Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον

Ἰωάννης ὁ Χρυσόστομος

Η σάρκωση του Θεού Λόγου και η θεία υιοθεσία

Ερμηνεία των χωρίων περί της σαρκώσεως του Λόγου και της δωρεάς της υιοθεσίας στους πιστούς (Ομιλίες Θ΄-ΙΔ΄), συγκρίνοντας τη Χάρη με τον Νόμο της Παλαιάς Διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 21

ΟΜΙΛΙΑ Θʹ. Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. αʹ. Ἂν τῶν προτέρων διαμνημονεύητε νοημάτων, μετὰ πλείονος προθυμίας καὶ τὰ ἑξῆς ἐποικοδομήσομεν, ὡς ἐπὶ κέρδει τοῦτο ποιοῦντες μεγάλῳ. Οὕτω γὰρ ὑμῖν τε εὐμαθέστερος ἔσται ὁ λόγος, τῶν ἤδη λεχθέντων μεμνημένοις, καὶ ἡμεῖς οὐ πολλοῦ δεησόμεθα πόνου, δυναμένων ὑμῶν διὰ τῆς πολλῆς φιλομαθείας ὀξύτερον τοῖς λοιποῖς ἐνορᾷν. Ὁ μὲν γὰρ ἀεὶ τὰ διδόμενα ἀπολλὺς, ἀεὶ δεήσεται τοῦ διδάξοντος, καὶ οὐδέποτε εἴσεται οὐδέν· ὁ δὲ ἅπερ ἂν λάβῃ φυλάττων, καὶ οὕτω τὰ λοιπὰ προσλαμβάνων, ταχέως ἀντὶ μαθητοῦ διδάσκαλος ἔσται, καὶ οὐχ ἑαυτῷ μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι χρήσιμος. Ὅπερ μάλιστα ταύτην ἔσεσθαι προσδοκῶ τὴν ἐκκλησίαν, ἀπὸ τῆς πολλῆς ταύτης τεκμαιρόμενος φιληκοΐας. Φέρε οὖν ὡς ἐν ἀσφαλεῖ θησαυροφυλακίῳ ταῖς ὑμετέραις ψυχαῖς τὸ ἀργύριον τοῦ Κυρίου παρακαταθώμεθα, καὶ τὰ σήμερον ἡμῖν προτεθέντα ἀναπτύξωμεν, ὡς ἂν ἡ τοῦ Πνεύματος παρέχῃ χάρις. Εἶπεν, ὅτι Ὁ κόσμος αὐτὸν οὐκ ἔγνω, περὶ τῶν ἄνω χρόνων λέγων. Κάτεισι λοιπὸν τῷ λόγῳ καὶ πρὸς τοὺς τοῦ κηρύγματος χρόνους, καί φησιν· Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ περιέλαβον· ἰδίους Ἰουδαίους λέγων νῦν, ὡς λαὸν περιούσιον, ἢ καὶ πάντας δὲ τοὺς ἀνθρώπους ὡς ὑπ᾽ αὐτοῦ γεγενημένους.

Καὶ καθάπερ ἀνωτέρω διαπορῶν ἐπὶ τῇ ἀνοίᾳ τῶν πολλῶν, καὶ ὑπὲρ τῆς κοινῆς αἰσχυνόμενος φύσεως ἔλεγεν, ὅτι ὁ κόσμος δι᾽ αὐτοῦ γενόμενος, τὸν δημιουργὸν οὐκ ἐγνώρισεν· οὕτω καὶ ἐνταῦθα πάλιν, ἐπὶ τῇ τῶν Ἰουδαίων καὶ τῇ τῶν πολλῶν δυσανασχετῶν ἀγνωμοσύνῃ, πληκτικώτερον τίθησι τὴν κατηγορίαν, λέγων, ὅτι Οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον, καὶ ταῦτα αὐτὸν ἐλθόντα πρὸς αὐτούς.

Καὶ οὐχ οὗτος μόνον, ἀλλὰ καὶ οἱ προφῆται θαυμάζοντες ἔλεγον τὸ αὐτὸ δὴ τοῦτο· καὶ Παῦλος δὲ ὕστερον ἐπὶ τοῖς αὐτοῖς ἐκπληττόμενος. Καὶ οἱ μὲν προφῆται οὕτως ἐβόων, ἐκ προσώπου τοῦ Χριστοῦ λέγοντες· Λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· υἱοὶ ἀλλότριοι ἐψεύσαντό με, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν. Καὶ πάλιν· Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσι· καὶ, Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι.

Παῦλος δὲ Ῥωμαίοις ἐπιστέλλων ἔλεγε· Τί οὖν; ὃ ἐπεζήτει Ἰσραὴλ, τοῦτο οὐκ ἐπέτυχεν· ἡ δὲ ἐκλογὴ ἐπέτυχε. Καὶ πάλιν· Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβε δικαιοσύνην· Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασε. Καὶ γάρ ἐστιν ὄντως ἐκπλήξεως ἄξιον, πῶς οἱ μὲν ἐν ταῖς προφητικαῖς ἀνατραφέντες βίβλοις, καὶ τοῦ Μωϋσέως καθ᾽ ἑκάστην ἀκούοντες τὴν ἡμέραν, μυρία περὶ τῆς τοῦ Χριστοῦ λέγοντος παρουσίας, καὶ τῶν λοιπῶν μετὰ ταῦτα προφητῶν, ἔτι τε αὐτὸν τὸν Χριστὸν θεώμενοι, καθ᾽ ἑκάστην αὐτοῖς θαυματουργοῦντα, καὶ μόνοις αὐτοῖς ὁμιλοῦντα, καὶ μήτε τοῖς μαθηταῖς συγχωροῦντα τέως εἰς ὁδὸν ἐθνῶν ἀπελθεῖν ἢ εἰς πόλιν Σαμαρειτῶν εἰσελθεῖν, μήτε αὐτὸν τοῦτο ποιοῦντα, ἀλλ᾽ ἄνω καὶ κάτω λέγοντα, πρὸς τὰ πρόβατα ἀπεστάλθαι τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· ὅμως καὶ τῶν σημείων ἀπολαύοντες, καὶ τῶν προφητῶν καθ᾽ ἡμέραν ἀκούοντες, καὶ αὐτὸν συνεχῶς αὐτοὺς ἀναμιμνήσκοντα ἔχοντες, οὕτω καθάπαξ ἐπήρωσαν ἑαυτοὺς καὶ ἐκώφωσαν, ὡς μηδενὶ τούτων ἐναχθῆναι πρὸς τὴν τοῦ Χριστοῦ πίστιν ἰσχῦσαι.

Οἱ δὲ ἐξ ἐθνῶν τούτων μὲν οὐδενὸς ἀπολαύσαντες, οὔτε θείων ποτὲ λογίων ἀκούσαντες, οὐδὲ ὅσον ὄναρ εἰπεῖν, ἀλλ᾽ ἀεὶ τοῖς τῶν παραπαιόντων ἐνστρεφόμενοι μύθοις (τοῦτο γὰρ ἡ τῶν ἔξωθεν φιλοσοφία), καὶ ποιητῶν λήρους ἀνελίττοντες, καὶ ξύλοις καὶ λίθοις προσηλωμένοι, καὶ οὔτε δογμάτων οὔτε πολιτείας ἕνεκεν εἰδότες τι χρηστὸν καὶ ὑγιὲς (καὶ γὰρ ὁ βίος αὐτοῖς τῶν δογμάτων ἀκαθαρτότερος ἦν καὶ ἐναγέστερος.

Πῶς δὲ οὔκ; Ἔμελλον τοὺς θεοὺς αὐτῶν πάσῃ κακίᾳ χαίροντας ὁρῶντες, καὶ δι᾽ αἰσχρῶν μὲν ῥημάτων, δι᾽ αἰσχροτέρων δὲ θεραπευομένους πραγμάτων, καὶ τοῦτο νομίζοντας ἑορτὴν καὶ τιμήν· ἔτι γε μὴν καὶ δι᾽ ἀκαθάρτων φόνων καὶ παιδοκτονιῶν τιμωμένους, κἀκείνους εἰς ταῦτα ζηλοῦντες)· ἀλλ᾽ ὅμως καὶ πρὸς αὐτὸν τὸν πυθμένα τῆς κακίας καταπεσόντες, ἐξαίφνης ὥσπερ ἔκ τινος μηχανῆς ἄνωθεν ἡμῖν καὶ ἀπ᾽ αὐτῆς τῶν οὐρανῶν τῆς κορυφῆς ἀνεφάνησαν διαλάμποντες. Πῶς οὖν τοῦτο γέγονε, καὶ πόθεν;

Ἄκουσον Παύλου λέγοντος. Καὶ γὰρ ὁ μακάριος ἐκεῖνος ταῦτα ἀκριβῶς ζητῶν, οὐκ ἀπέστη ἕως οὗ τὴν αἰτίαν εὗρε, καὶ τοῖς ἄλλοις ταύτην ἐδήλωσεν ἅπασι. Τίς οὖν ἐστιν αὕτη; καὶ πόθεν ἡ τοσαύτη πώρωσις αὐτοῖς; Ἄκουσον αὐτοῦ τοῦ τὴν οἰκονομίαν ταύτην ἐμπιστευθέντος ταῦτα λέγοντος. Τί οὖν οὗτος λέγει, τὴν διαπόρησιν τῶν πολλῶν λύων ταύτην;

Ἀγνοοῦντες, φησὶ, τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ ζητοῦντες τὴν ἰδίαν δικαιοσύνην στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Διὸ ταῦτα ἔπαθον. Καὶ πάλιν τὸ αὐτὸ τοῦτο ἑτέρως ἑρμηνεύων, φησί· Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβε δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασεν. Εἰπὲ καὶ διατί; Ὅτι οὐκ ἐκ πίστεως· προσέκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματος. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἀπιστία τούτων γέγονεν αὐτοῖς αἰτία τῶν κακῶν· ταύτην δὲ ἔτεκεν ἡ ἀπόνοια. Ἐπειδὴ γὰρ πρὸ τούτου πλέον ἔχοντες Ἑλλήνων, τῷ τὸν νόμον εἰληφέναι καὶ Θεὸν εἰδέναι, καὶ τὰ ἄλλα ἅπερ ὁ Παῦλός φησι μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν εἶδον ἀπὸ τῆς πίστεως μετὰ τῆς αὐτῆς ὁμοτιμίας καλουμένους κἀκείνους καὶ αὐτοὺς, καὶ οὐδὲν πλέον ἔχοντα τὸν ἐκ περιτομῆς τοῦ ἐξ ἐθνῶν μετὰ τὴν πίστιν· ἐδήχθησαν ὑπὸ ἀπονοίας εἰς βασκανίαν ἐλθόντες, καὶ τὴν τοῦ Δεσπότου φιλανθρωπίαν τὴν ἄφατον καὶ ὑπερβάλλουσαν οὐκ ἤνεγκαν.

Τοῦτο δὲ αὐτοῖς ἑτέρωθεν μὲν οὐδαμόθεν, ἐξ ἀλαζονείας δὲ καὶ πονηρίας καὶ μισανθρωπίας γέγονε. βʹ. Τί γὰρ, ὦ πάντων ὑμεῖς ἀνοητότεροι, κατεβλάπτεσθε ἐκ τῆς εἰς ἑτέρους γινομένης κηδεμονίας; πῶς δὲ τὰ ὑμέτερα ἠλαττοῦτο ἀγαθὰ, τῷ κοινωνοὺς ἑτέρους ἔχειν τῶν αὐτῶν; Ἀλλὰ τυφλὸν ὄντως ἡ πονηρία, καὶ τῶν δεόντων οὐδὲν δύναται συνιδεῖν ταχέως Δηχθέντες τοίνυν τῷ κοινωνοὺς μέλλειν ἔχειν τῆς αὐτῆς παῤῥησίας, καθ᾽ ἑαυτῶν τὸ ξίφος ὤθησαν, τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐκβαλόντες ἑαυτούς· καὶ μάλα εἰκότως. Ἑταῖρε γὰρ, φησὶν, οὐκ ἀδικῶ σε· θέλω δὲ καὶ τούτοις δοῦναι ὥσπερ καὶ σοί. Μᾶλλον δὲ οὐδὲ τούτων ἄξιοι τῶν λόγων οὗτοι. Ἐκεῖνος μὲν γὰρ εἰ καὶ ἐδυσχέραινεν, ἀλλ᾽ ὅμως ἔχων εἰπεῖν ἡμέρας ὁλοκλήρου πόνους, καὶ ταλαιπωρίας καὶ θάλπη καὶ ἱδρῶτας· οὗτοι δὲ τί ἔχοιεν ἂν εἰπεῖν; Τοιοῦτον μὲν οὐδέν· ῥᾳθυμίαν δὲ καὶ ἀσωτίαν, καὶ τὰ μυρία κακὰ, ἃ διαπαντὸς κατηγοροῦντες αὐτῶν διετέλουν οἱ προφῆται πάντες, δι᾽ ἃ καὶ αὐτοὶ ὁμοίως τοῖς ἔθνεσι προσκεκρούκεσαν τῷ Θεῷ. Καὶ τοῦτο ὁ Παῦλος δηλῶν ἔλεγεν· Οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι. Καὶ τοῦτο μὲν ἅπαν τὸ κεφάλαιον χρησίμως καὶ σφόδρα συνετῶς κατ᾽ ἐκείνην γυμνάζει τὴν ἐπιστολήν. Ἀνωτέρω δὲ καὶ μείζονος δείκνυσι κολάσεως ἀξίους εἶναι.

Ὅσοι γὰρ ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται, φησί· τουτέστι, χαλεπώτερον, μετὰ τῆς φύσεως καὶ τὸν νόμον κατήγορον ἔχοντες.

Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ τῷ παρὰ τοῖς ἔθνεσι τοῦ τὸν Θεὸν βλασφημεῖσθαι γεγενῆσθαι αἴτιοι· Τὸ γὰρ ὄνομά μου, φησὶ, δι᾽ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Ἐπεὶ οὖν τοῦτο μάλιστα ἦν τὸ δάκνον αὐτούς· καὶ γὰρ καὶ τοῖς πεπιστευκόσιν ἐκ περιτομῆς παράδοξον τὸ πρᾶγμα εἶναι ἐδόκει· διὸ καὶ ἐνεκάλουν τῷ Πέτρῳ πρὸς αὐτοὺς ἀπὸ Καισαρείας ἐπανελθόντι, ὅτι πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας εἰσῆλθε, καὶ συνέφαγεν αὐτοῖς· καὶ μετὰ τὸ μαθεῖν τὴν οἰκονομίαν τὴν τοῦ Θεοῦ, πάλιν καὶ οὕτως ἐθαύμαζον, πῶς καὶ εἰς τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου Πνεύματος ἐκκέχυται, τῷ ἐκπλήττεσθαι ἐνδεικνύμενοι, ὡς οὐκ ἄν ποτε τοῦτο προσεδόκησαν τὸ παράδοξον· ἐπεὶ οὖν ᾔδει ὅτι μάλιστα αὐτῶν τοῦτο καθήπτετο, πάντα ποιεῖ ὅπως αὐτῶν τὸν τῦφον κενώσῃ, καὶ τὴν ἀλαζονείαν ἐκλύσῃ σφόδρα οἰδοῦσαν.

Καὶ ὅρα πῶς τοῦτο ποιεῖ· Διαλεχθεὶς περὶ τῶν Ἑλληνικῶν, καὶ δείξας αὐτοὺς οὐδεμίαν ἔχοντας οὐδαμόθεν ἀπολογίαν, οὐδὲ ἐλπίδα σωτηρίας, κατηγορήσας τε ἀκριβῶς καὶ τῆς τῶν δογμάτων αὐτῶν διαστροφῆς, καὶ τῆς περὶ τὸν βίον ἀκαθαρσίας, μετατίθησιν ἐπὶ τοὺς Ἰουδαίους τὸν λόγον· καὶ τὰ ἀπὸ τοῦ Προφήτου καταλέξας ἅπαντα δι᾽ ὧν ἔλεγεν ἐκεῖνος, ὅτι μιαροί τινες ἦσαν καὶ δολεροὶ καὶ ὕπουλοι, καὶ πάντες ἅμα ἠχρειώθησαν, καὶ οὐδεὶς ἐν αὐτοῖς ἐκζητεῖ τὸν Θεὸν, ἀλλ᾽ ἐξέκλιναν πάντες, καὶ ὅσα τοιαῦτα, ἐπήγαγεν· Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ, καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ. Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. Τί οὖν ἐπαίρεις σαυτὸν, ὦ Ἰουδαῖε; τί μέγα φρονεῖς; Καὶ γὰρ καὶ τὸ σὸν ἐμπέφρακται στόμα, καὶ ἡ σὴ παῤῥησία ἀνῄρηται, καὶ μετὰ τοῦ κόσμου παντὸς καὶ σὺ γέγονας ὑπόδικος, καὶ ὁμοίως τοῖς ἄλλοις ἐν χρείᾳ καθέστηκας τοῦ δωρεὰν δικαιωθῆναι. Ἐχρῆν μὲν οὖν μηδὲ εἰ κατωρθωκὼς ἦς, καὶ παῤῥησίαν πολλὴν εἶχες πρὸς τὸν Θεὸν, μηδὲ οὕτω τοῖς μέλλουσιν ἐλεεῖσθαι καὶ σώζεσθαι διὰ φιλανθρωπίαν φθονεῖν. Πονηρίας γὰρ τοῦτο ἐσχάτης, ἐπὶ τοῖς ἑτέρων τήκεσθαι ἀγαθοῖς, καὶ μάλιστα ὅτε μηδὲ μετὰ τῆς σῆς τοῦτο ἔμελλε γίνεσθαι ζημίας.

Εἰ μὲν γὰρ ἡ τῶν ἄλλων σωτηρία τοῖς σοῖς ἐλυμαίνετο καλοῖς, λόγον ἂν εἶχε τὸ ἀλγεῖν· καίτοι γε οὐδὲ τοῦτο κατὰ τὸν μεμαθηκότα φιλοσοφεῖν.

Εἰ δὲ μήτε κολαζομένου θατέρου πλεονάζει σοι τὰ τῶν μισθῶν, μήτε εὖ πάσχοντος ἐλαττοῦται, τίνος ἕνεκεν σὺ κόπτεις σαυτὸν ὑπὲρ ὧν ἕτερος σώζεται δωρεάν; Ἐχρῆν μὲν οὖν, ὅπερ ἔφην, μηδὲ εἰ τῶν εὐδοκιμηκότων ἦς, ἐπὶ τῇ κατὰ χάριν εἰς τὰ ἔθνη γινομένῃ δάκνεσθαι σωτηρίᾳ· ὅταν δὲ τῶν αὐτῶν ὑπεύθυνος ὢν τῷ Δεσπότῃ, καὶ προσκεκρουκὼς καὶ αὐτὸς, δυσχεραίνῃς ἐπὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς, καὶ μέγα φρονῇς ὡς αὐτὸς ὀφείλων μόνος τῆς χάριτος μετασχεῖν, οὐ βασκανίας μόνον καὶ ἀπονοίας, ἀλλὰ καὶ τῆς ἐσχάτης ἀνοίας, καὶ πάντων τῶν χαλεπωτάτων ἂν εἴης ὑπεύθυνος βασανιστηρίων· τὴν γὰρ τῶν κακῶν ῥίζαν ἁπάντων ἐν σεαυτῷ κατεφύτευσας τὴν ὑπερηφανίαν. Διὸ καί τις σοφὸς ἔλεγεν· Ἀρχὴ ἁμαρτίας ὑπερηφανία· τουτέστι, ῥίζα καὶ πηγὴ καὶ μήτηρ. Οὕτω καὶ ὁ πρωτόπλαστος ἐξέπεσε τῆς μακαρίας ἐκείνης διαγωγῆς· οὕτω καὶ ὁ τοῦτον ἀπατήσας διάβολος ἀπ᾽ ἐκείνου κατηνέχθη τοῦ τῆς ἀξίας ὕψους. Ὅθεν εἰδὼς ὁ μιαρὸς τῆς ἁμαρτίας ταύτης τὴν φύσιν ἱκανὴν οὖσαν καὶ ἐξ αὐτῶν καταβαλεῖν τῶν οὐρανῶν, ταύτην ἦλθε τὴν ὁδὸν, ὅτε τὸν Ἀδὰμ ἀπὸ τῆς τοσαύτης κατενεγκεῖν ἐσπούδασε τιμῆς. Τῇ γὰρ ἐπαγγελίᾳ τῆς ἰσοθεΐας φυσήσας αὐτὸν, οὕτω κατέῤῥηξε καὶ κατέβαλεν εἰς αὐτὰ τοῦ ᾅδου τὰ βάραθρα. Οὐδὲν γὰρ οὕτω τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀλλοτριοῖ, καὶ τῷ τῆς γεέννης παραδίδωσι πυρὶ, ὡς ἡ τῆς ὑπερηφανίας τυραννίς.

