Οὐ γὰρ ἂν ὁ τοσοῦτον ζῆλον ἐπιδειξάμενος ὑπὲρ τοῦ οἴκου, τῷ τοῦ οἴκου Δεσπότῃ καὶ ἐν αὐτῷ θεραπευομένῳ ἔμελλεν ἐναντιοῦσθαι. Ἦν μὲν οὖν ἱκανὰ καὶ τὰ πρότερα ἔτη, ἐν οἷς κατὰ τὸν νόμον ἐβίω, δεῖξαι τὴν πρὸς τὸν νομοθέτην αἰδὼ, καὶ ὅτι οὐκ ἀντινομοθετῶν ἦλθεν· ἐπειδὴ δὲ εἰκὸς ἦν ἐκεῖνα λήθῃ παραδοθῆναι τῷ χρόνῳ, ἅτε οὐ πᾶσιν ὄντα γνώριμα, διὰ τὸ ἐν οἰκίᾳ τρέφεσθαι πτωχῇ καὶ εὐτελεῖ, παρόντων πάντων λοιπὸν (καὶ γὰρ πολλοὶ παρῆσαν, ἅτε ἑορτῆς πλησίον οὔσης), τοῦτο ποιεῖ, καὶ παρακεκινδυνευμένως. Οὐδὲ γὰρ ἁπλῶς ἐξέβαλεν, ἀλλὰ καὶ τὰς τραπέζας ἀνέτρεψε, καὶ τὸ ἀργύριον ἐξέχεε, διδοὺς αὐτοῖς ἐκ τούτων λογίσασθαι, ὅτι οὐκ ἂν ὁ εἰς κινδύνους ῥίπτων ἑαυτὸν ὑπὲρ τῆς εὐκοσμίας τοῦ οἴκου, τοῦ Δεσπότου τοῦ οἴκου κατεφρόνησεν ἄν· Εἰ γὰρ ὑποκρινόμενος ταῦτα ἐποίει, παραινέσαι ἐχρῆν μόνον· τὸ δὲ καὶ εἰς κινδύνους καταστῆναι, πάνυ τολμηρόν. Οὐδὲ γὰρ τὸ τυχὸν ἦν, καὶ θυμῷ τοσούτῳ ἀγοραίων ἑαυτὸν ἐκδοῦναι, καὶ δῆμον πολλῆς γέμοντα ἀλογίας καπήλων ἀνθρώπων καθ᾽ ἑαυτοῦ παροξύναι ὑβρίζοντα, ζημιοῦντα· οὐχ ὑποκρινομένου ἦν, ἀλλὰ πάντα αἱρουμένου πάθη, ὑπὲρ τῆς εὐκοσμίας τοῦ οἴκου. Διὰ τοῦτο οὐδὲ δι᾽ ὧν ποιεῖ μόνον, ἀλλὰ καὶ δι᾽ ὧν λέγει, δείκνυσι τὴν πρὸς αὐτὸν συμφωνίαν· οὐδὲ γὰρ εἶπε, Τὸν οἶκον τὸν ἅγιον, ἀλλὰ, Τὸν οἶκον τοῦ Πατρός μου.