Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον

Ἰωάννης ὁ Χρυσόστομος

Οι αποχαιρετιστήριοι λόγοι του Ιησού (Μέρος Β'): Η άμπελος, το μίσος του κόσμου και η νίκη

Η αλληγορία της αληθινής αμπέλου, η προαναγγελία των διωγμών από τον κόσμο και η βεβαιότητα για την έλευση του Παρακλήτου (Ομιλίες ΟΣΤ΄-ΟΘ΄).

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 17 από 21

ΟΜΙΛΙΑ Οϛʹ. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν. Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή· ὑμεῖς τὰ κλήματα, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστιν. αʹ. Δειλὴν καὶ ἄνανδρον τὴν ψυχὴν ἡ ἀμαθία ποιεῖ· ὡσπεροῦν μεγάλην καὶ ὑψηλὴν ἡ τῶν οὐρανίων δογμάτων παίδευσις· οὐδεμιᾶς γὰρ ἀπολαύουσα ἐπιμελείας, δειλή τίς ἐστιν, οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ προαίρεσιν. Ὅταν γὰρ ἴδω τὸν ἀνδρεῖον ποτὲ μὲν τολμητὴν, νῦν δὲ δειλὸν, οὐκέτι φύσεως εἶναί φημι τὸ πάθος· τὰ γὰρ τῆς φύσεως ἀμετάθετα. Πάλιν, ὅταν ἴδω τοὺς νῦν δειλοὺς ἀθρόον τολμητὰς γινομένους, τὸ αὐτὸ πάλιν ψηφίζομαι, τῇ προαιρέσει τὸ πᾶν ἀνατιθείς. Ἐπεὶ καὶ οἱ μαθηταὶ σφόδρα ἦσαν δειλοὶ πρὶν ἢ μαθεῖν ἅπερ ἐχρῆν, καὶ τῆς τοῦ Πνεύματος ἀξιωθῆναι δωρεᾶς· ὕστερον μέντοι λεόντων ἐγένοντο θρασύτεροι. Καὶ Πέτρος κορασίου οὐκ ἐνεγκὼν ἀπειλὴν, κατὰ κεφαλῆς ἐκρέματο καὶ ἐμαστιγοῦτο, καὶ μυρία κινδυνεύων οὐκ ἐσίγα· ἀλλ᾽ ὥσπερ ὄναρ πάσχων ἃ ἔπασχεν, οὕτως ἐπαῤῥησιάζετο· ἀλλ᾽ οὐ πρὸ τοῦ σταυροῦ. Διὰ τοῦτο ὁ Χριστὸς ἔλεγεν· Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν. Τίνος ἕνεκεν, εἰπέ μοι; οὐκ ᾔδει τὴν ὥραν καθ᾽ ἣν ἔμελλεν ἐπιστήσεσθαι ὁ Ἰούδας; ἀλλ᾽ ἐδεδοίκει μὴ ἐκεῖ ἐλθὼν κατάσχῃ αὐτοὺς, καὶ πρὶν ἢ πληρῶσαι τὴν ἀρίστην διδασκαλίαν, ἐπιστῶσιν οἱ ἐπιβουλεύοντες;

Ἄπαγε· πόῤῥω ταῦτα αὐτοῦ τῆς ἀξίας. Εἰ τοίνυν μὴ ἐδεδοίκει, τί δήποτε ἀπανίστησιν αὐτοὺς, καὶ μετὰ τὸ πληρῶσαι, τότε εἰς τὸν κῆπον ἄγει τὸν τῷ Ἰούδᾳ γνώριμον; Εἰ δὲ καὶ παρεγένετο ὁ Ἰούδας, οὐκ ἠδύνατο αὐτῶν πηρῶσαι τὰς ὄψεις, ὃ καὶ μὴ παρόντος ἐποίησε; τίνος οὖν ἕνεκεν ἀφίσταται; Μικρὸν ἀναπνεῦσαι δίδωσι τοῖς μαθηταῖς. Καὶ γὰρ εἰκὸς ἦν αὐτοὺς, ἅτε ἐν καταδήλῳ χωρίῳ ὄντας, τρέμειν καὶ δεδοικέναι, ἀπό τε τοῦ καιροῦ, ἀπό τε τοῦ τόπου. Καὶ γὰρ νὺξ ἦν βαθυτάτη, καὶ ἦν μηδὲ προσχεῖν τοῖς λεγομένοις, ἀλλ᾽ ἀεὶ περιστρέφεσθαι καὶ φαντάζεσθαι τοὺς ἐπιστησομένους· καὶ μάλιστα ὁπότε καὶ ὁ λόγος ὁ τοῦ Διδασκάλου προσδοκᾷν ἐποίει τὰ δεινά. Ἔτι γὰρ μικρὸν, φησὶν, καὶ οὐκ εἰμὶ μεθ᾽ ὑμῶν, καὶ Ἔρχεται ὁ τοῦ κόσμου τούτου ἄρχων. Ἐπεὶ οὖν ταῦτα καὶ τὰ τοιαῦτα ἀκούοντες ἐθορυβοῦντο, ὡς αὐτίκα μάλα ἁλωσόμενοι, ἄγει εἰς τόπον αὐτοὺς ἕτερον, ἵνα νομίσαντες ἐν ἀσφαλείᾳ εἶναι, μετὰ ἀδείας λοιπὸν ἀκούωσι. Καὶ γὰρ ἔμελλον μεγάλων ἀκούσεσθαι δογμάτων. Διὰ τοῦτό φησιν· Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν. Εἶτα ἐπαγαγών φησιν· Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα.

Τί βούλεται διὰ τῆς παραβολῆς αἰνίττεσθαι; Ὅτι τὸν μὴ προσέχοντα τοῖς λεγομένοις ζῇν οὐκ ἔνι, καὶ ὅτι τὰ μέλλοντα σημεῖα ἀπὸ τῆς τοῦ Χριστοῦ γίνεται δυνάμεως. Ὁ Πατήρ μου ὁ γεωργός ἐστι. Τί οὖν; ἐνεργείας δεῖται ὁ Υἱός; Ἄπαγε· τὸ γὰρ ὑπόδειγμα τοῦτο οὐ τοῦτο δηλοῖ. Ὅρα γοῦν μεθ᾽ ὅσης ἀκριβείας ἐπέρχεται τὴν παραβολήν. Οὐ γὰρ τὴν ῥίζαν ἀπολαύειν τῆς ἐπιμελείας τοῦ γεωργοῦ, ἀλλὰ τὰ κλήματά φησιν. Ἡ ῥίζα δὲ δι᾽ οὐδὲν παρείληπται ἐνταῦθα, ἀλλ᾽ ἵνα μάθωσιν, ὅτι τῆς αὐτοῦ δυνάμεως χωρὶς οὐδὲν ἐργάζεσθαι δύνανται, καὶ ὅτι οὕτως αὐτοὺς ἡνῶσθαι δεῖ τῇ πίστει, ὡς τὸ κλῆμα τῇ ἀμπέλῳ. Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτὸ ὁ Πατήρ. Ἐνταῦθα τὸν βίον αἰνίττεται, δεικνὺς, ὅτι χωρὶς ἔργων οὐκ ἔστιν εἶναι ἐν αὐτῷ. Καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ, τουτέστι, Πολλῆς ἐπιμελείας ἀπολαύειν ποιεῖ. Καίτοι ἡ ῥίζα δεῖται ἐπιμελείας πρὸ τῶν κλημάτων, περισκαπτομένη, γυμνουμένη· ἀλλ᾽ οὐδὲν ἐνταῦθα περὶ ταύτης φησὶν, ἀλλὰ τὸ πᾶν περὶ κλημάτων· δεικνὺς, ὅτι αὐτὸς μὲν ἑαυτῷ ἀρκεῖ, οἱ δὲ μαθηταὶ δέονται πολλῆς παρὰ τοῦ γεωργοῦ βοηθείας, κἂν σφόδρα ἐνάρετοι ὦσι. Διὰ τοῦτό φησι, Τὸ καρπὸν φέρον καθαίρει αὐτό. Τὸ μὲν γὰρ, ἐπειδὴ ἄκαρπόν ἐστιν, οὐδὲ ἐν τῇ ἀμπέλῳ εἶναι δύναται· τὸ δὲ, ἐπειδὴ καρπὸν φέρει, γονιμώτερον αὐτὸ ἐργάζεται.

Τοῦτο δὲ καὶ πρὸς τὰς θλίψεις αὐτῶν εἰρῆσθαι τὰς τότε ἐπαγομένας εἴποι τις ἄν. Τὸ γὰρ, Καθαίρει αὐτὸ, περικόπτει, ἐστὶν, ὅπερ γονιμώτερον ποιεῖ τὸ κλῆμα. Ὅθεν δείκνυται ὅτι οἱ πειρασμοὶ μᾶλλον αὐτοὺς ἰσχυροτέρους ἐργάζονται. Εἶτα ἵνα μὴ λέγωσι, Περὶ τίνων ταῦτα λέγει; καὶ πάλιν εἰς φροντίδα αὐτοὺς ἐμβάλῃ, φησί· Ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον, ὃν λελάληκα ὑμῖν. Ὁρᾷς πῶς ἑαυτὸν εἰσάγει ἐπιμελούμενον τῶν κλημάτων; Ἐγὼ γὰρ ὑμᾶς ἐκάθηρα, φησί. Καίτοι γε ἀνωτέρω δείκνυσι τὸν Πατέρα τοῦτο ποιοῦντα· ἀλλ᾽ οὐδὲν μέσον Πατρὸς καὶ Υἱοῦ. Δεῖ δὲ ὑπάρξαι λοιπὸν τὰ παρ᾽ ὑμῶν. Εἶτα ἵνα δείξῃ, ὅτι οὐχὶ τῆς αὐτῶν δεόμενος διακονίας τοῦτο ἐποίησεν, ἀλλ᾽ ἵνα προκόπτωσιν, ἐπάγει· Ὥσπερ τὸ κλῆμα οὐ δύναται ἀφ᾽ ἑαυτοῦ φέρειν καρπὸν, οὕτως οὐδὲ ὁ ἐν ἐμοὶ μὴ μένων. Ἵνα γὰρ μὴ ἀπὸ τῆς δειλίας ἀποσχισθῶσι, χαυνωθεῖσαν αὐτῶν τῷ φόβῳ τὴν ψυχὴν ἐπισφίγγει καὶ ἑαυτῷ συγκολλᾷ, καὶ χρηστὰς ὑποτείνει λοιπὸν ἐλπίδας. Ἡ μὲν γὰρ ῥίζα μένει· τὸ δὲ αἴρεσθαι καὶ ἀφίεσθαι, τῶν κλημάτων ἐστίν. Εἶτα ἑκατέρωθεν παρορμήσας, καὶ ἀπὸ τῶν χρηστῶν καὶ ἀπὸ τῶν λυπηρῶν, τὰ παρ᾽ ἡμῶν ἀπαιτεῖ πρῶτα. Ὁ ἐν ἐμοὶ μένων, κἀγὼ ἐν αὐτῷ. Ὁρᾷς καὶ τὸν Υἱὸν οὐκ ἔλαττον συντελοῦντα τοῦ Πατρὸς πρὸς τὴν τῶν μαθητῶν ἐπιμέλειαν; Ὁ μὲν γὰρ Πατὴρ καθαίρει, αὐτὸς δὲ ἐν ἑαυτῷ κατέχει. Τὸ δὲ ἐν τῇ ῥίζῃ μένειν, τοῦτο ποιεῖ καρποφορεῖν τὰ κλήματα.

Τὸ μὲν γὰρ μὴ καθαιρόμενον, μένον δὲ ἐν τῇ ῥίζῃ, φέρει καρπὸν, εἰ καὶ μὴ ὅσον προσῆκε· τὸ δὲ μὴ μένον, οὐδ᾽ ὅλως. Ἀλλ᾽ ὅμως καὶ τὸ καθαίρειν τοῦ Υἱοῦ ἐδείχθη ὂν, καὶ τὸ μένειν ἐν τῇ ῥίζῃ, τοῦ Πατρὸς τοῦ καὶ τὴν ῥίζαν γεγεννηκότος.

βʹ. Εἶδες πῶς κοινὰ πάντα, καὶ τὸ καθᾶραι, καὶ τὸ τῆς δυνάμεως τῆς ἀπὸ τῆς ῥίζης ἀπολαύειν; Μεγάλη μὲν οὖν ζημία καὶ τὸ μηδὲν δύνασθαι ποιεῖν· πλὴν οὐ μέχρι τούτου ἵστησι τὴν κόλασιν, ἀλλὰ περαιτέρω προάγει τὸν λόγον. Ἐβλήθη γὰρ, φησὶν, ἔξω, οὐκ ἔτι τῆς γεωργικῆς ἀπολαῦον χειρός· Καὶ ξηραίνεται· τουτέστιν, Εἴ τι εἶχε τῆς ῥίζης, ἀποτίθεται· εἴ τινα χάριν, γυμνοῦται ταύτης, καὶ ἐρημοῦται τῆς ἐκεῖθεν βοηθείας καὶ ζωῆς. Καὶ τί τὸ τέλος; Εἰς τὸ πῦρ βάλλεται. Ἀλλ᾽ οὐ τοιοῦτος ὁ μένων παρ᾽ αὐτῷ. Εἶτα δείκνυσι τί ἐστι τὸ μεῖναι, καί φησιν· Ἐὰν τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ. Ὁρᾷς, ὅτι καὶ πρὸ τούτου εἰκότως ἔλεγον, ὅτι τὴν διὰ τῶν ἔργων ἐπίδειξιν ζητεῖ; Εἰπὼν γὰρ, ὅτι Ὃ ἐὰν αἰτήσητε ποιήσω, ἐπήγαγεν· Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε· καὶ ἐνταῦθα, Ἐὰν μένητε ἐν ἐμοὶ, καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θελήσητε, αἰτήσεσθε, καὶ γενήσεται ὑμῖν.

Ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι οἱ μὲν ἐπιβουλεύοντες αὐτῷ, κατακαήσονται, αὐτοὶ δὲ καρπὸν οἴσουσι. Τὸν φόβον τοίνυν τὸν ἐξ αὐτῶν εἰς ἐκείνους μεταθεὶς, καὶ δείξας ὅτι αὐτοὶ ἀκαταγώνιστοι ἔσονται, φησίν· Ἐν τούτῳ ἐδοξάσθη ὁ Πατήρ μου, ἵνα ὑμεῖς μοι γένησθε μαθηταὶ, καὶ καρπὸν πολὺν φέρητε. Ἐντεῦθεν τὸν λόγον ἀξιόπιστον ποιεῖ. Εἰ γὰρ εἰς δόξαν τοῦ Πατρὸς ἀνήκει τὸ καρποφορεῖν, οὐκ ἀμελήσει τῆς δόξης τῆς ἑαυτοῦ. Καὶ γενήσεσθε ἐμοὶ μαθηταί. Ὁρᾷς πῶς ὁ τὸν καρπὸν φέρων, ἐκεῖνός ἐστι μαθητής; Τί δέ ἐστιν, Ἐν τούτῳ ἐδοξάσθη ὁ Πατήρ; Τουτέστι, χαίρει ὅταν ἐν ἐμοὶ μένητε, ὅταν καρπὸν φέρητε. Καθὼς ἠγάπησέ με ὁ Πατὴρ, κἀγὼ ἠγάπησα ὑμᾶς. Ἐνταῦθα λοιπὸν ἀνθρωπινώτερον διαλέγεται· τὸ γὰρ, ὡς πρὸς ἀνθρώπους εἰρημένον, τὴν οἰκείαν ἔχει ἰσχύν. Ὁ γὰρ καὶ ἀποθανεῖν ἑλόμενος, καὶ δούλους ὄντας καὶ ἐχθροὺς καὶ πολεμίους τοσαύτης καταξιώσας τιμῆς, καὶ εἰς οὐρανοὺς ἀναγαγὼν, πόσον ἐπεδείξατο μέτρον ἀγάπης; Εἰ τοίνυν ἀγαπῶ ὑμᾶς, θαῤῥεῖτε· εἰ τοῦ Πατρός ἐστι δόξα τὸ καρποφορεῖν, μηδὲν ὑποπτεύετε πονηρόν. Εἶτα ἵνα μὴ ὑπτίους ἐργάσηται, ὅρα πῶς ἐπισφίγγει πάλιν. Μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ· τούτου γὰρ ὑμεῖς κύριοι.

Πῶς δὲ τοῦτο ἔσται; Ἐὰν τὰς ἐντολάς μου τηρῆτε, φησὶ, καθὼς ἐγὼ τοῦ Πατρὸς τὰς ἐντολὰς τετήρηκα. Πάλιν ἀνθρωπίνως ὁ λόγος πρόεισιν. Οὐ γὰρ δήπου ὁ νομοθέτης ὑπὸ ἐντολὰς ἔμελλε κείσεσθαι. Ὁρᾷς ὅτι, ὅπερ ἀεὶ λέγω, τοῦτο καὶ ἐνταῦθα δείκνυται διὰ τὴν τῶν ἀκροωμένων ἀσθένειαν; Πρὸς γὰρ τὴν ὑπόνοιαν αὐτῶν τὰ πολλὰ λέγει, καὶ διὰ πάντων δείκνυσιν ἐν ἀσφαλείᾳ ὄντας, καὶ τοὺς ἐχθροὺς αὐτῶν ἀπολλυμένους, καὶ ὅτι πᾶν ὅπερ ἔχουσιν, ἀπὸ τοῦ Υἱοῦ ἔχουσιν, καὶ ὅτι, βίον ἂν ἐπιδείξωνται καθαρὸν, οὐδεὶς αὐτῶν περιέσται ποτέ.

Σκόπει δὲ αὐτὸν αὐθεντικώτερον αὐτοῖς διαλεγόμενον. Οὐ γὰρ εἶπε, Μείνατε ἐν τῇ ἀγάπῃ τοῦ Πατρὸς, ἀλλ᾽, Ἐν τῇ ἐμῇ. Εἶτα ἵνα μὴ λέγωσιν, ὅτε πᾶσιν ἡμᾶς ἐξεπολέμωσας, τότε ἡμᾶς ἀφίης καὶ ἀναχωρεῖς· δείκνυσιν ὅτι οὐκ ἀφίησιν, ἀλλ᾽ οὕτως αὐτοῖς κεκόλληται, ἐὰν θέλωσιν, ὡς τὸ κλῆμα ἐν τῇ ἀμπέλῳ. Καὶ πάλιν ἵνα μὴ θαῤῥήσαντες, ὕπτιοι γένωνται, οὐ φησὶν ἀκίνητον εἶναι τὸ καλὸν, ἐὰν ῥᾳθυμῶσιν. Εἶτα ἵνα μὴ εἰς ἑαυτὸν περιστήσῃ τὸ πρᾶγμα, καὶ πεσεῖν παρασκευάσῃ μᾶλλον, φησίν· Ἐν τούτῳ ἐδοξάσθη ὁ Πατήρ. Πανταχοῦ γὰρ τὴν ἑαυτοῦ καὶ τὴν τοῦ Πατρὸς δείκνυσιν ἀγάπην πρὸς αὐτούς. Οὐκ ἄρα τὰ Ἰουδαίων δόξα, ἀλλὰ ταῦτα, ἃ ἔμελλον λαμβάνειν. Εἶτα ἵνα μὴ λέγωσιν, Ἐξεπέσομεν τῶν πατρῴων, ἐγκατελείφθημεν, γυμνοὶ καὶ ἔρημοι πάντων ἐγενόμεθα· Εἰς ἐμὲ, φησὶ, βλέπετε· ἠγάπημαι παρὰ τοῦ Πατρὸς, ἀλλ᾽ ὅμως πάσχω ταῦτα τὰ προκείμενα.