Ταύτης γὰρ ἡμῖν παρούσης, ἅπας ἡμῶν ὁ βίος ἀκάθαρτος γίνεται, κἂν σωφροσύνην, κἂν παρθενίαν, κἂν νηστείαν, κἂν εὐχὰς, κἂν ἐλεημοσύνην, κἂν ὁτιοῦν ἐπιτελῶμεν. Ἀκάθαρτος γὰρ, φησὶ, παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος. Καταστέλλωμεν οὖν τοῦτο τὸ φύσημα τῆς ψυχῆς, καὶ τὸν ὄγκον τοῦτον ἀνακόπτωμεν, εἴ γε ἐθέλοιμεν εἶναι καθαροὶ, καὶ τῆς τῷ διαβόλῳ κειμένης ἀπηλλάχθαι κολάσεως. Ὅτι γὰρ τὸν ἀλαζόνα τὰ αὐτὰ ἐκείνῳ παθεῖν ἀνάγκη, ἄκουσον τοῦ Παύλου λέγοντος· Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς, εἰς κρῖμα ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου. Τί ἐστι κρῖμα; Εἰς τὴν αὐτὴν, φησὶ, καταδίκην, εἰς τὴν αὐτὴν κόλασιν. Πῶς οὖν ἄν τις ἐκφύγοι τοῦτο τὸ δεινὸν, φησίν; Εἴ γε ἀναλογίσαιτο τὴν ἑαυτοῦ φύσιν, καὶ τῶν ἁμαρτημάτων τὸ πλῆθος, καὶ τῶν ἐκεῖ βασανιστηρίων τὸ μέγεθος, καὶ τῶν ἐνταῦθα δοκούντων λαμπρῶν τὸ πρόσκαιρον οὐδὲν χόρτου διαφέρον, καὶ τῶν ἐαρινῶν ἀνθέων μᾶλλον μαραινόμενον. Ἂν τούτους συνεχῶς παρ᾽ ἑαυτοῖς κινῶμεν τοὺς λογισμοὺς, καὶ τοὺς τὰ μέγιστα κατωρθωκότας ἐπὶ μνήμης ἔχωμεν, οὐ ῥᾳδίως ὁ διάβολος ἐπᾶραι δυνήσεται, κἂν μυρία φιλονεικῇ, ἀλλ᾽ οὐδὲ ὑποσκελίσαι τὴν ἀρχήν. Ὁ δὲ Θεὸς ὁ τῶν ταπεινῶν, ὁ χρηστὸς καὶ ἐπιεικὴς, αὐτὸς καὶ ὑμῖν καὶ ἡμῖν παράσχοι καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην.

Οὕτω γὰρ δυνησόμεθα καὶ τὰ ἄλλα μετ᾽ εὐκολίας κατορθοῦν, εἰς δόξαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ δόξα τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Ιʹ. Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. αʹ. Φιλάνθρωπος ὢν ὁ Θεὸς, ἀγαπητὲ, καὶ εὐεργετικὸς, πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε ἡμᾶς κατ᾽ ἀρετὴν λάμπειν· καὶ βουλόμενος ἡμᾶς εὐδοκίμους εἶναι, καὶ τοῦτο, βίᾳ μὲν οὐδένα οὐδὲ ἀνάγκῃ, πειθοῖ δὲ καὶ τῷ ποιεῖν εὖ τοὺς βουλομένους ἅπαντας ἕλκει, καὶ πρὸς ἑαυτὸν ἐπισπᾶται. Διὰ τοῦτο ἐλθόντα αὐτὸν οἱ μὲν ἔλαβον, οἱ δὲ οὐκ ἐδέξαντο. Οὐδένα γὰρ βούλεται ἄκοντα οὐδὲ ἠναγκασμένον ἔχειν οἰκέτην, ἀλλ᾽ ἑκόντας ἅπαντας καὶ προαιρουμένους, καὶ χάριν αὐτῷ τῆς δουλείας εἰδότας. Ἄνθρωποι μὲν γὰρ, ἅτε ἐν χρείᾳ καθεστῶτες τῆς τῶν οἰκετῶν διακονίας, καὶ μὴ βουλομένους αὐτοὺς τῷ τῆς δεσποτείας κατέχουσι νόμῳ· ὁ δὲ Θεὸς, ἀνενδεὴς ὢν, καὶ μηδενὸς τῶν ἡμετέρων ἐν χρείᾳ καθεστηκὼς, τῆς δὲ ἡμετέρας ἕνεκεν σωτηρίας μόνον ἅπαντα πράττων, ἡμᾶς αὐτοὺς ποιεῖ τούτου κυρίους· καὶ διὰ τοῦτο τῶν μὴ βουλομένων οὐδενὶ βίαν ἐπιτίθησιν οὐδὲ ἀνάγκην. Πρὸς γὰρ τὸ συμφέρον ἡμῖν ὁρᾷ μόνον.

Τὸ γὰρ ἄκοντας πρὸς ταύτην ἕλκεσθαι τὴν δουλείαν, ἴσον τῷ μηδὲ ὅλως δουλεύειν ἐστί. Τί οὖν κολάζει, φησὶ, τοὺς οὐκ ἐθέλοντας ὑπακούειν αὐτῷ; τί δὲ καὶ γέενναν ἠπείλησε τοῖς οὐκ ἀκούουσι τῶν ἐπιταγμάτων αὐτοῦ; Ὅτι καὶ μὴ πειθομένων ἡμῶν σφόδρα κήδεται, λίαν ὢν ἀγαθὸς, καὶ ἀποπηδώντων καὶ φευγόντων οὐκ ἀφίσταται· ἀλλ᾽ ἐπειδὴ τὴν προτέραν τῆς εὐεργεσίας ὁδὸν ἀπωσάμεθα, ἐλθεῖν μὴ βουληθέντες τὴν διὰ τῆς πειθοῦς καὶ τοῦ παθεῖν εὖ, τὴν ἑτέραν ἐπεισήγαγε, τὴν διὰ τῆς κολάσεως καὶ τῶν τιμωριῶν, πικροτάτην μὲν οὖσαν, ἀναγκαίαν δὲ ὅμως.

Ὅταν γὰρ ἡ προτέρα ἀτιμάζηται, ἀναγκαία τῆς δευτέρας ἡ ἐπεισαγωγή. Ἐπεὶ καὶ οἱ νομοθέται πολλὰς καὶ χαλεπὰς κατὰ τῶν ἡμαρτηκότων τιθέασι τιμωρίας, καὶ ὅμως αὐτοὺς οὐκ ἀποστρεφόμεθα διὰ ταῦτα, ἀλλὰ καὶ μᾶλλον τιμῶμεν τῶν κολάσεων χάριν, καὶ ὅτι μηδενὸς δεόμενοι τῶν παρ᾽ ἡμῶν, πολλάκις δὲ οὐδὲ εἰδότες τίνες ποτὲ ἔσονται οἱ μέλλοντες τῆς διὰ τῶν γραμμάτων αὐτῶν ἀπολαύσεσθαι βοηθείας, ὅμως ἐφρόντισαν τῆς κατὰ τὸν βίον τὸν ἡμέτερον εὐταξίας, τιμῶντες μὲν τοὺς ἐν ἀρετῇ ζῶντας, εἴργοντες δὲ διὰ τῶν τιμωριῶν τοὺς ἀκολάστους, καὶ τῇ τῶν λοιπῶν ἡσυχίᾳ λυμαινομένους. Εἰ δὲ τούτους θαυμάζομεν καὶ φιλοῦμεν, οὐ πολλῷ μᾶλλον τὸν Θεὸν ἐκπλήττεσθαι δεῖ καὶ ἀγαπᾷν τῆς τοσαύτης ἕνεκεν κηδεμονίας; Καὶ γὰρ ἄπειρον τὸ μέσον ἐστὶ τῆς τε ἐκείνων καὶ τῆς τούτου προνοίας τῆς εἰς ἡμᾶς.

Ἄφατός τε ὄντως καὶ ὑπερβολὴν πᾶσαν νικῶν ὁ πλοῦτος τῆς χρηστότητος αὐτοῦ. Σκόπει δέ· Εἰς τὰ ἴδια ἦλθεν, οὐ τῆς αὑτοῦ χρείας ἕνεκεν (ἀνενδεὲς γὰρ, ὅπερ ἔφην, τὸ Θεῖον), ἀλλὰ τῆς τῶν ἰδίων ἕνεκεν εὐεργεσίας. Καὶ οὐδὲ οὕτως αὐτὸν οἱ ἴδιοι εἰς τὰ αὑτοῦ παραγενόμενον ἐπ᾽ ὠφελείᾳ τῇ αὑτῶν παρέλαβον, ἀλλὰ καὶ διεκρούσαντο· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἔξω τοῦ ἀμπελῶνος ἐκβαλόντες ἀπέκτειναν.

Καὶ οὐδὲ οὕτω τῆς μετανοίας αὐτοὺς ἀπέκλεισεν, ἀλλ᾽ ἔδωκεν, εἰ βουληθεῖεν μετὰ τὴν τοσαύτην παρανομίαν πάντα ἀπολούσασθαι τὰ πλημμεληθέντα, διὰ τῆς εἰς αὐτὸν πίστεως, καὶ τοῖς οὐδὲν τοιοῦτον εἰργασμένοις, ἀλλὰ μάλιστα πάντων αὐτῷ φίλοις ἐξισωθῆναι.

Καὶ ὅτι οὐχ ἁπλῶς οὐδὲ ψυχαγωγίας ἕνεκεν ταῦτα φθέγγομαι, λαμπρὰν ὑπὲρ τούτων ἀφίησι τὴν φωνὴν τὰ κατὰ τὸν μακάριον Παῦλον ἅπαντα. Οὗτος γὰρ τὸν Χριστὸν διώκων μετὰ τὸν σταυρὸν, καὶ τὸν ἐκείνου μάρτυρα Στέφανον ταῖς πολλαῖς βαλὼν χερσὶν, ἐπειδὴ μετενόησε καὶ κατέγνω τῶν πρότερον ἁμαρτηθέντων αὐτῷ, καὶ τῷ διωχθέντι προσέδραμεν, εἰς τοὺς φίλους αὐτὸν εὐθέως καὶ τὰ πρωτεῖα ἔχοντας κατέλεξε, κήρυκα καὶ διδάσκαλον τῆς οἰκουμένης ἁπάσης ἀποφήνας αὐτὸν, τὸν βλάσφημον, τὸν διώκτην, τὸν ὑβριστήν· καθὼς καὶ αὐτὸς, ἀγαλλόμενος ἐπὶ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ, ταῦτα ἀνεκήρυττε, καὶ οὐκ ᾐσχύνετο, ἀλλὰ καὶ ὥσπερ ἐν στήλῃ τοῖς γράμμασι τὰ πρότερον αὐτῷ τολμηθέντα καταθέμενος, ἅπασιν ἐπεδείκνυ, βέλτιον εἶναι νομίζων τὸν πρότερον αὐτοῦ παρὰ πάντων στηλιτεύεσθαι βίον ἐπὶ τὸ φανῆναι τὸ μέγεθος τῆς τοῦ Θεοῦ δωρεᾶς, ἢ συσκιάσαι τὴν ἄφατον αὐτοῦ καὶ ἀνεκδιήγητον φιλανθρωπίαν, ὀκνοῦντα τὴν οἰκείαν ἅπασιν ἐκπομπεῦσαι πλάνην. Διὰ τοῦτο ἄνω καὶ κάτω στρέφει τὰς διώξεις, τὰς ἐπιβουλὰς, τοὺς πολέμους τοὺς κατὰ τῆς Ἐκκλησίας· νῦν μὲν λέγων, Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ· νῦν δὲ, Ὅτι ἦλθεν Ἰησοῦς ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· καὶ πάλιν, Ἠκούσατε τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ᾽ ὑπερβολὴν ἐδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν.

βʹ. Καθάπερ γάρ τινα ταύτην ἀμοιβὴν ἀποδιδοὺς τῷ Χριστῷ τῆς εἰς αὐτὸν μακροθυμίας, τὸ δεῖξαι τίνα ὄντα, καὶ πῶς ἐχθρὸν καὶ πολέμιον ἔσωσεν· οὕτω μετὰ πολλῆς τῆς παῤῥησίας κηρύττει τὴν μάχην, ἣν πάσῃ προθυμίᾳ παρὰ τὴν ἀρχὴν ἐμαχήσατο τῷ Χριστῷ.

Μετὰ δὲ τούτου καὶ τοῖς ἀπεγνωκόσιν ἑαυτῶν χρηστὰς ὑποτείνει τὰς ἐλπίδας. Καὶ γὰρ καὶ τὸν Χριστὸν διὰ τοῦτό φησι προσίεσθαι αὐτὸν, ἵνα ἐν αὐτῷ πρώτῳ ἐνδείξηται τὴν πᾶσαν μακροθυμίαν, καὶ τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος αὐτοῦ, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾽ αὐτῷ εἰς ζωὴν αἰώνιον. Καὶ γὰρ ἦν ἁπάσης αὐτοῖς συγγνώμης μείζονα τολμηθέντα· ἅπερ οὖν καὶ ὁ εὐαγγελιστὴς ἐμφαίνων ἔλεγεν· Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Πόθεν ἦλθεν ὁ πάντα πληρῶν, καὶ πανταχοῦ παρών; ποῖον κενώσας τόπον τῆς αὑτοῦ παρουσίας, ὁ πάντα τῇ χειρὶ συνέχων καὶ διακρατῶν;

Τόπον μὲν οὐδένα ἤμειψεν (πῶς γάρ); τῇ δὲ πρὸς ἡμᾶς καταβάσει τοῦτο εἰργάσατο. Ἐπειδὴ γὰρ ἐν τῷ κόσμῳ ὢν, οὐκ ἐδόκει παρεῖναι, τῷ μήπω γνωρίζεσθαι, ὕστερον δὲ ἑαυτὸν ἐφανέρωσε, τὴν ἡμετέραν ὑποδῦναι σάρκα καταξιώσας, τὴν φανέρωσιν ταύτην καὶ τὴν κατάβασιν, παρουσίαν καλεῖ. Θαυμάσαι ἄξιον τὸν μαθητὴν μὴ αἰσχυνόμενον ἐπὶ τῇ τοῦ διδασκάλου ἀτιμίᾳ, ἀλλὰ καὶ μετὰ παῤῥησίας τὴν εἰς αὐτὸν γεγενημένην ἀναγράφοντα ὕβριν. Καὶ τοῦτο δὲ οὐ μικρὸν τοῦ φιλαλήθους αὐτοῦ τρόπου τεκμήριον. Καὶ ἄλλως δὲ τὸν αἰσχυνόμενον ὑπὲρ τῶν ὑβρικότων οὐχ ὑπὲρ τοῦ παροινηθέντος αἰσχύνεσθαι χρή. Οὗτος μὲν γὰρ ταύτῃ μᾶλλον ἔλαμψε, καὶ μετὰ τὴν ὕβριν, τοσαύτην τῶν ὑβρικότων ποιούμενος πρόνοιαν· ἐκεῖνοι δὲ ἀγνώμονες καὶ μιαροὶ παρὰ πᾶσιν ἐφάνησαν, τὸν ἐπὶ τοσούτοις παραγενόμενον ἀγαθοῖς, ὡς ἐχθρὸν ἀπωσάμενοι καὶ πολέμιον. Οὐ ταύτῃ δὲ μόνον ἐβλάβησαν, ἀλλὰ καὶ τῷ μὴ τυχεῖν ὧν ἔτυχον οἱ λαβόντες αὐτόν. Τίνος δὲ ἔτυχον οὗτοι; Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, φησί. Τί οὖν οὐ λέγεις ἡμῖν, ὦ μακάριε, καὶ τὴν τῶν μὴ δεξαμένων αὐτὸν κόλασιν, ἀλλ᾽ ὅτι μὲν ἴδιοι ἦσαν, καὶ εἰς τὰ ἴδια παραγενόμενον οὐ παρέλαβον, εἶπες· τί δὲ ἀντὶ τούτου πείσονται, καὶ ποίαν ὑποστήσονται κόλασιν, τοῦτο οὐκέτι προσέθηκας;

καίτοι μειζόνως ἂν αὐτοὺς οὕτως ἐφόβησας, καὶ τὸ σκληρὸν τῆς ἀπονοίας ἐμάλαξας διὰ τῆς ἀπειλῆς. Τίνος οὖν ἕνεκεν ἀπεσιώπησας;

Καὶ τίς ταύτης, φησὶ, τῆς κολάσεως ἑτέρα μείζων ἄν ποτε γένοιτο, ὅταν προκειμένης ἐξουσίας αὐτοῖς τέκνα Θεοῦ γενέσθαι, μὴ γίνωνται, ἀλλ᾽ ἑκόντες ἑαυτοὺς τῆς τοσαύτης ἀποστερῶσιν εὐγενείας τε καὶ τιμῆς;

Πλὴν ἀλλ᾽ οὐδὲ ἐνταῦθα μόνον αὐτοῖς τὰ τῆς τιμωρίας στήσεται, μέχρι τοῦ μηδὲν λαβεῖν ἀγαθόν· ἀλλὰ καὶ τὸ ἄσβεστον αὐτοὺς διαδέξεται πῦρ, ὃ καὶ προϊὼν σαφέστερον ἀπεκάλυψε. Τέως δὲ λέγει τὰ ἀπόῤῥητα ἀγαθὰ τῶν εἰληφότων αὐτὸν, καὶ ἐν βραχεῖ παρίστησιν αὐτοῖς ῥήμασι, λέγων οὕτως· Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.

Κἂν δοῦλοι, κἂν ἐλεύθεροι, κἂν Ἕλληνες, κἂν βάρβαροι, κἂν Σκύθαι, κἂν ἄσοφοι, κἂν σοφοὶ, κἂν γυναῖκες, κἂν ἄνδρες, κἂν παιδία, κἂν πρεσβῦται, κἂν ἄτιμοι, κἂν ἔντιμοι, κἂν πλούσιοι, κἂν πένητες, κἂν ἄρχοντες, κἂν ἰδιῶται, φησὶ, πάντες τῆς αὐτῆς ἠξίωνται τιμῆς. Ἡ γὰρ πίστις καὶ ἡ τοῦ Πνεύματος χάρις, τὴν ἐκ τῶν κοσμικῶν ἀξιωμάτων ἀνωμαλίαν περιελοῦσα, εἰς μίαν ἅπαντας ἔπλασε μορφὴν, καὶ εἰς ἕνα ἀπετύπωσε χαρακτῆρα τὸν βασιλικόν. Τί ταύτης ἂν γένοιτο τῆς φιλανθρωπίας ἴσον; Βασιλεὺς μὲν ὁ ἐκ τοῦ αὐτοῦ διηρτισμένος ἡμῖν πηλοῦ, τοὺς ὁμοδούλους καὶ τῆς αὐτῆς αὐτῷ κοινωνοῦντας φύσεως, πολλάκις δὲ καὶ τὸν τρόπον ἀμείνους ὄντας, οὐκ ἀξιοῖ καταλέγειν εἰς τὸ στρατόπεδον τὸ βασιλικὸν, ἂν δοῦλοι τύχωσιν ὄντες· ὁ δὲ μονογενὴς τοῦ Θεοῦ Παῖς, οὐκ ἀπηξίωσε καὶ τελώνας, καὶ μάγους, καὶ δούλους, καὶ τοὺς πάντων ἀτιμοτέρους, πολλοὺς δὲ καὶ τὰ σώματα ἀναπήρους, καὶ μυρίαν ἔχοντας λώβην, εἰς τὸν τῶν τέκνων καταλέξαι χορόν. Τοσαύτη τῆς εἰς αὐτὸν πίστεως ἡ ἰσχύς· τοσαύτη τῆς χάριτος ἡ ὑπερβολή.

Καὶ καθάπερ ἡ τοῦ πυρὸς φύσις τῇ τῶν μετάλλων ὁμιλήσασα γῇ, χρυσὸν αὐτὸν ἀπὸ γῆς εὐθέως ἐποίησεν· οὕτω δὴ, καὶ πολλῷ μᾶλλον ἀντὶ πηλίνων χρυσοῦς τὸ βάπτισμα ἐργάζεται τοὺς λελουμένους, τοῦ Πνεύματος πυρὸς δίκην κατ᾽ ἐκεῖνον τὸν καιρὸν εἰς τὰς ἡμετέρας ἐμπεσόντος ψυχάς· καὶ τὴν μὲν εἰκόνα τοῦ χοϊκοῦ κατακαίοντος, τὴν δὲ εἰκόνα τοῦ ἐπουρανίου νεοπαγῆ καὶ λαμπρὰν, καὶ ὡς ἀπὸ χωνευτηρίου στίλβουσαν ἀναφέροντος. Καὶ τί δήποτε οὐκ εἶπεν, ὅτι ἐποίησεν αὐτοὺς τέκνα Θεοῦ, ἀλλ᾽, Ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι; Δεικνὺς ὅτι πολλῆς δεῖ τῆς σπουδῆς, ὥστε τὴν ἐν τῷ βαπτίσματι τῆς υἱοθεσίας ἡμῖν ἐντυπωθεῖσαν εἰκόνα, ἀκηλίδωτον δι᾽ ὅλου διατηρῆσαι καὶ ἀνέπαφον· ἅμα δὲ καὶ ἐμφαίνων, ὅτι τὴν ἐξουσίαν ταύτην οὐδεὶς ἡμᾶς ἀφελέσθαι δυνήσεται, ἂν μὴ προλαβόντες ἑαυτοὺς ἀφελώμεθα. Εἰ γὰρ οἱ παρὰ ἀνθρώπων κῦρος τινῶν πραγμάτων λαβόντες, τοσαύτην ἔχουσι τὴν ἰσχὺν, ὅσην σχεδὸν οἱ δεδωκότες αὐτοί· πολλῷ μᾶλλον οἱ παρὰ τοῦ Θεοῦ ταύτης τυχόντες τῆς τιμῆς, ἂν μηδὲν τῆς ἐξουσίας ταύτης ἀνάξιον πράξωμεν, πάντων ἐσόμεθα δυνατώτεροι, διὰ τὸ καὶ πάντων εἶναι μείζω τε καὶ ἀγαθώτερον τὸν ταύτην ἡμῖν ἐγχειρίσαντα τὴν τιμήν. Ἅμα δὲ καὶ ἐνδείξασθαι βούλεται, ὅτι οὐχ ἁπλῶς οὐδὲ ἡ χάρις ἔπεισιν, ἀλλὰ τοῖς βουλομένοις καὶ ἐσπουδακόσι· καὶ γὰρ καὶ ἐν τῇ ἐξουσίᾳ κεῖται τῇ τούτων, τὸ γενέσθαι τέκνα.

