Οὗτος τοίνυν ὁ Πέτρος, ὁ πάντα ἀφεὶς, ὁ θαῤῥῶν ὑπὲρ τῆς βασιλείας τῶν οὐρανῶν, προσελθόντος ποτὲ πλουσίου τινὸς, καὶ εἰπόντος τῷ Χριστῷ, Τί ποιήσω ἵνα κληρονομήσω ζωὴν αἰώνιον; καὶ τοῦ Χριστοῦ πρὸς αὐτὸν ἀποκριναμένου, Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι· εἶτα πρὸς τοῦτο λυπηθέντος ἐκείνου, καὶ λέγοντος τοῖς μαθηταῖς τοῦ Χριστοῦ, Ὁρᾶτε πῶς δυσκόλως εἰσέρχονται οἱ πλούσιοι εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ· ὁ Πέτρος, ὁ ἀκτήμων, ὁ θαῤῥῶν ὑπὲρ τῆς βασιλείας, ὁ ὑπὲρ τῆς ἑαυτοῦ μὴ δεδοικὼς σωτηρίας, ὁ πεπεισμένος σαφῶς περὶ τῆς ἐκεῖ αὐτῷ ἀποκειμένης τιμῆς, ἀκούσας ταῦτα ἔλεγε· Τίς δύναται σωθῆναι; Τί δέδοικας, ὦ μακάριε Πέτρε; τί ἀγωνιᾷς; τί τρέμεις; Πάντα ἔῤῥιψας, πάντα ἀφῆκας· περὶ τῶν πλουτούντων ὁ λόγος, ἐκείνων κατηγορία τὸ λεγόμενον· σὺ δὲ ἐν πενίᾳ καὶ ἀκτημοσύνῃ διατελεῖς ζῶν. Ἀλλ᾽ οὐ τὸ ἐμαυτοῦ σκοπῶ, φησὶν, ἀλλὰ καὶ τὸ ἑτέρων συμφέρον ζητῶ. Διὰ τοῦτο ὑπὲρ τῶν καθ᾽ ἑαυτὸν θαῤῥῶν, ὑπὲρ τῶν ἄλλων τὴν πεῦσιν προσήγαγε λέγων, Τίς δύναται σωθῆναι;