Οὐ τοίνυν οὐδὲ ὑμᾶς διὰ τὸ μὴ ἀγαπᾷν ἐγκαταλιμπάνω νῦν. Εἰ γὰρ ἐγὼ ἀναιροῦμαι, καὶ οὐ ποιοῦμαι τοῦτο τεκμήριον τοῦ μὴ ἀγαπᾶσθαι παρὰ τοῦ Πατρὸς, οὐδὲ ὑμᾶς θορυβεῖσθαι χρή. Ἂν γὰρ ἐπὶ τῆς ἀγάπης μένητε τῆς ἐμῆς, οὐδὲν ὑμᾶς ταῦτα τὰ δεινὰ παραβλάψαι δυνήσεται εἰς τὸν τῆς ἀγάπης λόγον.

γʹ. Ἐπεὶ οὖν μέγα καὶ ἀκαταγώνιστον ἡ ἀγάπη, καὶ οὐκ ἔστι ῥῆμα ψιλὸν, ἐπιδειξώμεθα διὰ τῶν ἔργων αὐτήν. Αὐτὸς ἐχθροὺς ὄντας κατήλλαξεν, ἡμεῖς φίλοι γενόμενοι μείνωμεν· αὐτὸς ἤρξατο, ἡμεῖς κἂν ἀκολουθήσωμεν· αὐτὸς οὐκ εἰς οἰκεῖον κέρδος ἀγαπᾷ (ἀνενδεὴς γάρ ἐστιν), ἡμεῖς κἂν εἰς τὸ συμφέρον ἡμῖν· αὐτὸς ἐχθροὺς ὄντας ἐφίλησεν, ἡμεῖς κἂν φίλον ὄντα ἀγαπήσωμεν· ὡς νῦν γε τὰ ἐναντία ποιοῦμεν.

Καθ᾽ ἑκάστην γὰρ ἡμέραν βλασφημεῖται δι᾽ ἡμᾶς ὁ Θεὸς, διὰ τὰς ἁρπαγὰς, διὰ τὰς πλεονεξίας. Καὶ τάχα τις ὑμῶν ἴσως ἐρεῖ· Καθ᾽ ἑκάστην ἡμέραν περὶ πλεονεξίας διαλέγῃ. Εἴθε καὶ καθ᾽ ἑκάστην νύκτα ἐνῆν τοῦτο εἰπεῖν! εἴθε καὶ ἐν ἀγορᾷ παρακολουθοῦντα, καὶ ἐπὶ τῆς τραπέζης! εἴθε καὶ γυναῖκας, καὶ φίλους, καὶ παῖδας, καὶ οἰκέτας, καὶ γεωργοὺς, καὶ γείτονας, καὶ αὐτὸ τὸ ἔδαφος, καὶ τοὺς τοίχους ἦν δυνατὸν ταύτην ἀεὶ ῥηγνύναι τὴν φωνὴν, ἵνα κἂν μικρὸν οὕτως ἐνεδώκαμεν! Τὴν γὰρ οἰκουμένην κατέλαβεν ἅπασαν τουτὶ τὸ νόσημα, καὶ τὰς πάντων κατέχει ψυχὰς, καὶ πολλὴ τοῦ μαμωνᾶ ἡ τυραννίς. Ὑπὸ Χριστοῦ ἐλυτρώθημεν, καὶ τῷ χρυσίῳ δουλεύομεν.

Ἑτέρου τὴν δεσποτείαν ἀνακηρύττομεν, καὶ ἑτέρῳ πειθόμεθα· καὶ ὅπερ ἂν ἐπιτάξῃ, μετὰ προθυμίας ὑπακούομεν, καὶ γένος, καὶ φιλίαν, καὶ φύσιν, καὶ νόμους, καὶ πάντα ἠγνοήσαμεν δι᾽ ἐκεῖνον. Οὐδεὶς ἀναβλέπει εἰς τὸν οὐρανὸν, οὐδεὶς ἐννοεῖ τὰ μέλλοντα.

Ἀλλ᾽ ἔσται καιρὸς, ὅτε οὐδὲ τῶν λόγων τούτων ἔσται κέρδος. Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι; Ποθεινὸν τὸ χρυσίον, καὶ πολλὴν παρέχει τὴν τρυφὴν ἡμῖν, καὶ τιμίους εἶναι ποιεῖ· ἀλλ᾽ οὐχ οὕτως, ὡς ὁ οὐρανός. Τὸν γὰρ πλουτοῦντα καὶ ἀποστρέφονται πολλοὶ καὶ μισοῦσι· τὸν δὲ ἐν ἀρετῇ ζῶντα αἰδοῦνται καὶ τιμῶσιν. Ἀλλὰ καταγελᾶται ὁ πένης, κἂν ἐνάρετος ᾖ, φησίν. Ἀλλ᾽ οὐ παρὰ τοῖς ἀνθρώποις, ἀλλὰ παρὰ τοῖς ἀλόγοις· διόπερ οὐδὲ ἐπιστρέφεσθαι χρή. Οὐδὲ γὰρ, εἰ κατεμυκῶντο μὲν ὄνοι, καὶ κατέκραγον κολοιοὶ, οἱ δὲ σοφοὶ πάντες ἐπῄνουν ἀφέντες τοῦτο τὸ θέατρον, πρὸς τὰς τῶν ἀλόγων κραυγὰς εἴδομεν ἄν. Καὶ γὰρ ὅμοιοι κολοιῶν, καὶ ὄνων χείρους οἱ τὰ παρόντα θαυμάζοντες. Εἶτα ἂν μὲν βασιλεὺς ἐπίγειος θαυμάζῃ, οὐδένα τῶν πολλῶν ποιῇ λόγον, κἂν πάντες καταγελῶσιν· ἂν δὲ ὁ τῶν ὅλων Δεσπότης σε ἐπαινῇ, κανθάρων καὶ κωνώπων εὐφημίας ἐπιζητεῖς;

Τοῦτο γὰρ οὗτοι πρὸς τὸν Θεὸν, μᾶλλον δὲ οὐδὲ τοῦτο, ἀλλ᾽ εἴ τι τούτων εὐτελέστερον. Μέχρι τίνος ἐν βορβόρῳ στρεφόμεθα; μέχρι τίνος βλᾶκας καὶ γαστριμάργους καθίζομεν ἡμῖν θεατάς; Ἐκεῖνοι τοὺς κυβεύοντας δύνανται δοκιμάζειν καλῶς, τοὺς μεθύοντας, τοὺς τῇ γαστρὶ ζῶντας· ἀρετῆς δὲ καὶ κακίας οὐδὲ ὄναρ φαντάζεσθαι δύνανται. Εἶτα ἐὰν μέν τίς σε σκώπτῃ, ὅτι τοὺς ὀχετοὺς τῶν ἀμαρῶν οὐκ ἐπίστασαι ἕλκειν, οὐδὲν ἡγήσῃ δεινὸν, ἀλλὰ καὶ καταγελάσῃ τοῦ τὴν ἀπειρίαν ταύτην προβαλλομένου· ἀρετὴν δὲ ἀσκεῖν βουλόμενος, τοὺς οὐδὲν ταύτης εἰδότας, δοκιμαστὰς τούτων καθίζεις; Διὰ τοῦτο οὐδέποτε φθάνομεν εἰς τὴν τέχνην ἐκείνην. Οὐ γὰρ τοῖς ἐμπείροις, ἀλλὰ τοῖς ἀμαθέσιν ἐπιτρέπομεν τὰ ἡμέτερα. Ἐκεῖνοι δὲ οὐ κατὰ τὸν τῆς τέχνης λόγον, ἀλλὰ κατὰ τὴν οἰκείαν ἀμαθίαν δοκιμάζουσι. Διόπερ, παρακαλῶ, καταφρονῶμεν τῶν πολλῶν· μᾶλλον δὲ μηδὲ ἐπαίνων ἐπιθυμῶμεν, μὴ χρημάτων, μὴ πλούτου, μηδὲ κακόν τι νομίζωμεν πενίαν. Καὶ γὰρ φρονήσεως καὶ καρτερίας, καὶ πάσης φιλοσοφίας διδάσκαλος ἡμῖν ἡ πενία.

Ἐπεὶ καὶ ὁ Λάζαρος πενίᾳ συνέζη, καὶ ἐστεφανοῦτο· καὶ ὁ Ἰακὼβ ἄρτου μόνου ἐπιτυχεῖν ἐπεθύμει· καὶ ὁ Ἰωσὴφ ἐν ἐσχάτῃ πενίᾳ ἐγεγόνει, καὶ οὐχὶ δοῦλος μόνον ἦν, ἀλλὰ καὶ δεσμώτης, καὶ διὰ τοῦτο μᾶλλον αὐτὸν θαυμάζομεν. Καὶ οὐχ οὕτως ἐπαινοῦμεν, ὅτε τὸν σῖτον διένεμεν, ὡς ὅτε τὸ δεσμωτήριον ᾤκει· οὐχ ὅτε τὸ διάδημα περιέκειτο, ἀλλ᾽ ὅτε τὴν ἅλυσιν· οὐχ ὅτε ἐπὶ τοῦ θρόνου ἐκαθέζετο, ἀλλ᾽ ὅτε ἐπεβουλεύετο, καὶ ἐπωλεῖτο. Ταῦτα οὖν ἅπαντα ἐννοοῦντες, καὶ τοὺς ἀπὸ τῶν ἀγώνων τούτων πλεκομένους στεφάνους, μὴ πλοῦτον, καὶ τιμὴν, καὶ τρυφὰς, καὶ δυναστείαν· ἀλλὰ πενίαν, καὶ ἅλυσιν, καὶ δεσμὰ, καὶ καρτερίαν τὴν ὑπὲρ ἀρετῆς θαυμάζωμεν.

Τὸ μὲν γὰρ τέλος ἐκείνων, θορύβων γέμει καὶ ταραχῆς, καὶ τῷ παρόντι συγκεκλήρωται βίῳ· ὁ δὲ τούτων καρπὸς, οὐρανὸς καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθὰ, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσεν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΟΖʹ. Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ, καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ. Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. αʹ. Πάντα τὰ ἀγαθὰ τότε ἔχει τὸν μισθὸν, ὅταν εἰς τέλος ἔλθῃ τὸ προσῆκον· ἐὰν δὲ ἐκκοπῇ μεταξὺ, ναυάγιον γίνεται. Καὶ καθάπερ τὸ πλοῖον τὸ μυριαγωγὸν, ἐὰν μὴ φθάσῃ καταντῆσαι πρὸς τοὺς λιμένας, ἀλλ᾽ ἐν μέσῳ βαπτισθῇ τῷ πελάγει, οὐδὲν ἀπώνατο τοῦ πολλοῦ πλοῦ, ἀλλὰ καὶ μείζονα εἰργάσατο τὴν συμφορὰν, ὅσῳ καὶ πλείους ὑπέμεινε πόνους· οὕτω καὶ αἱ πρὸς τὸ τέλος τῶν πόνων ἀναπεσοῦσαι ψυχαὶ καὶ ἐν μέσοις ἐκλυόμεναι τοῖς ἀγῶσι. Διὰ τοῦτο καὶ ὁ Παῦλος δόξαν καὶ τιμὴν καὶ εἰρήνην ἔλεγε συναντήσεσθαι τοῖς καθ᾽ ὑπομονὴν ἔργων ἀγαθῶν τρέχουσιν· ὅπερ οὖν καὶ ἐπὶ τῶν μαθητῶν ὁ Χριστὸς κατασκευάζει νῦν. Ἐπειδὴ γὰρ ἀπεδέξατο αὐτοὺς, καὶ ἔχαιρον ἐπ᾽ αὐτῷ· εἶτα τὸ πάθος παρεμπεσὸν, καὶ τὰ σκυθρωπὰ ῥήματα διακόπτειν ἔμελλε τὴν ἡδονὴν, μετὰ τὸ διαλεχθῆναι ἱκανὰ καὶ παραμυθήσασθαι αὐτοὺς, φησί· Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ, καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ· τουτέστιν, Ἵνα μὴ ἀποσχισθῆτέ μου, ἵνα μὴ διακόψητε τὸν δρόμον. Ἐχαίρετε ἐν ἐμοὶ, καὶ σφόδρα ἐχαίρετε, ἀλλ᾽ ἐνέπεσεν ἀθυμία. Ταύτην οὖν ἐξαιρῶ, ἵνα πρὸς τὸ τέλος ἔλθῃ ἡ χαρά· δεικνὺς, ὅτι οὐ λύπης ἄξια τὰ παρόντα, ἀλλ᾽ ἡδονῆς.

Εἶδον ὑμᾶς σκανδαλισθέντας· οὐ κατεφρόνησα, οὐκ εἶπον· Διατί γὰρ μὴ μένετε γενναῖοι; ἀλλ᾽ ἐλάλησα ὑμῖν τὰ παράκλησιν φέροντα. Οὕτω βούλομαι ὑμᾶς διαπαντὸς ἐπὶ τῆς αὐτῆς ἀγάπης τηρεῖν.

Ἠκούσατε περὶ βασιλείας· ἐχάρητε. Ἵν᾽ οὖν πληρωθῇ ἡ χαρὰ ὑμῶν, ταῦτα εἶπον ὑμῖν. Αὕτη δέ ἐστιν ἡ ἐντολὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. Ὁρᾷς τοῦ Θεοῦ τὴν ἀγάπην συμπεπλεγμένην τῇ ἡμετέρᾳ, καὶ ὥσπερ σειράν τινα συνημμένην; Διὰ τοῦτο ποτὲ μὲν δύο φησὶ τὰς ἐντολὰς, ποτὲ δὲ μίαν· οὐ γὰρ ἔνι τῆς προτέρας λαβόμενον, μὴ τὴν ἄλλην ἔχειν. Ποτὲ μὲν γάρ φησιν· Ἐν τούτῳ ὁ νόμος καὶ οἱ προφῆται κρέμανται· ποτὲ δὲ, Ὅσα θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, τὰ αὐτὰ καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται. Καὶ, Πλήρωμα νόμου ἡ ἀγάπη· ὃ καὶ ἐνταῦθα λέγει. Εἰ γὰρ τὸ μεῖναι ἀπὸ τῆς ἀγάπης γίνεται, ἡ δὲ ἀγάπη ἀπὸ τῆς τῶν ἐντολῶν τηρήσεως, ἡ δὲ ἐντολή ἐστιν, ἵνα ἀγαπῶμεν ἀλλήλους· τὸ μεῖναι ἐν τῷ Θεῷ, ἀπὸ τῆς πρὸς ἀλλήλους ἀγάπης γίνεται. Καὶ οὐχ ἁπλῶς ἀγάπην φησὶν, ἀλλὰ καὶ τὸν τρόπον δηλοῖ· Καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. Πάλιν δείκνυσιν, ὅτι οὐχὶ μίσους ἐστὶν αὕτη ἡ ἀναχώρησις, ἀλλὰ ἀγάπης· ὥστε με μᾶλλον ἐχρῆν θαυμάζεσθαι ὑπὲρ τούτου. Ὑπὲρ γὰρ ὑμῶν τὴν ψυχήν μου τίθημι. Ἀλλ᾽ οὐδαμοῦ οὕτω φησὶν αὐτό· ἀλλὰ ἀνωτέρω μὲν, τὸν ἄριστον ὑπογράφων ποιμένα· ἐνταῦθα δὲ, ἐν τῷ παραινεῖν αὐτοὺς καὶ δεικνύναι τῆς ἀγάπης τὸ μέγεθος, καὶ ἑαυτὸν ὅστις ἐστί. Τίνος δὲ ἕνεκεν πανταχοῦ τὴν ἀγάπην ἐπαίρει; Ὅτι τοῦτό ἐστι τὸ δεῖγμα τῶν μαθητῶν, τοῦτο τὸ συγκροτοῦν τὴν ἀρετήν.

Διὰ τοῦτο καὶ ὁ Παῦλος τοσαῦτα περὶ αὐτῆς φησιν, ἅτε μαθητὴς ὢν γνήσιος τοῦ Χριστοῦ, καὶ πεῖραν αὐτῆς λαβών.

Ὑμεῖς φίλοι μου ἐστέ. Οὐκ ἔτι ὑμᾶς λέγω δούλους· ὁ γὰρ δοῦλος οὐκ οἶδε τί ποιεῖ ὁ κύριος αὐτοῦ. Ὑμεῖς φίλοι μου ἐστέ· πάντα γὰρ ὅσα ἤκουσα παρὰ τοῦ Πατρός μου, ἐγνώρισα ὑμῖν. Πῶς οὖν λέγει, Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ᾽ οὐ δύνασθε βαστάζειν ἄρτι; Οὐδὲν ἄλλο διὰ τοῦ Πάντα καὶ τοῦ ἀκοῦσαι κατασκευάζει, ἢ ὅτι οὐδὲν ἀλλότριον φθέγγεται, ἀλλ᾽ ἢ τὰ τοῦ Πατρός. Ἐπειδὴ δὲ τοῦτο μάλιστα δοκεῖ φιλίας εἶναι τὸ τὰ ἀπόῤῥητα λέγειν, καὶ ταύτης ἠξιώθητε, φησὶ, τῆς κοινωνίας. Πάντα δὲ ὅταν εἴπῃ, ὅσα αὐτοὺς ἀκοῦσαι ἐχρῆν, λέγει. Εἶτα καὶ ἄλλο τεκμήριον, οὐ τὸ τυχὸν, φιλίας τίθησι.

Ποῖον δὴ τοῦτο; Οὐχ ὑμεῖς με ἐξελέξασθε, φησὶν, ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς· τουτέστιν, Ἐγὼ τῇ φιλίᾳ ἐπέδραμον τῇ ὑμετέρᾳ. Καὶ οὐδὲ ἐνταῦθα ἔστη· ἀλλὰ καὶ, Ἔθηκα, φησὶν, ὑμᾶς, τουτέστιν, ἐφύτευσα, Ἵνα ὑμεῖς ὑπάγητε (ἔτι τῇ μεταφορᾷ κέχρηται τῆς ἀμπέλου)· τουτέστιν, ἵνα ἐκταθῆτε, Καὶ καρπὸν φέρητε, καὶ ὁ καρπὸς ὑμῶν μένῃ. Εἰ δὲ ὁ καρπὸς μένει, πολλῷ μᾶλλον ὑμεῖς. Οὐ γὰρ ἐφίλησα μόνον ὑμᾶς, φησὶν, ἀλλὰ καὶ τὰ μέγιστα εὐηργέτησα, πανταχοῦ τῆς οἰκουμένης ἐκτείνων ὑμῶν τὰ κλήματα.

βʹ. Ὁρᾷς δι᾽ ὅσων δείκνυσι τὴν ἀγάπην; τῷ τὰ ἀπόῤῥητα εἰπεῖν, τῷ πρώτως ἐπιδραμεῖν τῇ φιλίᾳ, τῷ μεγάλα αὐτοῖς χαρίσασθαι τὰ ἀγαθὰ, τῷ παθεῖν ὑπὲρ αὐτῶν ἅπερ ἔπασχε τότε. Ἀπὸ δὲ τούτου δείκνυσιν, ὅτι καὶ παραμένει διηνεκῶς αὐτοῖς μέλλουσι διδόναι καρπόν. Ἀνάγκη γὰρ τῆς παρ᾽ αὐτοῦ βοηθείας ἀπολαύοντας, οὕτω καὶ καρποφορῆσαι. Ἵνα ὃ ἐὰν αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου, δῷ ὑμῖν.