Ἂν γὰρ μὴ ἕλωνται αὐτοὶ πρότερον, οὐκ ἔπεισιν ἡ δωρεὰ, οὐδὲ ἐργάζεταί τι. γʹ. Πανταχοῦ τοίνυν τὸ μὲν κατηναγκασμένον ἐκβαλὼν, τὸ δὲ αὐθαίρετον καὶ αὐτεξούσιον δεικνύς· τοῦτο καὶ νῦν εἴρηκε. Καὶ γὰρ ἐν αὐτοῖς τούτοις τοῖς ἀποῤῥήτοις τὸ μέν ἐστι τοῦ Θεοῦ, τὸ δοῦναι τὴν χάριν· τὸ δὲ τοῦ ἀνθρώπου, τὸ παρασχεῖν τὴν πίστιν. Καὶ ἐν τῷ μετὰ ταῦτα δὲ χρόνῳ, πολλῆς δεῖ λοιπὸν τῆς σπουδῆς.

Οὐ γὰρ ἀρκεῖ πρὸς τὴν τῆς καθαρότητος ἡμῖν φυλακὴν, τὸ βαπτισθῆναι καὶ πιστεῦσαι μόνον· ἀλλὰ δεῖ, εἰ μέλλοιμεν ταύτης διαπαντὸς ἀπολαύσεσθαι τῆς φαιδρότητος, ἄξιον αὐτῆς παρέχεσθαι βίον. Τοῦτο δὲ ἐφ᾽ ἡμῖν ἐποίησεν ὁ Θεός. Τὸ μὲν γὰρ γεννηθῆναι τὴν μυστικὴν γέννησιν, καὶ πάντων ἐκκαθαρθῆναι τῶν πρότερον ἡμαρτημένων ἡμῖν, ἀπὸ τοῦ βαπτίσματος γίνεται· τὸ δὲ μεῖναι εἰς τὸ ἑξῆς καθαροὺς, καὶ μηδεμίαν μετὰ ταῦτα δέξασθαι κηλῖδα πάλιν, τῆς ἡμετέρας ἐστὶν ἐξουσίας τε καὶ σπουδῆς. Διά τοι τοῦτο καὶ τοῦ τρόπου τῆς γεννήσεως ἡμᾶς ἀνέμνησε, καὶ ἀπὸ συγκρίσεως τῶν σαρκικῶν ὠδίνων τὴν ὑπεροχὴν ἔδειξεν εἰπών· Οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ᾽ ἐκ Θεοῦ ἐγεννήθησαν. Τοῦτο δὲ ἐποίησεν, ἵνα τὸ εὐτελὲς καὶ ταπεινὸν τοῦ προτέρου τόκου καταμαθόντες, τοῦ δι᾽ αἱμάτων καὶ θελήματος σαρκὸς, καὶ τὸ ὑψηλὸν καὶ εὐγενὲς τοῦ δευτέρου τοῦ διὰ τῆς χάριτος ἐπιγνόντες, μεγάλην τινὰ κἀντεῦθεν περὶ αὐτοῦ λάβωμεν ἔννοιαν, καὶ τῆς τοῦ γεγεννηκότος ἀξίαν δωρεᾶς, καὶ πολλὴν μετὰ ταῦτα ἐπιδειξώμεθα σπουδήν. Δέος γὰρ οὐ μικρὸν, μήποτε τὴν καλὴν ταύτην μολύναντες στολὴν, τῇ μετὰ ταῦτα ῥᾳθυμίᾳ καὶ τοῖς πλημμελήμασιν ἐκβληθῶμεν τῆς παστάδος καὶ τοῦ νυμφῶνος, κατὰ τὰς πέντε παρθένους ἐκείνας τὰς μωρὰς, ἢ κατὰ τὸν οὐκ ἔχοντα ἔνδυμα γάμου.

Καὶ γὰρ κἀκεῖνος τῶν δαιτυμόνων ἦν· ἐκλήθη γὰρ καὶ αὐτός· ἀλλ᾽ ἐπειδὴ μετὰ τὴν κλῆσιν καὶ τὴν τοσαύτην τιμὴν ἐξύβρισεν εἰς τὸν κεκληκότα, ἄκουσον οἵαν δίδωσι δίκην, πῶς ἐλεεινὴν, καὶ πολλῶν ἀξίαν δακρύων. Παραγενόμενος γὰρ ἐπὶ τὸ τῆς λαμπρᾶς ἐκείνης τραπέζης μετασχεῖν, οὐ μόνον εἴργεται τῆς εὐωχίας, ἀλλὰ καὶ τὰς χεῖρας δεθεὶς καὶ τοὺς πόδας ὁμοίως, εἰς τὸ σκότος ἄγεται τὸ ἐξώτερον, τὸν αἰώνιον καὶ ἄπειρον ὀλοφυρμὸν, καὶ τὸν βρυγμὸν τῶν ὀδόντων ὑποστησόμενος. Μὴ τοίνυν, ἀγαπητοὶ, μηδὲ ἡμεῖς νομίζωμεν ἀρκεῖν ἡμῖν πρὸς σωτηρίαν τὴν πίστιν. Ἂν γὰρ μὴ βίον ἐπιδειξώμεθα καθαρὸν, ἀλλ᾽ ἀνάξια τῆς μακαρίας κλήσεως ταύτης ἱμάτια ἀμφιασάμενοι παραγενώμεθα, οὐδὲν κωλύει καὶ ἡμᾶς παθεῖν τὰ αὐτὰ, ἅπερ ἐκεῖνος ὁ δείλαιος.

Καὶ γὰρ ἄτοπον, αὐτὸν μὲν, Θεὸν ὄντα καὶ βασιλέα, ἀνθρώπους εὐτελεῖς, καὶ ἀγύρτας, καὶ μηδενὸς ἀξίους ὄντας μὴ ἐπαισχύνεσθαι, ἀλλὰ τοὺς ἀπὸ τῆς τριόδου πρὸς τὴν τράπεζαν ἄγειν ἐκείνην· ἡμᾶς δὲ τοσαύτην ἀναισθησίαν ἐπιδείκνυσθαι, ὡς μηδὲ τῇ τοσαύτῃ τιμῇ γενέσθαι βελτίους, ἀλλὰ καὶ μετὰ τὴν κλῆσιν ἐπὶ τῆς αὐτῆς μένειν κακίας, εἰς τὴν ἄφατον τοῦ κεκληκότος ἐμπαροινοῦντας φιλανθρωπίαν. Οὐδὲ γὰρ διὰ τοῦτο ἡμᾶς ἐπὶ τὴν πνευματικὴν ταύτην καὶ φρικτὴν τῶν μυστηρίων ἐκάλεσε κοινωνίαν, ἵνα μετὰ τῆς προτέρας εἰσερχώμεθα κακίας, ἀλλ᾽ ἵνα ἀποδυσάμενοι τὴν αἰσχρότητα, μεταμφιασώμεθα ἃ τοὺς ἐν τοῖς βασιλείοις ἑστιωμένους ἠμφιάσθαι χρή. Εἰ δὲ μὴ βουλοίμεθα ἄξια τῆς κλήσεως πρᾶξαι ἐκείνης, οὐκ ἔστι τοῦτο παρὰ τὸν τετιμηκότα, ἀλλὰ παρ᾽ ἡμᾶς. Οὐδὲ γὰρ ἐκεῖνος ἡμᾶς ἐκβάλλει τοῦ θαυμαστοῦ τῶν δαιτυμόνων χοροῦ, ἀλλ᾽ ἡμεῖς ἑαυτούς. Ὁ μὲν γὰρ τὸ ἑαυτοῦ πᾶν ἤνυσε.

Καὶ γὰρ τοὺς γάμους ἐποίησε, καὶ τὴν τράπεζαν παρεσκεύασε, καὶ τοὺς καλέσαντας ἔπεμψε, καὶ παραγενομένους ἐδέξατο, καὶ τὴν ἄλλην ἅπασαν τετίμηκε τιμήν· ἡμεῖς δὲ καὶ εἰς αὐτὸν, καὶ εἰς τοὺς παρόντας, καὶ εἰς τὸν γάμον ὑβρίσαντες διὰ τῶν ῥυπαρῶν ἱματίων, τουτέστι, τῶν ἀκαθάρτων πράξεων, εἰκότως ἐκβαλλόμεθα λοιπόν. Ταύτῃ γὰρ καὶ τὸν γάμον τιμῶν, καὶ τοὺς κεκλημένους, ἀπελαύνει τοὺς ἰταμοὺς καὶ τοὺς ἀναισχύντους ἐκείνους. Εἰ γὰρ εἴασε τοὺς ἐκεῖνο ἠμφιεσμένους τὸ ἱμάτιον, αὐτὸς ἂν ἔδοξε καὶ τοὺς ἄλλους ὑβρίζειν. Ἀλλὰ μηδένα γένοιτο τοιούτου πειραθῆναι τοῦ κεκληκότος, μήτε ἡμῶν, μήτε ἑτέρων τινῶν. Διὰ γὰρ τοῦτο, πρὶν ἢ γενέσθαι ταῦτα πάντα, ἀναγέγραπται· ἵνα ἐν τῇ τῶν γραμμάτων ἀπειλῇ σωφρονισθέντες, μὴ συγχωρήσωμεν εἰς ἔργον ἐλθεῖν τὴν ἀτιμίαν καὶ τὴν κόλασιν ταύτην, ἀλλ᾽ ἐπὶ τῶν ῥημάτων αὐτὴν στήσωμεν μόνον, καὶ μετὰ λαμπρᾶς ἕκαστος στολῆς εἰς τὴν κλῆσιν ἐκείνην παραγενώμεθα· ἧς ἀπολαῦσαι γένοιτο πάντας ἡμᾶς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΑʹ. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. αʹ. Μίαν ὑμᾶς ἅπαντας αἰτῆσαι βούλομαι χάριν, πρὶν ἢ τῶν εὐαγγελικῶν ἅψασθαι ῥημάτων· ἀλλὰ μὴ ἀνανεύσητε πρὸς τὴν αἴτησιν. Οὔτε γὰρ βαρύ τι καὶ ἐπαχθὲς αἰτῶ, οὔτ᾽ ἐμοὶ τῷ λαμβάνοντι μόνον χρήσιμον ἔσται τὸ διδόμενον, ἀλλὰ καὶ ὑμῖν τοῖς παρέχουσι· καὶ τάχα πολλῷ πλέον ὑμῖν. Τί ποτ᾽ οὖν ἐστιν ὅπερ αἰτοῦμαι ὑμᾶς; Κατὰ μίαν Σαββάτων, ἢ καὶ κατὰ Σάββατον, τὴν μέλλουσαν ἐν ὑμῖν ἀναγνωσθήσεσθαι τῶν Εὐαγγελίων περικοπὴν, ταύτην πρὸ τούτων τῶν ἡμερῶν μετὰ χεῖρας λαμβάνων ἕκαστος οἴκοι καθήμενος ἀναγινωσκέτω συνεχῶς, καὶ πολλάκις περισκοπείτω μετὰ ἀκριβείας τὰ ἐγκείμενα, καὶ βασανιζέτω ταῦτα καλῶς· καὶ τί μὲν σαφὲς, τί δὲ ἄδηλον, σημειούσθω· τί δὲ αὐτῶν ἐναντίον εἶναι δοκοῦν, οὐκ ὂν δέ· καὶ πάντα ἁπλῶς διακωδωνίσαντες, οὕτως ἀπαντᾶτε πρὸς τὴν ἀκρόασιν. Οὐ γὰρ μικρὸν ἀπὸ τῆς τοιαύτης σπουδῆς καὶ ὑμῖν καὶ ἡμῖν ἔσται τὸ κέρδος. Ἡμεῖς μὲν γὰρ οὐ πολλοῦ δεησόμεθα πόνου πρὸς τὸ σαφῆ ποιῆσαι τῶν λεγομένων τὴν δύναμιν, τῆς διανοίας ὑμῖν ἤδη προοικειωθείσης τῇ τῶν ῥημάτων γνώσει· ὑμεῖς δὲ ὀξύτεροι καὶ διορατικώτεροι τούτῳ τῷ τρόπῳ γενήσεσθε, οὐ πρὸς τὴν ἀκρόασιν μόνον, οὐδὲ πρὸς τὴν μάθησιν, ἀλλὰ καὶ πρὸς τὸ διδάξαι ἑτέρους.

Ἐπεὶ ὥς γε νῦν οἱ πολλοὶ τῶν ἐνταῦθα παραγινομένων ἀκούουσιν, ὁμοῦ πάντα ἀναγκαζόμενοι μαθεῖν τά τε ῥήματα, τά τε παρ᾽ ἡμῶν εἰς αὐτὰ λεγόμενα, οὐδ᾽ ἂν εἰ ἐνιαυτὸν ὅλον τοῦτο ποιοῦντες διατελοίημεν, μέγα τι καρπώσονται κέρδος. Πῶς γὰρ, ὅταν ἐκ παρέργου καὶ ἐνταῦθα μόνον κατὰ τὸν βραχὺν τοῦτον τοῖς λεγομένοις σχολάζωσι καιρόν; Εἰ δέ τινες πράγματα αἰτιῶνται καὶ φροντίδας, καὶ πολλὴν τήν τε τῶν πολιτικῶν καὶ τῶν ἰδιωτικῶν ἀσχολίαν· πρῶτον μὲν αὐτὸ τοῦτο ἔγκλημα οὐ μικρὸν, τὸ κυκλοῦσθαι τοσούτων πραγμάτων πλήθει, καὶ τοῖς βιωτικοῖς οὕτω προσηλῶσθαι διαπαντὸς, ὡς μηδὲ μικρὰν εἰς τὰ πάντων ἀναγκαιότερα ἄγειν σχολήν. Ἔπειτα ὅτι σκῆψις ταῦτα καὶ πρόφασις, κατηγορήσαιεν ἂν αὐτῶν καὶ φίλων συνουσίαι, καὶ αἱ ἐν τοῖς θεάτροις διατριβαὶ, καὶ τὰ συνέδρια, ἅπερ θέας ἕνεκεν τῆς τῶν ἵππων ἁμίλλης ποιοῦνται, ἐν αἷς πολλάκις ἡμέρας ἀνήλωσαν ὁλοκλήρους [καὶ φίλοις συνεγένεσθε ἐπιπολὺ], καὶ οὐδαμοῦ τὴν τῶν πραγμάτων ἀσχολίαν ᾐτιάσατό τις ἐν τούτοις αὐτῶν.

Εἶτα ἐν μὲν τοῖς εὐτελέσιν ἀπροφάσιστοι πανταχοῦ, καὶ σχολὴν ἄγειν βαθεῖαν δύνασθε· εἰ δὲ τοῖς τοῦ Θεοῦ δέοι προσέχειν, τοσοῦτον ὑμῖν ταῦτα περιττότερα καὶ ἀτιμότερα πάντων εἶναι δοκεῖ, ὡς μηδὲ μικρὰν οἴεσθαι δεῖν ἀπονέμειν αὐτοῖς σχολήν. Καὶ πῶς ἄξιον οὕτω διακειμένους ἀναπνεῖν, ἢ τὸν ἥλιον τοῦτον ὁρᾷν;

Ἔστι καὶ ἑτέρα πρόφασις τοῖς οὕτω ῥᾳθύμοις ἀλογωτάτη, τὸ μὴ κεκτῆσθαι μηδὲ ἔχειν βιβλία. Καὶ πρὸς μὲν τοὺς πλουτοῦντας, γέλως ὑπὲρ ταύτης ἡμᾶς ἀποτείνεσθαι τῆς προφάσεως· ἐπειδὴ δὲ τῶν πενεστέρων πολλοὺς οἶμαι κατακεχρῆσθαι αὐτῇ συνεχῶς, ἐκεῖνο ἂν ἡδέως ἐροίμην αὐτοὺς, εἰ μὴ πάντα τὰ τῆς τέχνης ὄργανα, ἧς ἕκαστός ἐστι δημιουργὸς, πλήρη καὶ ὁλόκληρα ἔχει, κἂν μυρία κωλύῃ πενία. Πῶς οὖν οὐκ ἄτοπον, ἐκεῖ μὲν μὴ αἰτιᾶσθαι πενίαν, ἀλλὰ πάντα πράττειν πρὸς τὸ μηδὲν γενέσθαι ἐμπόδιον μηδαμόθεν· μέλλοντας δὲ τοσαύτην ὠφέλειαν καρποῦσθαι, ἀσχολίαν ἀποδύρεσθαι καὶ πενίαν; Πλὴν ἀλλὰ καὶ εἴ τινες οὕτω πένητες εἶεν, ἔνεστιν ἐκ τῆς συνεχοῦς ἐνταῦθα γινομένης ἀναγνώσεως μηδὲν ἀγνοεῖν τῶν ἐγκειμένων ἐν ταῖς θείαις Γραφαῖς. Εἰ δὲ ἀδύνατον ὑμῖν τοῦτο εἶναι δοκεῖ, εἰκότως τοῦτο δοκεῖ. Οὐδὲ γὰρ μετὰ πολλῆς πολλοὶ παραγίνονται τῆς προθυμίας τῶν λεγομένων ἀκροασόμενοι, ἀλλὰ αὐτὸ τοῦτο μόνον ἀφοσιωσάμενοι πρὸς τὴν ἡμέραν, εὐθέως ὑποστρέφουσιν οἴκαδε. Εἰ δέ τινες καὶ ἐνδιατρίψαιεν, τῶν ἀναχωρησάντων οὐδὲν ἄμεινον διάκεινται, τῷ σώματι μόνον ἐνταῦθα παρόντες ἡμῖν. Ἀλλ᾽ ἵνα μὴ ἐπιπλέον ταῖς αἰτίαις ὑμᾶς βαρύνωμεν, καὶ ἐν ταῖς μέμψεσι τὸν καιρὸν ἀναλώσωμεν ἅπαντα, ἴωμεν ἐπὶ τὰ τοῦ Εὐαγγελίου ῥήματα· ὥρα γὰρ λοιπὸν εἰς τὰ προκείμενα καθεῖναι τὸν λόγον.

Ἀλλὰ διανάστητε, ὥστε μηδὲν ὑμᾶς τῶν λεγομένων παρελθεῖν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, φησὶ, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Εἰπὼν ὅτι ἐκ Θεοῦ ἐγεννήθησαν οἱ λαβόντες αὐτὸν, καὶ τέκνα Θεοῦ γεγόνασι, τῆς ἀφάτου ταύτης τιμῆς τίθησι τὴν αἰτίαν καὶ τὴν ὑπόθεσιν. Αὕτη δέ ἐστι, τὸ γενέσθαι σάρκα τὸν Λόγον, καὶ τὴν τοῦ δούλου μορφὴν ἀναλαβεῖν τὸν Δεσπότην. Ἐγένετο γὰρ Υἱὸς ἀνθρώπου, Θεοῦ γνήσιος ὢν Υἱὸς ἵνα τοὺς τῶν ἀνθρώπων υἱοὺς τέκνα ποιήσῃ Θεοῦ. Τὸ γὰρ ὑψηλὸν τῷ ταπεινῷ προσομιλοῦν, αὐτὸ μὲν οὐδὲν εἰς τὴν οἰκείαν παραβλάπτεται δόξαν· ἐκεῖνο δὲ ἀπὸ τῆς πολλῆς ἀνίστησι ταπεινότητος.

Ὅπερ οὖν καὶ ἐπὶ τοῦ Χριστοῦ γέγονε. Τήν τε γὰρ ἰδίαν φύσιν οὐδὲν ἀπὸ ταύτης ἠλάττωσε τῆς καταβάσεως, ἡμᾶς τε τοὺς διαπαντὸς ἐν ἀδοξίᾳ καθημένους καὶ σκότῳ, πρὸς δόξαν ἄφατον ἀνήγαγεν. Οὕτω που καὶ βασιλεὺς πτωχῷ καὶ πένητι διαλεγόμενος μετὰ σπουδῆς καὶ εὐνοίας, ἑαυτὸν μὲν οὐδὲν ᾔσχυνεν, ἐκεῖνον δὲ παρὰ πᾶσι περίβλεπτον ἐποίησεν εἶναι καὶ λαμπρόν. Εἰ δὲ ἐπὶ τῆς ἐπεισάκτου τῶν ἀνθρώπων ἀξίας οὐδὲν τὸν ἐντιμότερον ἡ πρὸς τὸν εὐτελέστερον ὁμιλία παρέβλαψε, πολλῷ μᾶλλον ἐπὶ τῆς ἀκηράτου καὶ μακαρίας ἐκείνης οὐσίας, τῆς ἐπείσακτον μὲν ἐχούσης οὐδὲν, οὐδὲ γινόμενον καὶ ἀπογινόμενον, πάντα δὲ κεκτημένης ἀκίνητα καὶ πεπηγότα εἰς τέλος τὰ ἀγαθά. Ὥστε ὅταν ἀκούσῃς, ὅτι Ὁ λόγος σὰρξ ἐγένετο, μὴ θορυβηθῇς, μηδὲ καταπέσῃς. Οὐδὲ γὰρ ἡ οὐσία μετέπεσεν εἰς σάρκα (τοῦτο γὰρ ὄντως ἀσεβές ἐστι καὶ ἐννοῆσαι), ἀλλὰ μένουσα ὅπερ ἐστὶν, οὕτω τοῦ δούλου τὴν μορφὴν ἀνέλαβε.

