Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον

Ἰωάννης ὁ Χρυσόστομος

Η Αποστολή των Δώδεκα και οι Πνευματικές Παραγγελίες (Ομιλίες ΛΓ΄-ΛΖ΄)

Οι οδηγίες του Χριστού προς τους μαθητές, η προετοιμασία για διωγμούς, η φρόνηση του όφεως και η ακεραιότητα της περιστεράς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 9 από 20

ΟΜΙΛΙΑ ΛΓʹ. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. αʹ. Ἐπειδὴ περὶ τῆς ἀναγκαίας τροφῆς ἐποίησεν αὐτοὺς θαῤῥεῖν, καὶ τὰς πάντων ἀνέῳξεν αὐτοῖς οἰκίας, καὶ σεμνὸν τῇ εἰσόδῳ αὐτῶν σχῆμα περιέθηκεν, οὐχ ὡς ἀλήτας καὶ προσαίτας εἰσιέναι κελεύων, ἀλλ᾽ ὡς τῶν ὑποδεχομένων πολλῷ σεμνοτέρους (τοῦτο γὰρ ἔδειξε δι᾽ ὧν ἔλεγεν· Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ· καὶ δι᾽ ὧν ἐκέλευσεν ἐρωτᾷν, τίς ἄξιος, κἀκεῖ μένειν, καὶ ἀσπάζεσθαι τοὺς δεχομένους προσέταττε, καὶ δι᾽ ὧν τοῖς μὴ δεχομένοις τὰ ἀνήκεστα ἐκεῖνα ἠπείλησε κακά)· ἐπειδὴ οὖν ταύτῃ ἐξέβαλεν αὐτῶν τὴν φροντίδα, καὶ τῇ τῶν σημείων καθώπλισεν ἐπιδείξει, καὶ σιδηροῦς τινας καὶ ἀδαμαντίνους εἰργάσατο, πάντων ἀπαλλάξας τῶν βιωτικῶν, καὶ πάσης ἐλευθερώσας ἐπικαίρου μερίμνης αὐτούς· λέγει λοιπὸν καὶ τὰ μέλλοντα συμπίπτειν αὐτοῖς κακὰ, οὐ τὰ μικρὸν ὕστερον συμβησόμενα μόνον, ἀλλὰ καὶ τὰ μετὰ μακρὸν ἐσόμενα χρόνον, ἄνωθεν καὶ πρὸ πολλοῦ τῷ πρὸς τὸν διάβολον προπαρασκευάζων αὐτοὺς πολέμῳ.

Καὶ γὰρ πολλὰ ἐντεῦθεν κατωρθοῦτο· καὶ πρῶτον, τὸ μαθεῖν τῆς προγνώσεως αὐτοῦ τὴν δύναμιν· δεύτερον δὲ, τὸ μηδένα ὑποπτεύειν, ὅτι δι᾽ ἀσθένειαν τοῦ διδασκάλου ταῦτα ἐπῄει τὰ δεινά· τρίτον, τὸ τοὺς ὑπομένοντας ταῦτα μὴ ἐκπλήττεσθαι τῷ ἀπροσδοκήτως καὶ παρ᾽ ἐλπίδα ἐκβαίνειν· τέταρτον, τὸ μὴ παρ᾽ αὐτὸν τὸν καιρὸν τοῦ σταυροῦ ταῦτα ἀκούοντας θορυβηθῆναι. Καὶ γὰρ καὶ ἔπαθον τοῦτο αὐτὸ τότε, ὅτε καὶ ὀνειδίζων αὐτοῖς ἔλεγεν· Ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν· καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, Ποῦ ὑπάγεις;

Καίτοι οὐδὲν οὐδέπω περὶ ἑαυτοῦ ἦν εἰρηκὼς, οἷον, ὅτι δεθήσεται καὶ μαστιγωθήσεται καὶ ἀναιρεθήσεται, ὥστε μὴ καὶ ταύτῃ συνταράξαι αὐτῶν τὴν διάνοιαν· ἀλλὰ τέως τὰ αὐτοῖς συμβησόμενα προαναφωνεῖ. Εἶτα ἵνα μάθωσιν, ὅτι καινὸς οὗτος ὁ τοῦ πολέμου νόμος, καὶ παράδοξος τῆς παρατάξεως ὁ τρόπος, γυμνοὺς πέμπων, καὶ μονοχίτωνας, καὶ ἀνυποδέτους, καὶ χωρὶς ῥάβδου, καὶ χωρὶς ζώνης καὶ πήρας, καὶ παρὰ τῶν δεχομένων κελεύων τρέφεσθαι, οὐδὲ ἐνταῦθα τὸν λόγον ἔστησεν, ἀλλὰ δεικνὺς αὐτοῦ τὴν ἄφατον δύναμιν, φησί· Καὶ οὕτως ἀπιόντες, τὴν προβάτων ἡμερότητα ἐπιδείκνυσθε, καὶ ταῦτα πρὸς λύκους ἰέναι μέλλοντες· καὶ οὐχ ἁπλῶς πρὸς λύκους, ἀλλὰ καὶ εἰς μέσους λύκων. Καὶ οὐ προβάτων ἡμερότητα μόνον ἔχειν κελεύει, ἀλλὰ καὶ τῆς περιστερᾶς τὸ ἀκέραιον. Οὕτω γὰρ μάλιστα τὴν ἐμὴν ἐνδείξομαι ἰσχὺν, ὅταν πρόβατα λύκων περιγένηται, καὶ ἐν μέσῳ τῶν λύκων ὄντα, καὶ μυρία λαμβάνοντα δήγματα, μὴ μόνον μὴ καταναλίσκηται, ἀλλὰ καὶ ἐκείνους μεταβάλλῃ· ὃ πολλῷ θαυμαστότερόν ἐστι καὶ μεῖζον τοῦ ἀνελεῖν, τὸ μεταθεῖναι τὴν γνώμην, καὶ μεταῤῥυθμίσαι τὴν διάνοιαν· καὶ ταῦτα δώδεκα ὄντες μόνον, τῆς οἰκουμένης τῶν λύκων ἐμπεπλησμένης.

Αἰσχυνώμεθα τοίνυν οἱ τἀναντία ποιοῦντες, οἱ ὡς λύκοι τοῖς ἐχθροῖς ἐπιτιθέμενοι. Ἕως γὰρ ἂν ὦμεν πρόβατα, νικῶμεν· κἂν μυρίοι περιστοιχίσωνται λύκοι, περιγινόμεθα καὶ κρατοῦμεν· ἂν δὲ γενώμεθα λύκοι, ἡττώμεθα· ἀφίσταται γὰρ ἡμῶν ἡ τοῦ ποιμένος βοήθεια. Οὐ γὰρ λύκους, ἀλλὰ πρόβατα ποιμαίνει, καὶ καταλιμπάνει σε καὶ ἀναχωρεῖ· οὐδὲ γὰρ συγχωρεῖς αὐτοῦ δειχθῆναι τὴν δύναμιν. Ἂν μὲν γὰρ πάσχων κακῶς ἡμερότητα ἐπιδείξῃ, αὐτῷ λογίζεται ἅπαν τὸ τρόπαιον· ἂν δὲ ἐπεξίῃς καὶ πυκτεύῃς, ἐπισκιάζεις τῇ νίκῃ. Σὺ δέ μοι σκόπει τίνες εἰσὶν οἱ τῶν προσταγμάτων τούτων ἀκούοντες τῶν σκληρῶν καὶ ἐπιπόνων· οἱ δειλοὶ καὶ ἰδιῶται· οἱ ἀγράμματοι καὶ ἀμαθεῖς· οἱ πάντοθεν ἄσημοι· οἱ μηδέποτε τοῖς ἔξωθεν ἐντραφέντες νόμοις· οἱ μὴ ταχέως εἰς ἀγορὰς ἐμβάλλοντες ἑαυτούς· οἱ ἁλιεῖς, οἱ τελῶναι, οἱ μυρίων γέμοντες ἐλαττωμάτων. Εἰ δὲ καὶ τοὺς ὑψηλοὺς καὶ μεγάλους ἱκανὰ ταῦτα θορυβῆσαι ἦν, τοὺς πάντοθεν ἀπείρους καὶ οὐδὲν οὐδέποτε φαντασθέντας γενναῖον πῶς οὐκ ἦν ἱκανὰ καταβαλεῖν καὶ ἐκπλῆξαι;

Ἀλλ᾽ οὐ κατέβαλε. Καὶ μάλα εἰκότως, ἴσως εἴποι τις ἄν· ἔδωκε γὰρ αὐτοῖς ἐξουσίαν λεπροὺς καθαίρειν, δαίμονας ἐλαύνειν. Ἐγὼ δὲ ἐκεῖνο ἂν εἴποιμι, ὅτι αὐτὸ μὲν οὖν τοῦτο μάλιστα αὐτοὺς ἱκανὸν ἦν θορυβῆσαι, ὅτι καὶ νεκροὺς ἐγείροντες τὰ ἀνήκεστα ταῦτα ἔμελλον ὑπομένειν, καὶ δικαστήρια, καὶ ἀπαγωγὰς, καὶ τοὺς παρὰ πάντων πολέμους, καὶ τὸ κοινὸν τῆς οἰκουμένης μῖσος, καὶ τοιαῦτα αὐτοὺς θαυματουργοῦντας ἀναμένειν δεινά. Τίς οὖν ἡ τούτων πάντων παράκλησις; Ἡ τοῦ πέμποντος δύναμις. Διὸ καὶ τοῦτο πρὸ πάντων τέθεικε, λέγων· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς. Ἀρκεῖ τοῦτο εἰς παραμυθίαν ὑμῖν· ἀρκεῖ τοῦτο εἰς τὸ θαῤῥεῖν, καὶ μηδένα δεδοικέναι τῶν ἐπιόντων.

βʹ. Εἶδες αὐθεντίαν; εἶδες ἐξουσίαν; εἶδες δύναμιν ἄμαχον; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Μὴ θορυβηθῆτε, φησὶν, ὅτι μεταξὺ λύκων πέμπων, ὡς πρόβατα καὶ ὡς περιστερὰς εἶναι κελεύω. Ἠδυνάμην μὲν γὰρ ποιῆσαι τοὐναντίον, καὶ μηδὲν ὑμᾶς ἀφεῖναι δεινὸν ὑπομένειν, μηδὲ ὡς πρόβατα ὑποτεθῆναι λύκοις, ἀλλὰ λεόντων ἐργάσασθαι φοβερωτέρους· ἀλλ᾽ οὕτω συμφέρει γενέσθαι.