Καίτοι τοῦ αἰτουμένου ἐστὶ τὸ ποιῆσαι· εἰ δὲ ὁ Πατὴρ αἰτεῖται, πῶς ὁ Υἱὸς ποιεῖ; Ἵνα μάθῃς, ὅτι οὐκ ἐλάττων ὁ Υἱός. Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, τουτέστιν, Οὐκ ὀνειδίζων ταῦτα λέγω, ὅτι τὴν ψυχήν μου τίθημι, ὅτι πρῶτος ὑμῖν ἐπέδραμον, ἀλλ᾽ εἰς φιλίαν ὑμᾶς ἐνάγων. Εἶτα ἐπειδὴ τὸ διώκεσθαι παρὰ τῶν πολλῶν καὶ ὀνειδίζεσθαι χαλεπὸν ἦν καὶ ἀνήκεστον, καὶ ἱκανὸν καὶ τὴν ὑψηλὴν ταπεινῶσαι ψυχὴν, διὰ τοῦτο μυρία προειπὼν, τότε εἰς τοῦτο καθῆκεν ὁ Χριστός. Προλεάνας γὰρ αὐτῶν τὴν ψυχὴν, οὕτως ἐπὶ ταῦτα ἔρχεται, καὶ αὐτὰ ἐκ περιουσίας δεικνὺς ὑπὲρ αὐτῶν ὄντα, ὥσπερ καὶ τὰ ἄλλα ἀπέδειξε.

Καθάπερ γὰρ εἶπεν, ὅτι οὐ μᾶλλον οὐκ ἀλγεῖν, ἀλλὰ καὶ χαίρειν δεῖ, ὅτι ἀπέρχομαι πρὸς τὸν Πατέρα (οὐ γὰρ ἐγκαταλιμπάνων αὐτοὺς, ἀλλὰ καὶ σφόδρα φιλῶν, τοῦτο ποιεῖ)· οὕτω καὶ ἐνταῦθα δείκνυσιν, ὅτι χαίρειν, οὐκ ἀλγεῖν δεῖ. Καὶ ὅρα πῶς αὐτὸ κατασκευάζει. Οὐ γὰρ εἶπεν, Οἶδα λυπηρὸν ὂν τὸ πρᾶγμα, ἀλλὰ δι᾽ ἐμὲ φέρετε, ἐπειδὴ καὶ δι᾽ ἐμὲ πάσχετε. Οὐδέπω γὰρ αὕτη ἡ πρόφασις, ἱκανὴ ἦν παραμυθήσασθαι. Διόπερ αὐτὴν ἀφεὶς, ἑτέραν προτίθησι.

Ποίαν δὴ ταύτην; Ὅτι τῆς προτέρας ἀρετῆς τοῦτο τεκμήριον. Καὶ τοὐναντίον ἀλγεῖν ἐχρῆν, οὐχ ὅτι μισεῖσθε νῦν, ἀλλ᾽ εἰ ἐμέλλετε φιλεῖσθαι. Τοῦτο γὰρ αἰνίττεται ἐκ τοῦ λέγειν· Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει. Ὥστε εἰ ἐφιλεῖσθε, εὔδηλον ὅτι πονηρίας ἐξεφέρετε δεῖγμα.

Εἶτα, ἐπειδὴ τοῦτο προειπὼν οὐκ ἐξειργάσατο αὐτὸ, ἐπεξέρχεται πάλιν τῷ λόγῳ· Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν. Ἔδειξε ζηλωτὰς αὐτοὺς κατὰ τοῦτο μάλιστα γινομένους. Ἕως μὲν γὰρ ἦν ἐν σαρκὶ ὁ Χριστὸς, πρὸς ἐκεῖνον τὸν πόλεμον εἶχον· ἐπειδὴ δὲ μετέστη, πρὸς αὐτοὺς πάλιν ἦλθεν ἡ μάχη. Εἶτα ἐπειδὴ ὀλίγοι ὄντες ἐθορυβοῦντο δήμου τοσούτου μέλλοντες πόλεμον καταδέχεσθαι, ἀνίστησιν αὐτῶν τὴν ψυχὴν λέγων, ὅτι Τοῦτο μάλιστα χαρᾶς ἔργον ἐστὶ τὸ μισεῖσθαι παρ᾽ αὐτῶν· οὕτω γάρ μοι κοινωνήσετε τῶν παθῶν. Οὐ τοίνυν ὑμᾶς θορυβεῖσθαι χρή· οὐ γὰρ ὑμεῖς ἐμοῦ κρείττους· ὥσπερ οὖν καὶ προλαβὼν εἶπον, Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ.

Εἶτα καὶ τρίτη παραμυθία, ὅτι καὶ ὁ Πατὴρ ὑβρίζεται μετ᾽ αὐτῶν. Ταῦτα γὰρ ἅπαντα ποιήσουσι, φησὶ, διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με· τουτέστι, κἀκεῖνον ὑβρίζουσιν. Πρὸς τούτοις συγγνώμης αὐτοὺς ἀποστερῶν, καὶ τιθεὶς καὶ ἑτέραν παραμυθίαν, φησίν· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον, δεικνὺς ὅτι ἀδίκως καὶ τὰ εἰς αὐτὸν καὶ τὰ εἰς ἐκείνους ἐργάσονται.

Τί οὖν ἐπὶ τοσαῦτα ἡμᾶς ἤγαγες κακά; οὐχὶ προῄδεις τοὺς πολέμους, καὶ τὸ μῖσος; Διὰ τοῦτο πάλιν φησίν· Ὁ ἐμὲ μισῶν, καὶ τὸν Πατέρα μου μισεῖ, οὐ μικρὰν καὶ ἐντεῦθεν αὐτοῖς προαναφωνῶν κόλασιν. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω προεφασίζοντο, ὅτι διὰ τὸν Πατέρα αὐτὸν ἐδίωκον, ἀναιρῶν αὐτῶν τὴν ἀπολογίαν ταῦτα εἴρηκεν. Οὐ γὰρ ἔχουσι πρόφασιν· τὴν ἀπὸ τῶν λόγων διδασκαλίαν παρεσχόμην, τὴν ἀπὸ τῶν ἔργων προσέθηκα κατὰ τὸν Μωϋσέως νόμον· ὃς τῷ τὰ τοιαῦτα ποιοῦντι καὶ λέγοντι πείθεσθαι ἅπαντας ἐκέλευσεν, ὅταν καὶ πρὸς εὐσέβειαν ἄγῃ, καὶ θαύματα παρέχῃ μέγιστα. Οὐχ ἁπλῶς δὲ εἶπε σημεῖα, ἀλλὰ ἃ μηδεὶς ἄλλος ἐποίησε.

Καὶ τούτων αὐτοὶ μάρτυρες οὕτω λέγοντες· Οὐδέποτε οὕτως ἐφάνη ἄνθρωπος ἐν τῷ Ἰσραήλ· καὶ, Οὐκ ἠκούσθη ἐκ τοῦ αἰῶνος, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· καὶ τὸ κατὰ τὸν Λάζαρον τοιοῦτον, καὶ τὰ ἄλλα πάντα τοιαῦτα, καὶ ὁ τῆς θαυματουργίας τρόπος· καινὰ καὶ παράδοξα ἅπαντα. Τίνος οὖν ἕνεκεν, φησὶ, καὶ σὲ καὶ ἡμᾶς διώκουσιν; Ὅτι ἐκ τοῦ κόσμου οὐκ ἐστέ.

Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει. Προαναμιμνήσκει τῶν ῥημάτων αὐτοὺς, ὧν καὶ πρὸς τοὺς ἀδελφοὺς εἶπε τοὺς ἑαυτοῦ· ἀλλ᾽ ἐκεῖ μὲν ἠθικώτερον, ἵνα μὴ πλήξῃ· ἐνταῦθα δὲ τοὐναντίον, τὸ πᾶν ἀπεκάλυψε. Καὶ πόθεν δῆλον ὅτι διὰ τοῦτο μισούμεθα;

Ἀπὸ τῶν εἰς ἐμὲ γινομένων. Τίνος γὰρ, εἰπέ μοι, τῶν λεχθέντων ἢ τῶν πραχθέντων ἐπιλαβέσθαι ἔχοντες οὐκ ἐδέξαντό με; Εἶτα ἐπειδὴ τὸ πρᾶγμα ἔκπληκτον ἦν ἡμῖν, εἶπε καὶ τὴν αἰτίαν· τουτέστι, τὴν πονηρίαν τὴν αὐτῶν. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ τὸν Προφήτην ἐπάγεται, δεικνὺς αὐτὸν ἄνωθεν προαναφωνοῦντα καὶ λέγοντα, ὅτι Ἐμίσησάν με δωρεάν· ὃ καὶ Παῦλος ποιεῖ. Πολλῶν γὰρ θαυμαζόντων πῶς Ἰουδαῖοι οὐκ ἐπίστευσαν, προφήτας ἄγει προλέγοντας ἄνωθεν, καὶ τὴν αἰτίαν δηλοῦντας, ὅτι ἡ πονηρία αὐτῶν καὶ ἡ ἀπόνοια τῆς ἀπιστίας αἰτία. Τί οὖν; εἰ τὸν λόγον σου οὐκ ἐτήρησαν, διὰ τοῦτο οὐδὲ τὸν ἡμέτερον τηρήσουσιν· εἰ σὲ ἐδίωξαν, διὰ τοῦτο καὶ ἡμᾶς διώξουσιν· εἰ σημεῖα εἶδον, οἷα οὐδεὶς ἄλλος πεποίηκεν· εἰ ῥημάτων ἤκουσαν οἵων οὐδεὶς, καὶ οὐδὲν ἀπώναντο· εἰ τὸν Πατέρα σου μισοῦσι, καὶ σὲ μετ᾽ ἐκείνου· τίνος, φησὶν, ἕνεκεν ἡμᾶς ἐνέβαλες; πῶς ἡμεῖς ἀξιόπιστοι λοιπὸν ἐσόμεθα; τίς δὲ προσέξει τῶν ὁμοφύλων ἡμῖν;

γʹ. Ἵν᾽ οὖν μὴ ταῦτα ἐννοοῦντες θορυβῶνται, ὅρα οἵαν ἐπάγει παράκλησιν. Ὅταν ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾽ ἀρχῆς μετ᾽ ἐμοῦ ἐστε. Ἐκεῖνος ἀξιόπιστος ἔσται· Πνεῦμα γὰρ ἀληθείας ἐστί. Διὰ τοῦτο οὐ Πνεῦμα ἅγιον, ἀλλ᾽ ἀληθείας αὐτὸ ἐκάλεσε. Τὸ δὲ, Ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, δηλοῖ ὅτι πάντα οἶδεν ἀκριβῶς, καθάπερ καὶ αὐτός φησι περὶ ἑαυτοῦ, ὅτι Οἶδα πόθεν ἔρχομαι, καὶ ποῦ ὑπάγω· καὶ ἐκεῖ περὶ ἀληθείας διαλεγόμενος. Ὃν ἐγὼ πέμψω.

Ἰδοὺ οὐκ ἔτι ὁ Πατὴρ μόνος, ἀλλὰ καὶ ὁ Υἱός ἐστιν ὁ πέμπων. Καὶ ὑμεῖς δὲ ἔχετε τὸ ἀξιόπιστον, οἱ σὺν ἐμοὶ γενόμενοι, οἱ μὴ παρ᾽ ἑτέρων ἀκηκοότες. Καὶ οἱ ἀπόστολοι ἐντεῦθεν διισχυρίζονται, λέγοντες· Οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ. Ὅτι δὲ οὐ πρὸς χάριν εἴρηται, ἐπιμαρτυρεῖ τὸ Πνεῦμα τοῖς λεγομένοις. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε· τουτέστιν, ὅταν ἴδητε πολλοὺς ἀπειθοῦντας, καὶ δεινὰ πάσχοντας ὑμᾶς. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς. Ἤδη γὰρ συνέθεντο, ἐάν τις ὁμολογήσῃ τὸν Χριστὸν, ἵνα ἀποσυνάγωγος γένηται. Ἀλλ᾽ ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

Οὕτω τὸν ὑμέτερον διώξουσι φόνον, ὡς πρᾶγμα εὐσεβὲς, καὶ τῷ Θεῷ ἀρέσκον. Εἶτα τὴν παραμυθίαν ἐπάγει πάλιν· Καὶ ταῦτα ποιήσουσιν, ὅτι οὐκ ἔγνωσαν τὸν Πατέρα, οὐδὲ ἐμέ. Ἀρκεῖ ὑμῖν εἰς παράκλησιν τὸ δι᾽ ἐμὲ καὶ τὸν Πατέρα ταῦτα πάσχειν. Ἐνταῦθα ἀναμιμνήσκει πάλιν αὐτοὺς μακαρισμοῦ, ὃν ἀρχόμενος ἔλεγε· Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾽ ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ταῦτα λελάληκα ὑμῖν, ἵνα, ὅταν ἔλθῃ ἡ ὥρα, μνημονεύητε τούτων· ὥστε ἀπὸ τούτων καὶ τὰ λοιπὰ πιστὰ ἡγεῖσθε.

Οὐ γὰρ ἕξετε εἰπεῖν, ὅτι κολακεύων ὑμᾶς τὰ πρὸς χάριν ἔλεγον μόνον, οὐχ ὅτι ἀπάτης ἦν τὰ εἰρημένα· οὐ γὰρ ἂν ὁ μέλλων ἀπατᾷν, καὶ ταῦτα προεῖπεν ὑμῖν τὰ ἀποτρέποντα. Διὰ τοῦτο οὖν προεῖπον, ἵνα μὴ ἀπροσδόκητα προσπεσόντα ὑμᾶς διαταράξῃ· καὶ δι᾽ ἑτέραν δὲ αἰτίαν, ἵνα μὴ λέγητε, ὅτι οὐ προῄδειν ἐσόμενα ταῦτα. Μνημονεύετε οὖν, ὅτι ἐγὼ εἶπον ὑμῖν. Καὶ γὰρ ἀεὶ περιετίθησαν σχῆμα τῇ διώξει αὐτῶν πονηρὸν, ὡς λυμεῶνας ἐλαύνοντες. Ἀλλ᾽ οὐκ ἐθορύβει τοὺς μαθητὰς τοῦτο, προακούσαντας καὶ εἰδότας ὑπὲρ ὧν ἔπασχον· ἱκανὴ γὰρ αὐτοὺς ἡ αἰτία τῶν γινομένων ἀναστῆσαι. Διὰ τοῦτο αὐτὴν πανταχοῦ περιστρέφει λέγων· Οὐκ ἔγνωσάν με, καὶ, ὅτι Δι᾽ ἐμὲ ποιήσουσι, καὶ διὰ τὸ ὄνομά μου, καὶ διὰ τὸν Πατέρα, καὶ, ὅτι Ἐγὼ πρῶτος ἔπαθον, καὶ, ὅτι Οὐκ ἀπὸ δικαίας αἰτίας ταῦτα τολμῶσι.

δʹ. Ταῦτα καὶ ἡμεῖς ἐν τοῖς πειρασμοῖς στρέφωμεν, ὅταν παρὰ πονηρῶν τι πάσχωμεν ἀνθρώπων, εἰς τὸν ἀρχηγὸν ἡμῶν ὁρῶντες καὶ τελειωτὴν τῆς πίστεως, καὶ ὅτι παρὰ φαύλων ἀνθρώπων, καὶ ὅτι δι᾽ ἀρετὴν, καὶ ὅτι δι᾽ αὐτόν. Ἂν γὰρ ταῦτα ἐννοῶμεν, ἅπαντα ῥᾷστα ἔσται καὶ φορητά. Εἰ γὰρ ὑπὲρ ἀγαπητῶν τις πάσχων καὶ ἐναβρύνεται· διὰ τὸν Θεὸν ἐάν τις πάθῃ τι, ποίαν λήψεται αἴσθησιν τῶν δεινῶν; Εἰ γὰρ αὐτὸς πρᾶγμα ἐπονείδιστον, τὸν σταυρὸν, δόξαν ἐκάλει δι᾽ ἡμᾶς· πολλῷ μᾶλλον ἡμᾶς οὕτω διακεῖσθαι χρή. Εἰ γὰρ παθῶν οὕτω δυνάμεθα καταφρονεῖν, πολλῷ μᾶλλον χρημάτων καὶ πλεονεξίας.

Δεῖ τοίνυν; ὅταν τι μέλλωμεν πάσχειν ἀηδὲς, μὴ τοὺς πόνους, ἀλλὰ καὶ τοὺς στεφάνους ἐννοεῖν. Ὥσπερ γὰρ οἱ ἔμποροι οὐ τὰ πελάγη μόνον, ἀλλὰ καὶ τὰ κέρδη λογίζονται· οὕτω καὶ ἡμᾶς τὸν οὐρανὸν, καὶ τὴν πρὸς τὸν Θεὸν παῤῥησίαν ἀναλογίζεσθαι χρή. Κἂν ἡδὺ φανῇ τὸ πλεονεκτεῖν, ἐννόησον ὅτι ὁ Χριστὸς οὐ βούλεται, καὶ ἀηδὲς εὐθέως φανεῖται. Πάλιν ἂν ἐπαχθὲς ᾖ τὸ πένησι διδόναι, μὴ μέχρι τῆς δαπάνης στήσῃς τὸν λογισμὸν, ἀλλ᾽ εὐθέως μετάγαγε τὴν διάνοιαν ἐπὶ τὸν ἀμητὸν ἀπὸ τοῦ σπόρου. Καὶ ὅταν φορτικὸν ᾖ τὸ καταφρονεῖν ἔρωτος γυναικὸς ἀλλοτρίας, λογίζου τὸν ἀπὸ τοῦ πόνου στέφανον, καὶ ῥᾳδίως οἴσεις τὸν πόνον. Εἰ γὰρ ἀνθρώπων φόβος ἀποτρέπει τῶν ἀτόπων πραγμάτων, πολλῷ μᾶλλον ὁ τοῦ Χριστοῦ πόθος.