βʹ. Τίνος οὖν ἕνεκεν τῷ Ἐγένετο κέχρηται ῥήματι; Τὰ τῶν αἱρετικῶν ἐμφράττων στόματα. Ἐπειδὴ γὰρ εἰσὶν οἱ λέγοντες, ὅτι φαντασία τις ἦν καὶ ὑπόκρισις καὶ ὑπόνοια τὰ τῆς οἰκονομίας ἅπαντα, ἄνωθεν αὐτῶν προαναιρῶν τὴν βλασφημίαν, τὸ Ἐγένετο τέθεικεν· οὐ μεταβολὴν οὐσίας, ἄπαγε, ἀλλὰ σαρκὸς ἀληθινῆς ἀνάληψιν παραστῆσαι βουλόμενος. Ὥσπερ γὰρ ὅταν λέγῃ, Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα, οὐ τοῦτό φησιν, ὅτι ἡ οὐσία αὐτοῦ, τῆς οἰκείας ἀποστᾶσα δόξης, εἰς κατάραν οὐσιώθη· τοῦτο γὰρ οὐδ᾽ ἂν δαίμονες ἐννοήσαιεν, οὔτε οἱ σφόδρα ἀνόητοι καὶ τῶν κατὰ φύσιν ἀπεστερημένοι φρενῶν· τοσαύτην ἔχει μετὰ τῆς ἀσεβείας καὶ τὴν παράνοιαν· οὐ δὴ τοῦτο οὖν λέγει, ἀλλ᾽ ὅτι τὴν καθ᾽ ἡμῶν κατάραν δεξάμενος, οὐκ ἀφίησιν ἡμᾶς ἐπαράτους εἶναι λοιπόν· οὕτω δὴ καὶ ἐνταῦθα σάρκα, φησὶν, αὐτὸν γενέσθαι, οὐ μεταβαλόντα εἰς σάρκα τὴν οὐσίαν, ἀλλ᾽ ἀναλαβόντα αὐτὴν, ἀνεπάφου μενούσης ἐκείνης. Εἰ δὲ λέγοιεν, ὅτι Θεὸς ὢν ἅπαντα δύναται, ὥστε καὶ εἰς σάρκα μεταπεσεῖν ἐδύνατο· ἐκεῖνο πρὸς αὐτοὺς ἐροῦμεν, ὅτι πάντα δύναται, ἕως ἂν μένῃ Θεὸς ὤν· εἰ δὲ μεταβολὴν ἐδέξατο, καὶ μεταβολὴν ἐπὶ τὸ χεῖρον, πῶς ἂν εἴη Θεός; Τὸ γὰρ μεταβάλλεσθαι, πόῤῥω τῆς ἀκηράτου φύσεως ἐκείνης.

Διὸ καὶ ὁ Προφήτης ἔλεγε· Πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Πάσης γὰρ ἀνωτέρα μεταβολῆς ἡ οὐσία αὕτη. Οὔτε γὰρ κρεῖττόν τί ἐστιν αὐτοῦ, ὥστε προκόψαντα αὐτὸν ἐπὶ τοῦτο ἐλθεῖν. Τί λέγω κρεῖττον;

Οὐδὲν ἴσον, οὐδὲ μικρὸν ἐγγύς. Οὐκοῦν λείπεται τὴν ἐπὶ τὸ χεῖρον αὐτὸν δέξασθαι μεταβολὴν, εἴ γε μεταβάλ[λ]οιτο. Τοῦτο δὲ οὐκ ἂν εἴη Θεός. Ἀλλ᾽ ἡ βλασφημία τραπείη εἰς τὴν τῶν ταῦτα λεγόντων κεφαλήν.

Ὅτι γὰρ διὰ τοῦτο μόνον εἴρηται τὸ, Ἐγένετο, ἵνα μὴ φαντασίαν ὑπολάβῃς, σκόπει διὰ τῶν ἑξῆς, πῶς ἐκκαθαίρει τὸν λόγον, καὶ τὴν ὑπόνοιαν ἀνατρέπει τὴν πονηράν. Ἐπήγαγε γάρ· Καὶ ἐσκήνωσεν ἐν ἡμῖν· μονονουχὶ λέγων, μηδὲν ἄτοπον ὑποπτεύσῃς ἀπὸ τοῦ, Ἐγένετο. Οὐ γὰρ τροπὴν εἶπον τῆς ἀτρέπτου φύσεως ἐκείνης, ἀλλὰ σκήνωσιν καὶ κατοίκησιν. Τὸ δὲ σκηνοῦν, οὐ ταὐτὸν ἂν εἴη τῇ σκηνῇ, ἀλλ᾽ ἕτερον. Ἕτερον γὰρ ἐν ἑτέρῳ σκηνοῖ· ἐπεὶ οὐδ᾽ ἂν εἴη σκήνωσις· οὐδὲν γὰρ ἐν ἑαυτῷ κατοικεῖ. Ἕτερον δὲ εἶπον κατὰ τὴν οὐσίαν.

Τῇ γὰρ ἑνώσει καὶ τῇ συναφείᾳ ἕν ἐστιν ὁ Θεὸς Λόγος καὶ ἡ σὰρξ, οὐ συγχύσεως γενομένης, οὐδὲ ἀφανισμοῦ τῶν οὐσιῶν, ἀλλ᾽ ἑνώσεως ἀῤῥήτου τινὸς καὶ ἀφράστου. Τὸ δὲ ὅπως, μὴ ζήτει· ἐγένετο γὰρ ὡς οἶδεν αὐτός. Τίς οὖν ἐστιν ἡ σκηνὴ ἣν κατεσκήνωσεν; Ἄκουσον τοῦ Προφήτου λέγοντος· Ἀναστήσω τὴν σκηνὴν Δαυῒδ τὴν πεπτωκυῖαν. Πεπτώκει γὰρ ὄντως, πεπτώκει πτῶμα ἀνίατον ἡ φύσις ἡ ἡμετέρα, καὶ τῆς κραταιᾶς ἐκείνης ἐδεῖτο μόνης χειρός. Οὐδὲ γὰρ ἦν ἑτέρως ἀναστῆναι αὐτὴν, μὴ τοῦ τὴν ἀρχὴν διαπλάσαντος αὐτῇ χεῖρα ὀρέξαντος, καὶ διατυπώσαντος ἄνωθεν τῇ δι᾽ ὕδατος ἀναγεννήσει καὶ Πνεύματος. Καὶ θέα μοι τὸ φρικτὸν καὶ ἀπόῤῥητον τοῦ μυστηρίου· Διαπαντὸς κατοικεῖ τὴν σκηνήν· τὴν γὰρ σάρκα τὴν ἡμετέραν περιεβάλετο, οὐχ ὡς πάλιν αὐτὴν ἀφήσων, ἀλλ᾽ ὡς διαπαντὸς ἕξων μεθ᾽ ἑαυτοῦ. Οὐ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, καὶ τοῦ θρόνου κατηξίωσεν αὐτὴν τοῦ βασιλικοῦ, καὶ φορῶν αὐτὴν προσεκυνεῖτο ὑπὸ πάσης τῆς ἄνω στρατιᾶς, ἀγγέλων, ἀρχαγγέλων, θρόνων, κυριοτήτων, ἀρχῶν, ἐξουσιῶν. Ποῖος λόγος, ποία διάνοια τὴν τοσαύτην τιμὴν τὴν εἰς τὸ γένος γεγενημένην τὸ ἡμέτερον, τὴν ὄντως ὑπερφυῆ καὶ φρικτὴν παραστῆσαι δυνήσεται; τίς ἄγγελος; τίς ἀρχάγγελος; Οὐδεὶς οὐδαμοῦ, οὐ τῶν ἐν οὐρανῷ, οὐ τῶν ἐπὶ γῆς.

Τοιαῦτα γὰρ τοῦ Θεοῦ τὰ κατορθώματα, καὶ οὕτω μεγάλαι καὶ ὑπερφυεῖς αἱ εὐεργεσίαι αὐτοῦ, ὡς μὴ μόνον ἀνθρωπίνην γλῶτταν, ἀλλὰ καὶ ἀγγελικὴν δύναμιν ὑπερβαίνειν αὐτῶν τὴν ἀκριβῆ διήγησιν. Διὸ καὶ ἡμεῖς εἰς σιγὴν τέως τὸν λόγον κατακλείσομεν, τοσοῦτον ὑμῖν παρεγγυήσαντες, ἀμείψασθαι τὸν τηλικοῦτον ἡμῶν εὐεργέτην ἀμοιβαῖς, αἳ πάλιν εἰς ἡμᾶς τὸ κέρδος περιστήσουσιν ἅπαν. Αὗται δέ εἰσι, τὸ τῆς ψυχῆς ἡμᾶς μετὰ ἀκριβείας ἐπιμελεῖσθαι τῆς ἡμετέρας.

Καὶ γὰρ καὶ τοῦτο τῆς αὐτοῦ φιλανθρωπίας ἔργον, τὸ μηδενὸς ἐν χρείᾳ τῶν ἡμετέρων καθεστηκότα αὐτὸν λέγειν κομίζεσθαι τὰς ἀμοιβὰς, ὅταν ἡμεῖς τῆς ψυχῆς ἐπιμελώμεθα τῆς ἑαυτῶν. Διὸ καὶ ἐσχάτης ἀνοίας καὶ μυρίων κολάσεων ἄξιον, τὸ τοσαύτης ἀπολελαυκότας τιμῆς, μηδὲ τὰ κατὰ δύναμιν εἰσενεγκεῖν· καὶ ταῦτα, τῆς ἐκ τούτων ὠφελείας εἰς ἡμᾶς περιερχομένης πάλιν, καὶ μυρίων ἐπὶ τούτοις κειμένων ἡμῖν ἀγαθῶν. Ὑπὲρ δὴ τούτων ἁπάντων δόξαν ἀναπέμψωμεν τῷ φιλανθρώπῳ Θεῷ, μὴ διὰ τῶν ῥημάτων μόνον, ἀλλὰ πολλῷ μᾶλλον διὰ τῶν πραγμάτων, ἵνα καὶ τῶν μετὰ ταῦτα τύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΒʹ. Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας. αʹ. Τάχα πέρα τοῦ δέοντος ἐφάνημεν ὑμῖν ἐπαχθεῖς καὶ φορτικοὶ πρώην, πληκτικωτέρῳ χρησάμενοι τῷ λόγῳ, καὶ μακρὰν κατὰ τῆς τῶν πολλῶν ῥᾳθυμίας ἀποτείναντες τὴν κατηγορίαν. Ἀλλ᾽ εἰ μὲν αὐτὸ τοῦτο λυπῆσαι προελόμενοι μόνον ὑμᾶς ταῦτα ἐπράττομεν, εἰκότως ἂν ἕκαστος ἐδυσχέραινεν· εἰ δὲ πρὸς τὸ συμφέρον ὑμῶν βλέποντες, τὴν ἐν τοῖς λόγοις χάριν παρείδομεν, εἰ καὶ μὴ ἀποδέξασθαι βούλεσθε τῆς προμηθείας ἡμᾶς, ἀλλὰ συγγνῶναι τῆς τοσαύτης ἂν εἴητε δίκαιοι φιλοστοργίας. Καὶ γὰρ καὶ σφόδρα δεδοίκαμεν, μήποτε σπουδαζόντων μὲν ἡμῶν, ὑμῶν δὲ οὐκ ἐθελόντων τὴν αὐτὴν ἐπιδείξασθαι περὶ τὴν ἀκρόασιν φιλοπονίαν, αἱ τῶν μελλόντων εὐθῦναι χαλεπώτεραι γένωνται. Διὸ συνεχῶς ἀναγκαζόμεθα διεγείρειν τε ὑμᾶς καὶ ἀφυπνίζειν, ὥστε μηδὲν τῶν λεγομένων παραῤῥυῆναι. Οὕτω γὰρ ὑμῖν μετὰ πολλῆς παῤῥησίας νῦν τε ἐξέσται βιῶναι, καὶ κατ᾽ ἐκείνην τὴν ἡμέραν παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ. Ἐπεὶ οὖν ἱκανῶς ὑμῶν καθηψάμεθα πρώην, φέρε τήμερον ἐκ προοιμίων εἰς αὐτὰς τὰς ῥήσεις ἐμβάλωμεν. Καὶ ἐθεασάμεθα γὰρ, φησὶ, τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός. Εἰπὼν ὅτι Θεοῦ τέκνα γεγόναμεν, καὶ δείξας οὐκ ἄλλως ἢ τῷ τὸν Λόγον σάρκα γενέσθαι, πάλιν αὐτοῦ τούτου λέγει καὶ ἕτερον κέρδος. Τί δὲ τοῦτό ἐστιν;

Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός· οὐκ ἂν θεασάμενοι, εἰ μὴ διὰ τοῦ συντρόφου σώματος ἡμῖν ὤφθη. Εἰ γὰρ Μωϋσέως τῆς αὐτῆς ἡμῖν μετέχοντος φύσεως οὐχ ὑπέμειναν οἱ κατ᾽ ἐκεῖνον τὸν καιρὸν τὸ πρόσωπον μόνον δοξασθὲν ἰδεῖν, ἀλλὰ καὶ προκαλύμματος ἐδέησε τῷ δικαίῳ τοῦ δυναμένου τὸ τῆς δόξης ἄκρατον συσκιάσαι, καὶ ἥμερον καὶ προσηνῆ τοῦ Προφήτου τὴν ὄψιν αὐτοῖς δεῖξαι· πῶς θεότητα γυμνὴν, οὖσαν ἀπρόσιτον καὶ αὐταῖς ταῖς ἄνω δυνάμεσιν, ἡμεῖς οἱ πήλινοι καὶ γηγενεῖς ἠδυνήθημεν ἂν ἐνεγκεῖν; Διὰ τοῦτο ἐσκήνωσεν ἐν ἡμῖν, ἵνα καὶ προσελθεῖν αὐτῷ καὶ διαλεχθῆναι καὶ συναναστραφῆναι δυνηθῶμεν μετὰ ἀδείας πολλῆς.

Τί δέ ἐστι τὸ, Δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός; Ἐπειδὴ πολλοὶ καὶ τῶν προφητῶν ἐδοξάσθησαν, οἶον αὐτὸς οὗτος ὁ Μωϋσῆς, ὁ Ἠλίας, ὁ Ἐλισσαῖος· ὁ μὲν ὑπὸ πυρίνου κυκλούμενος ἅρματος, ὁ δὲ οὕτως ἀναλαμβανόμενος· καὶ μετ᾽ αὐτοὺς ὁ Δανιὴλ, καὶ οἱ παῖδες οἱ τρεῖς, καὶ ἕτεροι δὲ πολλοὶ, ὅσοι καὶ θαύματα ἐπεδείξαντο, ἐδοξάσθησαν· καὶ ἄγγελοι δὲ παρὰ ἀνθρώποις φανέντες, καὶ τὸ τῆς οἰκείας φύσεως ἀπαστράπτον φῶς παρανοίξαντες τοῖς ὁρῶσιν· οὐκ ἄγγελοι δὲ μόνον, ἀλλὰ καὶ τὰ Χερουβὶμ μετὰ πολλῆς ὤφθη τῷ Προφήτῃ τῆς δόξης, καὶ τὰ Σεραφὶμ ὁμοίως· πάντων δὴ τούτων ἡμᾶς ἀπάγων ὁ εὐαγγελιστὴς, καὶ τῆς κτίσεως καὶ τῆς τῶν ὁμοδούλων λαμπρότητος ἀπανιστὰς τὴν διάνοιαν, πρὸς αὐτὴν ἡμᾶς τῶν ἀγαθῶν ἵστησι τὴν κορυφήν. Οὐ γὰρ προφήτου, φησὶν, οὐδὲ ἀγγέλου, οὐδὲ ἀρχαγγέλου, οὐδὲ τῶν ἀνωτέρω δυνάμεων, οὐκ ἄλλης τινὸς κτιστῆς φύσεως, εἴ γέ τίς ἐστι καὶ ἑτέρα, ἀλλ᾽ αὐτοῦ τοῦ Δεσπότου, αὐτοῦ τοῦ Βασιλέως, αὐτοῦ γνησίου Μονογενοῦς Παιδὸς, αὐτοῦ τοῦ πάντων ἡμῶν Κυρίου τὴν δόξαν ἐθεασάμεθα. Τὸ δὲ Ὡς, ἐνταῦθα, οὐχ ὁμοιώσεώς ἐστιν, οὐδὲ παραβολῆς, ἀλλὰ βεβαιώσεως καὶ ἀναμφισβητήτου διορισμοῦ· ὡσανεὶ ἔλεγεν· Ἐθεασάμεθα δόξαν, οἵαν ἔπρεπε καὶ εἰκὸς ἔχειν μονογενῆ καὶ γνήσιον Υἱὸν ὄντα τοῦ πάντων βασιλέως Θεοῦ.

Καὶ τοῖς πολλοῖς δὲ ἔθος· οὐ γὰρ παραιτήσομαι καὶ ἀπὸ τῆς κοινῆς συνηθείας τὸν λόγον πιστώσασθαι. Οὐδὲ γὰρ πρὸς κάλλος ἡμῖν ὀνομάτων, οὐδὲ πρὸς ἁρμονίαν συνθήκης πρόκειται νῦν εἰπεῖν, ἀλλὰ πρὸς τὴν ὑμετέραν ὠφέλειαν μόνον· ὅθεν οὐδὲν κωλύει καὶ ἀπὸ τῆς τῶν πολλῶν συνηθείας αὐτὸ βεβαιῶσαι. Τίς δέ ἐστιν ἡ συνήθεια τῶν πολλῶν; Βασιλέα πολλάκις σφόδρα κεκοσμημένον ὁρῶντές τινες, καὶ τιμίοις ἀπαστράπτοντα λίθοις πάντοθεν, ἐπειδὰν πρός τινας διηγῶνται τὸ κάλλος ἐκεῖνο, τὸν κόσμον, τὴν δόξαν, λέγουσι μὲν ὅσαπερ ἂν δυνηθῶσι, τῆς ἁλουργίδος τὸ ἄνθος, τῶν λίθων τὸ μέγεθος, τὴν λευκότητα τῶν ἡμιόνων, τὸν περὶ τὸ ζεῦγος χρυσὸν, τὴν στρωμνὴν παριστῶντες τὴν στίλβουσαν. Ἐπειδὰν δὲ καὶ ταῦτα καὶ ἕτερα πρὸς τούτοις καταλέξαντες, μὴ δυνηθῶσιν ἅπασαν τῷ λόγῳ παραστῆσαι τὴν λαμπρότητα, εὐθέως τοῦτο ἐπάγουσι· Τί δεῖ τὰ πολλὰ λέγειν; ἅπαξ ὡς βασιλεύς· διὰ τοῦ, ὡς, οὐ τὸ βασιλέως ὅμοιον εἶναι δεῖξαι βουλόμενοι τοῦτον περὶ οὗ πάντα λέγουσιν, ἀλλὰ τὸ αὐτὸν βασιλέα γνήσιον εἶναι. Οὕτω τοίνυν καὶ ὁ εὐαγγελιστὴς τὸ, Ὡς, τέθεικε, τὸ παρηλλαγμένον τῆς δόξης καὶ ὑπερέχον ἀσυγκρίτως παραστῆσαι θέλων.

Οἱ μὲν γὰρ ἄλλοι πάντες, καὶ ἄγγελοι, καὶ ἀρχάγγελοι, καὶ προφῆται, προσταττόμενοι πάντα ἐποίουν· αὐτὸς δὲ μετ᾽ ἐξουσίας βασιλεῖ καὶ δεσπότῃ πρεπούσης· ὅπερ οὖν καὶ οἱ ὄχλοι ἐθαύμαζον, ὅτι ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων.

βʹ. Ἐφάνησαν μὲν οὖν, ὅπερ εἶπον, καὶ ἄγγελοι μετὰ δόξης πολλῆς ἐπὶ τῆς γῆς· οἷον ἐπὶ τοῦ Δανιὴλ, ἐπὶ τοῦ Δαυῒδ, ἐπὶ τοῦ Μωϋσέως· ἀλλ᾽ ὡς δοῦλοι καὶ δεσπότην ἔχοντες, οὕτω πάντα ἔπραττον· αὐτὸς δὲ ὡς δεσπότης καὶ πάντων κρατῶν, καὶ ταῦτα μετ᾽ εὐτελοῦς σχήματος καὶ ταπεινοῦ φανείς· ἀλλ᾽ ὅμως καὶ οὕτως ἡ κτίσις τὸν Δεσπότην ἐπέγνω τὸν ἑαυτῆς.

Πῶς; Ἀστὴρ μὲν γὰρ ἀπ᾽ οὐρανοῦ μάγους καλῶν προσκυνήσοντας αὐτόν· ἀγγέλων δὲ ὄχλος πολὺς πανταχοῦ κεχυμένος τὸν Δεσπότην περιεπόντων, καὶ ἀνυμνούντων αὐτόν· καὶ ἕτεροι δὲ ἐξαπίνης ἀνεφύοντο κήρυκες, καὶ πάντες ἀλλήλοις ἀπαντῶντες, εὐηγγελίζοντο τὸ ἀπόῤῥητον τοῦτο μυστήριον, τοὺς μὲν ποιμένας οἱ ἄγγελοι, τοὺς δὲ τῆς πόλεως οἱ ποιμένες· καὶ τὴν μὲν Μαρίαν καὶ τὴν Ἐλισάβετ, ὁ Γαβριὴλ, τοὺς δὲ εἰς τὸ ἱερὸν παραγινομένους ἡ Ἄννα μετὰ τοῦ Συμεών. Οὐκ ἄνδρες δὲ καὶ γυναῖκες μόνον ὑπὸ τῆς ἡδονῆς ἐπτερώθησαν, ἀλλὰ καὶ τὸ μηδέπω βρέφος εἰς φῶς ἐξελθὸν, ὁ τῆς ἐρήμου πολίτης, λέγω, καὶ τούτου ὁμώνυμος τοῦ εὐαγγελιστοῦ, ἐσκίρτησεν, ἐν τῇ νηδύϊ τῆς μητρὸς ὢν ἔτι, καὶ πάντες μετέωροι ταῖς ἐλπίσι πρὸς τὰ μέλλοντα ἦσαν. Καὶ ταῦτα μὲν παρὰ τὸν τόκον εὐθέως· ὅτε δὲ ἐπὶ πλέον ἑαυτὸν ἐξέφηνε, πάλιν ἕτερα θαύματα τῶν προτέρων ἐφαίνετο μείζονα. Οὐκ ἔτι γὰρ ἀστὴρ καὶ οὐρανὸς, οὐδὲ ἄγγελοι καὶ ἀρχάγγελοι, οὐδὲ Γαβριὴλ καὶ Μιχαὴλ, ἀλλ᾽ αὐτὸς αὐτὸν ἄνωθεν ἀπὸ τῶν οὐρανῶν ἐκήρυττεν ὁ Πατὴρ, καὶ μετὰ τοῦ Πατρὸς ὁ Παράκλητος, ἐφιπτάμενος αὐτῷ μετὰ τῆς φωνῆς, καὶ μένων ἐπ᾽ αὐτόν. Ὄντως διὰ ταῦτα ἔλεγεν· Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός. Οὐ διὰ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ διὰ τὰ μετὰ ταῦτα τοῦτό φησιν.

