Βαβαὶ τῆς ἀνεξικακίας! οὐδέπω τὸν προδότην ἐλέγχει, ἀλλὰ συσκιάζει τὸ πρᾶγμα, ἐντεῦθεν διδοὺς αὐτῷ μετανοίας χώραν. Καὶ ἐλέγχει, καὶ οὐκ ἐλέγχει, οὕτω λέγων· Ὁ τρώγων μετ᾽ ἐμοῦ τὸν ἄρτον, ἐπῆρεν ἐπ᾽ ἐμὲ πτέρναν. Δοκεῖ δέ μοι καὶ τὸ, Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, καὶ πρὸς τοῦτο εἰρῆσθαι, ἵνα εἴ ποτε παρὰ οἰκετῶν, ἢ παρά τινων εὐτελεστέρων πάθοιέν τινες κακὸν, μὴ σκανδαλίζωνται, εἰς τὸ κατὰ τὸν Ἰούδαν ἀφορῶντες παράδειγμα, ὃς μυρίων ἀπολαύσας ἀγαθῶν, τοῖς ἐναντίοις ἠμείβετο τὸν εὐεργέτην. Διὸ καὶ ἐπήγαγεν· Ὁ τρώγων μετ᾽ ἐμοῦ ἄρτον· καὶ πάντα τὰ ἄλλα παρεὶς, τοῦτο, ὃ μάλιστα ἱκανὸν ἦν αὐτὸν κατασχεῖν καὶ ἐντρέψαι, τέθεικεν. Ὁ παρ᾽ ἐμοῦ τρεφόμενος, ὁ παρ᾽ ἐμοῦ τραπέζης κοινωνῶν, φησί. Ταῦτα δὲ ἔλεγε, παιδεύων αὐτοὺς τοὺς κακῶς ποιοῦντας εὐεργετεῖν, κἂν μένωσιν ἀνιάτως ἔχοντες. Εἰπὼν δὲ, Οὐ περὶ πάντων ὑμῶν λέγω, ἵνα μὴ εἰς πολλοὺς περιστήσῃ τὸ δέος, ἀποσχίζει λοιπὸν αὐτὸν, οὕτω λέγων· Ὁ τρώγων μετ᾽ ἐμοῦ τὸν ἄρτον. Τὸ γὰρ, Οὐ περὶ πάντων, οὐ πάντως εἰς ἕνα περιίστη τὸν λόγον· διὸ ἐπήγαγεν· Ὁ τρώγων μετ᾽ ἐμοῦ τὸν ἄρτον, δεικνὺς ἐκείνῳ τῷ ταλαιπώρῳ, ὅτι οὐκ ἀγνοῶν συλλαμβάνεται, ἀλλὰ καὶ σφόδρα εἰδώς· ὃ καὶ αὐτὸ μάλιστα πάντων ἱκανὸν ἦν αὐτὸν κατασχεῖν.