Σκληρὰ ἡ ἀρετή· ἀλλὰ περιθῶμεν αὐτῆς τῇ ὄψει τῆς τῶν μελλόντων ἐπαγγελίας τὸ μέγεθος. Οἱ μὲν γὰρ ἐνάρετοι, καὶ χωρὶς τούτων αὐτὴν καθ᾽ ἑαυτὴν ὡραίαν ὁρῶσι. καὶ διὰ τοῦτο αὐτὴν μετέρχονται, καὶ διὰ τὸ τῷ Θεῷ δοκοῦν, οὐκ ἐπὶ μισθῷ ἐργάζονται· καὶ μέγα ἡγοῦνται τὸ σωφρονεῖν, οὐ διὰ τὸ μὴ κολάζεσθαι, ἀλλ᾽ ἐπειδὴ ὁ Θεὸς ἐπέταξεν. Εἰ δέ τις ἀσθενέστερος, καὶ τὰ βραβεῖα ἐννοείτω. Οὕτω καὶ ἐπὶ τῆς ἐλεημοσύνης ποιῶμεν, καὶ ἐλεῶμεν τοὺς ὁμοφύλους, μὴ δὴ περιορῶμεν ὑπὸ τοῦ λιμοῦ φθειρομένους. Πῶς γὰρ οὐκ ἄτοπον, αὐτοὺς μὲν ἐπὶ τῆς τραπέζης καθέζεσθαι γελῶντας καὶ τρυφῶντας, ἑτέρων δὲ διὰ τοῦ ἀμφόδου παριόντων ἀκούοντας ὀλοφυρομένων, μηδὲ ἐπιστρέφεσθαι πρὸς τὴν ὀλολυγὴν, ἀλλὰ καὶ δυσχεραίνειν καὶ ἀπατεῶνα καλεῖν;

Τί λέγεις, ἄνθρωπε; δι᾽ ἄρτον ἕνα τις ἀπάτην πλέκει; Ναὶ, φησίν. Οὐκοῦν ταύτῃ μάλιστα ἐλεείσθω· ταύτῃ μάλιστα τῆς ἀνάγκης ἀπαλλαττέσθω. Εἰ δὲ μὴ βούλει δοῦναι, μηδὲ ὑβρίσῃς· εἰ δὲ μὴ βούλει λῦσαι τὸ ναυάγιον, μὴ ὤσῃς εἰς βάραθρον. Ἐννόησον γὰρ ὅταν προσελθόντα ἀπώσῃ τὸν πένητα, τίς ἔσῃ τὸν Θεὸν παρακαλῶν. ᾯ γὰρ μέτρῳ μετρεῖτε, φησὶν, ἀντιμετρηθήσεται ὑμῖν. Ἐννόησον πῶς συντριβεὶς ἐκεῖνος ἄπεισι, κάτω κεκυφῶς, ὀδυρόμενος, μετὰ τῆς πενίας καὶ τὴν ἀπὸ τῆς ὕβρεως πληγὴν λαβών. Εἰ γὰρ τὸ ἐπαιτεῖν κατάραν ὑμεῖς τίθεσθε, τὸ αἰτοῦντα μὴ λαβεῖν, καὶ ὑβρισθέντα ἀπελθεῖν, σκόπει πόσον χειμῶνα ἐργάζεται.

Μέχρι τίνος τοῖς θηρίοις ἐοίκαμεν, καὶ τὴν φύσιν αὐτὴν διὰ τὴν πλεονεξίαν ἀγνοοῦμεν; Πολλοὶ στενάζουσιν ἐπὶ τούτοις· ἀλλ᾽ οὐ βούλομαι νῦν, ἀλλὰ διαπαντὸς τοῦτον ἔχειν τὸν ἔλεον. Ἐννόησόν μοι τὴν ἡμέραν ἐκείνην, ὅταν παραστῶμεν τῷ βήματι τοῦ Χριστοῦ· ὅταν παρακαλῶμεν ἐλεηθῆναι, καὶ εἰς μέσον αὐτοὺς ἀγαγὼν ὁ Χριστὸς λέγῃ πρὸς ἡμᾶς, ὅτι Δι᾽ ἄρτον ἕνα καὶ ὀβολὸν ἕνα, τοσοῦτον ταῖς ψυχαῖς ταύταις ἐνειργάσασθε κλυδώνιον· τί ἐροῦμεν; τί δὲ ἀπολογησόμεθα; Ὅτι γὰρ καὶ εἰς μέσον αὐτοὺς ἄξει, ἄκουσον τί φησιν· Ἐφ᾽ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων, οὐδὲ ἐμοὶ ἐποιήσατε. Οὐδὲ γὰρ ἐκεῖνοι λοιπὸν ἐροῦσί τι πρὸς ἡμᾶς, ἀλλ᾽ ὁ Θεὸς ὑπὲρ αὐτῶν ἡμῶν καθάψεται. Ἐπεὶ καὶ τὸν Λάζαρον ὁ πλούσιος εἶδε· καὶ ὁ μὲν Λάζαρος οὐδὲν πρὸς αὐτὸν εἶπεν, ὁ δὲ Ἀβραὰμ τὸν ὑπὲρ ἐκείνου λόγον ἐποιήσατο. Οὕτω καὶ ἐπὶ τῶν πενήτων ἔσται τῶν νῦν παρ᾽ ἡμῶν καταφρονουμένων.

Οὐ γὰρ χεῖρας αὐτοὺς προτείνοντας ὀψόμεθα ἐλεεινῷ σχήματι, ἀλλ᾽ ἐν ἀναπαύσει ὄντας· ἡμεῖς δὲ τὸ ἐκείνων ληψόμεθα σχῆμα· καὶ εἴθε τὸ σχῆμα μόνον, καὶ μὴ τὸ πολλῷ χαλεπώτερον, τιμωρίαν! Οὐδὲ γὰρ ὁ πλούσιος ψιχίων ἐπεθύμει χορτασθῆναι ἐκεῖ· ἀλλ᾽ ἀπετηγανίζετο καὶ ἐκολάζετο χαλεπῶς, καὶ ἤκουσεν, ὅτι Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος τὰ κακά. Μὴ τοίνυν μέγα τι τὸν πλοῦτον νομίζωμεν.

Οὗτος γὰρ ἐφόδιον ἡμῖν ἔσται κολάσεως, ἐὰν μὴ προσέχωμεν· ὥσπερ οὖν ἐὰν προσέχωμεν, καὶ ἡ πενία προσθήκη γίνεται καὶ τρυφῆς καὶ ἀναπαύσεως ἡμῖν. Καὶ γὰρ καὶ ἁμαρτήματα ἀποτιθέμεθα, ἂν εὐχαρίστως ταύτην φέρωμεν, καὶ πολλὴν παρὰ τῷ Θεῷ κτώμεθα τὴν παῤῥησίαν.

εʹ. Μὴ τοίνυν ἀεὶ τὴν ἄδειαν ζητῶμεν, ἵνα ἀδείας ἀπολαύσωμεν ἐκεῖ· ἀλλὰ τοὺς ὑπὲρ ἀρετῆς δεξώμεθα πόνους, καὶ τὰ περιττὰ περικόπτωμεν, καὶ μηδὲν πλέον ἐπιζητῶμεν, ἀλλ᾽ εἰς τοὺς δεομένους τὰ ὄντα πάντα ἀναλίσκωμεν.

Τίνα γὰρ ἕξομεν ἀπολογίαν, ὅταν αὐτὸς μὲν ἡμῖν τὸν οὐρανὸν ἐπαγγέλληται, ἡμεῖς δὲ μηδὲ ἄρτον αὐτῷ παρέχωμεν; ὅταν αὐτὸς μέν σοι τὸν ἥλιον ἀνατέλλῃ, καὶ πᾶσαν τῆς κτίσεως παρέχῃ τὴν διακονίαν· σὺ δὲ οὐδὲ ἱμάτιον αὐτῷ δίδως, οὐδὲ στέγης κοινωνεῖν ποιεῖς;

Καὶ τί λέγω ἥλιον καὶ κτίσιν; Τὸ σῶμά σοι παρέθηκε, τὸ αἷμα τὸ τίμιον ἔδωκε· σὺ δὲ οὐδὲ ποτηρίου μεταδίδως; Ἀλλ᾽ ἔδωκας ἅπαξ; Ἀλλ᾽ οὐκ ἔστι τοῦτο ἔλεος· ἕως γὰρ ἂν ἔχων μὴ ἐπαρκῇς, οὐδέπω τὸ πᾶν ἐπλήρωσας.

Ἐπεὶ καὶ αἱ παρθένοι τὰς λαμπάδας ἔχουσαι, εἶχον ἔλαιον, ἀλλ᾽ οὐ δαψιλές. Ἐχρῆν μὲν οὖν, εἰ καὶ ἀπὸ τῶν σαυτοῦ παρεῖχες, μηδὲ οὕτως εἶναι φειδωλός· νῦν δὲ τὰ τοῦ Δεσπότου διδοὺς, τίνος ἕνεκεν μικρολογῇ; Εἴπω βούλεσθε τὴν αἰτίαν ταύτης τῆς ἀπανθρωπίας; Ἀπὸ πλεονεξίας συνάγουσι τὰ ὄντα, καὶ πρὸς τὴν ἐλεημοσύνην εἰσὶν ὀκνηροὶ οὗτοι· ὁ γὰρ οὕτω μαθὼν κερδαίνειν, ἀναλίσκειν οὐκ οἶδε. Πῶς γὰρ ἄν τις παρεσκευασμένος εἰς ἁρπαγὴν, πρὸς τὸ ἐναντίον ἑαυτὸν ῥυθμίσειεν; ὁ γὰρ τὰ παρ᾽ ἑτέρων λαμβάνων, πῶς δυνήσεται τὰ ἑαυτοῦ προέσθαι ἑτέρῳ; Καὶ γὰρ κύων μελετήσας σαρκῶν ἀπογεύεσθαι, φυλάττειν οὐκέτι δύναται τὴν ἀγέλην· διὰ τοῦτο τοὺς τοιούτους καὶ ἀναιροῦσιν οἱ ποιμένες. Ὅπερ ἵνα μὴ καὶ ἡμεῖς πάσχωμεν, ἀποσχώμεθα τῆς τοιαύτης θοίνης. Καὶ γὰρ καὶ οὗτοι σαρκῶν ἀπογεύονται, οἱ τὸν διὰ λιμοῦ θάνατον ἐπεισάγοντες. Οὐχ ὁρᾷς πῶς πάντα κοινὰ ἡμῖν ἀνῆκεν ὁ Θεός; Εἰ γὰρ ἐν χρήμασιν εἴασε πένεσθαι, καὶ αὐτὸ τῆς τῶν πλουτούντων ἕνεκα παραμυθίας, ἵνα ἔχωσι διὰ τῆς εἰς ἐκείνους ἐλεημοσύνης ἀποδύεσθαι τὰ ἁμαρτήματα. Σὺ δὲ καὶ ἐν τούτῳ ὠμὸς καὶ ἀπάνθρωπος γέγονας. Ὅθεν δῆλον ὅτι εἰ καὶ ἐν τοῖς μείζοσι ταύτην ἔλαβες τὴν ἐξουσίαν, μυρίους ἂν εἰργάσω φόνους, καὶ τὸ φῶς καὶ τὴν ζωὴν ἅπασαν ἀπέκλεισας.

Ὅπερ ἵνα μὴ γένηται, ἀνάγκῃ τὴν ἐν ἐκείνοις ἀπληστίαν διέκοψεν. Εἰ δὲ ἀλγεῖτε ταῦτα ἀκούοντες, πολλῷ μᾶλλον ἐγὼ ταῦτα γινόμενα ὁρῶν. Μέχρι πότε σὺ πλούσιος, κἀκεῖνος πένης; Μέχρι τῆς ἑσπέρας, περαιτέρω δὲ οὐκ ἔτι. Οὕτω γὰρ βραχὺς ὁ βίος, καὶ πάντα ἐπὶ θύραις ἕστηκε λοιπὸν, ὡς ὥραν βραχεῖαν τὸ πᾶν εἶναι νομίζεσθαι.

Τί σοι δεῖ ταμιείων ἐρευγομένων, καὶ πλήθους οἰκετῶν καὶ οἰκονόμων; διατί μὴ μυρίους ἔχεις κήρυκας, τῆς ἐλεημοσύνης; Τὸ μὲν γὰρ ταμιεῖον οὐδεμίαν ἀφίησιν φωνὴν, ἀλλὰ καὶ πολλοὺς ἐπισπάσεται λῃστάς· τὰ δὲ τῶν πενήτων ταμιεῖα πρὸς αὐτὸν ἀναβήσεται τὸν Θεὸν, καὶ ἡδὺν τὸν παρόντα ἐργάσεται βίον, καὶ πάντα λύσει τὰ ἁμαρτήματα, καὶ δόξαν παρὰ Θεῷ, καὶ τιμὴν παρὰ ἀνθρώποις οἴσει. Τί τοίνυν φθονεῖς σεαυτῷ τοσούτων ἀγαθῶν; Οὐ γὰρ ἐκείνους, ἀλλὰ σαυτὸν εὐποιήσεις μειζόνως, ἐκείνους εὐεργετῶν. Τοῖς μὲν γὰρ τὰ παρόντα ἐπανορθώσεις, σαυτῷ δὲ τὴν μέλλουσαν δόξαν καὶ παῤῥησίαν προαποθήσῃ· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΟΜΙΛΙΑ ΟΗʹ. Ταῦτα δὲ ἐξ ἀρχῆς οὐκ εἶπον ὑμῖν, ὅτι μεθ᾽ ὑμῶν ἤμην. Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, Ποῦ ὑπάγεις; Ἀλλ᾽ ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν.

αʹ. Μεγάλη τῆς ἀθυμίας ἡ τυραννὶς, καὶ πολλῆς ἡμῖν τῆς ἀνδρείας δεῖ, ὥστε στῆναι πρὸς τουτὶ τὸ πάθος γενναίως, καὶ τὸ χρήσιμον ἀπ᾽ αὐτοῦ καρπουμένους, τὸ περισσὸν ἐᾷν· ἔχει γάρ τι καὶ χρήσιμον. Ὅταν μὲν γὰρ ἁμαρτάνωμεν ἡμεῖς ἢ ἕτεροι, τότε μόνον λυπεῖσθαι καλόν· ὅταν δὲ ἀνθρωπίναις περιστάσεσιν ἐμπέσωμεν, ἄχρηστος λοιπὸν τῆς ἀθυμίας ἡ χρῆσις. Ἐπεὶ οὖν καὶ τοὺς μαθητὰς οὐδέπω τελείους ὄντας αὕτη κατεπάλαισεν, ὅρα πῶς αὐτοὺς διορθοῦται διὰ τῆς ἐπιπλήξεως. Οἱ γὰρ μυρία πρὸ τούτου αὐτὸν ἐρωτῶντες (καὶ γὰρ ὁ Πέτρος ἔλεγε, Ποῦ ὑπάγεις; καὶ ὁ Θωμᾶς δὲ, Οὐκ οἴδαμεν ποῦ ὑπάγεις, καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι; καὶ ὁ Φίλιππος, Δεῖξον ἡμῖν τὸν Πατέρα σου), οὗτοι νῦν ἀκούσαντες ὅτι Ἀποσυναγώγους ποιήσουσι, καὶ ὅτι Μισήσουσιν ὑμᾶς, καὶ, ὅτι Ὁ ἀποκτείνας ὑμᾶς, δόξει λατρείαν προσφέρειν τῷ Θεῷ, οὕτω κατέπεσον, ὡς ἀφασίᾳ κατασχεθῆναι λοιπὸν, καὶ μηδὲν αὐτῷ διαλέγεσθαι.

Ὅπερ οὖν αὐτοῖς ὀνειδίζων ἔλεγε· Ταῦτα ἐξ ἀρχῆς οὐκ εἶπον ὑμῖν, ὅτι μεθ᾽ ὑμῶν ἤμην. Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, Ποῦ ὑπάγεις; Ἀλλ᾽ ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. Δεινὸν γὰρ ἡ ταύτης ἀμετρία, δεινὸν, καὶ θανάτου κατασκευαστικόν.

Διὰ τοῦτο ὁ Παῦλος ἔλεγε· Μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Ταῦτα δὲ ἐξ ἀρχῆς οὐκ εἶπον ὑμῖν, φησί. Τίνος δὲ ἕνεκεν ἐξ ἀρχῆς οὐκ εἶπεν; Ἵνα μή τις λέγῃ, ὅτι ἀπὸ τῶν πολλάκις συμβάντων στοχαζόμενος ἔλεγε. Καὶ τί δήποτε πράγματι ἐπιχειρεῖ τοσαύτην ἔχοντι δυσκολίαν; ᾜδειν μὲν, φησὶν, αὐτὰ καὶ ἐξ ἀρχῆς, καὶ οὐ διὰ τὸ μὴ εἰδέναι οὐκ ἔλεγον· ἀλλ᾽ Ὅτι μεθ᾽ ὑμῶν ἤμην. Καὶ τοῦτο ἀνθρωπίνως πάλιν· ὡσανεὶ ἔλεγεν, Ὅτι ἐν ἀσφαλείᾳ ἦτε, καὶ ἐξὸν ἦν ἐρωτᾷν ὅτε ἐβούλεσθε, καὶ ἐπ᾽ ἐμὲ ὁ πόλεμος ἅπας ἀνεῤῥιπίζετο, καὶ περιττὸν ἦν εἰπεῖν ταῦτα ἐξ ἀρχῆς.

Ἆρ᾽ οὖν τοῦτο οὐκ εἶπεν; οὐχὶ τοὺς δώδεκα καλέσας ἔλεγεν· Ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθήσεσθε, καὶ μαστιγώσουσιν ὑμᾶς ἐν ταῖς συναγωγαῖς; πῶς οὖν φησιν, ὅτι Ἀπ᾽ ἀρχῆς οὐκ εἶπον; Ὅτι μάστιγας καὶ ἀπαγωγὰς προανεφώνησεν, οὐ μὴν ὅτι οὕτω δόξει ὁ θάνατος αὐτῶν εἶναι περισπούδαστος, ὡς καὶ λατρείαν τὸ πρᾶγμα νομίζεσθαι. Τοῦτο γὰρ πάντων μᾶλλον ἱκανὸν ἦν αὐτοὺς καταπλῆξαι, εἴ γε ἔμελλον ὡς ἀσεβεῖς καὶ λυμεῶνες κριθήσεσθαι. Πρὸς τούτοις δὲ κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι ἐκεῖ μὲν ἃ παρὰ τῶν ἐθνῶν ἔμελλον πάσχειν εἶπεν, ἐνταῦθα δὲ καὶ τὰ Ἰουδαϊκὰ προσέθηκε μετὰ πλείονος τῆς ὑπερβολῆς, καὶ ὅτι ἐπὶ θύραις ἐστὶν ἐδίδαξε. Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν λέγει· Ποῦ ὑπάγεις; Ἀλλ᾽ ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν.