Οὐκ ἔτι γὰρ ποιμένες μόνον, οὐδὲ χῆραι γυναῖκες, οὐδὲ ἄνδρες πρεσβῦται ἡμᾶς εὐαγγελίζονται, ἀλλὰ καὶ αὐτὴ τῶν πραγμάτων ἡ φύσις, πάσης σάλπιγγος λαμπρότερον βοῶσα, καὶ οὕτω γεγωνὸς, ὡς καὶ ἐνταῦθα αὐτῆς εὐθέως ἀκουσθῆναι τὸν ἦχον. Ἀπῆλθε γὰρ, φησὶν, εἰς τὴν Συρίαν ἡ ἀκοὴ αὐτοῦ, καὶ πᾶσιν αὐτὸν ἀπεκάλυπτε· καὶ πάντα πάντοθεν ἐβόα, ὅτι βασιλεὺς τῶν οὐρανῶν παραγέγονεν. Οἵ τε γὰρ δαίμονες πάντοθεν ἔφευγον καὶ ἀπεπήδων, ὅ τε διάβολος ἐγκαλυψάμενος ὑπεχώρει, αὐτός τε ὁ θάνατος ὑπεξίστατο τέως, καὶ μετὰ ταῦτα τέλεον ἠφανίζετο· καὶ πάσης ἀῤῥωστίας εἶδος ἐλύετο, καὶ τοὺς μὲν νεκροὺς ἠφίει τὰ μνήματα, τοὺς δὲ μεμηνότας οἱ δαίμονες, τοὺς δὲ ἀῤῥώστους αἱ νόσοι· καὶ ἦν ἰδεῖν πράγματα παράδοξα καὶ θαυμαστὰ, καὶ ἅπερ εἰκότως ἐπεθύμησαν προφῆται ἰδεῖν, καὶ οὐκ εἶδον. Ἦν γὰρ ἰδεῖν ὀφθαλμοὺς διαπλαττομένους, καὶ τὸ ποθεινὸν ἐκεῖνο, ὃ πάντες ἐπεθύμησαν ἂν ἰδεῖν, πῶς τὸν Ἀδὰμ ἀπὸ τῆς γῆς ἔπλασεν ὁ Θεὸς, τοῦτο ἐν βραχεῖ πᾶσιν ἐπιδεικνύντα, καὶ ἐν τῷ βελτίονι τοῦ σώματος μέρει· τά τε παραλελυμένα καὶ διῳκισμένα συγκολλώμενα μέλη, καὶ ἀλλήλοις συναρμοττόμενα, χεῖρας νεκρὰς κινουμένας, πόδας παραλελυμένους ἀθρόον ἁλλομένους, ὦτα βεβυσμένα ἀναπεταννύμενα, καὶ γλῶτταν ἠχοῦσαν μέγα, τὴν πρότερον ἀφωνίᾳ δεδεμένην.

Καθάπερ γάρ τις τεχνίτης ἄριστος, οἰκίαν ὑπὸ χρόνου σαθρωθεῖσαν ἀναλαβὼν, τὴν κοινὴν τότε τῶν ἀνθρώπων φύσιν, οὕτω ταύτης τά τε ἀποκλασθέντα ἀνεπλήρωσε μέρη, τά τε διεστῶτα καὶ διαλελυμένα συνέσφιγξε, καὶ τὰ τέλεον πεπτωκότα ἀνέστησε. Τί ἄν τις εἴποι τῆς ψυχῆς τὴν διάπλασιν, πολλῷ θαυμαστοτέραν τῆς ἐν τοῖς σώμασιν οὖσαν; Μέγα μὲν γὰρ καὶ ἡ τῶν σωμάτων ὑγεία, πολλῷ δὲ μεῖζον ἡ τῶν ψυχῶν, καὶ τοσούτῳ μεῖζον, ὅσῳ ψυχὴ σώματος ἄμεινον· οὐ ταύτῃ δὲ μόνον, ἀλλ᾽ ὅτι ἡ μὲν τῶν σωμάτων φύσις, ᾗπερ ἂν αὐτὴν ὁ Δημιουργὸς ἄγειν βούληται, ταύτῃ ἕπεται, καὶ τὸ ἀντιπίπτον οὐδέν· ἡ δὲ ψυχὴ κυρία ἑαυτῆς γενομένη, καὶ τῶν πρακτέων τὴν ἐξουσίαν ἔχουσα, οὐ πάντα, ἂν μὴ βούληται, πείθεται τῷ Θεῷ. Ἄκουσαν γὰρ αὐτὴν καὶ βίᾳ που κατηναγκασμένην, οὐ βούλεται ποιῆσαι καλὴν καὶ ἐνάρετον, ἐπειδήπερ μηδὲ ἔστι τοῦτο ἀρετή· ἀλλὰ χρὴ βουλομένην καὶ ἑκοῦσαν πεῖσαι γενέσθαι τοιαύτην· ὅθεν χαλεπώτερον τοῦτό ἐστιν ἐκείνης τῆς ἰατρείας. Ἀλλ᾽ ὅμως καὶ τοῦτο κατωρθοῦτο, καὶ πᾶν εἶδος κακίας ἠλαύνετο.

Καὶ ὥσπερ τὰ σώματα τὰ θεραπευόμενα, οὐ πρὸς ὑγίειαν μόνον, ἀλλὰ καὶ πρὸς εὐεξίαν τὴν ἀνωτάτω μετεῤῥύθμιζεν· οὕτω καὶ τὰς ψυχὰς, οὐ τῆς κακίας τῆς ἐσχάτης ἀπήλλαξε μόνον, ἀλλὰ καὶ πρὸς αὐτὴν τῆς ἀρετῆς τὴν κορυφὴν ἤγαγε· καὶ ὁ τελώνης ἀπόστολος ἐγίνετο, καὶ ὁ διώκτης καὶ βλάσφημος καὶ ὑβριστὴς, κῆρυξ τῆς οἰκουμένης ἀπεδείκνυτο· καὶ μάγοι, διδάσκαλοι Ἰουδαίων ἐγίνοντο· καὶ λῃστὴς, παραδείσου πολίτης ἀνεφαίνετο· καὶ πόρνη, πολλῇ τῇ πίστει διέλαμπε· καὶ Χαναναία καὶ Σαμαρεῖτις γυνὴ, ἑτέρα πόρνη καὶ αὐτὴ, ἡ μὲν τὸ κήρυγμα τῶν ὁμοφύλων ἀνεδέξατο, καὶ πόλιν ὁλόκληρον σαγηνεύσασα, οὕτω προσήγαγε τῷ Χριστῷ· ἡ δὲ τῇ πίστει καὶ τῇ προσεδρείᾳ δαίμονα πονηρὸν ἀπελαθῆναι τῆς τοῦ θυγατρίου ψυχῆς παρεσκεύασε.

Καὶ ἕτεροι δὲ πολλῷ τούτων χείρους εἰς τὴν τῶν μαθητῶν εὐθέως κατελέγοντο τάξιν. Καὶ πάντα ἀθρόον μετεσχηματίζετο, τῶν σωμάτων τὰ πάθη, τῶν ψυχῶν τὰ νοσήματα, καὶ πρὸς ὑγείαν καὶ τὴν ἀκριβεστάτην ἀρετὴν μετεπλάττοντο, καὶ τούτων, οὐ δύο καὶ τρεῖς ἄνθρωποι, οὐδὲ πέντε, καὶ δέκα, καὶ εἴκοσι καὶ ἑκατὸν μόνον, ἀλλὰ πόλεις ὁλόκληροι καὶ ἔθνη μετὰ πολλῆς τῆς εὐκολίας μετεῤῥυθμίζοντο. Τί ἄν τις εἴποι τῶν προσταγμάτων τὴν φιλοσοφίαν, τῶν οὐρανίων νόμων τὴν ἀρετὴν, τῆς ἀγγελικῆς πολιτείας τὴν εὐταξίαν; Τοιοῦτον γὰρ ἡμῖν εἰσηγήσατο βίον, τοιούτους ἡμῖν ἔθηκε νόμους, τοιαύτην κατεστήσατο πολιτείαν, ὡς τοὺς τούτοις χρωμένους ἀγγέλους εὐθέως γίνεσθαι, καὶ ὁμοίους Θεῷ κατὰ δύναμιν τὴν ἡμετέραν, κἂν ἁπάντων ἀνθρώπων κακίους τύχωσιν ὄντες.

γʹ. Ταῦτα οὖν ἅπαντα συναγαγὼν ὁ εὐαγγελιστὴς τὰ θαύματα, τὰ ἐν σώμασι, τὰ ἐν ψυχαῖς, τὰ ἐν τοῖς στοιχείοις, τὰ προστάγματα, τὰ δῶρα τὰ ἀπόῤῥητα ἐκεῖνα, καὶ τῶν οὐρανῶν ὑψηλότερα, τοὺς νόμους, τὴν πολιτείαν, τὴν πειθὼ, τὰς μελλούσας ὑποσχέσεις, τὰ παθήματα αὐτοῦ, τὴν θαυμαστὴν ταύτην καὶ ὑψηλῶν γέμουσαν δογμάτων ἀφῆκε φωνὴν λέγων· Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρη χάριτος καὶ ἀληθείας. Οὐ γὰρ διὰ τὰ θαύματα μόνον αὐτὸν θαυμάζομεν, ἀλλὰ καὶ διὰ τὰ παθήματα· οἷον, ἐπειδὴ προσηλώθη τῷ σταυρῷ καὶ ἐμαστιγώθη, ἐπειδὴ ἐῤῥαπίσθη, ἐπειδὴ ἐνεπτύσθη, ἐπειδὴ ἔλαβεν ἐπὶ κόῤῥης πληγὰς παρὰ τῶν εὐεργετηθέντων αὐτῶν. Καὶ γὰρ καὶ ἐπὶ τούτοις αὐτοῖς τοῖς δοκοῦσιν ἐπονειδίστοις εἶναι, τὸ αὐτὸ ῥῆμα πάλιν ἄξιον ἐπιφθέγξασθαι, ἐπεὶ καὶ αὐτὸς δόξαν τὸ πρᾶγμα ἐκάλεσεν. Οὐ γὰρ δὴ μόνον κηδεμονίας καὶ ἀγάπης ἦν τὰ γινόμενα, ἀλλὰ καὶ δυνάμεως ἀφάτου. Τότε γὰρ καὶ θάνατος ἠφανίζετο, καὶ κατάρα ἐλύετο, καὶ δαίμονες κατῃσχύνοντο καὶ ἐδειγματίζοντο θριαμβευόμενοι, καὶ τὸ χειρόγραφον τῶν ἁμαρτιῶν τῷ σταυρῷ προσηλοῦτο. Εἶτα ἐπειδὴ ταῦτα ἀοράτως ἐθαυματουργεῖτο, ἐγένετό τινα καὶ ὁρατῶς, δεικνύντα ὅτι ὄντως μονογενὴς ἦν Υἱὸς τοῦ Θεοῦ, καὶ τῆς κτίσεως πάσης Δεσπότης.

Ἔτι γὰρ τοῦ μακαρίου σώματος κρεμαμένου, ἀπέστρεφε μὲν ὁ ἥλιος τὰς ἀκτῖνας, ἐκλονεῖτο δὲ ἡ γῆ καὶ ἐσκοτίζετο πᾶσα, καὶ τάφοι μὲν ἀνεῤῥήγνυντο, καὶ τὸ ἔδαφος ἐτινάσσετο, καὶ νεκρῶν δῆμος ἄπειρος ἐξεπήδα, καὶ εἰς τὴν πόλιν εἰσῄει· τῶν δὲ τοῦ μνήματος αὐτοῦ λίθων ἡρμοσμένων τῇ θήκῃ, ἔτι καὶ τῶν σημάντρων ἐπικειμένων, ἀνίστατο ὁ νεκρὸς ὁ σταυρωθεὶς, ὁ προσηλωθεὶς, καὶ τῆς δυνάμεως τῆς πολλῆς τότε τοὺς ἔνδεκα μαθητὰς ἐμπλήσας, ἔπεμπε τοῖς κατὰ τὴν οἰκουμένην ἀνθρώποις, ἰατροὺς κοινοὺς τῆς φύσεως ἐσομένους ἁπάσης, καὶ τὸν βίον ὀρθώσοντας, τὴν τῶν οὐρανίων δογμάτων γνῶσιν πανταχοῦ διασπεροῦντας γῆς, τὴν δὲ τῶν δαιμόνων λύσοντας τυραννίδα, καὶ τὰ μεγάλα καὶ ἀπόῤῥητα διδάξοντας ἀγαθὰ, καὶ εὐαγγελιουμένους ἡμῖν ψυχῆς ἀθανασίαν, καὶ σώματος ζωὴν αἰώνιον, τὰ καὶ νοῦν ὑπερβαίνοντα ἔπαθλα, καὶ μηδέποτε ἕξοντα τέλος. Ταῦτα οὖν καὶ τὰ τούτων πλείονα ἐννοήσας ὁ μακάριος οὗτος, ἃ ᾔδει μὲν αὐτὸς, γράψαι δὲ οὐκ ἠνέσχετο, διὰ τὸ μὴ χωρεῖν τὸν κόσμον· πάντα γὰρ Ἂν γράφηται καθ᾽ ἓν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία· ταῦτα οὖν ἅπαντα λογισάμενος, ἀνεβόησεν, ὅτι Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρη χάριτος καὶ ἀληθείας.

Τοὺς δὴ οὖν τοσούτων μὲν θεαμάτων, τοιούτων δὲ καταξιωθέντας ἀκουσμάτων, τοσαύτης δὲ ἀπολαύσαντας δωρεᾶς, καὶ βίον ἄξιον τῶν δογμάτων ἐπιδείκνυσθαι χρὴ, ὥστε καὶ τῶν ἐκεῖσε ἀπολαῦσαι καλῶν. Διὰ τοῦτο γὰρ καὶ παρεγένετο ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἵνα μὴ μόνον τὴν ἐνταῦθα δόξαν ἴδωμεν αὐτοῦ, ἀλλὰ καὶ τὴν μέλλουσαν.

Διὰ τοῦτο ἔλεγε· Θέλω, ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ οὗτοι ὦσιν, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν, Εἰ δὲ αὕτη ἡ δόξα οὕτω γέγονε λαμπρὰ καὶ περιφανὴς, τί ἄν τις εἴποι περὶ ἐκείνης; Οὐ γὰρ ἐν γῇ φανεῖται φθαρτῇ, οὐδὲ ἐν ἐπικήροις σώμασιν ὄντων ἡμῶν, ἀλλ᾽ ἐν ἀκηράτῳ καὶ ἀγήρῳ τῇ κτίσει, καὶ μετὰ τοσαύτης τῆς λαμπρότητος, μεθ᾽ ὅσης οὐδὲ λόγῳ παραστῆσαι δυνατόν. Ὦ μακάριοι καὶ τρισμακάριοι καὶ τοῦτο πολλάκις, οἱ τῆς δόξης καταξιούμενοι ἐκείνης γενέσθαι θεαταί! Περὶ ταύτης ὁ Προφήτης φησίν· Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου.

Ἀλλ᾽ ἡμῶν μηδένα γένοιτο ἀρθῆναι, μηδὲ ἀθέατον αὐτῆς γενέσθαι ποτέ. Εἰ γὰρ μὴ μέλλοιμεν ἀπολαύσεσθαι ταύτης, εὔκαιρον καὶ παρ᾽ ἡμῶν εἰπεῖν· Καλὸν ἦν ἡμῖν, εἰ μὴ ἐγεννήθημεν. Τί γὰρ ζῶμεν; τί ἀναπνέομεν; τί δὲ ἐσμὲν, ἂν τῆς θεωρίας ἀποτύχωμεν ἐκείνης; ἂν τὸν Δεσπότην τὸν ἡμέτερον μηδεὶς ἡμῖν συγχωρήσῃ θεάσασθαι τότε; Εἰ γὰρ οἱ τὸ φῶς τὸ ἡλιακὸν μὴ θεώμενοι, παντὸς θανάτου πικροτέραν ὑπομένουσι ζωήν· τί παθεῖν εἰκὸς τοὺς τοῦ φωτὸς ἀποστερηθέντας ἐκείνου; Ἐνταῦθα μὲν γὰρ ἐν τούτῳ μόνον ἡ ζημία, ἐκεῖ δὲ οὐ μέχρι τούτου μόνον· καίτοι καὶ εἰ τοῦτο μόνον ἦν τὸ δεινὸν, οὐδὲ οὕτως ἶσον τὸ τῆς κολάσεως ἦν, ἀλλὰ τοσούτῳ χαλεπώτερον, ὅσον ὁ ἥλιος ἐκεῖνος τούτου κρείττων ἀσυγκρίτως ἐστί· νῦν δὲ καὶ ἑτέραν ἔστι προσδοκῆσαι τιμωρίαν. Τὸν γὰρ ἐκεῖνο τὸ φῶς οὐχ ὁρῶντα, οὐκ εἰς τὸ σκότος δεῖ ἀπενεχθῆναι μόνον, ἀλλὰ καὶ καίεσθαι διὰ παντὸς, καὶ τήκεσθαι, καὶ βρύχειν τοὺς ὀδόντας, καὶ μυρία ἕτερα πάσχειν δεινά. Μὴ δὴ περιίδωμεν ἑαυτοὺς, διὰ τῆς βραχείας ταύτης ὀλιγωρίας καὶ ἀνέσεως εἰς αἰώνιον ἐμπίπτοντας κόλασιν, ἀλλὰ γρηγορήσωμεν, νήψωμεν, πάντα πράξωμεν καὶ πραγματευσώμεθα, ὥστε ἐκείνης τυχεῖν τῆς ἀπολαύσεως, καὶ πόῤῥω γενέσθαι τοῦ ποταμοῦ τοῦ πυρὸς τοῦ συρομένου μετὰ πολλοῦ ῥοίζου πρὸ τοῦ βήματος τοῦ φρικτοῦ.

Τὸν γὰρ ἅπαξ ἐμπεσόντα ἐκεῖ, χρὴ μένειν διὰ παντὸς, καὶ ὁ τῆς κολάσεως ἐξαιρησόμενος οὐδεὶς, οὐ πατὴρ, οὐ μήτηρ, οὐκ ἀδελφός.

Καὶ ταῦτα αὐτοὶ οἱ προφῆται βοῶσιν, ὁ μὲν λέγων, Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; ὁ δὲ Ἰεζεκιὴλ καὶ τούτου τι πλέον ἐδήλωσεν εἰπών· Ἐὰν στῇ Νῶε καὶ Ἰὼβ καὶ Δανιὴλ, τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας οὐ μὴ ἐξέλωνται. Μία γὰρ προστασία μόνη, ἡ διὰ τῶν ἔργων ἐστὶν ἐκεῖ, καὶ τὸν ταύτης ἀπεστερημένον, ἑτέρωθεν σωθῆναι οὐκ ἔνι. Ταῦτα οὖν διηνεκῶς στρέφοντες καὶ ἀναλογιζόμενοι, ἐκκαθάρωμεν ἡμῶν τὸν βίον, καὶ λαμπρὸν ποιήσωμεν, ὥστε μετὰ παῤῥησίας ἰδεῖν τὸν Κύριον καὶ τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΓʹ. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων· «Οὗτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.» αʹ. Ἆρα μὴ εἰς κενὸν τρέχομεν καὶ κοπιῶμεν; μὴ κατὰ πετρῶν σπείρομεν; ἆρα μὴ παρὰ τὴν ὁδὸν καὶ τὰς ἀκάνθας ἡμῖν λανθάνει τὰ σπέρματα πίπτοντα;

Ἀγωνιῶ γὰρ σφόδρα καὶ δέδοικα μὴ ἀνόνητος ἡμῖν ἡ γεωργία γένηται· καὶ ταῦτα οὐδὲ μέλλων αὐτὸς εἰς τὸν τοῦ κόπου τούτου παραβλάπτεσθαι μισθόν· οὐ γὰρ οἷα τῶν γηπόνων, τοιαῦτα καὶ τὰ τῶν διδασκόντων ἐστίν. Ὁ μὲν γὰρ γεωργὸς μετὰ τοὺς ἐνιαυσίους πολλάκις μόχθους, καὶ τὴν ταλαιπωρίαν ἐκείνην, καὶ τοὺς ἱδρῶτας, ἂν μηδὲν ἐξενέγκῃ τῶν πόνων ἄξιον ἡ γῆ, παρ᾽ οὐδενὸς ἑτέρου δυνήσεται τῶν πόνων τινὰ παραμυθίαν εὑρεῖν· ἀλλ᾽ ὑποστρέφει μετ᾽ αἰσχύνης καὶ κατηφείας ἀπὸ τῆς ἅλω πρὸς τὴν οἰκίαν, καὶ τὴν γυναῖκα καὶ τὰ παιδία, οὐδένα ἔχων ἀπαιτῆσαι τῆς φιλοπονίας τῆς μακρᾶς τὴν ἀντίδοσιν.