Τοῦτο καὶ ὑμᾶς λαμπροτέρους ποιεῖ· τοῦτο καὶ τὴν ἐμὴν ἀνακηρύττει δύναμιν. Τοῦτο καὶ πρὸς Παῦλον ἔλεγεν· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἐγὼ τοίνυν οὕτως ὑμᾶς ἐποίησα εἶναι. Ὅταν γὰρ εἴπῃ, Ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα, τοῦτο αἰνίττεται· Μὴ τοίνυν καταπέσητε· οἶδα γὰρ, οἶδα σαφῶς, ὅτι ταύτῃ μάλιστα πᾶσιν ἀχείρωτοι ἔσεσθε. Εἶτα, ἵνα τι καὶ παρ᾽ ἑαυτῶν εἰσφέρωσι, καὶ μὴ πάντα τῆς χάριτος εἶναι δοκῇ, μηδὲ εἰκῆ καὶ μάτην στεφανοῦσθαι νομίζωνται, φησί· Γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.

Καὶ τί δύναιτ᾽ ἂν ἡ ἡμετέρα φρόνησις, φησὶν, ἐν τοσούτοις κινδύνοις; πῶς δὲ ὅλως δυνησόμεθα φρόνησιν ἔχειν, ὑπὸ τοσούτων περιαντλούμενοι κυμάτων; Ὅσον γὰρ ἂν γένηται φρόνιμον πρόβατον μεταξὺ λύκων ὂν, καὶ λύκων τοσούτων, τί δυνήσεται πλέον ἀνύσαι; ὅσον ἂν γένηται ἀκέραιος ἡ περιστερὰ, τί ὠφελήσει, τοσούτων ἐπικειμένων ἱεράκων; Ἐπὶ μὲν τῶν ἀλόγων, οὐδέν· ἐπὶ δὲ ὑμῶν, τὰ μέγιστα. Ἀλλ᾽ ἴδωμεν ποίαν φρόνησιν ἐνταῦθα ἀπαιτεῖ. Τὴν τοῦ ὄφεως, φησί. Καθάπερ γὰρ ἐκεῖνος τὰ πάντα προΐεται, κἂν αὐτὸ δέῃ τὸ σῶμα ἀποτμηθῆναι, οὐ σφόδρα ἀντέχεται αὐτοῦ, ὥστε τὴν κεφαλὴν διατηρῆσαι· οὕτω καὶ σὺ, φησὶ, πλὴν τῆς πίστεως πάντα ἐκδίδου, κἂν χρήματα, κἂν τὸ σῶμα, κἂν αὐτὴν τὴν ψυχὴν ἐκδοῦναι δέῃ. Ἐκεῖνο γὰρ ἡ κεφαλὴ καὶ ἡ ῥίζα· κἀκείνης διατηρουμένης, κἂν πάντα ἀπολέσῃς, ἅπαντα ἀνακτήσῃ πάλιν μετὰ πλείονος τῆς περιφανείας. Διὰ δὴ τοῦτο οὔτε ἁπλοῦν τινα εἶναι καὶ ἀφελῆ προσέταξεν, οὔτε φρόνιμον μόνον, ἀλλ᾽ ἐκέρασε ταῦτα ἀμφότερα, ὥστε γενέσθαι αὐτὰ ἀρετήν· τὴν μὲν φρόνησιν τοῦ ὄφεως εἰς τὸ μὴ πλήττεσθαι ἐν τοῖς καιρίοις παραλαβών· τὸ δὲ ἀκέραιον τῆς περιστερᾶς, εἰς τὸ μὴ ἀμύνεσθαι τοὺς ἀδικοῦντας, μηδὲ τιμωρεῖσθαι τοὺς ἐπιβουλεύοντας· ἐπεὶ πάλιν οὐδὲν ὄφελος τῆς φρονήσεως, ἂν μὴ τοῦτο προσῇ. Τί τοίνυν τούτων εὐτονώτερον γένοιτ᾽ ἂν τῶν ἐπιταγμάτων; Οὐ γὰρ ἤρκει τὸ παθεῖν κακῶς;

Οὐχὶ, φησίν· ἀλλ᾽ οὐδὲ ἀγανακτεῖν σοι συγχωρῶ. Τοῦτο γάρ ἐστιν ἡ περιστερά. Ὥσπερ ἂν εἴ τις κάλαμον εἰς πῦρ ἐμβαλὼν, κελεύοι μὴ καίεσθαι ὑπὸ τοῦ πυρὸς, ἀλλὰ σβεννύναι τὸ πῦρ. Ἀλλὰ μὴ θορυβώμεθα· καὶ γὰρ ἐξέβη ταῦτα, καὶ τέλος ἔλαβε, καὶ ἐπ᾽ αὐτῶν ἐδείχθη τῶν ἔργων, καὶ φρόνιμοι γεγόνασιν ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί· οὐκ ἄλλης ὄντες φύσεως, ἀλλὰ τῆς αὐτῆς ἡμῖν. Μὴ τοίνυν ἀδύνατα νομιζέτω τις εἶναι τὰ ἐπιτάγματα. Πρὸ γὰρ τῶν ἄλλων ἁπάντων αὐτὸς οἶδε τὴν τῶν πραγμάτων φύσιν· οἶδεν ὅτι θρασύτης οὐ θρασύτητι, ἀλλ᾽ ἐπιεικείᾳ σβέννυται.

Εἰ δὲ καὶ ἐπὶ τῶν πραγμάτων τοῦτο γινόμενον ἰδεῖν ἐθέλοις, ἀνάγνωθι τῶν Πράξεων τῶν ἀποστόλων τὸ βιβλίον, καὶ ὄψει ποσάκις τοῦ δήμου τῶν Ἰουδαίων κατεξαναστάντος καὶ τοὺς ὀδόντας θήγοντος, τὴν περιστερὰν οὗτοι μιμούμενοι, καὶ μετὰ τῆς πρεπούσης ἐπιεικείας ἀποκρινόμενοι, κατέλυσαν τὸν ἐκείνων θυμὸν, ἔσβεσαν τὴν μανίαν, ἐξέλυσαν τὴν ὁρμήν. Ἐπειδὴ γὰρ ἔλεγον· Οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ λαλεῖν ἐν τῷ ὀνόματι τούτῳ; καίτοι μυρία δυνάμενοι θαυματουργεῖν, τραχὺ μὲν οὐδὲν οὔτε εἶπον, οὔτε ἐποίησαν, μετὰ πραότητος δὲ πάσης ἀπελογοῦντο λέγοντες· Εἰ δίκαιόν ἐστιν ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε. Εἶδες τὸ ἀκέραιον τῆς περιστερᾶς; βλέπε τὸ φρόνιμον τοῦ ὄφεως· Ἡμεῖς γὰρ οὐ δυνάμεθα ἃ οἴδαμεν καὶ ἠκούσαμεν μὴ λαλεῖν. Εἶδες πῶς πανταχόθεν ἠκριβωμένους εἶναι χρὴ, ὥστε μὴ ὑπὸ κινδύνων ταπεινοῦσθαι, μηδὲ ὑπὸ θυμοῦ παροξύνεσθαι;

Διὰ τοῦτο καὶ ἔλεγε· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· καὶ ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσι. Πάλιν γὰρ νήφειν αὐτοὺς παρασκευάζει, πανταχοῦ τὸ μὲν παθεῖν κακῶς αὐτοῖς διδοὺς, τὸ δὲ ποιῆσαι ἑτέροις ἀφιεὶς, ἵνα μάθῃς ὅτι ἐν τῷ παθεῖν κακῶς ἡ νίκη, καὶ τὰ λαμπρὰ ἐντεῦθεν ἕστηκε τρόπαια. Οὐδὲ γὰρ εἶπε, Πυκτεύετε καὶ ὑμεῖς, καὶ ἀνθίστασθε τοῖς ἐπηρεάζειν βουλομένοις ὑμῖν· ἀλλ᾽ ὅτι Τὰ ἔσχατα πείσεσθε, μόνον.

γʹ. Βαβαί! πόση τοῦ λέγοντος ἡ δύναμις! πόση τῶν ἀκουόντων ἡ φιλοσοφία! Καὶ γὰρ σφόδρα ἄξιον θαυμάζειν, πῶς οὐκ εὐθέως ἀπεπήδησαν ταῦτα ἀκούοντες, ἄνθρωποι ψοφοδεεῖς, καὶ τὴν λίμνην οὐδέποτε ὑπερβάντες ἐκείνην, περὶ ἣν ἡλίευον· πῶς δὲ οὐκ ἐνενόησαν, καὶ πρὸς ἑαυτοὺς εἶπον· Καὶ ποῦ φευξόμεθα λοιπόν; Τὰ δικαστήρια καθ᾽ ἡμῶν, οἱ βασιλεῖς καθ᾽ ἡμῶν, οἱ ἡγεμόνες, αἱ συναγωγαὶ τῶν Ἰουδαίων, οἱ δῆμοι τῶν Ἑλλήνων, ἄρχοντες καὶ ἀρχόμενοι. Ἐντεῦθεν γὰρ οὐχὶ μόνον τὴν Παλαιστίνην αὐτοῖς καὶ τὰ ἐν αὐτῇ κακὰ προανεφώνησεν, ἀλλὰ καὶ τοὺς τῆς οἰκουμένης παρήνοιξε πολέμους, εἰπών· Ἐπὶ βασιλεῖς ἀχθήσεσθε καὶ ἡγεμόνας· δεικνὺς ὅτι καὶ τοῖς ἔθνεσι μετὰ ταῦτα κήρυκας αὐτοὺς ἔμελλε πέμπειν. Τὴν οἰκουμένην ἡμῖν ἐξεπολέμωσας, τοὺς τὴν γῆν οἰκοῦντας ἅπαντας ὥπλισας καθ᾽ ἡμῶν, δήμους, τυράννους, βασιλεῖς. Καὶ τὸ ἑξῆς δὲ πολὺ φρικωδέστερον, ὅταν καὶ ἀδελφοκτόνοι καὶ παιδοκτόνοι καὶ πατροκτόνοι δι᾽ ἡμᾶς μέλλωσιν οἱ ἄνθρωποι γίνεσθαι.