Οὐ μικρὰ καὶ αὕτη παραμυθία τὸ μαθεῖν αὐτοὺς, ὅτι ᾔδει τῆς ἀθυμίας τὴν ὑπερβολήν. Ὑπὸ γὰρ τῆς ἀγωνίας τῆς διὰ τὴν ἐρημίαν τὴν αὐτοῦ, καὶ τοῦ τὰ μέλλοντα ἐκδέχεσθαι αὐτοὺς δεινὰ (οὐδὲ γὰρ ᾔδεσαν εἰ δυνήσονται ἀνδρείως ἐνεγκεῖν) ἐξέστησαν. Τίνος οὖν ἕνεκεν οὐ μετὰ ταῦτα εἶπεν αὐτοῖς, ὅτε τοῦ Πνεύματος κατηξιώθησαν;

Ἵνα μάθῃς, ὅτι σφόδρα ἦσαν ἐνάρετοι. Εἰ γὰρ μηδέπω Πνεύματος καταξιωθέντες οὐκ ἀπεπήδησαν, τῇ λύπῃ καταχωσθέντες, ἐννόησον τίνες ἔμελλον ἔσεσθαι τῆς χάριτος ἀπολαύσαντες. Εἰ γὰρ τότε ἀκούσαντες ἤνεγκαν, τῷ Πνεύματι ἂν τὸ πᾶν ἐλογισάμεθα· νῦν δὲ ὁλόκληρος τῆς διανοίας αὐτῶν ἐστιν ὁ καρπὸς, καὶ σαφὴς τοῦ πόθου τοῦ περὶ τὸν Χριστὸν ἀπόδειξις, γυμνὴν ἔτι τὴν διάνοιαν βασανίζοντος. Ἀλλ᾽ ἐγὼ τὴν ἀλήθειαν ὑμῖν λέγω. Ὅρα πῶς παραμυθεῖται αὐτοὺς πάλιν. Οὐ γὰρ τὰ πρὸς χάριν λέγω, φησὶν, ἀλλὰ, κἂν μυριάκις λυπῆσθε, τὸ συμφέρον ἀκοῦσαι δεῖ. Ὑμῖν μὲν γὰρ κατὰ γνώμην ἐστὶν ἐμὲ παρεῖναι· τὸ δὲ συμφέρον ἕτερον. Κηδομένου δέ ἐστι, τὸ μὴ ἐπὶ τοῖς συμφέρουσι τῶν γνωρίμων φείδεσθαι καὶ ἀπάγειν τοῦ λυσιτελοῦντος αὐτούς. Ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, φησὶν, ὁ Παράκλητος οὐ μὴ ἔλθῃ. Τί λέγουσιν ἐνταῦθα οἱ τὴν προσήκουσαν περὶ τοῦ Πνεύματος οὐκ ἔχοντες δόξαν; συμφέρει Δεσπότην ἀπελθεῖν, καὶ δοῦλον παραγενέσθαι; Ὁρᾷς πῶς πολλὴ τοῦ Πνεύματος ἡ ἀξία;

Ἐὰν δὲ ἀπέλθω, πέμψω αὐτὸν πρὸς ὑμᾶς. Καὶ τί τὸ κέρδος; Ἐκεῖνος ἐλθὼν, ἐλέγξει τὸν κόσμον· τουτέστιν, Οὐκ ἀτιμωρητὶ ταῦτα πράξουσιν, ἂν ἐκεῖνος ἔλθῃ. Ἱκανὰ μὲν γὰρ καὶ τὰ ἤδη γεγενημένα ἐπιστομίσαι αὐτούς· ὅταν δὲ καὶ δι᾽ ἐκείνου ταῦτα γίνηται, καὶ διδάγματα τελειότερα καὶ σημεῖα μείζονα, πολλῷ μᾶλλον κατακριθήσονται, ὁρῶντες τοσαῦτα ἐν τῷ ὀνόματί μου γινόμενα· ὅπερ σαφεστέραν ποιεῖ τῆς ἀναστάσεως τὴν ἀπόδειξιν.

Νῦν μὲν γὰρ δύνανται λέγειν, ὅτι ὁ τοῦ τέκτονος υἱὸς, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα· ὅταν δὲ ἴδωσι θάνατον λυόμενον κακίαν ἐκβαλλομένην, χωλείαν φύσεως διορθουμένην, δαίμονας ἐλαυνομένους, Πνεύματος χορηγίαν ἄφατον, καὶ ταῦτα πάντα ἐμοῦ καλουμένου γινόμενα, τί ἐροῦσιν; Ἐμαρτύρησε γὰρ περὶ ἐμοῦ καὶ ὁ Πατήρ· μαρτυρήσει δὲ καὶ τὸ Πνεῦμα. Καίτοι καὶ παρὰ τὴν ἀρχὴν ἐμαρτύρησεν· ἀλλὰ καὶ νῦν τοῦτο ποιήσει.

βʹ. Τὸ δὲ, Ἐλέγξει περὶ ἁμαρτίας, τοῦτ᾽ ἔστι, Πᾶσαν ἀπολογίαν αὐτῶν ἐκκόψει, καὶ δείξει πεπλημμεληκότας ἀσύγγνωστα. Καὶ περὶ δικαιοσύνης, ὅτι ἐγὼ πρὸς τὸν Πατέρα πορεύομαι, καὶ οὐκέτι θεωρεῖτέ με· τουτέστιν, Ὅτι ἄληπτον παρεσχόμην βίον. Καὶ τοῦτο τεκμήριον, τὸ πρὸς τὸν Πατέρα πορεύεσθαι. Ἐπειδὴ γὰρ αὐτῷ ἀεὶ τοῦτο ἐνεκάλουν, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ διὰ τοῦτο ἁμαρτωλὸν αὐτὸν ἔλεγον καὶ παράνομον, φησὶν, ὅτι καὶ ταύτην ἀναιρήσει τὴν πρόφασιν. Εἰ γὰρ τὸ νομίζεσθαι ἐμὲ μὴ εἶναι ἐκ τοῦ Θεοῦ, τοῦτο παράνομον δείκνυσιν· ὅταν δείξῃ τὸ Πνεῦμα ἐκεῖ με ἀπελθόντα, καὶ οὐ πρὸς ὥραν, ἀλλὰ μένοντα ἐκεῖ (τὸ γὰρ, Οὐκ ἔτι θεωρεῖτέ με, τοῦτό ἐστι δηλοῦντος)· τί ἐροῦσι λοιπόν; Ὅρα διὰ δύο τούτων ἀναιρουμένην τὴν πονηρὰν ὑποψίαν. Οὔτε γὰρ τὸ σημεῖα ποιεῖν ἁμαρτωλοῦ (οὐ γὰρ δύναται ἁμαρτωλὸς σημεῖα ποιεῖν), οὔτε τὸ παρὰ Θεῷ εἶναι διαπαντὸς ἁμαρτωλοῦ. Ὥστε οὐκ ἔτι δύνασθε λέγειν, ὅτι Οὗτος ἁμαρτωλός ἐστιν, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ. Περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται. Πάλιν ἐνταῦθα τὸν περὶ δικαιοσύνης ἀνακινεῖ λόγον, ὅτι κατεπάλαισε τὸν ἀντίδικον. Οὐκ ἂν δὲ ἁμαρτωλὸς ὢν κατεπάλαισεν· ὅπερ οὐδὲ δίκαιός τις ἀνθρώπων ποιῆσαι ἴσχυσεν. Ὅτι γὰρ κατακέκριται δι᾽ ἐμὲ, εἴσονται οἱ καταπατοῦντες αὐτὸν ὕστερον, καὶ τὴν ἀνάστασίν μου σαφῶς εἰδότες, ὅπερ κατακρίνοντός ἐστιν.

Οὐ γὰρ ἴσχυσέ με κατασχεῖν. Ἐπεὶ οὖν ἔλεγον, ὅτι δαιμόνιον ἔχω, καὶ ὅτι πλάνος εἰμὶ, καὶ ταῦτα μετὰ ταῦτα δειχθήσεται ἕωλα ὄντα. Οὐ γὰρ ἂν αὐτὸν εἷλον, εἴ γε ἁμαρτίᾳ ὑπεύθυνος ἤμην· νυνὶ δὲ κατακέκριται καὶ ἐκβέβληται.

Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ᾽ οὐ δύνασθε βαστάζειν ἄρτι. Οὐκοῦν συμφέρει ἐμὲ ἀπελθεῖν, εἴ γε τότε μέλλετε βαστάζειν, ὅταν ἀπέλθω. Καὶ τί γέγονεν; Μεῖζόν σου τὸ Πνεῦμά ἐστιν, ὅτι νῦν μὲν οὐ βαστάζομεν, ἐκεῖνο δὲ ἡμᾶς βαστάζειν παρασκευάσει; μείζων ἡ ἐκείνου ἐνέργεια καὶ τελειοτέρα; Οὐ τοῦτο· καὶ γὰρ ἐκεῖνος τὰ ἐμὰ ἐρεῖ. Διὰ τοῦτό φησι· Ἀφ᾽ ἑαυτοῦ λαλήσει οὐδὲν, ἀλλ᾽ ὅσα ἂν ἀκούσῃ, λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ.

Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ἐκεῖνος ὑμᾶς διδάξει καὶ ἀναμνήσει, καὶ ἐν ταῖς θλίψεσιν ὑμᾶς παραμυθήσεται, ὅπερ αὐτὸς οὐκ ἐποίησε, καὶ ὅτι Συμφέρει ἐμὲ ἀπελθεῖν, κἀκεῖνον ἐλθεῖν, καὶ, Νῦν μὲν οὐ δύνασθε βαστάζειν, τότε δὲ δυνήσεσθε, καὶ ὅτι Ὁδηγήσει εἰς πᾶσαν τὴν ἀλήθειαν· ἵνα μὴ ταῦτα ἀκούοντες, μεῖζον τὸ Πνεῦμα νομίσωσι, καὶ εἰς ἀσεβείας ὑπόθεσιν ἐσχάτην ἐμπέσωσι, διὰ τοῦτό φησιν, Ἐκ τοῦ ἐμοῦ λήψεται· τουτέστιν, Ἅπερ ἂν εἶπον ἐγὼ, ταῦτα κἀκεῖνος ἐρεῖ. Ὅταν δὲ εἴπῃ, Οὐδὲν ἀφ᾽ ἑαυτοῦ λαλήσει, οὐδὲν ἐναντίον, οὐδὲν ἴδιον παρὰ τὰ ἐμά φησιν. Ὥσπερ οὖν περὶ ἑαυτοῦ λέγων, Ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ, τοῦτό φησιν, ὅτι οὐδὲν ἐκτὸς τῶν τοῦ Πατρὸς, οὐδὲν ἴδιόν τι παρ᾽ ἐκεῖνον καὶ ἀλλότριον· οὕτω καὶ ἐπὶ τοῦ Πνεύματος. Τὸ δὲ, Ἐκ τοῦ ἐμοῦ, ἐξ ὧν ἐγὼ οἶδα, ἐκ τῆς ἐμῆς γνώσεως. Μία γὰρ ἐμοῦ καὶ τοῦ Πνεύματος γνῶσις. Καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. Ἐπῆρεν αὐτῶν τὴν διάνοιαν· πρὸς οὐδὲν γὰρ οὕτω λίχνον τὸ ἀνθρώπειον γένος, ὡς πρὸς τὸ μανθάνειν τὰ μέλλοντα. Τοῦτο γοῦν συνεχῶς ἠρώτων αὐτὸν, Ποῦ ὑπάγεις; τίς ἐστιν ἡ ὁδός; Καὶ ταύτης οὖν ἀπαλλάττων αὐτοὺς τῆς φροντίδος, λέγει, ὅτι Πάντα ὑμῖν προερεῖ, ὥστε μὴ ἐμπεσεῖν ἀφυλάκτως.

Ἐκεῖνος ἐμὲ δοξάσει. Πῶς; Ἐν τῷ ὀνόματι τῷ ἐμῷ δώσει τὰς ἐνεργείας. Ἐπειδὴ γὰρ μείζονα ἔμελλον ποιεῖν σημεῖα παραγινομένου τοῦ Πνεύματος, διὰ τοῦτο πάλιν τὴν ἰσοτιμίαν εἰσάγων, φησίν· Ἐκεῖνος ἐμὲ δοξάσει.

Ποίαν λέγει πᾶσαν ἀλήθειαν; Καὶ γὰρ καὶ τοῦτο αὐτῷ μαρτυρεῖ, ὅτι αὐτὸς ἡμᾶς ἂν ὁδηγήσει εἰς πᾶσαν τὴν ἀλήθειαν. Αὐτὸς μὲν γὰρ καὶ διὰ τὸ σάρκα περικεῖσθαι, καὶ διὰ τὸ μὴ δόξαι περὶ ἑαυτοῦ λέγειν, καὶ διὰ τὸ μηδέπω αὐτοὺς τὴν ἀνάστασιν εἰδέναι σαφῶς, καὶ ἀτελεστέρους εἶναι, καὶ διὰ τοὺς Ἰουδαίους, ἵνα μὴ ὡς παρανομοῦντα δόξωσι κολάζειν, οὐδὲν μέγα ἐφθέγγετο συνεχῶς, οὔτε τοῦ νόμου σαφῶς ἀπέστησεν. Ἐπειδὴ δὲ αὐτῶν ἀπεσχίσθησαν οἱ μαθηταὶ, καὶ ἔξω λοιπὸν ἦσαν ἐκεῖνοι, καὶ πολλοὶ πιστεύειν ἔμελλον, καὶ τῶν ἁμαρτημάτων ἀφίεσθαι, καὶ ἄλλοι ἦσαν οἱ περὶ αὐτοῦ λέγοντες, οὐκ ἔτι αὐτὸς περὶ ἑαυτοῦ μεγάλα εἰκότως ἐφθέγγετο.

Ὥστε οὐ τῆς ἀγνοίας τῆς ἐμῆς, φησὶ, τὸ μὴ εἰπεῖν ἅπερ εἰπεῖν ἐχρῆν, ἀλλὰ τῆς τῶν ἀκουόντων ἀσθενείας. Διὰ τοῦτο εἰπὼν, Ὁδηγήσει εἰς πᾶσαν τὴν ἀλήθειαν, ἐπήγαγεν· Ἀφ᾽ ἑαυτοῦ οὐκ ἐρεῖ. Ὅτι γὰρ οὐ διδασκαλίας τὸ Πνεῦμα δεῖται, ἄκουσον τοῦ Παύλου λέγοντος· Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ὥσπερ οὖν τὸ πνεῦμα τοῦ ἀνθρώπου οὐ μανθάνον παρ᾽ ἑτέρου οἶδεν· οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον Ἐκ τοῦ ἐμοῦ λήψεται· τουτέστι, Συνῳδὰ τοῖς ἐμοῖς ἐρεῖ. Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν.

Ἐπεὶ οὖν ἐμά ἐστιν ἐκεῖνα, ἐκεῖνος δὲ ἐκ τῶν τοῦ Πατρὸς ἐρεῖ, ἐκ τῶν ἐμῶν ἐρεῖ. Διατί δὲ οὐκ ἤρχετο πρὶν ἢ αὐτὸν ἀπελθεῖν; Ὅτι οὔπω τῆς κατάρας ἀρθείσης, οὔπω τῆς ἁμαρτίας λυθείσης, ἀλλ᾽ ἔτι πάντων ὑπευθύνων ὄντων τῇ τιμωρίᾳ, οὐκ ἂν παρεγένετο. Δεῖ οὖν, φησὶ, τὴν ἔχθραν λυθῆναι, καὶ καταλλαγῆναι ὑμᾶς τῷ Θεῷ, καὶ τότε δέξασθαι τὸ δῶρον ἐκεῖνο. Διατί δέ φησι, Πέμψω αὐτόν; Τουτέστι, Προπαρασκευάσω ὑμᾶς πρὸς τὴν ὑποδοχήν. Πῶς γὰρ τὸ πανταχοῦ ὂν πέμπεται; Ἄλλως δὲ, καὶ τῶν ὑποστάσεων τὸ διάφορον δείκνυσι. Διὰ δύο δὲ ταῦτα οὕτω φθέγγεται· καὶ ἐπειδὴ οὗτοι δυσαποσπάστως εἶχον, πείθων τοῦ Πνεύματος ἔχεσθαι, καὶ ἵνα αὐτὸ θεραπεύσωσιν.

Ἠδύνατο μὲν γὰρ καὶ αὐτὸς ταῦτα ἐργάζεσθαι· ἀλλὰ διὰ τοῦτο ἐκεῖνο συγχωρεῖ θαυματουργεῖν, ἵνα μάθωσιν αὐτοῦ τὴν ἀξίαν. Ὥσπερ γὰρ ὁ Πατὴρ ἠδύνατο τὰ ὄντα παραγαγεῖν, ὁ δὲ Υἱὸς αὐτὸ ποιεῖ, ἵνα μάθωμεν αὐτοῦ τὴν δύναμιν, οὕτω καὶ τοῦτο. Διὰ τοῦτο καὶ αὐτὸς ἐσαρκώθη, τῷ Πνεύματι τηρῶν τὴν ἐνέργειαν, καὶ ἐμφράττων τὰ στόματα τῶν τὴν ὑπόθεσιν τῆς ἀφάτου φιλανθρωπίας εἰς ἀφορμὴν ἀσεβείας λαμβανόντων Ὅταν γὰρ λέγωσιν, ὅτι διὰ τοῦτο ἐσαρκώθη ὁ Υἱὸς ἐπειδὴ καταδεέστερος ἦν τοῦ Πατρὸς, ἐροῦμεν πρὸς αὐτοὺς, Τί οὖν ἂν εἴποιτε περὶ τοῦ Πνεύματος; Οὐ γὰρ ἔλαβε σάρκα, καὶ οὐ δήπου διὰ τοῦτο μεῖζον τοῦ Υἱοῦ αὐτὸ ἐρεῖτε, οὐδὲ τὸν Υἱὸν αὐτοῦ καταδεέστερον.

Διὰ τοῦτο καὶ ἐπὶ τοῦ βαπτίσματος ἡ Τριὰς παραλαμβάνεται. Καὶ γὰρ ὁ Πατὴρ τὸ πᾶν ἐργάζεσθαι δύναται, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλ᾽ ἐπειδὴ περὶ τοῦ Πατρὸς οὐδεὶς ἀμφιβάλλει, τὸ δὲ ἀμφίβολον ἦν περὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος τοῦ ἁγίου, παρείληπται ἐν τῇ μυσταγωγίᾳ, ἵνα ἐν τῇ κοινωνίᾳ τῆς χορηγίας τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν, καὶ τὴν κοινωνίαν τῆς ἀξίας καταμανθάνωμεν.

Ἐπεὶ ὅτι δύναται ὁ Υἱὸς καθ᾽ ἑαυτοῦ ταῦτα, ἅπερ ἐπὶ τοῦ βαπτίσματος μετὰ τοῦ Πατρὸς δύναται, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἄκουσον ταῦτα σαφῶς. Τοῖς γὰρ Ἰουδαίοις ἔλεγεν· Ἵνα γὰρ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας· καὶ πάλιν, Ἵνα υἱοὶ φωτὸς γένησθε, καὶ, Ἐγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς. Εἶτα μετὰ ταῦτα, Ἵνα ζωὴν, φησὶν, ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἴδωμεν δὲ καὶ τὸ Πνεῦμα τὸ αὐτὸ τοῦτο ποιοῦν. Ποῦ ἔστιν ἰδεῖν; Ἑκάστῳ δὲ ἡ φανέρωσις τοῦ Πνεύματος, φησὶ, δίδοται πρὸς τὸ συμφέρον. Ὁ τοίνυν ταῦτα παρέχων, καὶ ἁμαρτήματα πολλῷ μᾶλλον ἀφίησι. Καὶ πάλιν· Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν· καὶ, Ζωοποιήσει διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν· καὶ, Τὸ Πνεῦμα ζωὴ διὰ δικαιοσύνην· καὶ πάλιν, Εἰ δὲ Πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ᾽ ἐλάβετε πνεῦμα υἱοθεσίας. Καὶ τότε δὲ πάντα ἅπερ ἐποίουν, παραγενομένου τοῦ Πνεύματος ἐθαυματούργουν.