Ἐπὶ δὲ ἡμῶν οὐδὲν τοιοῦτον ἔσται, ἀλλὰ κἂν ἡ γεωργουμένη γῆ μηδένα ἐξενέγκῃ καρπὸν, ἡμῶν ἅπαντα ἐπιδειξαμένων πόνον, ὁ καὶ ταύτης καὶ ἡμῶν Κύριος οὐ περιόψεται κεναῖς ἡμᾶς ἀπερχομένους ἐλπίσιν, ἀλλὰ δώσει τὰς ἀμοιβάς. Ἕκαστος γὰρ, φησὶ, τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον, οὐ κατὰ τὸ τῶν πραγμάτων τέλος. Καὶ ὅτι οὕτως ἔχει, ἄκουε· Καὶ σὺ, φησὶν, υἱὲ ἀνθρώπου, διαμάρτυρε τῷ λαῷ τούτῳ, ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα συνῶσι. Καὶ διὰ τοῦ Ἰεζεκιὴλ δὲ τοῦτο μαθεῖν ἐστιν· ἐὰν ὁ σκοπὸς γὰρ προείπῃ, τί μὲν φυγεῖν τί δὲ ἑλέσθαι δέοι, τὴν ψυχὴν ἐξείλετο τὴν ἑαυτοῦ, κἂν ὁ προσέχων μηδεὶς ᾖ. Ἀλλ᾽ ὅμως καὶ ἰσχυρὰν παραμυθίαν ταύτην ἔχοντες, καὶ ὑπὲρ τῆς εἰς ἡμᾶς ἀμοιβῆς θαῤῥοῦντες, ὅταν ὑμῶν τὸ ἔργον ἴδωμεν μὴ προκόπτον, οὐδὲν ἄμεινον ἐκείνων διακείμεθα τῶν γεωργῶν τῶν στεναζόντων καὶ θρηνούντων, τῶν ἐγκαλυπτομένων καὶ αἰσχυνομένων. Τοῦτο γὰρ διδασκάλου συμπάθεια, τοῦτο κηδεμονία πατρός.

Ἐπεὶ καὶ Μωϋσῆς, ἐξὸν αὐτῷ τῆς ἀγνωμοσύνης ἀπαλλαγῆναι τῆς Ἰουδαϊκῆς, καὶ λαμπροτέραν ἀρχὴν ἔθνους ἑτέρου λαβεῖν καὶ πολλῷ μείζονος· Ἔασον γάρ με, φησὶ, καὶ ἐξαλείψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα ἢ τοῦτο· ἐπειδὴ ἅγιος ἦν καὶ Θεοῦ δοῦλος, καὶ σφόδρα φίλος γνήσιος καὶ γενναῖος, οὐδὲ ἀκοῦσαι ταύτην ἠνέσχετο τὴν φωνὴν, ἀλλ᾽ εἵλετο μᾶλλον ἀπολέσθαι μετὰ τῶν ἅπαξ κληρωθέντων αὐτῷ, ἢ χωρὶς ἐκείνων διασώζεσθαι, καὶ ἐν ἀξιώματι εἶναι μείζονι. Τοιοῦτον εἶναι χρὴ τὸν προεστῶτα ψυχῶν.

Καὶ γὰρ ἄτοπον παῖδας μὲν ἔχοντά τινα φαύλους μὴ ἐθελῆσαι ἑτέρων κληθῆναι πατέρα, ἀλλὰ τῶν παρ᾽ αὐτοῦ φύντων· μαθητὰς δὲ ἐγχειρισθέντας ἑτέρους ἐξ ἑτέρων ἀμείβειν ἀεὶ, καὶ νῦν μὲν τούτων, αὖθις δὲ ἐκείνων, καὶ μετὰ τούτων πάλιν ἄλλων προστασίαν ἡμᾶς ἁρπάζειν, πρὸς οὐδένα οἰκείως διακειμένους. Ἀλλὰ περὶ ὑμῶν μὴ γένοιτο ταῦτα ὑποπτεῦσαί ποτε. Πεποίθαμεν γὰρ, ὅτι μᾶλλον περισσεύετε ἐν τῇ πίστει τῇ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ τῇ ἀγάπῃ τῇ εἰς ἀλλήλους καὶ εἰς πάντας.

Ταῦτα δὲ λέγομεν βουλόμενοι τὴν σπουδὴν ἐπιταθῆναι τὴν ὑμετέραν, καὶ ἐπὶ μεῖζον ἐπιδοθῆναι τῆς πολιτείας ὑμῶν τὴν ἀρετήν. Οὕτω γὰρ καὶ τῶν προκειμένων ἡμῖν λόγων εἰς αὐτὸ τὸ βάθος καταθεῖναι δυνήσεσθε τὰ νοήματα, ἂν μηδεμία πονηρίας λήμη τοῖς ὀφθαλμοῖς ἐπισκοτῇ τῆς διανοίας, καὶ τὸ διορατικὸν αὐτῆς καὶ ὀξὺ συνταράσσῃ. Τί ποτ᾽ οὖν ἐστι τὸ προκείμενον ἡμῖν σήμερον; Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων· Οὗτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Πολύς ἐστιν οὗτος ὁ εὐαγγελιστὴς ἄνω καὶ κάτω τὸν Ἰωάννην στρέφων, καὶ τὴν μαρτυρίαν αὐτοῦ πολλαχοῦ περιφέρων.

Ποιεῖ δὲ οὐχ ἁπλῶς τοῦτο, ἀλλὰ καὶ σφόδρα συνετῶς. Ἐπειδὴ γὰρ πολὺ τὸ θαῦμα εἶχον τοῦ ἀνδρὸς τούτου πάντες οἱ Ἰουδαῖοι (καὶ γὰρ καὶ ὁ Ἰώσηπος τῇ τούτου τελευτῇ τὸν πόλεμον λογίζεται, δι᾽ αὐτόν τε δείκνυσι μηδὲ πόλιν εἶναι τήν ποτε μητρόπολιν οὖσαν, καὶ μακροὺς συνείρει περὶ αὐτοῦ λόγους ἐγκωμίων)· ἀπ᾽ αὐτοῦ τοίνυν τοὺς Ἰουδαίους ἐντρέψαι βουλόμενος, συνεχῶς αὐτοὺς ἀναμιμνήσκει τῆς τοῦ Προδρόμου μαρτυρίας. Καὶ οἱ μὲν ἄλλοι εὐαγγελισταὶ τῶν παλαιοτέρων μέμνηνται προφητῶν, καὶ καθ᾽ ἕκαστον τῶν ἐπ᾽ αὐτῷ γινομένων ἐκεῖ παραπέμπουσι τὸν ἀκροατὴν, καὶ ὅταν τίκτηται, λέγοντες· Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν· καὶ ὅταν ἐπιβουλεύηται, καὶ πανταχόθεν οὕτως ἀκριβῶς ἀναζητῆται, ὡς καὶ τὴν ἄωρον ἡλικίαν σφάττεσθαι ὑπὸ Ἡρώδου, τὸν Ἱερεμίαν εἰς μέσον πόῤῥωθεν ἄγειν λέγοντα· Φωνὴ ἐν Ῥαμᾶ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς, καὶ ὀδυρμὸς πολὺς, Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς· καὶ τοῦ Ὠσηὲ μεμνημένοι, ὅταν ἐξ Αἰγύπτου πάλιν ἀναβαίνῃ, Ἐξ Αἰγύπτου, λέγοντα καὶ αὐτὸν, ἐκάλεσα τὸν υἱόν μου· καὶ πανταχοῦ τοῦτο ποιοῦσιν.

Οὗτος δὲ τρανοτέραν τὴν μαρτυρίαν ἐργαζόμενος καὶ νεαρωτέραν, ἅτε καὶ μεγαλοφωνότερον τῶν ἄλλων φθεγξάμενος, οὐ τοὺς ἀπελθόντας, οὐδὲ τοὺς τετελευτηκότας μόνον, ἀλλὰ καὶ τὸν ζῶντα καὶ παραγενόμενον ὑποδείξαντα καὶ βαπτίσαντα αὐτὸν, τοῦτον εἰς μέσον ἄγει συνεχῶς· οὐ τὸν Δεσπότην ἀπὸ τοῦ δούλου ποιῆσαι ἀξιόπιστον σπεύδων, ἀλλὰ τῇ τῶν ἀκροατῶν ἀσθενείᾳ συγκαταβαίνων.

Ὥσπερ γὰρ εἰ μὴ τὴν τοῦ δούλου μορφὴν ἔλαβεν, οὐκ ἂν εὐπαράδεκτος γέγονεν· οὕτως εἰ μὴ τῇ τοῦ δούλου φωνῇ τὰς ἀκοὰς τῶν ὁμοδούλων προεγύμνασεν, οὐκ ἂν οἵ γε πολλοὶ τῶν Ἰουδαίων τὸν λόγον ἐδέξαντο. βʹ. Πρὸς δὲ τούτῳ καὶ ἕτερον κατεσκευάζετο μέγα τι καὶ θαυμαστόν. Ἐπειδὴ γὰρ τὸ αὐτόν τινα περὶ ἑαυτοῦ μέγα τι λέγειν, ὕποπτον ποιεῖ τὴν μαρτυρίαν, καὶ προσίσταται πολλοῖς τῶν ἀκουόντων πολλάκις, ἕτερος περὶ αὐτοῦ παραγίνεται μαρτυρήσων. Χωρὶς δὲ τούτων, καὶ ὅτι εἰώθασί πως οἱ πολλοὶ πρὸς τὴν συνηθεστέραν καὶ σύντροφον αὐτοῖς ἐπιτρέχειν μᾶλλον φωνὴν, ἅτε αὐτὴν μᾶλλον τῶν ἄλλων ἐπιγινώσκοντες· διὰ δὴ τοῦτο ἡ μὲν ἀπὸ τοῦ οὐρανοῦ γέγονεν ἅπαξ ἢ δὶς, ἡ δὲ τοῦ Ἰωάννου πολλάκις καὶ συνεχῶς.

Οἱ μὲν γὰρ ἀναβεβηκότες τοῦ λαοῦ τὴν ἀσθένειαν, καὶ τῶν αἰσθητῶν ἁπάντων ἀπαλλαγέντες, καὶ τῆς ἄνωθεν ἀκούειν ἠδύναντο φωνῆς, καὶ οὐ σφόδρα τῆς ἀνθρωπίνης ἐδέοντο, ἅτε ἐκείνῃ πάντα πειθόμενοι καὶ ὑπ᾽ αὐτῆς ἤγοντο· οἱ δὲ ἔτι κάτω στρεφόμενοι καὶ πολλοῖς προκαλύμμασι συγκεκαλυμμένοι, τῆς ταπεινοτέρας ταύτης ἐδέοντο. Οὕτω γοῦν καὶ ὁ Ἰωάννης, ἐπειδὴ πάντοθεν ἑαυτὸν ἐγύμνωσε τῶν αἰσθητῶν, οὐκ ἐδεῖτο διδασκάλων ἀνθρώπων, ἀλλ᾽ ἀπὸ τῶν οὐρανῶν ἐπαιδεύετο. Ὁ γὰρ πέμψας με βαπτίζειν, φησὶν, ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον, οὗτός ἐστιν. Οἱ δὲ ἔτι παῖδες Ἰουδαῖοι, καὶ πρὸς τὸ ὕψος ἐκεῖνο μηδέπω φθάσαι δυνάμενοι, ἄνθρωπον εἶχον διδάσκαλον, οὐ τὰ ἑαυτοῦ αὐτοῖς λέγοντα, ἀλλὰ τὰ ἄνωθεν ἀπαγγέλλοντα. Τί οὖν οὗτός φησιν; Αὐτὸς μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων. Τί ἐστι τὸ, Κέκραγε; Μετὰ παῤῥησίας, φησὶ, μετὰ ἐλευθερίας, χωρὶς ὑποστολῆς ἁπάσης ἀνακηρύττει.

Καὶ τί ἀνακηρύττει; τί δὲ μαρτυρεῖ καὶ κέκραγεν; Οὗτος ἦν, φησὶν, ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Συνεσκιασμένη ἡ μαρτυρία, καὶ ἔτι πολὺ τὸ ταπεινὸν ἔχουσα. Οὐ γὰρ εἶπεν, Οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ ὁ μονογενής· ἀλλὰ τί; Οὗτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καθάπερ γὰρ αἱ μητέρες τῶν ὀρνίθων τοὺς νεοττοὺς οὐκ εὐθέως οὐδὲ ἐν ἡμέρᾳ μιᾷ τὴν πτῆσιν ἐκδιδάσκουσιν ἅπασαν, ἀλλὰ νῦν μὲν τοσοῦτον ἐξάγουσιν ὅσον ἔξω γενέσθαι τῆς καλιᾶς, νῦν δὲ αὐτοὺς ἀναπαύσασαι πρῶτον, προσβιβάζουσι τῇ πτήσει πάλιν, καὶ τῇ μετὰ ταύτην ἡμέρᾳ ἑτέραν πολλῷ πλείονα προστιθέασι, καὶ οὕτως ἠρέμα καὶ κατὰ μικρὸν ἐπὶ τὸ προσῆκον ἄγουσιν ὕψος· τὸν αὐτὸν τρόπον καὶ ὁ μακάριος Ἰωάννης οὐκ εὐθέως ἐπὶ τὰ ὑψηλὰ τοὺς Ἰουδαίους ἤγαγεν, ἀλλὰ τέως μικρὸν τῆς γῆς ἀναπτῆναι ἐδίδαξεν, εἰπὼν, ὅτι αὐτοῦ κρείττων ἦν ὁ Χριστός. Οὐδὲ γὰρ οὐδὲ τοῦτο μικρὸν ἦν τέως, τὸ τοὺς ἀκούοντας τοῦ οὕτω θαυμασίου, τοῦ Ἰωάννου λέγω, καὶ περιφανοῦς, καὶ πρὸς ὃν ἅπαντες ἔτρεχον, καὶ ὃν ἄγγελον ἐνόμιζον εἶναι, τὸν οὐδέπω φανέντα οὐδὲ θαυματουργήσαντα, δυνηθῆναι πιστεῦσαι κρείττονα εἶναι.

Τέως οὖν τοῦτο κατορθῶσαι ἐσπούδαζεν ἐν ταῖς τῶν ἀκροατῶν διανοίαις, ὅτι τοῦ μαρτυροῦντος ὁ μαρτυρούμενος μείζων, τοῦ παραγενομένου πρώτου ὁ μετὰ ταῦτα ἐλθὼν, τοῦ δήλου καὶ περιφανοῦς ὁ μηδέπω φανείς. Καὶ ὅρα πῶς συνετῶς εἰσάγει τὴν μαρτυρίαν. Οὐ γὰρ φανέντα μόνον ἐπιδείκνυσιν, ἀλλὰ καὶ πρὶν ἢ φανῆναι ἀνακηρύττει. Τὸ γὰρ, Οὗτός ἐστιν ὃν εἶπον, τοῦτο δηλοῦντός ἐστιν· ὥσπερ οὖν καὶ Ματθαῖος λέγει, ὅτι πάντων ἐρχομένων πρὸς αὐτὸν ἔλεγεν· Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι· ὁ δὲ ὀπίσω μου ἐρχόμενος, ἰσχυρότερός μου ἐστὶν, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος. Τίνος οὖν ἕνεκεν καὶ πρὸ τοῦ φανῆναι τοῦτο ἐποίησεν; Ἵνα εὐπαράδεκτος ἡ μαρτυρία γένηται φανέντος, τῆς διανοίας ἤδη τῶν ἀκουσάντων προκατασχεθείσης τοῖς περὶ αὐτοῦ λεχθεῖσι, καὶ μηδὲν τῆς εὐτελοῦς περιβολῆς λυμαινομένης αὐτῇ. Εἰ μὲν γὰρ μηδὲν μηδ᾽ ὅλως ἀκούσαντες εἶδον τὸν Χριστὸν αὐτὸν, καὶ ὁμοῦ μετὰ τῆς θέας καὶ τὴν τῶν λόγων μαρτυρίαν ἐδέξαντο τὴν οὕτω θαυμαστὴν καὶ μεγάλην, εὐθέως ἂν τὸ τοῦ σχήματος εὐτελὲς προσέστη τῷ μεγέθει τῶν λεγομένων. Οὕτω γὰρ εὐτελὲς περιέκειτο σχῆμα καὶ κοινὸν ἅπασιν ὁ Χριστὸς, ὡς καὶ Σαμαρείτιδας γυναῖκας, καὶ πόρνας, καὶ τελώνας μετὰ πολλῆς τῆς ἀδείας θαῤῥεῖν αὐτῷ προσιέναι καὶ διαλέγεσθαι.

γʹ. Ὅπερ οὖν ἔφην, εἰ ὁμοῦ καὶ τῶν ῥημάτων τούτων ἤκουσαν, καὶ αὐτὸν ἐθεάσαντο, κἂν κατεγέλασαν τῆς μαρτυρίας τοῦ Ἰωάννου. Νῦν δὲ πρὶν ἢ φανῆναι τὸν Χριστὸν πολλάκις ἀκούοντες, καὶ ἐρεθιζόμενοι τοῖς λεγομένοις περὶ αὐτοῦ, τοὐναντίον ἔπασχον, οὐ τὴν τῶν ῥημάτων διδασκαλίαν ἀπὸ τῆς ὄψεως τοῦ μαρτυρηθέντος ἐκβάλλοντες, ἀλλὰ ἀπὸ τῆς πίστεως τῶν ἤδη λεχθέντων καὶ αὐτὸν λαμπρότερον εἶναι νομίζοντες.

Τὸ δὲ, Ὀπίσω μου ἐρχόμενος, ὁ μετ᾽ ἐμὲ κηρύσσων, οὐχ ὁ μετ᾽ ἐμὲ γενόμενός ἐστι. Τοῦτο γοῦν καὶ ὁ Ματθαῖος αἰνίττεται λέγων, Ὀπίσω μου ἔρχεται ἀνήρ· οὐ περὶ τῆς ἐκ Μαρίας γεννήσεως αὐτοῦ λέγων, ἀλλὰ περὶ τῆς παρουσίας τῆς κατὰ τὸ κήρυγμα.

Εἰ γὰρ περὶ τῆς γεννήσεως ἔλεγεν, οὐκ ἂν εἶπεν, Ἔρχεται, ἀλλ᾽, Ἦλθε· γεγεννημένος γὰρ ἦν ὅτε ταῦτα ἐλέγετο. Τί οὖν ἐστι τὸ, Ἔμπροσθέν μου γέγονε; Λαμπρότερος, ἐντιμότερος. Μὴ γὰρ, ἐπειδὴ πρῶτος ἦλθον κηρύττων ἐγὼ, ἀπὸ τούτου μείζονα ἐκείνου με εἶναι νομίσητε· πολὺ γὰρ ἐλάττων ἐγὼ, καὶ τοσοῦτον ἐλάττων, ὡς μηδὲ εἰς δούλου τάξιν ἄξιος εἶναι καταλέγεσθαι. Τοῦτο γάρ ἐστι τὸ, Ἔμπροσθέν μου γέγονεν· ὅπερ ἑτέρως παραδηλῶν ὁ Ματθαῖος, ἔλεγεν.

Οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ. Ὅτι δὲ οὐδὲ τὸ, Ἔμπροσθέν μου γέγονε, περὶ τῆς εἰς τὸ εἶναι παρόδου εἴρηται, διὰ τῆς ἐπαγωγῆς δῆλόν ἐστιν. Εἰ γὰρ τοῦτο ἐβούλετο εἰπεῖν, περιττὸν τὸ ἐπαγόμενον ἦν τὸ, Ὅτι πρῶτός μου ἦν. Τίς γὰρ οὕτως ἠλίθιος καὶ ἀνόητος, ὡς ἀγνοῆσαι ὅτι ὁ ἔμπροσθεν αὐτοῦ γενόμενος, πρῶτος αὐτοῦ ἦν; Εἰ γὰρ περὶ ὑπάρξεως τῆς προαιωνίου, οὐδὲν ἕτερόν ἐστι τὸ λεγόμενον, ἀλλ᾽ ἢ, ὅτι Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν. Ἄλλως δὲ καὶ ἀπερινόητον τὸ τοιοῦτον, καὶ ἡ αἰτία εἰκῆ προσέῤῥιπται. Τοὐναντίον γὰρ, εἰ τοῦτο ἐβούλετο δηλῶσαι, ἐχρῆν εἰπεῖν, ὅτι Ὁ ὀπίσω μου ἐρχόμενος, πρῶτός μου ἦν, ἐπειδὴ καὶ ἔμπροσθέν μου γέγονε.

Τοῦ μὲν γὰρ πρῶτον εἶναι εἰκότως ἄν τις ταύτην δοίη τὴν αἰτίαν τὴν τοῦ γενέσθαι· τοῦ δὲ πρῶτον γενέσθαι, οὐκ ἔτι τὸ πρῶτον εἶναι αἴτιον. Ὃ δὲ ἡμεῖς λέγομεν σφόδρα ἂν ἔχοι λόγον. Ἴστε γὰρ δήπου τοῦτο πάντες, ὅτι οὐ τὰ δῆλα, ἀλλὰ τὰ ἄδηλα ἀεὶ αἰτιολογίας δεῖται. Εἰ δὲ περὶ οὐσιώσεως ὁ λόγος ἦν, οὐκ ἦν ἄδηλον, ὅτι πρῶτον γενόμενον πρῶτον ἔδει εἶναι· ἐπειδὴ δὲ περὶ τιμῆς διαλέγεται, εἰκότως τὴν δοκοῦσαν ἀπορίαν εἶναι λύει. Καὶ γὰρ εἰκὸς ἦν πολλοὺς ἀπορεῖν, πόθεν καὶ ἐκ ποίας προφάσεως ὁ ὕστερον ἐρχόμενος ἔμπροσθεν γέγονε· τουτέστιν, ἐντιμότερος ἐφάνη. Ταύτης τοίνυν τῆς ζητήσεως τίθησιν εὐθέως τὴν αἰτίαν· ἡ δὲ αἰτία, τὸ πρῶτον εἶναι αὐτόν.