Παραδώσει γὰρ, φησὶν, ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Πῶς οὖν οἱ λοιποὶ, φησὶ, πιστεύσουσιν, ὅταν ἴδωσι δι᾽ ἡμᾶς παῖδας ὑπὸ πατέρων ἀναιρουμένους, καὶ ἀδελφοὺς ὑπὸ ἀδελφῶν, καὶ μιασμάτων τὰ πάντα πληρούμενα; Οὐ γὰρ ὡς δαίμονας ἀλάστορας, οὐ γὰρ ὡς ἐναγεῖς καὶ τῆς οἰκουμένης λυμεῶνας ἀπελάσουσιν ἡμᾶς πάντοθεν, αἱμάτων συγγενικῶν τὴν γῆν πληρουμένην ὁρῶντες καὶ φόνων τοιούτων;

Καλήν γε (οὐ γάρ;) τὴν εἰρήνην εἰς τὰς οἰκίας εἰσάγοντες δώσομεν, τοσούτων αὐτὰς ἐμπιπλῶντες σφαγῶν. Εἰ γὰρ πολλοί τινες ἦμεν, καὶ μὴ δώδεκα· εἰ γὰρ μὴ ἰδιῶται μηδὲ ἀγράμματοι, ἀλλὰ σοφοὶ καὶ ῥήτορες καὶ δεινοὶ λέγειν· μᾶλλον δὲ εἰ βασιλεῖς αὐτοὶ, καὶ στρατόπεδα ἔχοντες, καὶ χρημάτων περιουσίαν· πῶς ἂν ἰσχύσαμεν πεῖσαί τινας, ἐμφυλίους πολέμους ἀνάπτοντες, καὶ ἐμφυλίων δὲ πολλῷ χαλεπωτέρους;

Κἂν γὰρ τῆς ἡμετέρας σωτηρίας καταφρονήσωμεν, τίς ἡμῖν τῶν ἄλλων προσέξει; Ἀλλ᾽ οὐδὲν τούτων οὔτε ἐνενόησαν, οὔτε εἶπον, οὔτε εὐθύνας ἀπῄτουν τῶν ἐπιταγμάτων, ἀλλ᾽ εἶκον καὶ ἐπείθοντο μόνον. Τοῦτο δὲ οὐ τῆς αὐτῶν ἀρετῆς ἦν μόνον, ἀλλὰ καὶ τῆς τοῦ Διδασκάλου σοφίας. Ὅρα γὰρ πῶς ἑκάστῳ τῶν δεινῶν παραμυθίαν παρέζευξε· καὶ ἐπὶ τῶν μὴ δεχομένων αὐτοὺς ἔλεγεν· Ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ· καὶ ἐνταῦθα πάλιν εἰπὼν, Ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθήσεσθε, ἐπήγαγεν, ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Οὐ μικρὰ δὲ αὕτη παράκλησις, τὸ καὶ διὰ τὸν Χριστὸν ταῦτα πάσχειν, καὶ εἰς ἔλεγχον ἐκείνων. Ὁ γὰρ Θεὸς, κἂν μηδεὶς προσέχῃ, τὰ αὐτοῦ πανταχοῦ φαίνεται ποιῶν. Ταῦτα δὲ αὐτοὺς παρεκάλει, οὐκ ἐπειδὴ τῆς ἑτέρων ἐπεθύμουν τιμωρίας, ἀλλ᾽ ἵνα θαῤῥεῖν ἔχωσιν, ὅτι πανταχοῦ αὐτὸν ἕξουσι συμπαρόντα, τὸν καὶ προειπόντα καὶ προειδότα ταῦτα, καὶ ὅτι οὐχ ὡς πονηροὶ καὶ λυμεῶνες ταῦτα πείσονται. Μετὰ δὲ τούτων οὐ μικρὰν καὶ ἑτέραν προστίθησιν αὐτοῖς παράκλησιν, λέγων· Ὅταν δὲ παραδώσουσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Ἵνα γὰρ μὴ λέγωσι, Πῶς πεῖσαι δυνησόμεθα, τοιούτων γινομένων πραγμάτων;

καὶ περὶ τῆς ἀπολογίας κελεύει θαῤῥεῖν. Καὶ ἀλλαχοῦ μέν φησιν· Ἐγὼ δώσω ὑμῖν στόμα καὶ σοφίαν· ἐνταῦθα δὲ, Τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν ἐστι τὸ λαλοῦν ἐν ὑμῖν, εἰς τὸ τῶν προφητῶν αὐτοὺς ἀνάγων ἀξίωμα. Διὰ τοῦτο, ὅτε εἶπε τὴν δύναμιν τὴν δεδομένην, τότε καὶ τὰ δεινὰ ἐπήγαγε, τοὺς φόνους καὶ τὰς σφαγάς. Παραδώσει γὰρ ἀδελφὸς ἀδελφὸν, φησὶν, εἰς θάνατον, καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ τὸ πολὺ φρικωδέστερον προσέθηκε, καὶ πέτραν ἱκανὸν διασαλεῦσαι, ὅτι Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων. Καὶ ἐνταῦθα πάλιν ἐπὶ θύραις ἡ παράκλησις· Διὰ τὸ ὄνομά μου γὰρ, φησὶ, ταῦτα πείσεσθε. Καὶ μετὰ τούτου πάλιν ἕτερον· Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Ταῦτα δὲ καὶ ἄλλως ἱκανὰ ἦν ἀνορθῶσαι αὐτῶν τὰ φρονήματα, εἴγε τοσαύτη τοῦ κηρύγματος ἔμελλεν ἀνάπτεσθαι δύναμις, ὡς φύσιν ἀτιμάζεσθαι, καὶ συγγένειαν ἐκβάλλεσθαι, καὶ προτιμᾶσθαι πάντων τὸν λόγον, κατὰ κράτος πάντα ἐλαύνοντα. Εἰ γὰρ φύσεως τυραννὶς οὐκ ἰσχύει πρὸς τὰ λεγόμενα ἀντιστῆναι, ἀλλὰ διαλύεται καὶ καταπατεῖται, τί ἕτερον ὑμῶν περιγενέσθαι δυνήσεται; Οὐ μὴν, ἐπειδὴ ταῦτα ἔσται, ἐν ἀδείᾳ ὑμῶν ἔσται ὁ βίος, ἀλλὰ καὶ κοινοὺς ἕξετε πολεμίους καὶ ἐχθροὺς τοὺς τὴν οἰκουμένην οἰκοῦντας.

δʹ. Ποῦ νῦν Πλάτων; ποῦ Πυθαγόρας; ποῦ τῶν Στωϊκῶν ὁ ὁρμαθός; Καὶ γὰρ πολλῆς ἀπολαύσας ἐκεῖνος τιμῆς, οὕτως ἠλέγχετο, ὡς καὶ ἀπεμποληθῆναι, καὶ μηδὲν ὧν ἐβούλετο κατορθῶσαι, οὐδὲ ἐφ᾽ ἑνὸς τυράννου· ἀλλὰ καὶ τοὺς μαθητὰς προδοὺς, ἐλεεινῶς τὸν βίον κατέλυσε. Καὶ τὰ Κυνικὰ καθάρματα ὥσπερ ὄναρ καὶ σκιὰ πάντες παρῆλθον. Καίτοιγε οὐδέποτε τοιοῦτον οὐδὲν ἐκείνοις συνέπεσεν, ἀλλὰ καὶ λαμπροὶ διὰ τὴν φιλοσοφίαν τὴν ἔξωθεν εἶναι ἐδόκουν, καὶ τὰς ἐπιστολὰς ἀνέθεσαν δημοσίᾳ Ἀθηναῖοι τὰς Πλάτωνος παρὰ Δίωνος πεμφθείσας, καὶ ἐν ἀνέσει τὸν πάντα διῆγον χρόνον, καὶ χρήμασιν ἐπλούτουν οὐκ ὀλίγοις. Οὕτω γοῦν ὁ μὲν Ἀρίστιππος πόρνας ἠγόραζε πολυτελεῖς· ὁ δὲ διαθήκας ἔγραφεν, οὐ τὸν τυχόντα κλῆρον καταλιμπάνων· ὁ δὲ, τῶν μαθητῶν γεφυρωσάντων ἑαυτοὺς, ἄνωθεν ἐβάδιζε· τὸν δὲ Σινωπέα φασὶ καὶ δημοσίᾳ ἀσχημονεῖν ἐπὶ τῆς ἀγορᾶς. Ταῦτα γὰρ αὐτῶν τὰ σεμνά.