Καὶ Κορινθίοις δὲ γράφων ἔλεγε Παῦλος· Ἀλλ᾽ ἀπελούσασθε, ἀλλ᾽ ἡγιάσθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Ἐπεὶ οὖν περὶ μὲν Πατρὸς πολλὰ ἤκουσαν, καὶ τὸν Υἱὸν δὲ εἶδον πολλὰ ἐργασάμενον, περὶ δὲ τοῦ Πνεύματος οὐδὲν οὐδέπω σαφῶς ᾔδεσαν, θαυματουργεῖ, καὶ τὴν τελείαν εἰσάγει γνῶσιν. Ἀλλ᾽ ἵνα μὴ μεῖζον ἐντεῦθεν ὑποπτεύηται (ὅπερ ἔφθην εἰπὼν), διὰ τοῦτό φησιν· Ὅσα ἂν ἀκούσῃ, λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ. Ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, πῶς οὐκ ἄτοπον, εἰ τότε ἔμελλεν ἀκούειν, καὶ διὰ τοὺς μαθητευομένους;

Οὐδὲ γὰρ τότε ἔμελλε καθ᾽ ὑμᾶς εἰδέναι, εἰ μὴ διὰ τοὺς ἀκουσομένους. Καὶ τί τούτου παρανομώτερον τοῦ ῥήματος γένοιτ᾽ ἄν; Ἄλλως δέ· τί καὶ ἔμελλεν ἀκούσεσθαι; οὐ ταῦτα πάντα εἶπε διὰ τῶν προφητῶν; Εἴτε γὰρ περὶ τῆς τοῦ νόμου λύσεως ἔμελλε διδάσκειν, εἴρητο· εἴτε περὶ τοῦ Χριστοῦ καὶ τῆς θεότητος αὐτοῦ, καὶ τῆς οἰκονομίας, καὶ ταῦτα εἴρητο. Τί γὰρ καὶ τρανότερον ἔμελλε μετὰ ταῦτα ἐρεῖν; Καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ. Ἐνταῦθα μάλιστα δείκνυσιν αὐτοῦ τὸ ἀξίωμα, ἐπειδὴ Θεοῦ τοῦτο μάλιστα ἴδιον, τὸ λέγειν τὰ μέλλοντα. Εἰ δὲ καὶ αὐτὸ μανθάνοι παρ᾽ ἑτέρων, οὐδὲν πλέον ἕξει τῶν προφητῶν· ἀλλ᾽ ἐνταῦθα τὴν ἀπηκριβωμένην πρὸς τὸν Θεὸν γνῶσιν δηλοῖ, ὅτι ἀδύνατον ἄλλο τι φθέγξασθαι αὐτόν. Τὸ δὲ, Ἐκ τοῦ ἐμοῦ λήψεται, ἤτοι ἐκ τοῦ χαρίσματος τοῦ εἰς τὴν σάρκα τὴν ἐμὴν ἐλθόντος, ἢ ὅτι ἀπὸ τῆς γνώσεως, ἧς καὶ ἐγὼ ἔχω, οὐχ ὡς δεόμενος, οὐδὲ ὡς παρ᾽ ἑτέρου μαθὼν, ἀλλ᾽ ὡς μιᾶς οὔσης καὶ τῆς αὐτῆς. Καὶ διατί οὕτως εἶπε, καὶ μὴ ἑτέρως; Ὅτι οὐδέπω τὸν περὶ τοῦ Πνεύματος ᾔδεσαν λόγον. Διόπερ ἓν κατασκευάζει μόνον, ὥστε πιστευθῆναι αὐτὸν καὶ δεχθῆναι παρ᾽ αὐτῶν, καὶ μὴ σκανδαλισθῆναι.

Ἐπειδὴ γὰρ ἔλεγεν, Εἷς ἐστιν ὑμῶν ὁ διδάσκαλος ὁ Χριστὸς, ἵνα μὴ νομίσωσι παρακούειν ἐκείνῳ πειθόμενοι, Μία ἡ ἐμὴ καὶ ἐκείνου διδασκαλία ἐστίν· ἐξ ὧν ἔμελλον ἐγὼ διδάσκειν, ἐκ τῶν αὐτῶν καὶ αὐτὸς ἐρεῖ.

Μὴ δὴ νομίσητε ἕτερα εἶναι τὰ ἐκείνου· καὶ γὰρ καὶ ἐκεῖνα ἐμά ἐστι, καὶ τὴν ἐμὴν συγκροτεῖ δόξαν. Ἓν γὰρ θέλημα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Οὕτω καὶ ἡμᾶς εἶναι βούλεται λέγων· Ἵνα ὦσιν ἓν, καθὼς καὶ ἐγὼ καὶ σὺ ἕν ἐσμεν.

δʹ. Οὐδὲν γὰρ ὁμονοίας ἴσον οὐδὲ συμφωνίας· ὁ γὰρ εἷς, πολλοστός ἐστιν οὕτως. Ἂν γὰρ ὁμόψυχοι ὦσι δύο ἢ δέκα, οὐκ ἔτι εἷς ἐστιν ὁ εἷς, ἀλλὰ δεκαπλασίων ἕκαστος αὐτῶν γίνεται, καὶ εὑρήσεις ἐν τοῖς δέκα τὸν ἕνα, καὶ ἐν τῷ ἑνὶ τοὺς δέκα. Κἂν ἐχθρὸν ἔχωσιν, οὐ τῷ ἑνὶ προσβαλὼν, ὡς τοῖς δέκα προσβαλὼν, οὕτως ἁλίσκεται. Οὐ γὰρ ὑφ᾽ ἑνὸς βάλλεται μόνον, ἀλλ᾽ ὑπὸ τῶν δέκα στομάτων. Ἠπόρησεν ὁ εἷς; Ἀλλ᾽ οὐκ ἔστιν ἐν ἀπορίᾳ· τῷ γὰρ μείζονι μέρει, τουτέστι, τοῖς ἐννέα, εὐπορεῖ, καὶ τὸ ἀποροῦν συσκιάζεται μέρος, τὸ ἔλαττον, διὰ τοῦ πλείονος τοῦ εὐποροῦντος.

Ἕκαστος τούτων εἴκοσι χεῖρας ἔχει, καὶ εἴκοσι ὀφθαλμοὺς, καὶ πόδας τοσούτους. Οὐ γὰρ τοῖς ἑαυτοῦ μόνον ὀφθαλμοῖς ὁρᾷ, ἀλλὰ καὶ τοῖς ἑτέρων, οὐ τοῖς ἑαυτοῦ βαστάζει ποσὶν, ἀλλὰ καὶ τοῖς ἑτέρων· οὐ ταῖς ἑαυτοῦ χερσὶν ἐργάζεται, ἀλλὰ καὶ ταῖς ἐκείνων.

Ψυχὰς ἔχει δέκα· οὐ γὰρ αὐτὸς ὑπὲρ ἑαυτοῦ μόνον, ἀλλὰ καὶ ἐκεῖναι ὑπὲρ αὐτοῦ μεριμνῶσιν. Εἰ δὲ καὶ ἑκατὸν γένοιντο, τὸ αὐτὸ ἔσται πάλιν, καὶ ἐκταθήσεται τὰ τῆς δυνάμεως. Εἶδες ἀγάπης ὑπερβολὴν, πῶς ἀκαταγώνιστον ποιεῖ τὸν ἕνα καὶ πολλαπλασίω; πῶς ὁ εἷς καὶ πολλαχοῦ δύναται εἶναι; ὁ αὐτὸς καὶ ἐν Περσίδι καὶ ἐν Ῥώμῃ; καὶ ὅπερ φύσις οὐ δύναται, ἡ ἀγάπη δύναται; Τὸ μὲν γὰρ αὐτοῦ ἐνταῦθα ἔσται, τὸ δὲ ἐκεῖ· μᾶλλον δὲ ὁλόκληρος ἐνταῦθα, καὶ ὁλόκληρος ἐκεῖ. Ἐὰν οὖν χιλίους ἔχῃ φίλους ἢ δισχιλίους, ἐννόησον ποῦ πάλιν ὑπερβήσεται τὰ τῆς δυνάμεως. Ὁρᾷς πῶς αὐξητικὸν ἡ ἀγάπη; Τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστι, τὸ χιλιοστὸν ποιῆσαι τὸν ἕνα.

Τίνος οὖν ἕνεκεν οὐ κτώμεθα τὴν δύναμιν ταύτην, καὶ ἐν ἀσφαλείᾳ καθιστῶμεν ἑαυτούς; Τοῦτο δυναστείας καὶ πλούτου κρεῖττον παντός· τοῦτο ὑγείας, τοῦτο αὐτοῦ τοῦ φωτὸς πλεῖον· τοῦτο εὐθυμίας ὑπόθεσις. Μέχρι τίνος εἰς ἕνα καὶ δύο περιιστῶμεν τὴν ἀγάπην; Μάθε καὶ ἐξ ἐναντίας τὸ πρᾶγμα. Ἔστω τις μηδένα φίλον ἔχων, ὅπερ ἀνοίας ἐστὶν ἐσχάτης (μωρὸς γὰρ ἐρεῖ· Οὐχ ὑπάρχει μοι φίλος)· ὁ τοιοῦτος ποίαν ζήσεται ζωήν; Κἂν γὰρ μυριάκις ᾖ πλούσιος, κἂν ἐν ἀφθονίᾳ καὶ τρυφῇ, κἂν μυρία ἀγαθὰ κεκτημένος, πάντων ἔρημος καὶ γυμνὸς καθίσταται. Ἐπὶ δὲ τῶν φίλων οὐχ οὕτως, ἀλλὰ κἂν πένητες ὦσι, τῶν πλουσίων εὐπορώτεροι τυγχάνουσι· καὶ ἅπερ αὐτὸς ὑπὲρ αὐτοῦ οὐκ εἰπεῖν ἐπιχειρεῖ, ταῦτα ὁ φίλος ἐρεῖ· καὶ ὅσα οὐ δύναται ἑαυτῷ χαρίσασθαι, δι᾽ ἑτέρου δυνήσεται, καὶ πολλῷ πλείονα, καὶ πάσης ἡμῖν ἔσται ἀπολαύσεως καὶ ἀσφαλείας ὑπόθεσις.

Οὐ γὰρ ἔστι παθεῖν κακῶς ὑπὸ τοσούτοις δορυφόροις φυλαττόμενον. Οὐ γὰρ τοιοῦτοι τοῦ βασιλέως οἱ σωματοφύλακες ἀκριβεῖς, ὡς οὗτοι. Οἱ μὲν γὰρ ἀνάγκῃ καὶ φόβῳ τὴν φυλακὴν ἐπιδείκνυνται, οἱ δὲ εὐνοίᾳ καὶ ἀγάπῃ· πολλῷ δὲ φόβου τυραννικωτέρα αὕτη. Κἀκεῖνος μὲν τοὺς φύλακας αὐτοῦ δέδοικεν, οὗτος δὲ τούτοις μᾶλλον ἢ ἑαυτῷ θαῤῥεῖ, καὶ διὰ τούτους οὐδένα τῶν ἐπιβουλευόντων δέδοικεν. Ἐμπορευσώμεθα τοίνυν τὴν ἐμπορίαν ταύτην, ὁ πένης, ἵνα τῆς πενίας ἔχῃ παραμυθίαν· ὁ πλούσιος, ἵνα τὸν πλοῦτον ἐν ἀσφαλείᾳ κεκτημένος ᾖ· ὁ ἄρχων, ἵνα μετὰ ἀσφαλείας ἄρχῃ· ὁ ἀρχόμενος, ἵνα εὐμενεῖς ἔχῃ τοὺς ἄρχοντας. Τοῦτο ἡμερότητος ἀφορμὴ, τοῦτο πραότητος ὑπόθεσις. Ἐπεὶ καὶ ἐν τοῖς θηρίοις ἐκεῖνα μάλιστά ἐστι χαλεπὰ καὶ ἀτίθασσα, τὰ μὴ συναγελαζόμενα. Διὰ τοῦτο πόλεις οἰκοῦμεν, καὶ ἀγορὰς ἔχομεν, ἵνα ἀλλήλοις συγγινώμεθα. Τοῦτο καὶ Παῦλος ἐκέλευσε λέγων· Μὴ ἐγκαταλιμπάνοντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν. Οὐδὲν γὰρ οὕτως ὡς μόνωσις κακὸν, καὶ τὸ ἄσπονδον καὶ ἀπρόσιτον. Τί οὖν οἱ μοναχοὶ, φησὶ, καὶ οἱ τὰς κορυφὰς τῶν ὀρέων κατειληφότες;

Οὐδὲ ἐκεῖνοι φίλων εἰσὶ χωρὶς, ἀλλὰ τοὺς μὲν ἐπὶ τῆς ἀγορᾶς ἔφυγον θορύβους, πολλοὺς δὲ ἔχουσιν ὁμοψύχους, καὶ ἀκριβῶς ἀλλήλοις συνδεδεμένους· καὶ ἵνα τοῦτο κατορθώσωσιν, ἀνεχώρησαν. Ἐπειδὴ γὰρ ἡ τῶν πραγμάτων φιλονεικία πολλὰς ποιεῖ τὰς ἔριδας, διὰ τοῦτο ἐκ μέσου γενόμενοι τὴν ἀγάπην γεωργοῦσι μετὰ ἀκριβείας πολλῆς. Τί οὖν, εἴ τις μόνος εἴη, φησὶ, κἀκεῖνος μυρίους ἔχει φίλους; Ἐγὼ μὲν γὰρ βούλομαι, εἰ δυνατὸν, καὶ συνδιατρίβειν ἀλλήλοις εἰδέναι· τέως δὲ μενέτω τὰ τῆς φιλίας ἀκίνητα. Οὐ γὰρ ὁ τόπος ποιεῖ τοὺς φίλους. Πολλοὺς γοῦν ἔχουσι τοὺς θαυμάζοντας· οὐκ ἂν δὲ ἐθαύμασαν, εἰ μὴ ἐφίλουν. Καὶ αὐτοὶ πάλιν ὑπὲρ ἁπάσης εὔχονται τῆς οἰκουμένης, ὅπερ μέγιστον φιλίας ἐστὶ τεκμήριον.

Διὰ τοῦτο καὶ ἐν τοῖς μυστηρίοις ἀσπαζόμεθα ἀλλήλους, ἵνα οἱ πολλοὶ γενώμεθα ἕν· καὶ ἐπὶ τῶν ἀμυήτων κοινὰς ποιούμεθα τὰς εὐχὰς, λιτανεύοντες ὑπὲρ νοσούντων, καὶ τῶν καρπῶν τῆς οἰκουμένης, καὶ γῆς καὶ θαλάττης. Ὁρᾷς πᾶσαν τῆς ἀγάπης τὴν δύναμιν; ἐν ταῖς εὐχαῖς; ἐν τοῖς μυστηρίοις; ἐν ταῖς παραινέσεσι; Τοῦτο πάντων αἴτιον τῶν ἀγαθῶν. Ἂν ταύτης ἐχώμεθα μετὰ ἀκριβείας, καὶ τὰ παρόντα καλῶς οἰκονομήσομεν, καὶ τῆς βασιλείας ἐπιτευξόμεθα· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΟΘʹ. Μικρὸν, καὶ οὐ θεωρεῖτέ με· καὶ πάλιν μικρὸν, καὶ ὄψεσθέ με, ὅτι ὑπάγω πρὸς τὸν Πατέρα. Εἶπον οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· Τί ἐστιν ὃ λέγει, Μικρόν; καὶ τὰ ἑξῆς. αʹ. Τὴν ὀδυνωμένην ψυχὴν καὶ ὑπὸ ἀθυμίας κατεχομένην πολλῆς οὐδὲν οὕτως εἴωθε καταβάλλειν, ὡς τὰ τὴν λύπην τίκτοντα ῥήματα στρεφόμενα συνεχῶς. Τί δήποτε οὖν ὁ Χριστὸς εἰπὼν, Ὑπάγω, καὶ, Οὐκ ἔτι λαλήσω μεθ᾽ ὑμῶν, συνεχῶς τὰ αὐτὰ στρέφει, λέγων· Μικρὸν, καὶ οὐκ ἔτι θεωρεῖτέ με· καὶ, Ὅτι ὑπάγω πρὸς τὸν πέμψαντά με; Ὅτε γὰρ αὐτοὺς ἀνεκτήσατο διὰ τῶν περὶ τοῦ Πνεύματος λόγων, τότε πάλιν αὐτῶν καταβάλλει τὰ φρονήματα. Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; Βασανίζει τὴν διάνοιαν, καὶ δοκιμωτέραν ἐργάζεται, καὶ συνεθίζει καλῶς αὐτοὺς ἐν τῇ τῶν λυπηρῶν ἀκροάσει γενναίως ἐνεγκεῖν αὐτοῦ τὸν χωρισμόν. Οἱ γὰρ ἐν τοῖς ῥήμασι τοῦτο μελετήσαντες, ἔμελλον καὶ ἐν τοῖς πράγμασιν αὐτὸ ῥᾳδίως οἴσειν λοιπόν. Εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ αὐτὸ τοῦτο παραμυθία ἐστὶ, τὸ εἰπεῖν, ὅτι Πρὸς τὸν Πατέρα ἀπέρχομαι. Τοῦτο γὰρ δηλοῦντος ἦν, ὅτι οὐκ ἀπολεῖται, ἀλλὰ μετάστασίς τίς ἐστιν αὐτοῦ ἡ τελευτή. Καὶ ἑτέραν παραμυθίαν αὐτοῖς ἐνέθηκεν. Οὐ γὰρ εἶπε, Μικρὸν, καὶ οὐκ ἔτι θεωρεῖτέ με, μόνον· ἀλλὰ καὶ προσέθηκε· Μικρὸν, καὶ ὄψεσθέ με, δηλῶν ὅτι καὶ ἐπανήξει, καὶ πρὸς ὀλίγον ἔσται ὁ χωρισμὸς, καὶ διηνεκὴς ἡ μετ᾽ αὐτῶν συνουσία.

Τοῦτο μέντοι οὐ συνεῖδον. Ὅθεν καὶ εἰκότως ἄν τις θαυμάσειε, πῶς πολλάκις ταῦτα ἀκούοντες, ὡς μηδὲν ἀκηκοότες οὕτως ἀμφιβάλλουσι. Πόθεν οὖν οὐ συνίεσαν; Ἢ διὰ τὴν λύπην, ὡς ἔγωγε οἶμαι (αὕτη γὰρ ἐξέβαλλε τῆς διανοίας αὐτῶν τὰ λεγόμενα), ἢ διὰ τὴν ἀσάφειαν τῶν λεγομένων. Διὸ καὶ ἔδοξεν αὐτοῖς δύο ἐναντία τιθέναι, οὐκ ὄντα ἐναντία. Εἰ γὰρ ὀψόμεθά σε, φησὶ, ποῦ ὑπάγεις; εἰ δὲ ὑπάγεις, πῶς ὀψόμεθά σε; Διὰ τοῦτο λέγουσιν, Οὐκ οἴδαμεν τί λαλεῖ. Ὅτι μὲν γὰρ ἀπιέναι ἔμελλεν, ᾔδεσαν· ἠγνόουν δὲ ὅτι μετὰ μικρὸν ἥξει πρὸς αὐτούς. Διὰ δὴ τοῦτο καὶ ἐπιτιμᾷ αὐτοῖς, ὅτι οὐ συνεῖδον τὸ λεγόμενον. Βουλόμενος γὰρ αὐτοῖς ἐμπῆξαι τὸ περὶ τοῦ θανάτου δόγμα, τί φησιν; Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς· ὅπερ ἦν τοῦ θανάτου καὶ τοῦ σταυροῦ· Ὁ δὲ κόσμος χαρήσεται. Ἐπειδὴ γὰρ διὰ τὸ μὴ βούλεσθαι ταχέως ἐπέτρεχον τῷ πιστεύειν, ὅτι οὐκ ἀποθανεῖται, εἶτα ἀκούσαντες ὅτι ἀποθανεῖται, ἀμφέβαλλον οὐκ εἰδότες τί ποτέ ἐστι τὸ, Μικρόν· φησί· Κλαύσετε καὶ θρηνήσετε· ἀλλ᾽ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται.