Οὐδὲ γὰρ ἔκ τινος, φησὶ, προκοπῆς πρῶτόν με ὄντα ὀπίσω ῥίψας ἔμπροσθεν γέγονεν, ἀλλὰ Πρῶτός μου ἦν, εἰ καὶ ὕστερος παραγίνεται. Καὶ πῶς, φησὶν, εἰ περὶ τῆς ἐκφάνσεως τῆς εἰς ἀνθρώπους ἦν, καὶ τῆς μελλούσης ἕψεσθαι παρ᾽ αὐτῶν δόξης ὁ λόγος, τὸ μηδέπω τέλος εἰληφὸς ὡς ἤδη γεγενημένον λέγει; οὐ γὰρ εἶπε, Γενήσεται, ἀλλὰ, Γέγονεν.

Ὅτι ἔθος τοῦτο τοῖς προφητεύουσιν ἄνωθέν ἐστιν, ὡς περὶ γεγενημένων πολλαχοῦ περὶ τῶν μελλόντων διαλέγεσθαι. Ὁ γοῦν Ἡσαΐας περὶ τῆς σφαγῆς αὐτοῦ λέγων, οὐκ εἶπεν, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθήσεται, ὅπερ ἦν μέλλοντος· ἀλλ᾽, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καίτοι οὐδέπω σαρκωθεὶς ἦν, ἀλλ᾽ ὅμως τὸ ἐσόμενον ὁ Προφήτης ὡς γεγενημένον λέγει.

Καὶ ὁ Δαυῒδ τὸν σταυρὸν δηλῶν, οὐκ εἶπεν, Ὀρύξουσι χεῖράς μου καὶ πόδας· ἀλλ᾽, Ὤρυξαν χεῖράς μου καὶ πόδας· καὶ, Διεμερίσαντο τὰ ἱμάτιά μου, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Καὶ περὶ τοῦ προδότου διαλεγόμενος τοῦ μηδέπω γεννηθέντος, οὕτω πώς φησιν· Ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ᾽ ἐμὲ πτερνισμόν. Ὁμοίως καὶ περὶ τῶν ἐν τῷ σταυρῷ γενομένων λέγει· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.

δʹ. Βούλεσθε καὶ τὸ ἑξῆς ἐπαγάγωμεν, ἢ καὶ ταῦτα ἀπόχρη; Ἔγωγε οἶμαι. Εἰ γὰρ καὶ μὴ κατὰ πλάτος διωρύξαμεν τὸ χωρίον, ὅμως γ᾽ οὖν κατὰ βάθος διεσκάψαμεν· οὐκ ἐλάττονα δὲ καὶ τοῦτο ἐκείνου πόνον ἔχει· καὶ δεδοίκαμεν μὴ κατατείναντες ὑμᾶς ἀμέτρως, ποιήσωμεν ἀναπεσεῖν. Διὸ τέλος ἐπιθῶμεν τῷ λόγῳ τὸ προσῆκον. Ποῖον δέ ἐστι τὸ προσῆκον; Δοξολογία ἡ πρέπουσα τῷ Θεῷ· πρέπει δὲ οὐχ ἡ διὰ τῶν ῥημάτων μόνον, ἀλλὰ πολλῷ μᾶλλον ἡ διὰ τῶν πραγμάτων. Λαμψάτω γὰρ ὑμῶν τὸ φῶς, φησὶν, ἔμπροσθεν τῶν ἀνθρώπων, ἵνα ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ γὰρ οὐδὲν φωτεινότερον τῆς ἀρίστης πολιτείας, ἀγαπητέ. Τοῦτο δηλῶν καί τίς φησι τῶν σοφῶν· Αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι. Λάμπουσι δὲ οὐκ αὐτοῖς μόνον τοῖς τὸ φῶς ἀνάπτουσι διὰ τῶν ἔργων, καὶ ὁδηγοῦσι πρὸς τὴν ὀρθὴν ὁδὸν, ἀλλὰ καὶ τοῖς πλησίον οὖσιν ἐκείνων.

Ἐκχέωμεν τοίνυν τὸ ἔλαιον ταῖς λαμπάσι ταύταις, ὥστε μετεωρότερον γενέσθαι τὸ πῦρ, ὥστε πλούσιον φανῆναι τὸ φῶς. Τὸ γὰρ ἔλαιον τοῦτο οὐ νῦν μόνον πολλὴν ἔχει τὴν ἰσχύν· ἀλλ᾽ ὅτε καὶ αἱ θυσίαι ἤνθουν, παρευδοκίμησε πολλῷ τῷ τρόπῳ τὴν ἐκείνων δύναμιν· Ἔλεον γὰρ, φησὶ, θέλω καὶ οὐ θυσίαν καὶ μάλα εἰκότως. Ἐκεῖνο μὲν γὰρ ἄψυχον τὸ θυσιαστήριον, τοῦτο δὲ ἔμψυχον· κἀκεῖ μὲν τὸ ἐπικείμενον ἅπαν τοῦ πυρὸς γίνεται δαπάνη, καὶ τελευτᾷ εἰς κόνιν, καὶ διαχεῖται εἰς τέφραν, καὶ εἰς τὴν τοῦ ἀέρος ὁ καπνὸς ἀναλύεται φύσιν· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον· ἀλλ᾽ ἑτέρους φέρει τοὺς καρπούς. Καὶ ταῦτα ὁ Παῦλος ἐδήλωσε λέγων (τῆς γὰρ φιλοπτωχίας τῶν Κορινθίων τοὺς θησαυροὺς διηγούμενος, οὕτως ἔγραφεν)· Ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶ προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ Θεῷ· καὶ πάλιν, Δοξάζοντες τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ Εὐαγγέλιον, καὶ ἁπλότητι τῆς κοινωνίας τῆς εἰς αὐτοὺς καὶ εἰς πάντας, καὶ τῇ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς. Ὁρᾷς εἰς εὐχαριστίαν ἀναλυομένην αὐτὴν, καὶ αἶνον τοῦ Θεοῦ, καὶ συνεχεῖς εὐχὰς τῶν εὖ παθόντων, καὶ θερμοτέραν ἀγάπην; Θύωμεν τοίνυν, ἀγαπητοὶ, θύωμεν εἰς ταῦτα τὰ θυσιαστήρια καθ᾽ ἑκάστην ἡμέραν.

Αὕτη γὰρ καὶ εὐχῆς καὶ νηστείας καὶ πολλῶν ἑτέρων ἐστὶ μείζων ἡ θυσία· μόνον ἂν ἐκ δικαίου κέρδους καὶ πόνων τοιούτων, καὶ πάσης ᾖ καθαρὰ πλεονεξίας καὶ ἁρπαγῆς καὶ βίας. Τοιαύτας γὰρ προσίεται προσφορὰς ὁ Θεὸς, τὰς ἑτέρας καὶ ἀποστρέφεται καὶ μισεῖ. Οὐδὲ γὰρ βούλεται ἐξ ἀλλοτρίων τιμᾶσθαι συμφορῶν. Ἀκάθαρτος γὰρ καὶ βέβηλος ἡ τοιαύτη θυσία, καὶ παροξύνειεν ἂν μᾶλλον, ἢ ἐξιλεώσειε τὸν Θεόν. Διὸ πάσῃ δεῖ κεχρῆσθαι σπουδῇ, ὥστε μὴ ἐν τάξει θεραπείας τὸν τιμώμενον ἐξυβρίζειν. Εἰ γὰρ τὰ δευτερεῖα προσενεγκὼν ὁ Κάϊν, καὶ ταῦτα οὐδὲ ἠδικηκὼς ἕτερον, ἔδωκε δίκην τὴν ἐσχάτην, ὅταν καὶ ἐξ ἁρπαγῆς καὶ πλεονεξίας προσφέρωμέν τι, πῶς οὐ πεισόμεθα χαλεπώτερα; Διὰ γὰρ τοῦτο καὶ τὸ εἶδος τῆς ἐντολῆς ταύτης ὑπέδειξεν ἡμῖν ὁ Θεὸς, ἵνα ἐλεῶμεν, οὐχ ἵνα κολάζωμεν τοὺς ὁμοδούλους. Ὁ δὲ τὰ ἑτέρων λαμβάνων, καὶ ἑτέρῳ διδοὺς, οὐκ ἠλέησεν, ἀλλ᾽ ἐτιμωρήσατο, καὶ ἠδίκησεν ἀδικίαν τὴν ἐσχάτην.

Ὥσπερ οὖν ἔλαιον οὐκ ἂν τέκοι λίθος, οὕτως οὐδὲ ἀπήνεια φιλανθρωπίαν. Ὅταν γὰρ τοιαύτην ἔχῃ ῥίζαν, οὐκ ἔτι ἐλεημοσύνη τὸ τοιοῦτόν ἐστι. Διὸ παρακαλῶ μὴ πρὸς τοῦτο ὁρᾷν μόνον, ὅπως παρέχωμεν τοῖς δεομένοις, ἀλλὰ καὶ ὅπως μὴ ἐκ τῆς τῶν ἑτέρων ἁρπαγῆς. Εἷς γὰρ εὐχόμενος, καὶ εἷς καταρώμενος, τίνος φωνῆς ἀκούσεται ὁ Δεσπότης; Ἂν οὕτως ἑαυτοὺς μετὰ ἀκριβείας ἄγωμεν, δυνησόμεθα τῇ τοῦ Θεοῦ χάριτι πολλῆς φιλανθρωπίας καὶ ἐλέους καὶ συγγνώμης τυχεῖν ἐφ᾽ οἷς ἡμάρτομεν πάντα τὸν μακρὸν τοῦτον χρόνον, καὶ τὸν τοῦ πυρὸς ποταμὸν ἐκφυγεῖν· οὗ γένοιτο πάντας ἡμᾶς ἀπαλλαγέντας, εἰς τὴν τῶν οὐρανῶν ἀνελθεῖν βασιλείαν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΔʹ. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος. αʹ. Πρώην ἐλέγομεν ὅτι Ἰωάννης τὴν ἀπορίαν λύων τῶν μελλόντων πρὸς ἑαυτοὺς ζητεῖν, πόθεν ὁ Χριστὸς ὕστερον ἐπὶ τὸ κήρυγμα ἐλθὼν, πρῶτος αὐτοῦ γέγονε καὶ λαμπρότερος, ἐπήγαγε τὸ, Ὅτι πρῶτός μου ἦν.

Καὶ μία μὲν αὕτη αἰτία· τίθησι δὲ καὶ δευτέραν πάλιν ἣν νῦν φησι. Τίς δέ ἐστιν αὕτη; Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς, φησὶ, πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος. Καὶ μετὰ τούτων λέγει πάλιν καὶ ἄλλην. Ποίαν δὲ ταύτην; Ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Καὶ τί ποτέ ἐστι, φησὶ, τὸ, Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν;

Ἐπὶ γὰρ τοῦτο τέως ἀκτέον τὸν λόγον. Οὐ μεθεκτὴν, φησὶν, ἔχει τὴν δωρεὰν, ἀλλ᾽ αὐτοπηγὴ καὶ αὐτόριζα ἐστὶ πάντων τῶν καλῶν, αὐτοζωὴ, καὶ αὐτοφῶς, καὶ αὐτοαλήθεια· οὐκ ἐν ἑαυτῷ συνέχων τῶν ἀγαθῶν τὸν πλοῦτον, ἀλλὰ καὶ εἰς τοὺς ἄλλους ἅπαντας ὑπερβλύζων αὐτὸν, καὶ μετὰ τὸ ὑπερβλύσαι μένων πλήρης· ἐν οὐδενὶ γὰρ ἐλαττούμενος ἐκ τῆς εἰς ἑτέρους χορηγίας, ἀλλ᾽ ἀεὶ πηγάζων καὶ πᾶσι τούτων μεταδιδοὺς τῶν καλῶν, ἐπὶ τῆς αὐτῆς μένει τελειότητος.

Ὃ δὲ ἐγὼ φέρω, μεθεκτόν τέ ἐστι (παρ᾽ ἑτέρου γὰρ ἔλαβον αὐτὸ), καὶ μικρόν τι τοῦ παντὸς, καὶ οἱονεὶ σταγὼν εὐτελὴς πρὸς ἄβυσσον ἄφατον καὶ πέλαγος ἄπειρον· μᾶλλον δὲ οὐδὲ τοῦτο τὸ παράδειγμα παραστῆσαι δύναται ὅπερ ἐπιχειροῦμεν εἰπεῖν. Σταγόνα μὲν γὰρ ἀπὸ πελάγους ἂν ἐξέλῃς, αὐτῷ τούτῳ τὸ πέλαγος ἠλάττωσας, εἰ καὶ ἀφανὴς ἡ ἐλάττωσις. Ἐπὶ δὲ τῆς πηγῆς ἐκείνης οὐκ ἔστι τοῦτο εἰπεῖν· ἀλλ᾽ ὅσον ἄν τις ἀρύσηται, μένει μηδὲν ἐλαττουμένη. Διὸ χρὴ μάλιστα ἐφ᾽ ἕτερον ὑπόδειγμα ἐλθεῖν· ἀσθενὲς μὲν γὰρ αὐτὸ καὶ οὐ δυνάμενον ὅπερ ζητοῦμεν παραστῆσαι, μᾶλλον δὲ τοῦ προτέρου χειραγωγοῦν ἡμᾶς πρὸς τὴν ἔννοιαν τὴν προκειμένην ἡμῖν νῦν. Ὑποθώμεθα γὰρ εἶναι πυρὸς πηγὴν, εἶτα ἀπὸ τῆς πηγῆς ἐκείνης μυρίους ἀνάπτεσθαι λύχνους, καὶ δὶς τοσούτους, καὶ τρὶς, καὶ πολλάκις· ἆρα οὐκ ἐπὶ τῆς αὐτῆς μένει πληρότητος τὸ πῦρ καὶ μετὰ τὸ μεταδοῦναι τοσούτοις τῆς ἐνεργείας τῆς αὑτοῦ; Παντί που δῆλόν ἐστιν.

Εἰ δὲ ἐπὶ τῶν σωμάτων, τῶν μεριστῶν, τῶν ἐλαττουμένων ὑπὸ τῆς ἀφαιρέσεως, εὑρέθη τι τοιοῦτον ὃ καὶ μετὰ τὸ παρασχεῖν ἑτέροις τὰ παρ᾽ ἑαυτοῦ οὐδὲν παραβλάπτεται, πολλῷ μᾶλλον ἐπὶ τῆς ἀσωμάτου καὶ ἀκηράτου δυνάμεως ἐκείνης τοῦτο συμβήσεται.

Εἰ γὰρ ἔνθα οὐσία ἐστὶ τὸ μεταλαμβανόμενον καὶ σῶμα, καὶ μερίζεται, καὶ οὐ μερίζεται, πολλῷ μᾶλλον ὅταν περὶ ἐνεργείας ὁ λόγος ᾖ, καὶ ἐνεργείας τῆς ἐξ ἀσωμάτου οὐσίας, οὐδὲν εἰκὸς τοιοῦτον παθεῖν. Διὰ τοῦτο καὶ Ἰωάννης ἔλεγεν, Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν· καὶ συνείρει τὴν αὑτοῦ μαρτυρίαν τῇ τοῦ Βαπτιστοῦ. Τὸ γὰρ, Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, οὐ τοῦ προδρόμου ἐστὶ ῥῆμα, ἀλλὰ τοῦ μαθητοῦ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Μὴ νομίσητε, φησὶν, ὅτι ἡμεῖς οἱ συγγενόμενοι πολὺν αὐτῷ χρόνον, καὶ ἁλῶν, καὶ τραπέζης κοινωνήσαντες, χάριτι μαρτυροῦμεν.

Καὶ γὰρ καὶ Ἰωάννης, ὁ μηδὲ εἰδὼς αὐτὸν πρὸ τούτου, ὁ μηδὲ συγγενόμενος, ἀλλὰ τοσοῦτον μόνον ὅτε ἐβάπτιζε, μετὰ τῶν ἄλλων αὐτὸν θεασάμενος, ἐβόα· Πρῶτός μου ἦν· ἐκεῖθεν πάντα λαβών· καὶ ἡμεῖς δὲ πάντες οἱ δώδεκα, οἱ τριακόσιοι, οἱ πεντακόσιοι, οἱ τρισχίλιοι, οἱ πεντακισχίλιοι, αἱ πολλαὶ τῶν Ἰουδαίων μυριάδες, ἅπαν τὸ πλήρωμα τῶν πιστῶν, καὶ τῶν τότε, καὶ τῶν νῦν, καὶ τῶν αὖθις ἐσομένων, ἐκ τοῦ πληρώματος αὐτοῦ ἐλάβομεν. Τί δὲ ἐλάβομεν;

Χάριν ἀντὶ χάριτος, φησίν. Ἀντὶ ποίας ποίαν; Ἀντὶ τῆς Παλαιᾶς τὴν Καινήν. Ὥσπερ γὰρ ἦν δικαιοσύνη, καὶ δικαιοσύνη· Κατὰ δικαιοσύνην γὰρ, φησὶ, τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος· καὶ πίστις, καὶ πίστις· Ἐκ πίστεως γὰρ εἰς πίστιν· καὶ υἱοθεσία, καὶ υἱοθεσία Ὧν ἡ υἱοθεσία, φησί· καὶ δόξα, καὶ δόξα· Εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ· καὶ νόμος, καὶ νόμος· Ὁ νόμος, γὰρ, φησὶ, τοῦ Πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με· καὶ λατρεία, καὶ λατρεία· Ὧν ἡ λατρεία, φησί· καὶ πάλιν, Πνεύματι Θεῷ λατρεύοντες· καὶ διαθήκη, καὶ διαθήκη· Διαθήσομαι γὰρ ὑμῖν διαθήκη· καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν· καὶ ἁγιασμὸς, καὶ ἁγιασμός· καὶ βάπτισμα, καὶ βάπτισμα· καὶ θυσία, καὶ θυσία· καὶ ναὸς, καὶ ναός· καὶ περιτομὴ, καὶ περιτομή· οὕτω καὶ χάρις, καὶ χάρις. Ἀλλ᾽ ἐκεῖνα μὲν ὡς τύποι, ταῦτα δὲ ὡς ἀλήθεια, ὁμωνυμίαν τινὰ, ἀλλ᾽ οὐχὶ συνωνυμίαν φυλάττοντα· ἐπεὶ καὶ ἐν τοῖς τύποις καὶ ἐν ταῖς εἰκόσι, καὶ ὁ ἐπὶ τῶν χρωμάτων τῶν λευκῶν διὰ τοῦ μέλανος χρώματος ἐγχαραττόμενος, ἄνθρωπος λέγεται, καὶ ὁ δεξάμενος τὴν τῶν χρωμάτων ἀλήθειαν· καὶ ἐπὶ τῶν ἀνδριάντων, ὅ τε χρυσοῦς, ὅ τε πήλινος, ἀνδριὰς προσηγόρευται· ἀλλὰ τὸ μὲν ὡς τύπος, τὸ δὲ ὡς ἀλήθεια.

βʹ. Μὴ τοίνυν ὡς ἀπὸ τῆς τῶν ὀνομάτων κοινωνίας, ταὐτότητα πραγμάτων νομίσῃς, ἀλλὰ μηδὲ ἀλλοτρίωσιν. Εἰ μὲν γὰρ τύπος ἦν, οὐκ ἦν ἀλλότρια τῆς ἀληθείας· εἰ δὲ σκιὰν ἐφύλαττεν, ἐλάττω τῆς ἀληθείας ἦν. Τί οὖν τὸ μέσον τούτων ἁπάντων; Βούλεσθε ἐπεξέλθωμεν, ἓν ἢ δύο τῶν εἰρημένων προχειρισάμενοι;

Οὕτω γὰρ καὶ τὰ ἄλλα ἔσται ὑμῖν δῆλα· καὶ ὀψόμεθα πάντες ὡς ἐκεῖνα μὲν παίδων ἦν διδάγματα, ταῦτα δὲ γενναίων καὶ μεγάλων ἀνδρῶν· καὶ τὰ μὲν ὡς ἀνθρώποις, τὰ δὲ ὡς ἀγγέλοις νενομοθέτητο. Πόθεν οὖν ποιησόμεθα τὴν ἀρχήν; Βούλεσθε ἀπὸ τῆς υἱοθεσίας αὐτῆς; Τί δὴ οὖν τὸ μέσον ταύτης κἀκείνης; Ἐκείνη, ῥήματος ἦν τιμή· ἐνταῦθα δὲ καὶ τὸ πρᾶγμα ἕπεται.