Ἀλλ᾽ οὐδὲν τοιοῦτον ἐνταῦθα, ἀλλ᾽ ἐπιτεταμένη σωφροσύνη καὶ κοσμιότης ἠκριβωμένη, καὶ πόλεμος πρὸς τὴν οἰκουμένην ἅπασαν ὑπὲρ τῆς ἀληθείας καὶ τῆς εὐσεβείας, καὶ τὸ καθ᾽ ἑκάστην σφάττεσθαι τὴν ἡμέραν, καὶ μετὰ ταῦτα τὰ λαμπρὰ τρόπαια. Ἀλλ᾽ εἰσί τινες, φησὶ, καὶ στρατηγικοὶ παρ᾽ αὐτοῖς, οἷον ὁ Θεμιστοκλῆς, ὁ Περικλῆς. Ἀλλὰ καὶ ταῦτα παίδων ἀθύρματα πρὸς τὰ τῶν ἁλιέων. Τί γὰρ ἂν ἔχοις εἰπεῖν; Ὅτι τοὺς Ἀθηναίους ἔπεισεν ἐπιβῆναι τῶν πλοίων, τοῦ Ξέρξου κατὰ τῆς Ἑλλάδος ἐλαύνοντος; Ἐνταῦθα δὲ οὐ Ξέρξου ἐλαύνοντος, ἀλλὰ τοῦ διαβόλου μετὰ τῆς οἰκουμένης ἁπάσης καὶ τῶν ἀπείρων δαιμόνων κατὰ τῶν δώδεκα τούτων ἐπιόντων, οὐκ ἐν ἑνὶ καιρῷ, ἀλλὰ διὰ παντὸς τοῦ βίου, περιεγένοντο καὶ ἐκράτησαν· καὶ τὸ δὴ θαυμαστὸν, οὐκ ἀνελόντες τοὺς ἐναντίους, ἀλλὰ μεταβαλόντες καὶ μεταῤῥυθμίσαντες. Τοῦτο γὰρ μάλιστα δεῖ πανταχοῦ παρατηρεῖν, ὅτι οὐκ ἀνεῖλον, οὐδὲ ἠφάνισαν τοὺς ἐπιβουλεύοντας αὐτοῖς, ἀλλὰ δαιμόνων λαβόντες ἴσους, ἀγγέλων ἐποίησαν ἐφαμίλλους, τὴν μὲν ἀνθρωπίνην φύσιν τῆς πονηρᾶς ταύτης ἐλευθερώσαντες τυραννίδος, τοὺς δὲ ἀλιτηρίους ἐκείνους καὶ πάντα συνταράττοντας δαίμονας ἐκ μέσων ἀγορῶν καὶ οἰκιῶν, μᾶλλον δὲ καὶ αὐτῆς ἀπελάσαντες τῆς ἐρημίας. Καὶ μαρτυροῦσιν οἱ τῶν μοναχῶν χοροὶ, οὓς κατεφύτευσαν πανταχοῦ, οὐ τὴν οἰκουμένην μόνον, ἀλλὰ καὶ τὴν ἀοίκητον ἐκκαθάραντες.

Καὶ τὸ δὴ θαυμαστότερον, ὅτι οὐκ ἐκ παρατάξεως ἴσης ταῦτα ἐποίουν, ἀλλ᾽ ἐν τῷ πάσχειν κακῶς πάντα ἤνυον. Καὶ γὰρ εἶχον αὐτοὺς ἐν τῷ μέσῳ, δώδεκα ἀνθρώπους ἰδιώτας, δεσμεύοντες, μαστίζοντες, περιάγοντες, καὶ οὐκ ἴσχυον ἐπιστομίσαι· ἀλλ᾽ ὥσπερ τὴν ἀκτῖνα δῆσαι ἀδύνατον, οὕτω καὶ τὴν γλῶτταν ἐκείνων.

Τὸ δὲ αἴτιον, οὐκ αὐτοὶ ἦσαν οἱ λαλοῦντες, ἀλλ᾽ ἡ τοῦ Πνεύματος δύναμις. Οὕτω γοῦν καὶ ὁ Παῦλος ἐνίκησε τοὺς περὶ Ἀγρίππαν, καὶ τὸν κακίᾳ νικήσαντα πάντας ἀνθρώπους Νέρωνα. Ὁ γὰρ Κύριός μοι παρέστη, φησὶ, καὶ ἐνεδυνάμωσέ με, καὶ ἐῤῥύσατό με ἐκ στόματος λέοντος. Σὺ δὲ καὶ αὐτοὺς θαύμαζε, πῶς ἀκούσαντες, Μὴ μεριμνήσητε, καὶ ἐπίστευσαν καὶ κατεδέξαντο, καὶ οὐδὲν αὐτοὺς τῶν φοβερῶν ἐξέπληξεν.

Εἰ δὲ λέγοις, ὅτι ἱκανὴν αὐτοῖς δέδωκε παράκλησιν τῷ εἰπεῖν, ὅτι Τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν ἔσται τὸ λαλοῦν· καὶ διὰ τοῦτο μάλιστα ἐκπλήττομαι αὐτοὺς, ὅτι οὐκ ἀμφέβαλον, οὐδὲ ἐζήτησαν ἀπαλλαγὴν τῶν δεινῶν· καὶ ταῦτα, οὐ δύο, οὐ τρία ἔτη μέλλοντες ταῦτα πάσχειν, ἀλλὰ παρὰ πάντα τὸν βίον. Τὸ γὰρ εἰπεῖν, Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται, τοῦτό ἐστιν αἰνιττομένου. Βούλεται γὰρ μὴ τὰ παρ᾽ αὐτοῦ μόνον εἰσφέρεσθαι, ἀλλὰ καὶ παρ᾽ αὐτῶν γίνεσθαι τὰ κατορθώματα. Σκόπει γοῦν ἄνωθεν πῶς τὰ μὲν αὐτοῦ, τὰ δὲ τῶν μαθητῶν γίνεται. Τὸ μὲν γὰρ σημεῖα ποιεῖν, αὐτοῦ· τὸ δὲ μὴ κτήσασθαι μηδὲν, ἐκείνων.

Πάλιν, τὸ τὰς οἰκίας ἀνοῖξαι πάσας, τῆς ἄνωθεν χάριτος· τὸ δὲ μηδὲν πλέον τῆς χρείας ἀπαιτῆσαι, τῆς αὐτῶν φιλοσοφίας· Ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. Τὸ τὴν εἰρήνην χαρίσασθαι, τῆς τοῦ Θεοῦ δωρεᾶς· τὸ τοὺς ἀξίους ἐπιζητεῖν, καὶ μὴ πρὸς πάντας ἁπλῶς εἰσιέναι, τῆς αὐτῶν ἐγκρατείας. Πάλιν, τὸ κολάζειν τοὺς μὴ δεχομένους αὐτοὺς, αὐτοῦ· τὸ δὲ μετ᾽ ἐπιεικείας ἀναχωρεῖν ἐκ τούτων, μὴ λοιδορουμένους, μηδὲ ὑβρίζοντας, τῆς τῶν ἀποστόλων πραότητος. Τὸ δοῦναι Πνεῦμα, καὶ μὴ ποιῆσαι μεριμνᾷν, τοῦ πέμποντος ἦν· τὸ δὲ ὡς πρόβατα γίνεσθαι καὶ περιστερὰς, καὶ φέρειν πάντα γενναίως, τῆς τούτων εὐτονίας καὶ συνέσεως. Τὸ μισεῖσθαι, καὶ τὸ μὴ καταπίπτειν, καὶ τὸ ὑπομένειν, αὐτῶν· τὸ ὑπομείναντας σῶσαι, τοῦ πέμποντος. Διὸ καὶ ἔλεγεν· Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

εʹ. Ἐπειδὴ γὰρ εἰώθασιν οἱ πολλοὶ, ἐν μὲν τοῖς προοιμίοις εἶναι σφοδροὶ, μετὰ δὲ ταῦτα ἐκλύεσθαι, διὰ τοῦτό φησιν, ὅτι Τὸ τέλος ἐπιζητῶ. Τί γὰρ ὄφελος σπερμάτων, παρὰ μὲν τὴν ἀρχὴν ἀνθούντων, μικρὸν δὲ ὕστερον μαραινομένων; Διὰ τοῦτο διαρκῆ τὴν ὑπομονὴν παρ᾽ αὐτῶν ἀπαιτεῖ. Ἵνα γὰρ μή τις λέγῃ, ὅτι τὸ πᾶν αὐτὸς ἐποίησε, καὶ θαυμαστὸν οὐδὲν, τοιούτους ἐκείνους γενέσθαι οὐδὲν πάσχοντας φορτικὸν, διὰ τοῦτό φησιν αὐτοῖς, ὅτι Καὶ τῆς ὑπομονῆς ὑμῶν χρεία. Κἂν γὰρ τῶν πρώτων ἐξαρπάσω κινδύνων, ἑτέροις χαλεπωτέροις τηρῶ, καὶ μετ᾽ ἐκείνους πάλιν ἕτεροι διαδέξονται· καὶ οὐ στήσεσθε ἐπιβουλευόμενοι, ἕως ἂν ἐμπνέητε.

Τοῦτο γὰρ ᾐνίξατο εἰπών· Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Διὰ δὴ τοῦτο καὶ εἰπὼν, Μὴ μεριμνήσητε, τί λαλήσητε, ἀλλαχοῦ φησιν· Ἕτοιμοι γίνεσθε πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος. Ὅταν μὲν γὰρ μεταξὺ φίλων ὁ ἀγὼν ᾖ, κελεύει καὶ ἡμᾶς μεριμνᾷν· ὅταν δὲ δικαστήριον φοβερὸν, καὶ δῆμοι μαινόμενοι, καὶ φόβος πάντοθεν, τὴν παρ᾽ αὐτοῦ παρέχει ῥοπὴν, ὥστε θαῤῥῆσαι καὶ φθέγξασθαι, καὶ μὴ καταπλαγῆναι, μηδὲ προδοῦναι τὰ δίκαια. Καὶ γὰρ πολὺ μέγα ἦν, ἄνθρωπον περὶ λίμνας ἠσχολημένον καὶ δέρματα καὶ τελωνείαν, τυράννων καθημένων, καὶ σατραπῶν παρεστηκότων καὶ δορυφόρων, καὶ τῶν ξιφῶν γεγυμνωμένων, καὶ πάντων μετ᾽ ἐκείνων ἑστώτων, εἰσελθόντα μόνον, δεδεμένον, κάτω κύπτοντα, δυνηθῆναι διᾶραι στόμα. Καὶ γὰρ οὐδὲ λόγου, οὐδὲ ἀπολογίας αὐτοῖς μετεδίδοσαν τῶν δογμάτων ἕνεκεν, ἀλλ᾽ ὡς κοινοὺς τῆς οἰκουμένης λυμεῶνας, οὕτως ἀποτυμπανίζειν ἐπεχείρουν. Οἱ γὰρ τὴν οἰκουμένην, φησὶν, ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισι· καὶ πάλιν Ἐναντία τοῖς Καίσαρος δόγμασι πρεσβεύουσι, λέγοντες εἶναι βασιλέα Χριστὸν Ἰησοῦν.

