Ὁ πιστεύων εἰς τὸν Υἱὸν, οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων, ἤδη κέκριται. Καὶ μὴν εἰ μὴ διὰ τοῦτο ἦλθεν, ἵνα κρίνῃ τὸν κόσμον, πῶς ὁ μὴ πιστεύων ἤδη κέκριται, εἰ μηδέπω πάρεστι τῆς κρίσεως ὁ καιρός; Ἢ τοῦτο οὖν φησιν, ὅτι αὐτὸ τὸ ἀπιστεῖν ἀμετανόητα, κόλασίς ἐστι· τὸ γὰρ ἐκτὸς εἶναι τοῦ φωτὸς, καὶ κατ᾽ αὐτὸ μεγίστην ἔχει τὴν τιμωρίαν· ἢ τὸ μέλλον προαναφωνεῖ. Καθάπερ γὰρ ὁ φονεύων, κἂν μὴ τῇ ψήφῳ τοῦ κρίνοντος καταδικασθῇ, τῇ τοῦ πράγματος καταδεδίκασται φύσει, οὕτω καὶ ὁ ἄπιστος. Ἐπεὶ καὶ ὁ Ἀδὰμ ᾗ ἡμέρᾳ ἔφαγεν ἀπὸ τοῦ ξύλου, ἀπέθανεν. Οὕτω γὰρ καὶ ἡ ἀπόφασις εἶχεν· ᾟ ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ ξύλου, φησὶν, ἀποθανεῖσθε. Καίτοι γε ἔζη. Πῶς οὖν ἀπέθανε; Τῇ ἀποφάσει καὶ τῇ τοῦ πράγματος φύσει. Ὁ γὰρ ὑπεύθυνον ἑαυτὸν τῇ κολάσει ποιήσας, ὑπὸ τὴν τιμωρίαν ἐστὶ, κἂν μὴ τῷ πράγματι τέως, ἀλλὰ τῇ ψήφῳ. Ἵνα γὰρ μὴ ἀκούσας τις, ὅτι Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀτιμωρητὶ νομίσῃ ἁμαρτάνειν, καὶ ῥᾳθυμότερος γένηται, καὶ ταύτην ἀποτειχίζει τὴν ὀλιγωρίαν, λέγων, Ἤδη κέκριται. Ἐπειδὴ γὰρ ἔμελλεν ἡ κρίσις, καὶ οὔπω παρῆν, ἐγγὺς ἄγει τὸν φόβον τῆς τιμωρίας, καὶ δείκνυσιν ἤδη τὴν κόλασιν. Καὶ τοῦτο δὲ αὐτὸ πολλῆς φιλανθρωπίας ἐστὶ, τὸ μὴ μόνον δοῦναι τὸν Υἱὸν, ἀλλὰ καὶ τὸν τῆς κρίσεως ἀναβάλλεσθαι καιρὸν, ἵνα γένηται ἐξουσία τοῖς ἡμαρτηκόσι καὶ τοῖς ἀπιστοῦσιν ἀπονίψασθαι τὰ πεπλημμελημένα.