Εἶτα δεικνὺς, ὅτι μετὰ τὴν λύπην χαρὰ γίνεται, καὶ ὅτι ἡ λύπη τίκτει τὴν χαρὰν, καὶ ὅτι αὕτη μὲν βραχεῖα, ἡ δὲ ἡδονὴ ἀπέραντος, ἐπὶ παράδειγμα ἦλθε κοσμικόν· καὶ τί φησιν; Ἡ γυνὴ ὅταν τίκτῃ, λύπην ἔχει. Καὶ κέχρηται παραβολῇ, ᾗ καὶ οἱ προφῆται, συνεχῶς τῇ ὑπερβολῇ τῶν ὠδίνων τὰς ἀθυμίας παραβάλλοντες.

Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὠδῖνες λήψονται ὑμᾶς· ἀλλ᾽ ἡ ὠδὶς τοῦ τόκου γίνεται χαρᾶς αἰτία· ἅμα καὶ τὸν περὶ ἀναστάσεως πιστούμενος λόγον, καὶ δεικνὺς ὅτι τὸ ἐντεῦθεν ἀπελθεῖν ὅμοιόν ἐστι τῷ ἀπὸ μήτρας ἀπελθεῖν εἰς λαμπρὸν φῶς· ὡσανεὶ ἔλεγε· Μὴ θαυμάσητε ὅτι διὰ λύπης τοιαύτης ἐπὶ τὰ συμφέροντα ὑμᾶς ἄγω· ἐπεὶ καὶ ἡ μήτηρ ἐπὶ τὸ γενέσθαι μήτηρ οὕτως ἔρχεται διὰ λύπης. Αἰνίττεται δὲ ἐνταῦθα καί τι μυστικόν· ὅτι ἔλυσεν αὐτὸς τοῦ θανάτου τὰς ὠδῖνας, καὶ νέον ἄνθρωπον ἀπογεννηθῆναι πεποίηκε. Καὶ οὐκ εἶπεν, ὅτι παρελεύσεται ἡ θλίψις μόνον, ἀλλ᾽ οὐδὲ μέμνηται αὐτῆς· τοσαύτη ἡ διαδεχομένη χαρά. Οὕτω καὶ τοῖς ἁγίοις ἔσται. Καὶ μὴν οὐ διὰ τοῦτο χαίρει ἡ γυνὴ, ὅτι ἦλθεν ἄνθρωπος εἰς τὸν κόσμον, ἀλλ᾽ ὅτι αὐτῇ παιδίον ἐτέχθη.

Ἐπεὶ εἰ διὰ τοῦτο ἔχαιρεν, οὐδὲν ἐκώλυε καὶ ἐφ᾽ ἑτέρᾳ γυναικὶ τικτούσῃ τὰς μὴ τικτούσας χαίρειν. Τίνος οὖν ἕνεκεν οὕτως εἶπεν; Ὅτι εἰς τοῦτο μόνον παρέλαβε τὸ ὑπόδειγμα, εἰς τὸ δεῖξαι πρόσκαιρον μὲν τὴν λύπην, διηνεκῆ δὲ τὴν χαράν· καὶ εἰς τὸ μετάστασιν εἶναι πρὸς ζωὴν, καὶ εἰς τὸ μέγα τῶν ὠδίνων τὸ κέρδος. Καὶ οὐκ εἶπεν, Ἐτέχθη παιδίον, ἀλλ᾽ ὅτι Ἄνθρωπος. Ἐνταῦθα γάρ μοι τὴν ἀνάστασιν αἰνίττεται τὴν αὐτοῦ, καὶ ὅτι οὐκ ἐκείνῳ τῷ ὠδίναντι θανάτῳ, ἀλλὰ τῇ βασιλείᾳ τίκτεσθαι ἔμελλε. Διὰ τοῦτο οὐκ εἶπεν, Ἐγεννήθη αὐτῇ παιδίον, ἀλλ᾽, Ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον.

Καὶ ὑμεῖς οὖν νῦν μὲν λυπηθήσεσθε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. Εἶτα ὅτι οὐκ ἔτι ἀποθανεῖται δηλῶν, φησί· Καὶ οὐδεὶς αὐτὴν αἴρει ἀφ᾽ ὑμῶν. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν. Πάλιν οὐδὲν ἄλλο κατασκευάζει διὰ τούτων, ἢ ὅτι ἀπὸ τοῦ Θεοῦ ἐστι. Τότε γὰρ εἴσεσθε πάντα λοιπόν. Τί δέ ἐστιν, Ἐμὲ οὐκ ἐρωτήσετε; Οὐ δεήσεσθε μεσίτου, ἀλλ᾽ ἀρκεῖ τὸ ὄνομα μόνον εἰπόντας πάντα λαβεῖν. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι, ὅσα ἐὰν αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου. Δείκνυσι τοῦ ὀνόματος τὴν δύναμιν, εἴ γε μὴ ὁρώμενος μηδὲ παρακαλούμενος, ἀλλ᾽ ὀνομαζόμενος μόνον, καὶ παρὰ τῷ Πατρὶ ποιεῖ θαυμαστούς. Ποῦ δὴ τοῦτο γέγονεν; Ἔνθα λέγουσιν· Ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου, καὶ ποιεῖν ἐν τῷ ὀνόματί σου σημεῖα. Καὶ ἐσείσθη ὁ τόπος ἔνθα ἦσαν. Ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδέν. Ἐντεῦθεν δείκνυσιν. ὅτι συμφέρει πάλιν αὐτὸν ἀπελθεῖν, εἴ γε ἕως τότε οὐδὲν ᾔτησαν, τότε δὲ λήψονται πάντα ὅσα ἂν αἰτήσωσι. Μὴ γὰρ, ἐπειδὴ λοιπὸν οὐ συνέσομαι ὑμῖν, νομίσητε ἐγκαταλελεῖφθαι· τὸ ὄνομά μου μείζονα ὑμῖν δώσει παῤῥησίαν.

βʹ. Ἐπεὶ οὖν συνεσκιασμένα ἦν τὰ εἰρημένα, φησί· Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν, καὶ ἔρχεται ὥρα ὅτε οὐκ ἔτι ἐν παροιμίαις λαλήσω ὑμῖν. Ἔσται καιρὸς, ὅτε πάντες εἴσεσθε σαφῶς. Λέγει δὲ τὸν τῆς ἀναστάσεως χρόνον. Τότε παῤῥησίᾳ περὶ τοῦ Πατρὸς ἀναγγελῶ ὑμῖν. Καὶ γὰρ ἐπὶ τεσσαράκοντα ἡμέρας συνῆν καὶ διελέχθη αὐτοῖς, συναλιζόμενος, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. Νῦν μὲν γὰρ ἐν φόβῳ ὄντες, οὐ προσέχετε τοῖς λεγομένοις· τότε δὲ ἀναστάντα ἰδόντες, καὶ συνόντες, δυνήσεσθε παῤῥησίᾳ πάντα μανθάνειν, ὅτι αὐτὸς ὁ Πατὴρ ὑμᾶς φιλήσει, τῆς εἰς ἐμὲ πίστεως βεβαίας γεγενημένης. Καὶ οὐκ ἐρωτήσω τὸν Πατέρα. Ἀρκεῖ ἡ εἰς ἐμὲ ἀγάπη προστῆναι ὑμῶν. Ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πεπιστεύκατε, ὅτι ἀπὸ τοῦ Θεοῦ ἐξῆλθον. Ἀπὸ τοῦ Πατρὸς ἐξῆλθον, καὶ ἔρχομαι εἰς τὸν κόσμον. Πάλιν ἀφίημι τὸν κόσμον. καὶ πορεύομαι πρὸς τὸν Πατέρα. Ἐπειδὴ γὰρ ὁ τῆς ἀναστάσεως λόγος οὐχ ὡς ἔτυχεν αὐτοὺς παρεμυθεῖτο, καὶ μετὰ τούτων τὸ ἀκούειν, ὅτι Παρὰ Θεοῦ ἐξῆλθον καὶ ἐκεῖ ὑπάγω, συνεχῶς αὐτὰ περιστρέφει. Τὸ μὲν γὰρ ἠγγυᾶτο, ὅτι ὀρθῶς πιστεύουσιν εἰς αὐτόν· τὸ δὲ, ὅτι μέλλουσιν ἐν ἀσφαλείᾳ εἶναι. Ὅτε μὲν οὖν ἔλεγε, Μικρὸν, καὶ οὐ θεωρεῖτέ με· καὶ μικρὸν, καὶ ὄψεσθέ με, εἰκότως ἠγνόουν· νῦν δὲ οὐκ ἔτι. Τί δέ ἐστιν, Ἐμὲ οὐκ ἐρωτήσετε; Οὐκ ἐρεῖτε, Δεῖξον ἡμῖν τὸν Πατέρα σου, καὶ, Ποῦ ὑπάγεις;

ὅτι πᾶσαν εἴσεσθε τὴν γνῶσιν, καὶ διακείσεται πρὸς ὑμᾶς ὁ Πατὴρ, ὥσπερ καὶ ἐγώ. Τοῦτο μάλιστα αὐτοὺς ἀναπνεῦσαι ἐποίησε, τὸ μαθεῖν ὅτι τῷ Πατρὶ ἔσονται φίλοι. Διὸ λέγουσι· Νῦν οἴδαμεν ὅτι οἶδας πάντα. Ὁρᾷς ὅτι πρὸς τὸ ὑφορμοῦν τῇ διανοίᾳ ἀπεκρίνατο; Καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ· τουτέστι, Πρὶν ἢ ἀκοῦσαι οἶδας τὰ σκανδαλίζοντα ἡμᾶς, καὶ ἀνέπαυσας, ἐπειδὴ εἶπες, Ὁ Πατὴρ ὑμᾶς φιλεῖ, ὅτι ἐμὲ πεφιλήκατε. Μετὰ τοσαῦτα καὶ τηλικαῦτα, τότε λέγουσι, Νῦν οἴδαμεν. Ὁρᾷς πῶς ἀτελῶς εἶχον; Εἶτα ἐπειδὴ ὥσπερ τινὰ χάριν αὐτῷ παρέχοντες λέγουσι, Νῦν οἴδαμεν, λέγει· Πολλῶν δεῖσθε ἑτέρων, ὥστε ἐπὶ τὸ τέλειον ἐλθεῖν· οὐδὲν οὐδέπω ὑμῖν κατώρθωται. Νῦν οὖν προδώσετέ με τοῖς ἐχθροῖς, καὶ τοσοῦτος ὑμῶν κρατήσει φόβος, ὥστε μηδὲ μετ᾽ ἀλλήλων δυνηθῆναι ἀναχωρῆσαι. Ἀλλ᾽ οὐδὲν ἀπὸ τούτων πείσομαι δεινόν. Ὁρᾷς πῶς πάλιν συγκαταβατικὸς ὁ λόγος; Τοῦτο γοῦν αὐτοῖς καὶ ἐγκαλεῖ, ὅτι συγκαταβάσεως δέονται διηνεκῶς. Ἐπειδὴ γὰρ ἔλεγον, Ἴδε νῦν παῤῥησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις, καὶ διὰ τοῦτο πιστεύομέν σοι· δείκνυσιν ὅτι νῦν, ὅτε πιστεύουσιν, οὔπω πιστεύουσιν, οὐδὲ προσίεται αὐτῶν τὰ ῥήματα. Ταῦτα λέγει, εἰς ἕτερον αὐτοὺς παραπέμπων καιρόν. Τὸ δὲ, Ὁ Πατὴρ μετ᾽ ἐμοῦ ἐστι, δι᾽ αὐτοὺς πάλιν τέθεικε· τοῦτο γὰρ ἄνω καὶ κάτω ἐβούλετο μαθεῖν.

Εἶτα δεικνὺς, ὅτι οὐ τὴν τελείαν γνῶσιν παρεδίδου αὐτοῖς ταῦτα λέγων, ἀλλ᾽ ὥστε τὸν λογισμὸν αὐτοῖς μὴ στασιάζειν (εἰκὸς γὰρ αὐτοὺς λογίζεσθαι ἀνθρώπινά τινα, καὶ ὅτι οὐδεμιᾶς ἀπολαύσουσι παρ᾽ αὐτοῦ βοηθείας), φησί· Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε· τουτέστιν, Ἵνα μὴ ἐκβάλητέ με τῆς διανοίας ὑμῶν, ἀλλὰ παραδέξησθε. Μὴ τοίνυν εἰς δόγμα τις ἑλκέτω τὰ λεγόμενα· εἰς γὰρ ἡμετέραν εἴρηται παράκλησιν καὶ ἀγάπην. Οὐδὲ γὰρ μέχρι τούτου, φησὶ, τοιαῦτα πάσχουσι· στήσεται ὑμῖν τὰ τῶν δεινῶν· ἀλλ᾽ ἕως ἂν ἦτε ἐν τῷ κόσμῳ, θλίψιν ἕξετε, οὐ νῦν ὅτε παραδίδομαι, ἀλλὰ καὶ μετὰ ταῦτα. Ἀλλὰ ἀνάστητε τῷ λογισμῷ· οὐδὲν γὰρ πείσεσθε δεινόν. Τοῦ γὰρ Διδασκάλου περιγενομένου τῶν ἐχθρῶν, οὐ χρὴ τοὺς μαθητὰς ἀλύειν. Καὶ πῶς νενίκηκας, εἰπέ μοι, τὸν κόσμον;

Εἶπον μὲν ἤδη ὅτι τὸν ἄρχοντα αὐτοῦ κατέβαλον κάτω· εἴσεσθε δὲ καὶ ὕστερον, πάντων εἰκόντων ὑμῖν καὶ παραχωρούντων. γʹ. Ἔξεστι δὲ καὶ ἡμῖν νικᾷν, ἐὰν βουλώμεθα, εἰς τὸν ἀρχηγὸν τῆς πίστεως ἡμῶν ἀφορῶντας, καὶ ταύτην βαδίζοντας τὴν ὁδὸν, ἣν αὐτὸς ἡμῖν ἔτεμεν· Οὕτως οὐδὲ θάνατος ἡμῶν περιέσται. Τί οὖν; οὐ τεθνήξομεν, φησίν; ἀπὸ γὰρ τούτου δῆλον ὅτι οὐ περιέσται. Καὶ μὴν τότε ὁ ἀνταγωνιστὴς ἔσται λαμπρὸς, οὐχ ὅταν μὴ συμπλακῇ τῷ ἐχθρῷ, ἀλλ᾽ ὅταν συμπλακεὶς μὴ κατέχηται.

Οὐ τοίνυν διὰ τὴν συμπλοκὴν θνητοὶ, ἀλλὰ διὰ τὴν νίκην ἀθάνατοι. Τότε γὰρ ἂν ἦμεν θνητοὶ, εἰ ἐμένομεν παρ᾽ αὐτῷ διηνεκῶς. Ὥσπερ οὖν οὐκ ἂν εἴποιμι τὰ μακροβιώτατα τῶν ζώων ἀθάνατα, καίτοι γε πολὺν μένοντα χρόνον ἔξω θανάτου· οὕτως οὐδὲ θνητὸν, διὰ τὸ λύεσθαι θανάτῳ, τὸν μέλλοντα μετὰ τὸν θάνατον ἀνίστασθαι.

Εἰπὲ γάρ μοι, εἴ τις πρὸς ὀλίγον ἐρυθριάσειε, τοῦτον οὕτω καλέσωμεν διηνεκῶς ἐρυθρόν; Οὐδαμῶς· οὐ γάρ ἐστι τὸ πρᾶγμα ἕξις. Εἴ τις ὠχρὸς γένοιτο, τοῦτον ἰκτεριῶντα προσεροῦμεν; Οὐδαμῶς· πρόσκαιρον γὰρ τὸ πάθος.

Οὐκοῦν οὐδὲ θνητὸν καλέσεις τὸν ἐν ὀλίγῳ χρόνῳ γενόμενον ἐν θανάτῳ· ἐπεὶ καὶ τοὺς καθεύδοντας οὕτως ἐροῦμεν· τεθνήκασι γὰρ, ὡς εἰπεῖν, καὶ εἰσὶν ἀνενέργητοι. Ἀλλὰ φθείρει τὰ σώματα; Καὶ τί τοῦτο; οὐ γὰρ ἵνα ἐν φθορᾷ μείνῃ, ἀλλ᾽ ἵνα βελτίω γένηται. Νικήσωμεν τοίνυν τὸν κόσμον, πρὸς ἀθανασίαν δράμωμεν, ἀκολουθήσωμεν τῷ βασιλεῖ, στήσωμεν αὐτῷ τρόπαιον, καταφρονήσωμεν αὐτοῦ τῶν ἡδονῶν. Καὶ οὐ δεῖ πόνων· μεταθῶμεν τὴν ψυχὴν πρὸς τὸν οὐρανὸν, καὶ νενίκηται ὁ κόσμος ἅπας. Ἂν μὴ ἐπιθυμήσῃς αὐτοῦ, νενίκηται· ἂν καταγελάσῃς αὐτὸν, ἥττηται. Ξένοι ἐσμὲν καὶ παρεπίδημοι· μηδενὶ τοίνυν τῶν λυπηρῶν ἀλγῶμεν. Οὐδὲ γὰρ, εἰ πατρίδος γενόμενος λαμπρᾶς καὶ προγόνων περιφανῶν, εἰς μακράν τινα γῆν ἀπῆλθες, μηδενὶ γνώριμος ὢν, μηδὲ παῖδας ἔχων, μηδὲ πλοῦτον, εἶτά τις ὕβρισεν, ἤλγησας ἂν ὡς οἴκοι ταῦτα παθών. Τὸ γὰρ εἰδέναι σαφῶς, ὅτι ἐν ξένῃ καὶ ἀλλοτρίᾳ εἶ, πάντα φέρειν εὐκόλως ἔπειθε, καὶ τὸ καταφρονεῖσθαι καὶ τὸ πεινῇν καὶ διψῇν, καὶ τὸ ὁτιοῦν παθεῖν. Τοῦτο λόγισαι καὶ νῦν, ὅτι ξένος εἶ καὶ παρεπίδημος, καὶ μηδέν σε τῶν ἐν τῇ ξένῃ ταύτῃ θορυβείτω. Καὶ γὰρ πόλιν ἔχεις, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός· ἡ δὲ παροίκησις αὕτη πρὸς βραχὺ γίνεται καὶ ὀλίγον. Ὁ βουλόμενος τυπτέτω, ὑβριζέτω, λοιδορείτω. Ἐν ξένῃ ἐσμὲν, καὶ εὐτελῶς ζῶμεν.

