εἰπεῖν, ἐπειδὴ καὶ τὴν αὐτὴν ἐπιδείκνυσθε προθυμίαν· Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσιν. Ἀλλ᾽ ὅτι μὲν ὑμῶν τὰ ὦτα ἀκούει, δῆλον· ὅτι δὲ καὶ οἱ ὀφθαλμοὶ βλέπουσι, καθάπερ ἔβλεπον οἱ μαθηταὶ τότε, τοῦτο ἀποδεῖξαι πειράσομαι, ἵνα μὴ ἐξ ἡμισείας, ἀλλ᾽ ὁλόκληρος ὑμῶν ὁ μακαρισμὸς ᾖ. Τί οὖν ἔβλεπον τότε οἱ μαθηταί;