Καὶ πανταχοῦ τὰ δικαστήρια προκατείληπτο ταῖς τοιαύταις ὑπονοίαις, καὶ πολλῆς ἔδει τῆς ἄνωθεν ῥοπῆς εἰς τὸ ἀμφότερα δεῖξαι, καὶ τὸ δόγμα ἀληθὲς ὂν, ὅπερ ἐπρέσβευον, καὶ ὅτι οὐ λυμαίνονται τοῖς κοινοῖς νόμοις, καὶ μήτε σπουδάζοντας εἰπεῖν περὶ τοῦ δόγματος, ἐμπεσεῖν εἰς ὑπόνοιαν τῆς τῶν νόμων ἀνατροπῆς, μηδ᾽ αὖ πάλιν σπουδάζοντας δεῖξαι, ὅτι οὐκ ἀνατρέπουσι τὴν κοινὴν πολιτείαν, διαφθεῖραι τὴν τῶν δογμάτων ἀκρίβειαν· ἅπερ ἅπαντα ὄψει καὶ παρὰ Πέτρῳ, καὶ παρὰ Παύλῳ, καὶ παρὰ τοῖς πολλοῖς ἅπασι μετὰ τῆς πρεπούσης συνέσεως κατωρθωμένα. Καὶ γὰρ ὡς στασιασταὶ καὶ νεωτεροποιοὶ καὶ καινοτόμοι πανταχοῦ τῆς οἰκουμένης ἐνεκαλοῦντο· ἀλλ᾽ ὅμως καὶ ταύτην ἀπεκρούσαντο τὴν ὑπόνοιαν, καὶ τὴν ἐναντίαν ἑαυτοῖς περιέθηκαν, ὡς σωτῆρες καὶ κηδεμόνες καὶ εὐεργέται παρὰ πᾶσιν ἀνακηρυττόμενοι.

Ταῦτα δὲ πάντα διὰ τῆς πολλῆς κατώρθουν ὑπομονῆς. Διὸ καὶ Παῦλος ἔλεγε· Καθ᾽ ἡμέραν ἀποθνήσκω· καὶ μέχρι τέλους κινδυνεύων διέμενε. Τίνος οὖν ἂν εἴημεν ἄξιοι, τοσαῦτα ἔχοντες ὑποδείγματα, καὶ ἐν εἰρήνῃ μαλακιζόμενοι καὶ καταπίπτοντες; Οὐδενὸς γοῦν πολεμοῦντος σφαττόμεθα, οὐδενὸς διώκοντος ἐκλυόμεθα· ἐν εἰρήνῃ σωθῆναι κελευόμεθα, καὶ οὐδὲ τοῦτο δυνάμεθα.

Κἀκεῖνοι μὲν, τῆς οἰκουμένης καιομένης, καὶ κατὰ τὴν γῆν ἅπασαν τῆς πυρᾶς ἀναπτομένης, εἰσιόντες ἔνδοθεν, ἐκ μέσης ἥρπαζον τῆς φλογὸς τοὺς ἐμπιπραμένους· σὺ δὲ οὐδὲ σαυτὸν διατηρῆσαι δύνασαι. Τίς οὖν ἡμῖν ἔσται παῤῥησία; ποία συγγνώμη; Οὐ μάστιγες, οὐ δεσμωτήρια, οὐκ ἄρχοντες, οὐ συναγωγαὶ, οὐκ ἄλλο τι τῶν τοιούτων ἐπίκειται, ἀλλὰ καὶ τοὐναντίον ἅπαν, ἡμεῖς ἄρχομεν καὶ κρατοῦμεν. Καὶ γὰρ βασιλεῖς εὐσεβεῖς, καὶ τιμαὶ πολλαὶ Χριστιανοῖς, καὶ προεδρίαι καὶ δόξαι καὶ ἀνέσεις· καὶ οὐδὲ οὕτω περιγινόμεθα. Ἀλλ᾽ ἐκεῖνοι μὲν ἀπαγόμενοι καθ᾽ ἡμέραν, καὶ διδάσκαλοι καὶ μαθηταὶ, καὶ μυρίους μώλωπας ἔχοντες καὶ συνεχῆ στίγματα, τῶν ἐν παραδείσῳ διαγόντων μᾶλλον ἐτρύφων· ἡμεῖς δὲ οὐδὲ ὄναρ τοιοῦτόν τι ὑπομείναντες, κηροῦ παντός ἐσμεν μαλακώτεροι. Ἀλλ᾽ ἐκεῖνοι, φησὶν, ἐθαυματούργουν.

Διὰ τοῦτο γοῦν οὐκ ἐμαστιγοῦντο; διὰ τοῦτο οὐκ ἠλαύνοντο; Καὶ γὰρ τοῦτό ἐστι τὸ παράδοξον, ὅτι καὶ παρὰ τῶν εὐεργετουμένων πολλάκις τοιαῦτα ἔπασχον, καὶ οὐδὲ οὕτως ἐθορυβοῦντο, κακὰ ἀντὶ ἀγαθῶν ἀπολαμβάνοντες· σὺ δὲ, ἄν τινα εὐεργετήσῃς μικράν τινα εὐεργεσίαν, εἶτα λυπηροῦ τινος ἀπολαύσῃς, θορυβῇ, ταράττῃ, καὶ ἐπὶ τῷ γεγενημένῳ μετανοεῖς.

ϛʹ. Εἰ τοίνυν γένοιτο, ὃ μὴ γένοιτο, μηδὲ συμβαίη ποτὲ, γενέσθαι πόλεμον Ἐκκλησιῶν καὶ διωγμὸν, ἐννόησον πόσος ἔσται ὁ γέλως, πόσα τὰ ὀνείδη. Καὶ μάλα εἰκότως· ὅταν γὰρ ἐν τῇ παλαίστρᾳ μηδεὶς γυμνάζηται, πῶς ἐν τοῖς ἀγῶσιν ἔσται λαμπρός; Ποῖος γὰρ ἀθλητὴς, παιδοτρίβην οὐκ εἰδὼς, δυνήσεται, καλούντων τῶν Ὀλυμπιακῶν ἀγώνων, μέγα τι καὶ γενναῖον ἐπιδείξασθαι πρὸς τὸν ἀνταγωνιστήν; Οὐ γὰρ ἐχρῆν καθ᾽ ἑκάστην ἡμέραν παλαίειν ἡμᾶς, καὶ πυκτεύειν, καὶ τρέχειν; Οὐχ ὁρᾶτε τοὺς λεγομένους πεντάθλους, ἐπειδὰν μηδένα ἔχωσι τὸν ἀνταγωνιστὴν, πῶς θύλακον ἄμμου γεμίσαντες πολλῆς, καὶ κρεμάσαντες, ἐκεῖ τὴν ἰσχὺν γυμνάζουσιν ἅπασαν; οἱ δὲ τούτων νεώτεροι ἐν τοῖς τῶν ἑταίρων σώμασι μελετῶσι τὴν πρὸς τοὺς ἐχθροὺς μάχην; Τούτους καὶ σὺ ζήλωσον, καὶ μελέτα τῆς φιλοσοφίας τὰ παλαίσματα.

Καὶ γὰρ εἰς θυμὸν πολλοὶ παροξύνουσι, καὶ εἰς ἐπιθυμίαν ἐμβάλλουσι, καὶ πολλὴν ἀνάπτουσι φλόγα. Στῆθι τοίνυν κατὰ τῶν παθῶν, φέρε γενναίως τὰς κατὰ διάνοιαν ὀδύνας, ἵνα καὶ τὰς τοῦ σώματος ἐνέγκῃς. Καὶ γὰρ ὁ μακάριος Ἰὼβ, εἰ μὴ καλῶς ἦν γυμνασάμενος πρὸ τῶν ἀγώνων, οὐκ ἂν οὕτω λαμπρῶς ἐπὶ τῶν ἀγώνων ἔλαμψεν· εἰ μὴ μεμελετήκει πάσης ἐκτὸς ἀθυμίας εἶναι, εἶπεν ἄν τι τολμηρὸν, τῶν παίδων ἀποθανόντων. Νυνὶ δὲ πρὸς πάντα ἔστη τὰ παλαίσματα, πρὸς χρημάτων ἀπώλειαν καὶ περιουσίας τοσαύτης ἀφανισμὸν, πρὸς παίδων ἀποβολὴν, πρὸς γυναικὸς συμπάθειαν, πρὸς σώματος μάστιγας, πρὸς ὀνείδη φίλων, πρὸς λοιδορίας οἰκετῶν. Εἰ δὲ θέλεις καὶ τὰ γυμνάσια αὐτοῦ ἰδεῖν, ἄκουσον αὐτοῦ λέγοντος, πῶς κατεφρόνει χρημάτων· Εἰ δὲ καὶ εὐφράνθην, φησὶ, πολλοῦ πλούτου μοι γενομένου· εἰ ἔταξα χρυσίον εἰς χοῦν, εἰ λίθῳ πολυτελεῖ ἐπεποίθειν. Διὰ τοῦτο οὐδὲ ἁρπαγέντων αὐτῶν ἐθορυβεῖτο, ἐπειδὴ καὶ παρόντων αὐτῶν οὐκ ἐπεθύμει. Ἄκουσον πῶς καὶ τὰ κατὰ τοὺς παῖδας διῴκει, οὐ καταμαλακιζόμενος παρὰ τὸ δέον, ὥσπερ ἡμεῖς, ἀλλὰ πᾶσαν ἀκρίβειαν παρ᾽ αὐτῶν ἀπαιτῶν. Ὁ γὰρ καὶ ὑπὲρ τῶν ἀδήλων θυσίαν ἀναφέρων, ἐννόησον πῶς ἦν ἀκριβὴς τῶν φανερῶν δικαστής. Εἰ δὲ καὶ τοὺς περὶ σωφροσύνης ἀγῶνας ἀκοῦσαι βούλει, ἄκουσον αὐτοῦ λέγοντος· Διαθήκην διεθέμην τοῖς ὀφθαλμοῖς μου, τοῦ μὴ κατανοῆσαι εἰς παρθένον.

Διὰ τοῦτο αὐτὸν οὐ κατέκλασεν ἡ γυνή· ἐφίλει μὲν γὰρ αὐτὴν καὶ πρὸ τούτου, ἀλλ᾽ οὐχ ὑπὲρ τὸ μέτρον, ἀλλ᾽ ὡς εἰκὸς γυναῖκα. Ὅθεν μοι καὶ θαυμάσαι ἔπεισι, πόθεν ἐπῆλθε τῷ διαβόλῳ, εἰδότι αὐτοῦ τὰ γυμνάσια, κινῆσαι τοὺς ἀγῶνας. Πόθεν οὖν ἐπῆλθε;

Πονηρόν ἐστι τὸ θηρίον, καὶ οὐδέποτε ἀπογινώσκει· ὃ μέγιστον ἡμῖν κατάκριμα γίνεται, ὅτι ἐκεῖνος μὲν οὐδέποτε ἡμῶν ἀπελπίζει τὴν ἀπώλειαν, ἡμεῖς δὲ τὴν ἑαυτῶν ἀπογινώσκομεν σωτηρίαν. Ἀλλὰ σώματος πήρωσιν καὶ λώβην σκόπει πῶς ἐμελέτα. Ἐπειδὴ γὰρ αὐτὸς οὐδέποτέ τι τοιοῦτον ὑπέμεινεν, ἀλλ᾽ ἐν πλούτῳ καὶ τρυφῇ καὶ τῇ ἄλλῃ περιφανείᾳ διετέλεσε ζῶν, τὰς ἀλλοτρίας καθ᾽ ἑκάστην ὠνειροπόλει συμφοράς· καὶ τοῦτο δηλῶν ἔλεγε· Φόβος γὰρ, ὃν ἐφοβούμην, ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν, συνήντησέ μοι. Καὶ πάλιν· Ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα, καὶ ἐστέναξα ἰδὼν ἄνδρα ἐν ἀνάγκαις· διὰ δὴ τοῦτο οὐδὲν αὐτὸν ἐθορύβει τῶν προσπιπτόντων, τῶν μεγάλων ἐκείνων καὶ ἀφορήτων. Μὴ γάρ μοι τὴν ἀπώλειαν ἴδῃς τῶν χρημάτων, μηδὲ τὴν τῶν παίδων ἀφαίρεσιν, μηδὲ τὴν πληγὴν ἐκείνην τὴν ἀνίατον, μηδὲ τὴν τῆς γυναικὸς ἐπιβουλήν· ἀλλὰ τὰ πολλῷ τούτων χαλεπώτερα. Καὶ τί τούτων χαλεπώτερον, φησὶν, ἔπαθεν ὁ Ἰώβ; παρὰ γὰρ τῆς ἱστορίας οὐδὲν τούτων πλέον μανθάνομεν. Ἐπειδὴ καθεύδομεν, οὐ μανθάνομεν· ὡς ὅ γε μεριμνῶν, καὶ τὸν μαργαρίτην καλῶς διερευνώμενος, πολλῷ πλείονα τούτων εἴσεται. Τὰ γὰρ χαλεπώτερα καὶ ἱκανὰ μείζονα ἐνιέναι θόρυβον, ἕτερα ἦν. Καὶ πρῶτον, τὸ μηδὲν εἰδέναι περὶ βασιλείας οὐρανῶν καὶ ἀναστάσεως σαφές· ὅπερ οὖν καὶ θρηνῶν ἔλεγεν· Οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω.

Δεύτερον, τὸ πολλὰ ἑαυτῷ συνειδέναι καλά. Τρίτον, τὸ μηδὲν συνειδέναι πονηρόν.

Τέταρτον, τὸ παρὰ Θεοῦ νομίζειν ταῦτα ὑπομένειν· εἰ δὲ καὶ παρὰ διαβόλου, καὶ τοῦτο ἱκανὸν ἦν αὐτὸν σκανδαλίσαι. Πέμπτον, τὸ ἀκούειν τῶν φίλων ἐπὶ κακίᾳ διαβαλλόντων αὐτόν· Οὐκ ἄξια γὰρ, φησὶν, ὧν ἥμαρτες, μεμαστίγωσαι. Ἕκτον, τὸ τοὺς πονηρίᾳ ζῶντας εὖ πάσχοντας ὁρᾷν, καὶ ἐπεγγελῶντας αὐτῷ. Ἕβδομον, τὸ μὴ ἔχειν εἰς ἕτερον ἰδεῖν τοιαῦτα πεπονθότα ποτέ.

ζʹ. Καὶ εἰ βούλει μαθεῖν, ἡλίκα ταῦτά ἐστιν, ἐννόησον τὰ παρόντα. Εἰ γὰρ νῦν βασιλείας προσδοκωμένης, καὶ ἀναστάσεως ἐλπιζομένης, καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν, καὶ μυρία συνειδότες ἑαυτοῖς κακὰ, καὶ τοσαῦτα ἔχοντες παραδείγματα, καὶ τοσαύτης μετέχοντες φιλοσοφίας, ἂν ὀλίγον χρυσίον ἀπολέσωσί τινες, καὶ τοῦτο πολλάκις ἁρπάσαντες, ἀβίωτον τὸν βίον εἶναι νομίζουσιν, οὐ γυναικὸς ἐπικειμένης, οὐ παίδων ἀφαιρεθέντων, οὐ φίλων ὀνειδιζόντων, οὐκ οἰκετῶν ἐπεμβαινόντων, ἀλλὰ καὶ πολλῶν ὄντων τῶν παρακαλούντων, τῶν μὲν διὰ ῥημάτων, τῶν δὲ διὰ πραγμάτων· πόσων οὐκ ἄξιος ἐκεῖνος ἂν εἴη στεφάνων, τὰ ἐκ δικαίων πόνων συλλεγέντα ὁρῶν ἁπλῶς καὶ ὡς ἔτυχεν ἁρπαζόμενα, καὶ μετὰ πάντα ἐκεῖνα μυρία ὑπομένων πειρασμῶν νιφάδας, καὶ διὰ πάντων ἀκίνητος μένων, καὶ τὴν προσήκουσαν ἀναφέρων τῷ Δεσπότῃ περὶ τούτων εὐχαριστίαν;

Ἂν γὰρ μηδὲν τῶν ἄλλων μηδεὶς εἴπῃ, τὰ τῆς γυναικὸς μόνον ῥήματα καὶ πέτραν ἦν ἱκανὰ διασαλεῦσαι. Ὅρα γοῦν αὐτῆς τὴν κακουργίαν. Οὐ μέμνηται χρημάτων, οὐ μέμνηται καμήλων καὶ ποιμνίων καὶ βουκολίων (συνῄδει γὰρ τῷ ἀνδρὶ τὴν ἐπὶ τούτοις φιλοσοφίαν), ἀλλὰ τοῦ πάντων τούτων φορτικωτέρου, τῶν παίδων λέγω, καὶ πλατύνει τὴν τραγῳδίαν, καὶ τὰ παρ᾽ ἑαυτῆς προστίθησιν Εἰ δὲ ἐν εὐθηνίᾳ ὄντας καὶ μηδὲν πάσχοντας ἀηδὲς, πολλὰ πολλάκις ἔπεισαν γυναῖκες· ἐννόησον πῶς ἦν ἐκείνη νεανικὴ ἡ ψυχὴ, μετὰ τοσούτων ὅπλων αὐτὴν ἐπελθοῦσαν ἀποκρουσαμένη, καὶ δύο τὰ τυραννικώτατα πάθη καταπατήσασα, ἐπιθυμίαν καὶ ἔλεον. Καίτοι πολλοὶ τῶν κρατησάντων ἐπιθυμίας, ὑπ᾽ ἐλέου ἐκάμφθησαν. Ὁ γοῦν γενναῖος ἐκεῖνος Ἰωσὴφ τῆς μὲν τυραννικωτάτης ἡδονῆς κατέσχε, καὶ τὴν βάρβαρον ἐκείνην γυναῖκα διεκρούσατο μυρία προσάγουσαν μηχανήματα· δακρύων δὲ οὐ κατέσχεν, ἀλλ᾽ ἰδὼν τοὺς ἀδελφοὺς τοὺς ἠδικηκότας, ἐνεπρήσθη τῷ πάθει, καὶ τὸ προσωπεῖον ταχέως ῥίψας, τὸ δρᾶμα ἀπεκάλυψεν.

Ὅταν δὲ καὶ γυνὴ ᾖ, καὶ ἐλεεινὰ λέγῃ, καὶ τὸν καιρὸν ἔχῃ συμπράττοντα, καὶ τὰ τραύματα, καὶ τοὺς μώλωπας, καὶ τὰ μυρία κύματα τῶν συμφορῶν, πῶς οὐκ ἄν τις δικαίως ἀδάμαντος παντὸς στεῤῥοτέραν τὴν οὐδὲν ὑπὸ τοσούτου χειμῶνος παθοῦσαν ψυχὴν εἶναι ἀποφήναιτο;

Δότε μοι μετὰ παῤῥησίας εἰπεῖν, ὅτι καὶ τῶν ἀποστόλων, εἰ μὴ μείζων, ἀλλ᾽ οὐδὲ ἐλάττων ὁ μακάριος οὗτος ἦν. Ἐκείνους μὲν γὰρ παρεμυθεῖτο τὸ διὰ τὸν Χριστὸν πάσχειν· καὶ οὕτω τοῦτο ἱκανὸν ἦν τὸ φάρμακον καθ᾽ ἑκάστην ἡμέραν αὐτοὺς ἀναστῆσαι, ὡς πανταχοῦ αὐτὸ τιθέναι τὸν Δεσπότην, Δι᾽ ἐμὲ, καὶ, Ἕνεκεν ἐμοῦ, λέγοντα, καὶ, Εἰ ἐμὲ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν. Ἐκεῖνος δὲ ταύτης ἔρημος ἦν τῆς παραμυθίας, καὶ τῆς ἀπὸ τῶν σημείων, καὶ τῆς ἀπὸ τῆς χάριτος. Οὐδὲ γὰρ εἶχε τοσαύτην Πνεύματος δύναμιν.