Τὸ γὰρ δεινὸν, ἐπὶ τῆς πατρίδος τοῦτο παθεῖν, ἐπὶ τῶν πολιτῶν· τότε ἡ μεγίστη ἀσχημοσύνη καὶ ζημία. Ἐὰν δὲ ᾖ τις ἔνθα μηδένα γνώριμον ἔχῃ, πάντα εὐκόλως ὑφίσταται. Ἡ γὰρ ὕβρις ἀπὸ τῆς γνώμης τῶν ὑβριζόντων χαλεπωτέρα γίνεται. Οἷον, ἐάν τις εἰδὼς τὸν ὕπαρχον ὄντα ὕπαρχον ὑβρίσῃ, τότε ἡ ὕβρις πικρά· ἐὰν δὲ ἰδιώτην νομίσας ὑβρίσῃ, οὐδὲ ἅψασθαι δύναται τοῦ ταῦτα πάσχοντος. Οὕτω δὴ καὶ ἡμεῖς λογισώμεθα. Οὐδὲ γὰρ ἴσασιν ὅπερ ἐσμὲν οἱ ὑβρισταὶ, οἷον ὅτι πολῖται τῶν οὐρανῶν, καὶ εἰς τὴν ἄνω ἀπογεγραμμένοι πατρίδα, καὶ τῶν Χερουβίμ ἐσμεν συγχορευταί. Μὴ τοίνυν ἀλγῶμεν, μηδὲ ὕβριν ἡγώμεθα τὴν ὕβριν. Εἰ ἐγνώριζον, οὐκ ἂν ὕβρισαν. Ἀλλὰ πτωχοὺς καὶ εὐτελεῖς νομίζουσι; Μὴ τοίνυν μηδὲ ἡμεῖς ταύτην ὕβριν νομίζωμεν. Εἰπὲ γάρ μοι, εἴ τις ὁδοιπορῶν παῖδας τοὺς αὐτοῦ φθάσας, ὀλίγον διάστημα ἐν πανδοχείῳ ἐκαθέζετο περιμένων αὐτούς· εἶτα ὁ πανδοχεὺς, ἢ τῶν ὁδοιπόρων τις, ἀγνοῶν ὅστις ἂν εἴη, δυσχεράνειε πρὸς ἐκεῖνον καὶ λοιδορηθείη· ἆρα οὐ γελάσεται τὴν ἄγνοιαν ἐκείνου; οὐ τέρψει μᾶλλον αὐτὸν ἡ πλάνη; οὐκ ἐντρυφήσει, ὡς ἄλλου τινὸς ὑβριζομένου;

Οὕτω καὶ ἡμεῖς πράττωμεν. Καὶ γὰρ ἐν πανδοχείῳ καθήμεθα περιμένοντες τοὺς ἡμετέρους τοὺς ὁδεύοντας τὴν ὁδὸν ταύτην. Ὅταν ὁμοῦ πάντες γενώμεθα, τότε εἴσονται τίνας ὑβρίζουσιν. Οὗτοι τότε κάτω νεύουσι, τότε ἐροῦσιν· Οὗτός ἐστιν ὃν ἔσχομεν ἡμεῖς οἱ ἄφρονες εἰς γέλωτα.

δʹ. Δύο τοίνυν τούτοις παραμυθησώμεθα ἑαυτοὺς, ὅτι τε ἡμεῖς οὐχ ὑβριζόμεθα (οὐ γὰρ ἴσασιν οἵτινές ἐσμεν), καὶ ὅτι, κἂν βουλώμεθα δίκην λαβεῖν, δώσουσιν ὕστερον χαλεπωτάτην. Ἀλλὰ μὴ γένοιτό τινα οὕτως ὠμὴν καὶ ἀπάνθρωπον ἔχειν ψυχήν. Τί οὖν, ἂν παρὰ τῶν ὁμοφύλων ὑβριζώμεθα; τοῦτο γάρ ἐστι τὸ φορτικόν. Τοῦτο μὲν οὖν ἐστι τὸ κοῦφον. Τί δήποτε; Ὅτι οὐχ ὁμοίως τοὺς ἀγαπωμένους ὑβρίζοντας φέρομεν, καὶ οὓς οὐκ ἴσμεν. Ταῦτα γοῦν, παρακαλοῦντες τοὺς ὑβρισμένους, λέγομεν τὰ ῥήματα πολλάκις· Ἀδελφός ἐστιν ὁ ὑβρικὼς, φέρε γενναίως· πατήρ ἐστι, θεῖός ἐστιν. Εἰ δὲ τοῦ ἀδελφοῦ καὶ πατρὸς τὸ ὄνομα δυσωπεῖ, πολλῷ μᾶλλον ἂν εἴπω τούτων γνησιώτερον. Οὐ γὰρ ἀδελφοὶ μόνον ἀλλήλοις ἐσμὲν, ἀλλὰ καὶ μέλη καὶ σῶμα ἕν. Εἰ δὲ τοῦ ἀδελφοῦ ὄνομα δυσωπεῖ, πολλῷ μᾶλλον τὸ τοῦ μέλους. Οὐκ ἤκουσας τῆς ἔξω παροιμίας λεγούσης, ὅτι δεῖ τοὺς φίλους μετὰ τῶν ἐλαττωμάτων ἔχειν; οὐκ ἤκουσας Παύλου λέγοντος, ὅτι Ἀλλήλων τὰ βάρη βαστάζετε; οὐχ ὁρᾷς τοὺς ἐρῶντας; Ἀναγκάζομαι γὰρ, ἐπειδὴ ἀφ᾽ ὑμῶν τὸ παράδειγμα σχεῖν οὐκ ἔχομεν, ἐπ᾽ ἐκείνην τὴν ὑπόθεσιν τὸν λόγον ἀγαγεῖν. Ποιεῖ δὲ αὐτὸ καὶ ὁ Παῦλος οὕτω λέγων· Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς, καὶ ἐνετρεπόμεθα.

Μᾶλλον δὲ ἐκεῖνο εὐκαιρότερον εἰπεῖν, φησὶν, ὅπερ Ῥωμαίοις· Ὥσπερ, φησὶ, παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν· οὕτω παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ. Διὰ τοῦτο καὶ ἡμεῖς θαῤῥοῦντες ἑπόμεθα τοῦ παραδείγματος. Οὐχ ὁρᾷς τοίνυν τοὺς ἐρῶντας, πόσα οὗτοι πορνῶν γυναικῶν περικαιόμενοι πάσχουσι δεινὰ, ῥαπιζόμενοι, τυπτόμενοι, γελώμενοι, θρυπτομένης ἀνεχόμενοι πόρνης, ἀποστρεφομένης, μυρία ὑβριζούσης; Ἀλλ᾽ ὅμως κἂν ἅπαξ ἡδύ τι καὶ ἥμερον ἴδωσιν, πάντα αὐτοῖς ἐν εὐπραγίᾳ, καὶ πάντα οἴχεται τὰ πρότερα, καὶ πάντα ἐξ οὐρίων φέρεται, κἂν πενία, κἂν νόσος, κἂν ὁτιοῦν τούτοις ἕτερον. Τὸν γὰρ βίον τὸν ἑαυτῶν τίθενται ἄθλιόν τε καὶ μακάριον, ὡς ἂν τὴν ἐρωμένην ἔχωσι πρὸς αὐτοὺς διακειμένην. Καὶ οὐ δόξαν ἴσασιν ἀνθρωπίνην, οὐκ ἀτιμίαν· ἀλλὰ, κἂν ὑβρίζῃ τις, ὑπὸ τῆς πολλῆς ἡδονῆς καὶ τῆς παρ᾽ ἐκείνης εὐημερίας ἅπαντα φέρουσι ῥᾳδίως· ἐκείνη δὲ κἂν λοιδορήσηται, κἂν εἰς τὸ πρόσωπον πτύσῃ, ῥόδοις βάλλεσθαι νομίζουσι ταῦτα πάσχοντες. Καὶ τί θαυμαστὸν, εἰ περὶ αὐτὴν οὕτω διάκεινται; Καὶ γὰρ τὴν οἰκίαν τὴν ἐκείνης πασῶν εἶναι λαμπροτέραν νομίζουσι, κἂν πηλίνη ᾖ, κἂν καταπίπτουσα. Καὶ τί λέγω τοὺς τοίχους; Καὶ γὰρ τοὺς τόπους αὐτοὺς, ἔνθα διατρίβουσιν ἐν ἑσπέρᾳ, ὁρῶντες διανίστανται. Ἐνταῦθα δέ μοι δότε λοιπὸν τὸ ἀποστολικὸν εἰπεῖν.

Καθάπερ ἐκεῖνός φησιν· Ὥσπερ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ, οὕτω παραστήσατε τὰ μέλη ὑμῶν τῇ δικαιοσύνῃ· τὸν αὐτὸν τρόπον κἀγὼ λέγω· ὡς ἠγαπήσαμεν ταύτας, ἀγαπήσωμεν ἀλλήλους, καὶ οὐδὲν δεινὸν ἡγησόμεθα πάσχειν. Καὶ τί λέγω ἀλλήλους· οὕτως ἀγαπήσωμεν τὸν Θεόν.

Ἐφρίξατε ἀκούσαντες, ὅτι τοσοῦτον ἀπαιτῶ μέτρον ἀγάπης ἐπὶ Θεοῦ, ὅσον περὶ τὴν πόρνην ἐπεδειξάμεθα; Ἀλλ᾽ ἐγὼ φρίττω, ὅτι οὐδὲ τοσοῦτον ἐπιδεικνύμεθα. Καὶ, εἰ βούλεσθε, ἐπεξέλθωμεν τῷ λόγῳ, εἰ καὶ σφόδρα φορτικὸν τὸ λεγόμενον. Ἡ ἐρωμένη τοῖς ἐρῶσιν οὐδὲν ὑπισχνεῖται χρηστὸν, ἀλλ᾽ ἀτιμίαν, καὶ αἰσχύνην, καὶ ὕβριν. Τοῦτο γὰρ εἶναι ποιεῖ τὸ προσεδρεύειν πόρνῃ γυναικὶ, καταγέλαστον, αἰσχρὸν, ἄτιμον. Ὁ δὲ Θεὸς οὐρανὸν, καὶ τὰ ἐν οὐρανοῖς ἐπαγγέλλεται ἀγαθὰ, καὶ υἱοὺς ἡμᾶς ἐποίησε, καὶ ἀδελφοὺς τοῦ Μονογενοῦς, καὶ ζῶντί σοι μυρία παρέσχε, καὶ τελευτῶντι ἀνάστασιν, καὶ τοσαῦτα ἐπαγγέλλεται δώσειν ἀγαθὰ, ὅσα μηδὲ ἐννοῆσαι δυνατὸν, καὶ τιμίους καὶ αἰδεσίμους ἡμᾶς ποιεῖ.

Καὶ πάλιν, ἐκείνη δαπανᾷν ἀναγκάζει πάντα τὰ αὐτῶν εἰς βάραθρον καὶ ἀπώλειαν· ὁ δὲ Θεὸς σπείρειν κελεύει τὸν οὐρανὸν, καὶ ἑκατονταπλασίονα δίδωσι, καὶ ζωὴν αἰώνιον. Πάλιν, ἐκείνη ὡς ἀνδραπόδῳ κέχρηται τῷ φιλοῦντι, τυράννου παντὸς χαλεπώτερον ἐπιτάττουσα· ὁ δὲ Θεός φησιν, Οὐκέτι λέγω ὑμᾶς δούλους, ἀλλὰ φίλους.

εʹ. Εἴδετε τὴν ὑπερβολὴν καὶ τῶν ἐνταῦθα κακῶν, καὶ τῶν ἀγαθῶν τῶν ἐκεῖθεν; Τί οὖν τὰ μετὰ ταῦτα; Ταύτης μὲν ἕνεκεν καὶ ἀγρυπνοῦσι πολλοὶ, καὶ ἅπερ ἂν ἐπιτάξῃ, μετὰ προθυμίας ὑπακούουσι, καὶ οἰκίαν ἀφιᾶσι, καὶ πατέρα, καὶ μητέρα, καὶ φίλους, καὶ χρήματα, καὶ προστασίαν, καὶ πάντα ἐν ἀπορίᾳ καὶ ἐρημίᾳ τὰ αὐτῶν· τοῦ δὲ Θεοῦ πολλάκις ἕνεκεν, μᾶλλον δὲ ἡμῶν αὐτῶν ἕνεκεν, οὐδὲ τρίτην μοῖραν ἀναλῶσαι αἱρούμεθα τῶν ὄντων, ἀλλὰ πεινῶντα ὁρῶντες περιορῶμεν, καὶ παρατρέχομεν γυμνὸν, καὶ οὐδὲ λόγου μεταδίδομεν.

Ἐκείνης δὲ κἂν θεραπαινίδα ἴδωσιν οἱ ἐρασταὶ, καὶ βάρβαρον, ἐν μέσῃ τῇ ἀγορᾷ ἑστῶτες, ὥσπερ ἐγκαλλωπιζόμενοι, καὶ ἀγαλλόμενοι διαλέγονται, μακρῶν λόγων ἀνελίττοντες διαύλους· καὶ οὐδὲν εἶναι τὸν βίον πάντα νομίζουσι δι᾽ αὐτὴν, οὐκ ἄρχοντας, οὐ βασιλείαν (καὶ ἴσασιν ὅσοι τοῦ νοσήματος εἰλήφασι πεῖραν)· καὶ χάριν ἔχουσι πλείονα ἐπιταττούσῃ, ἢ δουλεύουσιν ἑτέροις. Ἆρ᾽ οὐκ εἰκότως γέεννα; ἆρ᾽ οὐκ εἰκότως μυρίαι κολάσεις;

Ἀνανήψωμεν τοίνυν, καὶ παράσχωμεν τῇ τοῦ Θεοῦ διακονίᾳ κἂν τοσοῦτον, κἂν τὸ ἥμισυ μέρος, οὗ τῇ πόρνῃ παρέχουσιν ἕτεροι, κἂν τὸ τρίτον. Τάχα φρίττετε πάλιν; καὶ γὰρ καὶ αὐτός. Ἀλλ᾽ οὐκ ἠβουλόμην ἐπὶ τῶν λόγων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν πραγμάτων φρίττειν ὑμᾶς.

Νῦν δὲ ἐνταῦθα μὲν ἡμῖν ἡ καρδία συστέλλεται, ἐξελθόντες δὲ πάντα ῥίπτομεν. Τί οὖν τὸ κέρδος; Ἂν μὲν γὰρ ἐκεῖ δέῃ χρήματα ἀναλίσκειν, οὐδεὶς πενίαν ὀδύρεται, ἀλλὰ καὶ δανεισάμενος ἔδωκε πολλάκις ἁλούς· ἐνταῦθα δὲ, ἐὰν ἐλεημοσύνης μνησθῶμεν, παῖδας, καὶ γυναῖκας, καὶ οἰκίαν, καὶ προστασίαν, καὶ μυρίας προφάσεις ἡμῖν προβάλλονται. Ἀλλ᾽ ἡδονὴ πολλὴ, φησὶν, ἐκεῖ. Τοῦτο γάρ ἐστιν ὃ θρηνῶ καὶ ὀδύρομαι. Τί οὖν, ἐὰν δείξω μείζονα ἐνταῦθα τὴν ἡδονήν; Ἐκεῖ μὲν γὰρ οὐ μικρὸν ὑποτέμνεται τῆς ἡδονῆς ἡ αἰσχύνη, καὶ ἡ ὕβρις, καὶ ἡ δαπάνη, δεύτερον ὁ πόλεμος καὶ ἡ ἀπέχθεια· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον. Τί γὰρ τῆς ἡδονῆς ταύτης ἴσον, εἰπέ μοι, καθῆσθαι προσδοκῶντα τὸν οὐρανὸν καὶ τὴν ἐκεῖ βασιλείαν, καὶ τὴν λαμπρότητα τῶν ἁγίων, καὶ τὴν ζωὴν τὴν ἀτελεύτητον; Ἀλλὰ ταῦτα ἐν προσδοκίαις, φησὶν, ἐκεῖνα δὲ ἐν πείρᾳ. Ποίᾳ πείρᾳ;

Βούλει καὶ ἐνταῦθα τὰ ἐν πείρᾳ εἴπω; Ἐννόησον πόσης ἐλευθερίας ἀπολαύεις, καὶ πῶς οὐδένα δέδοικας οὐδὲ τρέμεις ἀρετῇ συζῶν, οὐκ ἐχθρὸν, οὐκ ἐπίβουλον, οὐ συκοφάντην, οὐ τὸν παραδοκιμοῦντα, οὐκ ἀντεραστὴν, οὐ ζηλότυπον, οὐ πενίαν, οὐ νόσον, οὐκ ἄλλο τῶν ἀνθρωπίνων οὐδέν· ἐκεῖ δὲ, κἂν μυρία κατὰ γνώμην γένηται, καὶ ὥσπερ ἐκ πηγῶν ὁ πλοῦτος ἐπιῤῥέῃ, ὁ τῶν ἀντεραστῶν πόλεμος, καὶ αἱ ἐπιβουλαὶ, καὶ οἱ λόχοι πάντων ἀθλιώτερον ποιήσει τοῦ μετ᾽ ἐκείνων πλυνομένου τὸν βίον. Τῆς γὰρ καταπτύστου θρυπτομένης ἐκείνης καὶ τρυφώσης, ἀνάγκη τὸν πόλεμον ἀναῤῥιπίζεσθαι εἰς τὴν ἐκείνης ἀρέσκειαν. Τοῦτο οὖν μυρίων θανάτων χαλεπώτερον καὶ πάσης ἀφορητότερον τιμωρίας. Ἀλλ᾽ οὐκ ἐνταῦθα τοιοῦτον οὐδέν. Ὁ γὰρ καρπὸς, φησὶ, τοῦ Πνεύματος, ἀγάπη, χαρὰ, εἰρήνη. Οὐδαμοῦ πόλεμος, οὐδὲ χρημάτων ἄκαιρος δαπάνη, οὐδὲ ὀνείδη μετὰ δαπάνης· κἂν ὀβολὸν δῷς, κἂν ἄρτον, κἂν ποτήριον ψυχροῦν, πολλήν σοι τὴν χάριν εἴσεται, καὶ οὐδὲν ἐπὶ τό σε δακεῖν, καὶ λυπῆσαι ποιεῖ, ἀλλὰ πάντα ὥστε ποιῆσαί σε ἔνδοξον, καὶ πάσης ἀπαλλάξαι αἰσχύνης. Τίνα οὖν ἕξομεν ἀπολογίαν, ποίαν συγγνώμην, ταῦτα μὲν ἀφιέντες, τοῖς δὲ ἐναντίοις ἑαυτοὺς ἐκδιδόντες, καὶ εἰς τὴν τοῦ πυρὸς κάμινον τὴν καιομένην ἑκόντες ἑαυτοὺς ἐκβάλλοντες;

Διὸ παρακαλῶ τοὺς τὰ τοιαῦτα νοσοῦντας ἀνακτήσασθαι ἑαυτοὺς, καὶ πρὸς τὴν ὑγείαν ἐπαναγαγεῖν, μηδὲ ἀφιέναι εἰς ἀπόγνωσιν ἐμπεσεῖν. Ἐπεὶ καὶ ὁ υἱὸς ἐκεῖνος πολλῷ χαλεπώτερα τούτων ἔπαθεν· ἀλλ᾽ ἐπειδὴ πρὸς τὸν οἶκον ἐπανῆλθε τὸν πατρῷον, καὶ ἐπὶ τῆς προτέρας ἐγένετο τιμῆς, καὶ τοῦ διαπαντὸς εὐδοκιμήσαντος ἐφάνη λαμπρότερος. Τοῦτον γὰρ ἡμεῖς ζηλώσωμεν, καὶ πρὸς τὸν Πατέρα ἐπανελθόντες, ὀψὲ γοῦν ποτε τῆς αἰχμαλωσίας ἀποστῶμεν ἐκείνης, καὶ πρὸς τὴν ἐλευθερίαν ἑαυτοὺς μεταγάγωμεν, ἵνα καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀπολαύσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.