Πῶς οὖν ὁ Ἰωάννης εἶπε, Θεὸν οὐδεὶς ἑώρακε πώποτε; Δηλῶν ὅτι πάντα ἐκεῖνα συγκαταβάσεως ἦν, οὐκ αὐτῆς τῆς οὐσίας γυμνῆς ὄψις. Εἰ γὰρ αὐτὴν ἑώρων τὴν φύσιν, οὐκ ἂν διαφόρως αὐτὴν ἐθεάσαντο. Ἁπλῆ γάρ τις καὶ ἀσχημάτιστος αὕτη, καὶ ἀσύνθετος, καὶ ἀπερίγραπτος, οὐ κάθηται, οὐδὲ ἕστηκεν, οὐδὲ περιπατεῖ. Ταῦτα γὰρ πάντα σωμάτων. Πῶς δέ ἐστιν, αὐτὸς οἶδε μόνος. Καὶ τοῦτο διὰ προφήτου τινὸς ὁ Θεὸς καὶ Πατὴρ ἐμφαίνων ἔλεγεν· Ἐγὼ ὁράσεις, φησὶν, ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην· τουτέστι, Συγκατέβην, οὐ τοῦτο ὅπερ ἤμην ἐφάνην. Ἐπειδὴ γὰρ ἔμελλεν αὐτοῦ ὁ Υἱὸς δι᾽ ἀληθινῆς σαρκὸς φανήσεσθαι ἡμῖν, ἄνωθεν αὐτοὺς προεγύμναζεν ὁρᾷν τοῦ Θεοῦ τὴν οὐσίαν, ὡς αὐτοῖς δυνατὸν ἦν ἰδεῖν. Ἐπεὶ αὐτὸ ὅπερ ἐστὶν ὁ Θεὸς, οὐ μόνον προφῆται, ἀλλ᾽ οὐδὲ ἄγγελοι εἶδον, οὔτε ἀρχάγγελοι· ἀλλ᾽ ἐὰν ἐρωτήσῃς αὐτοὺς, ἀκούσῃ περὶ μὲν τῆς οὐσίας οὐδὲν ἀποκρινομένους, Δόξα δὲ ἐν ὑψίστοις, μόνον ᾄδοντας, τῷ Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Κἂν παρὰ τῶν Χερουβὶμ ἢ τῶν Σεραφὶμ ἐπιθυμήσῃς τι μαθεῖν, τὸ μυστικὸν τοῦ ἁγιασμοῦ μέλος ἀκούσῃ, καὶ ὅτι Πλήρης ὁ οὐρανὸς, καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ. Ἂν τὰς ἀνωτέρω δυνάμεις ἐξετάσῃς, οὐδὲν ἄλλο εὑρήσεις, ἢ ὅτι ἓν ἔργον αὐταῖς ἐστι, τὸ αἰνεῖν τὸν Θεόν· Αἰνεῖτε γὰρ αὐτὸν, φησὶ, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Μόνος οὖν αὐτὸν ὁρᾷ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον.