βʹ. Ὅρα διὰ πόσων ὁ δικαστὴς ἀπολογεῖται, συνεχῶς αὐτὸν ἀπαλλάττων ἐγκλημάτων· ἀλλὰ τοὺς κύνας οὐδὲν τούτων ἐνέτρεψε. Καὶ γὰρ τὸ, Λάβετε καὶ σταυρώσατε, ἀφοσιουμένου ἐστὶ, καὶ ἐπὶ πρᾶγμα οὐ συγκεχωρημένον αὐτοῖς ὠθοῦντος. Αὐτοὶ μὲν οὖν ἤγαγον αὐτὸν, ἵνα μετὰ τῆς τοῦ ἄρχοντος κρίσεως τοῦτο γένηται· συνέβη δὲ τοὐναντίον, ἀπὸ τῆς κρίσεως τοῦ ἄρχοντος αὐτὸν ἀπολύεσθαι μᾶλλον. Εἶτα, ἐπειδὴ κατῃσχύνθησαν, Ἡμεῖς νόμον ἔχομεν, φησὶ, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι Υἱὸν Θεοῦ ἐποίησεν ἑαυτόν. Πῶς οὖν, εἰπόντος τοῦ δικαστοῦ, Λάβετε αὐτὸν, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε, ἐλέγετε· Οὐκ ἔξεστιν ἡμῖν ἀποκτεῖναι οὐδένα· ἐνταῦθα δὲ ἐπὶ τὸν νόμον καταφεύγετε; Καὶ σκόπει τὴν κατηγορίαν. Υἱὸν Θεοῦ ἐποίησεν ἑαυτόν. Τοῦτο ἔγκλημα, εἰπέ μοι, τὸ τὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ πράττοντα λέγειν αὐτὸν εἶναι Υἱὸν τοῦ Θεοῦ; Τί οὖν ὁ Χριστός; Καὶ ταῦτα πρὸς ἀλλήλους διαλεγομένων αὐτῶν ἐσίγα, πληρῶν τὸ προφητικὸν ἐκεῖνο, Οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Εἶτα Πιλᾶτος μὲν φοβεῖται, παρ᾽ αὐτῶν ἀκούσας ὅτι Υἱὸν Θεοῦ ἑαυτὸν ἐποίησε, καὶ δέδοικε μήποτε ᾖ ἀληθὲς τὸ λεγόμενον, καὶ δόξῃ παρανομεῖν· αὐτοὶ δὲ διὰ πραγμάτων καὶ ῥημάτων τοῦτο μαθόντες οὐ πεφρίκασιν, ἀλλ᾽ ἀναιροῦσιν αὐτὸν, ὑπὲρ ὧν ἐχρῆν προσκυνεῖν. Διὰ τοῦτο οὐκέτι αὐτὸν ἐρωτᾷ, Τί ἐποίησας;