Καὶ περὶ μὲν ἐκείνης φησίν· Ἐγὼ εἶπα, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· περὶ δὲ ταύτης, ὅτι Ἐκ Θεοῦ ἐγεννήθησαν. Πῶς καὶ τίνι τρόπῳ; Διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου. Κἀκεῖνοι μὲν μετὰ τὴν τῶν υἱῶν προσηγορίαν, ἔτι πνεῦμα δουλείας εἶχον· δοῦλοι γὰρ μένοντες, οὕτως ἐτιμῶντο τῇ κλήσει ταύτῃ· ἡμεῖς δὲ ἐλεύθεροι γενόμενοι, τότε οὐκ ὀνόματι, ἀλλὰ πράγματι τὴν τιμὴν ἐδεξάμεθα. Καὶ τοῦτο Παῦλος δηλῶν ἔλεγεν· Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ᾽ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, Ἀββᾶ ὁ Πατήρ. Γεννηθέντες γὰρ ἄνωθεν, καὶ ὡς ἂν εἴποι τις ἀναστοιχειωθέντες, οὕτως ἐκλήθημεν υἱοί. Καὶ τῆς ἁγιωσύνης τὸν τρόπον εἴ τις καταμάθοι, τίς μὲν οὗτος, τίς δὲ ἐκεῖνος, πολλὴν ὄψεται πάλιν κἀνταῦθα τὴν διαφοράν. Ἐκεῖνοι μὲν γὰρ ἡνίκα μὴ εἰδωλολάτρουν, μηδὲ ἐπόρνευον, μηδὲ ἐμοίχευον, τοῦτο ἐκαλοῦντο τὸ ὄνομα· ἡμεῖς δὲ, οὐκ ἐν τῇ τούτων ἀποχῇ μόνον, ἀλλὰ καὶ ἐν τῇ τῶν μειζόνων κτήσει γινόμεθα ἅγιοι. Καὶ πρῶτον μὲν ἀπ᾽ αὐτῆς τοῦ Πνεύματος τῆς ἐπιφοιτήσεως, ταύτης τυγχάνομεν τῆς δωρεᾶς· ἔπειτα δὲ καὶ ἐκ πολιτείας, πολλῷ μείζονος τῆς Ἰουδαϊκῆς. Καὶ ὅτι οὐ κόμπος τὰ ῥήματα, ἄκουσον ἐκείνοις μὲν τί φησιν· Οὐ φοιβάσεσθε, οὐ περικαθαριεῖτε τὰ τέκνα ὑμῶν, ὅτι λαὸς ἅγιός ἐστε.

Ὥστε παρ᾽ ἐκείνοις τοῦτο ἡ ἁγιωσύνη, τὸ τῶν εἰδωλικῶν ἀπηλλάχθαι νόμων· παρὰ δὲ ἡμῖν οὐχ οὕτως, ἀλλ᾽, Ἵνα ᾖ ἁγία, φησὶ, καὶ σώματι καὶ πνεύματι.

Εἰρήνην διώκετε καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον· καὶ, Ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Οὐ γὰρ ἀρκεῖ τὸ, ἅγιος, ὄνομα, ἐπὶ πάντων ὧν ἂν λέγηται τὴν αὐτὴν ἔννοιαν παραστῆσαι· ἐπεὶ καὶ ὁ Θεὸς ἅγιος λέγεται, ἀλλ᾽ οὐχ ὡς ἡμεῖς. Ὅτε γοῦν ἤκουσε τὴν φωνὴν ταύτην παρὰ τῶν Σεραφὶμ φερομένην ὁ Προφήτης, ὅρα τί φησιν· Οἴμοι τάλας ἐγὼ, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ. Καίτοι καὶ ἅγιος καὶ καθαρὸς ἦν· ἀλλὰ πρὸς τὴν ἁγιωσύνην ἡμεῖς τὴν ἄνω κρινόμενοι, ἀκάθαρτοί ἐσμεν. Ἅγιοι καὶ οἱ ἄγγελοι, ἅγιοι οἱ ἀρχάγγελοι, καὶ αὐτὰ τὰ Σεραφὶμ καὶ Χερουβίμ· ἀλλὰ καὶ ταύτης τῆς ἁγιωσύνης ἑτέρα πάλιν διαφορὰ καὶ πρὸς ἡμᾶς καὶ πρὸς τὰς ὑπερεχούσας δυνάμεις· Ἐνῆν καὶ τοῖς ἄλλοις ἅπασιν ἐπεξελθεῖν, ἀλλ᾽ ὁρῶ τὸν λόγον εἰς μῆκος πολὺ ἐκτεινόμενον· διὸ περαιτέρω παυσάμενοι προελθεῖν, ὑμῖν ἀφήσομεν τὰ λειπόμενα μεταχειρίσαι. Ἔξεστι γὰρ καὶ ὑμῖν κατ᾽ οἶκον ταῦτα συλλέγουσι συνιδεῖν τὴν διαφορὰν, καὶ τοῖς λοιποῖς ὁμοίως ἐπεξιέναι. Δίδου γὰρ, φησὶ, σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται. Ἡ μὲν γὰρ ἀρχὴ παρ᾽ ἡμῶν, τὸ δὲ τέλος ἔσται παρ᾽ ὑμῶν. Ἡμῖν δὲ ἀναγκαῖον πάλιν ἅψασθαι τῆς ἀκολουθίας.

Εἰπὼν, Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, ἐπήγαγε, Καὶ χάριν ἀντὶ χάριτος· δεικνὺς ὅτι χάριτι καὶ Ἰουδαῖοι ἐσώζοντο. Οὐ γὰρ διὰ τὸ πολυπληθεῖν ὑμᾶς, φησὶν, ἀλλὰ διὰ τοὺς πατέρας ὑμᾶς ἐξελεξάμην. Εἰ τοίνυν οὐκ ἐξ οἰκείων κατορθωμάτων ἐξελέγησαν παρὰ Θεοῦ, δῆλον ὅτι χάριτι ταύτης ἔτυχον τῆς τιμῆς. Καὶ ἡμεῖς δὲ χάριτι πάντες ἐσώθημεν, ἀλλ᾽ οὐχ ὁμοίως. Οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς, ἀλλ᾽ ἐπὶ πολλῷ μείζοσι καὶ ὑψηλοτέροις. Οὐ τοίνυν τοιαύτη παρ᾽ ἡμῖν χάρις. Οὐδὲ γὰρ δὴ μόνον ἁμαρτημάτων συγχώρησις ἡμῖν ἐδόθη (ἐπεὶ κατὰ τοῦτο κοινωνοῦμεν ἐκείνοις· πάντες γὰρ ἥμαρτον), ἀλλὰ καὶ δικαιοσύνη, καὶ ἁγιασμὸς, καὶ υἱοθεσία, καὶ Πνεύματος χάρις φαιδροτέρα πολλῷ καὶ δαψιλεστέρα. Διὰ ταύτης τῆς χάριτος ἐγενόμεθα τῷ Θεῷ ποθεινοὶ, οὐκ ἔτι μόνον ὡς δοῦλοι, ἀλλὰ καὶ ὡς υἱοὶ καὶ ὡς φίλοι.

Διὰ τοῦτό φησι, Χάριν ἀντὶ χάριτος. Καὶ γὰρ τὰ τοῦ νόμου καὶ αὐτὰ χάριτος ἦν, καὶ αὐτὸ τὸ γενέσθαι ἡμᾶς ἐξ οὐκ ὄντων. Οὐ γὰρ κατορθωμάτων προϋπηργμένων ταύτην ἐλάβομεν τὴν ἀμοιβήν, (πῶς γὰρ οἱ μηδὲ ὄντες;) ἀλλὰ Θεοῦ πανταχόθεν τῆς εὐεργεσίας κατάρχοντος. Οὐ τὸ γενέσθαι δὲ μόνον ἐξ οὐκ ὄντων, ἀλλὰ καὶ τὸ γενομένους εὐθέως μαθεῖν τά τε πρακτέα. καὶ τὰ μὴ πρακτέα, καὶ τοῦτον ἐν τῇ φύσει λαβεῖν τὸν νόμον, καὶ τὸ τοῦ συνειδότος κριτήριον ἀδέκαστον ἡμῖν παρακαταθέσθαι τὸν ποιήσαντα, χάριτος ἦν μεγίστης καὶ φιλανθρωπίας ἀφάτου. Καὶ τὸ τὸν νόμον δὲ τοῦτον διαφθαρέντα ἀνακτήσασθαι διὰ τοῦ γραπτοῦ, χάριτος ἦν. Τὸ μὲν γὰρ ἑπόμενον ἦν, τοὺς τὴν ἅπαξ δοθεῖσαν ἐντολὴν παραχαράττοντας, κολάζεσθαι καὶ τιμωρεῖσθαι· τὸ δὲ γενόμενον οὐ τοῦτο ἦν, ἀλλὰ πάλιν διόρθωσις, καὶ συγγνώμη οὐκ ὀφειλομένη. ἀλλ᾽ ἀπὸ ἐλέου καὶ χάριτος διδομένη. Ὅτι γὰρ χάριτος ἦν καὶ ἐλέου, ἄκουσον τί φησιν ὁ Δαυΐδ· Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.

Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσεῖ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. Καὶ πάλιν· Χρηστὸς καὶ εὐθὴς ὁ Κύριος· διὰ τοῦτο νομοθετήσει ἐν ὁδῷ ἁμαρτάνοντας. γʹ. Ἐλεημοσύνης οὖν ἄρα καὶ οἰκτιρμῶν καὶ χάριτος τὸ τὸν νόμον λαβεῖν. Διὰ τοῦτο εἰπὼν, Χάριν ἀντὶ χάριτος, ἔτι θερμότερον ἐπαγωνιζόμενος τῷ μεγέθει τῶν δεδομένων, ἐπάγει λέγων· Ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Εἴδετε πῶς ἠρέμα καὶ κατὰ μικρὸν ἑνὶ ῥήματι, ὅ τε Βαπτιστὴς Ἰωάννης, ὅ τε μαθητὴς πρὸς τὴν ὑψηλοτάτην τοὺς ἀκροατὰς ἐνάγουσι γνῶσιν, πρότερον τοῖς ταπεινοτέροις ἐγγυμνάσαντες;

Ἐκεῖνος μὲν γὰρ πρὸς ἑαυτὸν συγκρίνας τὸν ἀσυγκρίτως ἁπάντων ὑπερέχοντα, οὕτως αὐτοῦ μετὰ ταῦτα δείκνυσι τὴν ὑπεροχὴν λέγων, Ὃς ἔμπροσθέν μου γέγονεν· εἶτα ἐπάγων τὸ, Πρῶτός μου ἦν· οὗτος δὲ ἐκείνου μὲν πολλῷ μεῖζον ἐποίησε, τῆς δὲ ἀξίας τῆς τοῦ Μονογενοῦς ἔλαττον. Οὐ γὰρ πρὸς Ἰωάννην, ἀλλὰ πρὸς τὸν ἐκείνου μᾶλλον θαυμαζόμενον παρὰ Ἰουδαίοις ποιεῖται τὴν σύγκρισιν, τὸν Μωϋσέα λέγω· Ὁ νόμος γὰρ, φησὶ, διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Καὶ θέα τὴν σύνεσιν· Οὐ τοῦ προσώπου ποιεῖται τὴν ἐξέτασιν, ἀλλὰ τῶν πραγμάτων. Τούτων γὰρ ἀποδειχθέντων πολλῷ μειζόνων, ἐξ ἀνάγκης καὶ τοὺς ἀγνώμονας εἰκὸς ἦν παραδέξασθαι τὴν ψῆφον καὶ τὴν ὑπόνοιαν περὶ τοῦ Χριστοῦ. Ὅταν γὰρ τὰ πράγματα μαρτυρῇ, τὰ μηδεμίαν ἔχοντα ὑποψίαν ὡς πρὸς χάριν τινὸς, ἢ καὶ πρὸς ἀπέχθειαν τοῦτο ποιοῦντα, ἀναμφισβήτητον καὶ τοῖς ἀγνώμοσι τὴν ψῆφον παρίστησιν. Οἷα γὰρ ἂν αὐτὰ διαθῶσιν οἱ ποιήσαντες, τοιαῦτα μένει φαινόμενα· διὸ μάλιστα πάντων ἀνύποπτος ἡ παρὰ τούτων ἐστὶ μαρτυρία. Ὅρα δὲ καὶ πῶς ἀνεπαχθῆ ποιεῖται τὴν παράθεσιν καὶ παρὰ τοῖς ἀσθενεστέροις. Οὐ γὰρ κατασκευάζει τῷ λόγῳ τὴν ὑπεροχὴν, ἀλλ᾽ ἀπὸ τῶν ὀνομάτων γυμνῶν τὴν διαφορὰν παραδείκνυσι, χάριν καὶ ἀλήθειαν ἀντιθεὶς νόμῳ, καὶ τὸ, Ἐγένετο, τῷ, Ἐδόθη. Πολὺ δὲ τὸ μέσον ἑκατέρων.

Τὸ μὲν γὰρ διακονουμένου ἦν τὸ, Ἐδόθη, λαβόντος παρ᾽ ἑτέρου καὶ δόντος οἷς προσετάγη δοῦναι· τὸ δὲ, Ἐγένετο, ἡ χάρις καὶ ἡ ἀλήθεια, βασιλέως μετὰ ἐξουσίας πάντα ἀφιέντος τὰ ἁμαρτήματα, καὶ αὐτοῦ κατασκευάζοντος τὴν δωρεάν. Διὸ ἔλεγεν· Ἀφέωνταί σου αἱ ἁμαρτίαι· καὶ πάλιν· Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας, λέγει τῷ παραλυτικῷ· Ἐγερθεὶς ἆρον τὴν κλίνην σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Ὁρᾷς πῶς ἡ χάρις γίνεται δι᾽ αὐτοῦ; Σκόπει δὲ καὶ τὴν ἀλήθειαν. Τὴν μὲν οὖν χάριν, καὶ ταῦτα καὶ τὰ κατὰ τὸν λῃστὴν, καὶ ἡ τοῦ βαπτίσματος δωρεὰ, καὶ ἡ τοῦ Πνεύματος χάρις ἡ δι᾽ αὐτοῦ διδομένη δείκνυσι, καὶ ἕτερα πολλά· τὴν δὲ ἀλήθειαν σαφεστέραν εἰσόμεθα, ἂν τοὺς τύπους καταμάθωμεν. Τὰς γὰρ μελλούσας ἐπιτελεῖσθαι ἐν τῇ Καινῇ οἰκονομίας προλαβόντες προδιέγραψαν οἱ τύποι ὡς τύποι· ἐλθὼν δὲ ἐπετέλεσεν αὐτὴν ὁ Χριστός.

Ἴδωμεν τοίνυν καὶ τοὺς τύπους ἐν ὀλίγοις· οὐδὲ γὰρ ἅπαντα διελθεῖν τὰ τῶν τύπων τοῦ νῦν καιροῦ· ἀφ᾽ ὧν δὲ παραθήσομαί τινα μαθόντες, καὶ τὰ λοιπὰ εἴσεσθε. Βούλεσθε οὖν ἀπ᾽ αὐτοῦ τοῦ πάθους ἀρξώμεθα; Τί οὖν φησιν ὁ τύπος; Λάβετε ἀρνίον κατ᾽ οἰκίαν, καὶ θύσατε, καὶ ποιήσατε ὡς προσέταξε καὶ ἐνομοθέτησεν. Ὁ δὲ Χριστὸς οὐχ οὕτως· οὐ γὰρ προστάττει τοῦτο γενέσθαι· ἀλλ᾽ αὐτὸς αὐτὸ γίνεται, θυσίαν ἑαυτὸν καὶ προσφορὰν τῷ Πατρὶ προσενεγκών.

δʹ. Ὅρα πῶς ὁ μὲν τύπος ἐδόθη διὰ Μωϋσέως, ἡ δὲ ἀλήθεια ἐγένετο διὰ Ἰησοῦ Χριστοῦ. Καὶ πάλιν ἐν τῷ ὄρει Σινᾷ τῶν Ἀμαληκιτῶν πολεμούντων Ἑβραίοις, αἱ χεῖρες μὲν ἐστηρίζοντο τοῦ Μωϋσέως, αἰρόμεναι ὑπὸ Ἀαρὼν καὶ Ὢρ ἑκατέρωθεν ἑστώτων· ὁ δὲ Χριστὸς παραγενόμενος, αὐτὸς δι᾽ ἑαυτοῦ τὰς χεῖρας τείνας εἶχεν ἐν τῷ σταυρῷ. Εἶδες πῶς ὁ μὲν τύπος ἐδίδοτο, ἡ δὲ ἀλήθεια ἐγίνετο; Πάλιν ὁ νόμος ἔλεγεν· Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τούτῳ· ἡ δὲ χάρις τί φησι;

Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· καὶ ὁ Παῦλος, Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Ἐπεὶ οὖν τοσαύτης ἀπολελαύκαμεν χάριτος καὶ ἀληθείας, παρακαλῶ, μὴ διὰ τὸ μέγεθος τῆς δωρεᾶς γενώμεθα ῥᾳθυμότεροι.

Ὅσῳ γὰρ μείζονος ἠξιώθημεν τιμῆς, τοσούτῳ καὶ πλείονός ἐσμεν ἀρετῆς ὀφειλέται. Ὁ μὲν γὰρ μικρὰ εὐεργετηθεὶς, κἂν μικρὰ ἐπιδείξηται, οὐ τοσαύτης καταγνώσεως ἄξιός ἐστιν· ὁ δὲ πρὸς τὴν ἀνωτάτω κορυφὴν τῆς τιμῆς ἀναβὰς, εἶτα χαμαίζηλα καὶ ταπεινὰ ἐπιδεικνύμενος, πολλῷ μείζονος ἔσται κολάσεως ἄξιος.

Ἀλλὰ μὴ γένοιτο περὶ ὑμῶν τοιαῦτα ὑποπτεῦσαί ποτε. Πεποίθαμεν γὰρ ἐν Κυρίῳ, ὅτι πρὸς τὸν οὐρανὸν τὰς ψυχὰς ὑμῶν ἐπτερώσατε, καὶ τῆς γῆς ἀπανέστητε, καὶ ἐν τῷ κόσμῳ ὄντες, οὐ τὰ τοῦ κόσμου μεταχειρίζεσθε. Ἀλλ᾽ ὅμως καὶ πεπεισμένοι, οὐ παυόμεθα συνεχῶς τὰ αὐτὰ παρακαλοῦντες. Ἐπεὶ καὶ ἐν τοῖς ἔξωθεν ἀγῶσιν, οὐ τοὺς ἀναπεπτωκότας, οὐδὲ τοὺς ὑπτίους κειμένους, ἀλλὰ τοὺς ἐνεργοῦντας, τοὺς ἔτι τρέχοντας ἅπαντες προτρέπονται οἱ θεαταί.

Ἐπ᾽ ἐκείνων μὲν γὰρ ὡς ἀνόνητα πονοῦντες, καὶ οὐ δυνάμενοι διὰ τῶν παρακλήσεων αὐτοὺς ἀναστῆσαι, ἀποῤῥαγέντας καθάπαξ τῆς νίκης, οὕτω παύονται καταγινώσκοντες· ἐνταῦθα δὲ οὐκ ἐφ᾽ ὑμῶν μόνον τῶν νηφόντων, ἀλλὰ καὶ ἐπὶ τῶν ἀναπεσόντων, εἰ βουληθεῖεν μεταβαλέσθαι, ἔστι τι προσδοκῆσαι χρηστόν.

Διὸ καὶ πάντα πράττομεν, παρακαλοῦντες, ὀνειδίζοντες, προτρέποντες, ἐπαινοῦντες, ὥστε τὴν ὑμετέραν πραγματεύσασθαι σωτηρίαν. Μὴ τοίνυν τῇ συνεχεῖ τῇ περὶ τῆς πολιτείας δυσχεράνητε παραινέσει. Οὐ γὰρ ῥᾳθυμίαν κατεγνωκότων ἐστὶ τὰ λεγόμενα, ἀλλὰ χρηστὰς σφόδρα ἐλπίδας ἐχόντων περὶ ὑμῶν.

Οὐ πρὸς ὑμᾶς δὲ μόνον, ἀλλὰ καὶ πρὸς ἡμᾶς τοὺς λέγοντας ταῦτα εἴρηται καὶ εἰρήσεται· καὶ γὰρ καὶ αὐτοὶ τῆς αὐτῆς δεόμεθα διδασκαλίας. Εἰ γὰρ καὶ παρ᾽ ἡμῶν λέγεται, ἀλλὰ καὶ πρὸς ἡμᾶς οὐδὲν κωλύει ταῦτα λέγεσθαι. Τὸν μὲν γὰρ εὑρὼν ὑπεύθυνον ὄντα, ὁ λόγος διωρθώσατο, τὸν δὲ ἐκτὸς καὶ ἀπηλλαγμένον, ὡς ποῤῥωτάτω, πάλιν ἀπήγαγεν. Οὐδὲ γὰρ αὐτοὶ τῶν ἁμαρτημάτων ἐσμὲν καθαροί. Ἥ τε οὖν ἰατρεία κοινὴ, τά τε φάρμακα ἅπασι πρόκειται· ἡ δὲ θεραπεία λοιπὸν οὐ κοινὴ, ἀλλὰ παρὰ τὴν τῶν χρωμένων προαίρεσιν γίνεται. Διὸ καὶ ὁ μὲν δεόντως μεταχειρίσας τὸ φάρμακον, ἀπώνατό τι τῆς θεραπείας· ὁ δὲ μὴ ἐπιθεὶς τῷ τραύματι, μεῖζον εἰργάσατο τὸ κακὸν, καὶ εἰς τὴν χαλεπωτάτην κατέστρεψε τελευτήν. Μὴ τοίνυν ἀλγῶμεν ἰατρευόμενοι, ἀλλὰ πολλῷ μᾶλλον χαίρωμεν, κἂν πικρὰς φέρῃ τὰς ὀδύνας τῆς διδασκαλίας ἡ μεθοδεία· πολὺ γὰρ ἥδιστον ἡμῖν ὕστερον ἐπιδείξεται τὸν καρπόν.

Πάντα οὖν εἰς τοῦτο πράττωμεν, ὅπως καθαροὶ τραυμάτων καὶ πληγῶν, ἃς οἱ τῆς ἁμαρτίας ὀδόντες ἐντιθέασι τῇ ψυχῇ, εἰς τὸν αἰῶνα ἀπάρωμεν ἐκεῖνον, ἵνα ἄξιοι τῆς ὄψεως γενόμενοι τοῦ Χριστοῦ, μὴ ταῖς τιμωρητικαῖς καὶ ἀποτόμοις δυνάμεσι κατὰ τὴν ἡμέραν παραδοθῶμεν ἐκείνην, ἀλλὰ ταῖς δυναμέναις πρὸς τὴν κληρονομίαν εἰσαγαγεῖν ἡμᾶς τῶν οὐρανῶν, τὴν ἡτοιμασμένην τοῖς ἀγαπῶσιν αὐτόν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.