Καὶ τὸ δὴ μεῖζον. ὅτιπερ ἐν πολλῇ τρυφῇ τραφεὶς, οὐκ ἐξ ἁλιέων καὶ τελωνῶν καὶ τῶν εὐτελῶς βεβιωκότων, ἀλλὰ τοσαύτης ἀπολελαυκὼς τιμῆς, ἔπασχεν ἅπερ ἔπασχεν ἅπαντα. Καὶ ὅπερ φορτικώτατον ἐπὶ τῶν ἀποστόλων εἶναι ἐδόκει, τὸ αὐτὸ καὶ αὐτὸς ὑπέμενε, παρὰ φίλων, παρὰ οἰκετῶν, παρ᾽ ἐχθρῶν μισούμενος, παρὰ τῶν εὖ πεπονθότων· καὶ τὴν ἱερὰν ἄγκυραν, καὶ τὸν ἀκύμαντον λιμένα (τοῦτο δὲ ἦν τὸ τοῖς ἀποστόλοις εἰρημένον, τὸ, Ἕνεκεν ἐμοῦ), τοῦτο ἰδεῖν οὐκ εἶχε. Θαυμάζω καὶ τοὺς παῖδας τοὺς τρεῖς, ὅτι κατετόλμησαν καμίνου, ὅτι κατεξανέστησαν τυράννου. Ἀλλ᾽ ἄκουσον τί λέγουσι· Τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι ᾗ ἔστησας οὐ προσκυνοῦμεν. Ὅπερ μεγίστη παραμυθία αὐτοῖς ἦν, τὸ σαφῶς εἰδέναι, ὅτι διὰ τὸν Θεὸν πάντα πάσχουσιν, ἅπερ ἂν πάθωσιν. Οὗτος δὲ οὐκ ᾔδει, ὅτι ἀγωνίσματα ταῦτα ἦν καὶ πάλη· εἰ γὰρ ᾔδει, οὐκ ἂν ᾔσθετο τῶν γινομένων. Ὅτε γοῦν ἤκουσεν, ὅτι Ἄλλως με οἴει σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; ἐννόησον πῶς εὐθέως ἀπὸ ψιλοῦ ῥήματος ἀνέπνευσε· πῶς ἐξηυτέλισεν ἑαυτόν· πῶς οὐδὲ πεπονθέναι ἐνόμισεν ἅπερ ἔπαθεν, οὕτω λέγων· Τί ἔτι κρίνομαι νουθετούμενος καὶ ἐλεγχόμενος ὑπὸ Κυρίου, ἀκούων τοιαῦτα, οὐδὲν ὢν ἐγώ; Καὶ πάλιν· Ἕως μὲν ὠτὸς ἀκοῆς ἤκουόν σου τὸ πρότερον· νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑώρακέ σε· διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν.

Ταύτην τοίνυν τὴν ἀνδρείαν, ταύτην τὴν ἐπιείκειαν καὶ ἡμεῖς ζηλώσωμεν, οἱ μετὰ νόμον καὶ χάριν, τοῦ πρὸ νόμου καὶ χάριτος γενομένου, ἵνα καὶ τῶν αἰωνίων αὐτῷ δυνηθῶμεν κοινωνῆσαι σκηνῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΛΔʹ. Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν. Ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ, ἕως ἂν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου. αʹ. Εἰπὼν ἐκεῖνα τὰ φοβερὰ καὶ φρικώδη, καὶ ἀδάμαντα ἱκανὰ διαλῦσαι, τὰ μετὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν καὶ τὴν ἀνάληψιν αὐτοῖς συμβησόμενα, ἄγει πάλιν τὸν λόγον ἐπὶ τὰ ἡμερώτερα, διδοὺς ἀναπνεῦσαι τοῖς ἀθληταῖς, καὶ πολλὴν αὐτοῖς παρέχων τὴν ἄδειαν.

Οὐδὲ γὰρ ἐκέλευσε διωκομένους ὁμόσε χωρεῖν, ἀλλὰ φεύγειν. Ἐπειδὴ γὰρ ἀρχὴ τέως ἦν καὶ προοίμια, συγκαταβατικώτερον κέχρηται τῷ λόγῳ. Οὐ γὰρ δὴ περὶ τῶν μετὰ ταῦτά φησι διωγμῶν, ἀλλὰ τῶν πρὸ τοῦ σταυροῦ καὶ τοῦ πάθους. Καὶ τοῦτο ἐδήλωσε λέγων· Οὐ γὰρ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ, ἕως ἂν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου. Ἵνα γὰρ μὴ λέγωσι· Τί οὖν, ἐὰν διωκόμενοι φεύγωμεν, καὶ πάλιν ἐκεῖ καταλαβόντες ἐλαύνωσι; τοῦτον ἀναιρῶν τὸν φόβον φησίν· Οὐ φθήσεσθε περιελθόντες τὴν Παλαιστίνην, καὶ εὐθέως ὑμᾶς καταλήψομαι.

Καὶ θέα πῶς καὶ ἐνταῦθα οὐ λύει τὰ δεινὰ, ἀλλὰ παρίσταται τοῖς κινδύνοις. Οὐ γὰρ εἶπεν, ὅτι Ἐξαρπάσομαι, καὶ λύσω τοὺς διωγμούς· ἀλλὰ τί; Οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ, ἕως ἂν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου. Καὶ γὰρ ἤρκει εἰς παραμυθίαν αὐτοῖς τὸ ἰδεῖν αὐτὸν μόνον. Σὺ δέ μοι σκόπει, πῶς οὐ πανταχοῦ πάντα ἐπιτρέπει τῇ χάριτι, ἀλλά τι καὶ παρ᾽ αὐτῶν εἰσφέρεσθαι κελεύει. Εἰ γὰρ φοβεῖσθε, φησὶ, φεύγετε· τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, Φεύγετε, καὶ, Μὴ φοβεῖσθε. Καὶ οὐκ αὐτοὺς πρώτους ἐκέλευσε φεύγειν, ἀλλ᾽ ἐλαυνομένους ὑποχωρεῖν· καὶ οὐδὲ πολὺ τὸ διάστημα δίδωσιν, ἀλλ᾽ ὅσον περιελθεῖν τὰς πόλεις τοῦ Ἰσραήλ.

Εἶτα πάλιν πρὸς ἕτερον αὐτοὺς ἀλείφει μέρος φιλοσοφίας. Πρότερον μὲν, τὴν μέριμναν τῆς τροφῆς ἐκβάλλων· δεύτερον δὲ, τὸν τῶν κινδύνων φόβον· νυνὶ δὲ τὸν τῆς κακηγορίας. Ἐκείνης μὲν γὰρ ἀπήλλαξε τῆς φροντίδος, εἰπὼν, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ, καὶ δείξας ὅτι πολλοὶ αὐτοὺς ὑποδέξονται· τῶν κινδύνων δὲ ἕνεκεν τῆς ἀγωνίας, εἰπὼν, Μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε, καὶ ὅτι Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Ἐπειδὴ δὲ μετὰ τούτων εἰκὸς ἦν αὐτοὺς καὶ πονηρὰν δόξαν λαβεῖν, ὅπερ πολλοῖς πάντων φορτικώτερον εἶναι δοκεῖ, ὅρα πόθεν αὐτοὺς καὶ ἐνταῦθα παρακαλεῖ, ἀφ᾽ ἑαυτοῦ καὶ τῶν περὶ αὐτοῦ εἰρημένων ἁπάντων τὴν παραμυθίαν τιθεὶς, οὗπερ ἴσον οὐδὲν ἦν. Ὥσπερ γὰρ εἶπεν ἐκεῖ, ὅτι Ἔσεσθε μισούμενοι ὑπὸ πάντων· καὶ προσέθηκε, Διὰ τὸ ὄνομά μου· οὕτω καὶ ἐνταῦθα.

Καὶ ἑτέρως αὐτὸ παραμυθεῖται, ἕτερον μετ᾽ ἐκείνου τιθείς. Ποῖον δὴ τοῦτο; Οὐκ ἔστι μαθητὴς, φησὶν, ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ. Ἀρκετὸν τῷ μαθητῇ, ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ· καὶ ὁ δοῦλος, ὡς ὁ κύριος αὐτοῦ· εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ; Μὴ οὖν φοβεῖσθε αὐτούς. Ὅρα πῶς ἑαυτὸν ἐκκαλύπτει τῶν πάντων ὄντα Δεσπότην καὶ Θεὸν καὶ Δημιουργόν. Τί οὖν;

Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ. Ἕως ἂν μὲν ᾖ μαθητὴς καὶ δοῦλος, οὐκ ἔστι κατὰ τὴν τῆς τιμῆς φύσιν. Μὴ γάρ μοι τὰ σπανίζοντα ἐνταῦθα λέγε, ἀλλ᾽ ἀπὸ τῶν πλειόνων δέχου τὸν λόγον. Καὶ οὐ λέγει, Πόσῳ μᾶλλον τοὺς δούλους, ἀλλὰ, τοὺς οἰκειακοὺς αὐτοῦ, πολλὴν πρὸς αὐτοὺς γνησιότητα ἐπιδεικνύμενος. Καὶ ἀλλαχοῦ δὲ ἔλεγεν· Οὐκέτι καλῶ ὑμᾶς δούλους, ὑμεῖς φίλοι μού ἐστε. Καὶ οὐκ εἶπεν, Εἰ τὸν οἰκοδεσπότην ὕβρισαν καὶ ἐκατηγόρησαν· ἀλλὰ καὶ αὐτὸ τὸ εἶδος τῆς ὕβρεως τίθησιν, ὅτι Βεελζεβοὺλ ἐκάλεσαν. Εἶτα καὶ ἑτέραν οὐκ ἐλάττονα ταύτης δίδωσι παραμυθίαν· ἡ μὲν γὰρ μεγίστη αὕτη· ἐπειδὴ δὲ τοῖς οὐδέπω φιλοσοφοῦσι καὶ ἑτέρας ἔδει τῆς μάλιστα αὐτοὺς ἀνακτήσασθαι δυναμένης, καὶ ταύτην τίθησι· καὶ τὸ μὲν σχῆμα τῶν λεγομένων καθολικὴν δοκεῖ τὴν ἀπόφασιν ἔχειν· πλὴν οὐ περὶ πάντων τῶν πραγμάτων, ἀλλὰ περὶ τῶν προκειμένων εἴρηται μόνον. Τί γάρ φησι; Οὐδέν ἐστι κεκαλυμμένον, ὃ οὐκ ἀποκαλυφθήσεται· οὐδὲ κρυπτὸν, ὃ οὐ γνωσθήσεται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν Ἀρκεῖ μὲν ὑμῖν εἰς παραμυθίαν τὸ καὶ ἐμὲ κοινωνῆσαι τῆς αὐτῆς λοιδορίας ὑμῖν, τὸν Διδάσκαλον καὶ τὸν Δεσπότην.

