Ἐπειδὴ βούλομαι, καὶ ἵνα γνῷ ὁ κόσμος, ὅτι ἀγαπῶ τὸν Πατέρα. Οὐ γὰρ ὑπεύθυνος ὢν θανάτῳ, φησὶν, οὐδὲ ὀφείλων αὐτῷ, διὰ δὲ τὴν ἀγάπην τὴν εἰς τὸν Πατέρα ὑπομένω. Τοῦτο δέ φησιν, ἵνα πάλιν αὐτῶν ἀναστήσῃ τὴν ψυχὴν, καὶ μάθωσιν ὅτι οὐκ ἄκων, ἀλλ᾽ ἑκὼν ἐπὶ τοῦτο ἔρχεται, καὶ ὅτι καταφρονῶν τοῦ διαβόλου. Οὐ γὰρ ἤρκει τὸ εἰπεῖν, ὅτι Μικρὸν χρόνον μεθ᾽ ὑμῶν εἰμι, ἀλλὰ συνεχῶς αὐτὸ στρέφει τοῦτο τὸ λυπηρὸν, εἰκότως, ἕως ἂν αὐτὸ παρ᾽ αὐτοῖς εὐπαράδεκτον ποιήσῃ, παρυφαίνων αὐτῷ τὰ χρηστά. Διὰ τοῦτο ποτὲ μὲν λέγει, Ὑπάγω καὶ ἔρχομαι· καὶ, ὅτι Ὅπου εἰμὶ ἐγὼ, ἵνα καὶ ὑμεῖς ἦτε; καὶ, Οὐ δύνασθέ μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσετε δὲ ὕστερον· καὶ, Πρὸς τὸν Πατέρα πορεύομαι· καὶ, Ὁ Πατὴρ μείζων μού ἐστι· καὶ, Πρὶν γενέσθαι εἴρηκα ὑμῖν· καὶ, ὅτι Οὐκ ἀπὸ ἀνάγκης ταῦτα πάσχω, ἀλλὰ δι᾽ ἀγάπην τοῦ Πατρός· ὥστε ἐννοῆσαι αὐτοὺς, ὅτι οὐκ ὀλέθριον τὸ πρᾶγμα οὐδὲ βλάβην ἔχον, εἴ γε ὥστε σφόδρα αὐτὸν ἀγαπῶν, καὶ ὁ ἀγαπώμενος παρ᾽ αὐτοῦ οὕτω βούλεται. Διὰ δὴ τοῦτο τὰ χρηστὰ ταῦτα ἀναμιγνὺς, συνεχῶς ἔλεγε καὶ τὰ λυπηρὰ, ἐγγυμνάζων αὐτῶν τὴν διάνοιαν. Καὶ γὰρ τὸ, Παρ᾽ ὑμῖν μένει, καὶ, ὅτι Συμφέρει ὑμῖν ἡ ἀναχώρησις, παραμυθουμένου ἦν.