Εἰ δὲ ἔτι ἀλγεῖτε ταῦτα ἀκούοντες, ἐννοήσατε κἀκεῖνο, ὅτι καὶ ταύτης μικρὸν ὕστερον ἀπαλλαγήσεσθε τῆς ὑποψίας. Τίνος γὰρ ἕνεκεν ἀλγεῖτε; ὅτι γόητας ὑμᾶς καλοῦσι καὶ πλάνους; Ἀλλ᾽ ἀναμείνατε μικρὸν καὶ σωτῆρας ὑμᾶς καὶ εὐεργέτας τῆς οἰκουμένης προσεροῦσιν ἅπαντες. Καὶ γὰρ ἀποκαλύπτει ἅπαντα ὁ χρόνος τὰ συνεσκιασμένα, καὶ τὴν ἐκείνων συκοφαντίαν ἐλέγξει, καὶ δήλην ποιήσει τὴν ὑμετέραν ἀρετήν. Ὅταν γὰρ διὰ τῶν πραγμάτων φαίνησθε σωτῆρες καὶ εὐεργέται, καὶ πᾶσαν ἀρετὴν ἐπιδεικνύμενοι, οὐ τοῖς ἐκείνων προσέξουσι λόγοις οἱ ἄνθρωποι, ἀλλὰ τῇ τῶν πραγμάτων ἀληθείᾳ· καὶ οἱ μὲν συκοφάνται καὶ ψεῦσται καὶ κακηγόροι, ὑμεῖς δὲ τοῦ ἡλίου φανεῖσθε λαμπρότεροι, τοῦ μακροῦ χρόνου ἐκκαλύπτοντος ὑμᾶς καὶ ἀνακηρύττοντος, καὶ σάλπιγγος λαμπροτέραν φωνὴν ἀφιέντος, καὶ μάρτυρας ἅπαντας τῆς ὑμετέρας ποιοῦντος ἀρετῆς. Μὴ τοίνυν τὰ λεγόμενα νῦν ὑμᾶς ταπεινούτω, ἀλλ᾽ ἡ ἐλπὶς τῶν μελλόντων ἀγαθῶν ἀνορθούτω. Ἀμήχανον γὰρ κρυβῆναι τὰ καθ᾽ ὑμᾶς.

βʹ. Εἶτα, ἐπειδὴ πάσης αὐτοὺς ἀπήλλαξεν ἀγωνίας καὶ φόβων καὶ μερίμνης, καὶ ὑψηλοτέρους ἐποίησε τῶν ὀνειδῶν, τότε λοιπὸν εἰς καιρὸν αὐτοῖς καὶ περὶ τῆς ἐν τῷ κηρύγματι παῤῥησίας διαλέγεται. Ὃ λέγω γὰρ ἡμῖν, φησὶν, ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· καὶ ὃ εἰς τὸ οὖς ἠκούσατε, κηρύξατε ἐπὶ τῶν δωμάτων.

Καίτοιγε οὐκ ἦν σκότος, ἡνίκα ταῦτα ἔλεγεν, οὐδὲ εἰς τὸ οὖς αὐτοῖς διελέγετο. ἀλλὰ μεθ᾽ ὑπερβολῆς κέχρηται τῷ λόγῳ. Ἐπειδὴ γὰρ μόνοις αὐτοῖς διελέγετο, καὶ ἐν μικρᾷ γωνίᾳ τῆς Παλαιστίνης, διὰ τοῦτο εἶπεν, Ἐν τῇ σκοτίᾳ, καὶ, Εἰς τὸ οὖς, πρὸς τὴν μετὰ ταῦτα παῤῥησίαν ἐσομένην. ἣν ἔμελλεν αὐτοῖς διδόναι, τὸν τρόπον τῆς διαλέξεως ἀντιδιαστέλλων ἐκείνης. Οὐ γὰρ μιᾷ καὶ δύο καὶ τρισὶ πόλεσιν, ἀλλὰ τῇ οἰκουμένῃ κηρύξετε πάσῃ, φησὶ, γῆν καὶ θάλατταν ἐπιόντες, καὶ οἰκουμένην καὶ ἀοίκητον· καὶ τυράννοις καὶ δήμοις, καὶ φιλοσόφοις καὶ ῥήτορσι, γυμνῇ τῇ κεφαλῇ καὶ μετὰ παῤῥησίας πάσης πάντα λέγοντες. Διὰ τοῦτο εἶπεν, Ἐπὶ τῶν δωμάτων, καὶ, Ἐν τῷ φωτὶ, χωρὶς ὑποστολῆς τινος, καὶ μετὰ ἐλευθερίας ἁπάσης. Καὶ διατί μὴ εἶπε, Κηρύξατε ἐπὶ τῶν δωμάτων, καὶ, Εἴπατε ἐν τῷ φωτὶ, μόνον, ἀλλὰ καὶ προσέθηκεν, Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, καὶ, Ὃ εἰς τὸ οὖς ἀκούετε; Ἐπαίρων αὐτῶν τὰ φρονήματα.

Ὥσπερ οὖν ὅτε ἔλεγε, Ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει· οὕτω δὴ καὶ ἐνταῦθα, δεικνὺς ὅτι τὸ πᾶν δι᾽ αὐτῶν ἐργάσεται, καὶ πλέον ἢ δι᾽ ἑαυτοῦ, τοῦτο τέθεικε.

Τὴν μὲν γὰρ ἀρχὴν ἐγὼ δέδωκα, φησὶ, καὶ τὰ προοίμια· τὸ δὲ πλέον δι᾽ ὑμῶν ἀνύσαι βούλομαι. Τοῦτο δὲ οὐκ ἐπιτάττοντός ἐστι μόνον, ἀλλὰ καὶ τὸ μέλλον προαναφωνοῦντος, καὶ θαῤῥύνοντος τοῖς λεγομένοις, καὶ δεικνύντος ὅτι πάντων κρατήσουσι, καὶ ἠρέμα καὶ τὴν περὶ τῆς κακηγορίας ἀγωνίαν πάλιν ὑπορύττοντος. Ὥσπερ γὰρ τοῦτο τὸ κήρυγμα, λανθάνον τέως, πάντα ἐπελεύσεται, οὕτω καὶ ἡ πονηρὰ τῶν Ἰουδαίων ὑπόληψις ἀπολεῖται ταχέως. Εἶτα, ἐπειδὴ ἐπῆρεν αὐτοὺς καὶ ὕψωσε, προαναφωνεῖ πάλιν καὶ τοὺς κινδύνους, ἀναπτερῶν αὐτῶν τὴν διάνοιαν, καὶ ὑψηλοτέρους πάντων ποιῶν. Τί γάρ φησι; Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Εἶδες πῶς πάντων αὐτοὺς ἔστησεν ἀνωτέρους, οὐχὶ φροντίδος μόνον καὶ κακηγορίας, οὐδὲ κινδύνων καὶ ἐπιβουλῶν, ἀλλὰ καὶ αὐτοῦ τοῦ πάντων δοκοῦντος εἶναι φοβεροῦ θανάτου πείθων καταφρονεῖν, καὶ οὐδὲ ἁπλῶς θανάτου, ἀλλὰ καὶ βιαίου; Καὶ οὐκ εἶπεν, ὅτι Ἀναιρεθήσεσθε, ἀλλὰ καὶ μετὰ τῆς αὐτῷ προσηκούσης μεγαλοπρεπείας τοῦτο παρεδήλωσε, Μὴ φοβηθῆτε, λέγων, ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν καὶ ψυχὴν καὶ σῶμα δυνάμενον ἀπολέσαι ἐν γεέννῃ· ὅπερ ἀεὶ ποιεῖ, εἰς τοὐναντίον περιτρέπων τὸν λόγον. Τί γάρ; Δεδοίκατε, φησὶ, θάνατον, καὶ διὰ τοῦτο ὀκνεῖτε κηρύσσειν;

Δι᾽ αὐτὸ μὲν οὖν τοῦτο κηρύξατε, ἐπειδὴ δεδοίκατε θάνατον. Τοῦτο γὰρ ὑμᾶς ἐξαιρήσεται τοῦ ὄντως θανάτου. Εἰ γὰρ καὶ μέλλουσιν ὑμᾶς ἀναιρεῖν, ἀλλὰ τοῦ κρείττονος οὐ περιέσονται, κἂν μυρία φιλονεικήσωσι. Διὰ τοῦτο οὐκ εἶπε, Τὴν δὲ ψυχὴν μὴ ἀποκτενόντων, ἀλλὰ, Μὴ δυναμένων ἀποκτεῖναι. Κἂν γὰρ θελήσωσιν, οὐ περιέσονται.

Ὥστε εἰ δέδοικας κόλασιν, ἐκείνην φοβοῦ τὴν πολλῷ χαλεπωτέραν. Ὁρᾷς πῶς πάλιν οὐκ ἐπαγγέλλεται αὐτοῖς ἀπαλλαγὴν θανάτου, ἀλλ᾽ ἀφίησιν ἀποθανεῖν, μείζονα χαριζόμενος ἢ εἰ μὴ συνεχώρησε τοῦτο παθεῖν; Τοῦ γὰρ ἀπαλλάξαι θανάτου τὸ πεῖσαι καταφρονεῖν θανάτου πολλῷ μεῖζόν ἐστιν. Οὐ τοίνυν εἰς κινδύνους ἐμβάλλει αὐτοὺς, ἀλλ᾽ ἀνωτέρους ποιεῖ κινδύνων, καὶ ἐν βραχεῖ λόγῳ τὰ περὶ ἀθανασίας ψυχῆς ἐν αὐτοῖς πήγνυσι δόγματα· καὶ ἐν δύο καὶ τρισὶ λέξεσι δόγμα σωτήριον καταφυτεύσας, καὶ ἀπὸ λογισμῶν αὐτοὺς ἑτέρων παραμυθεῖται. Ἵνα γὰρ μὴ νομίσωσιν ἀναιρούμενοι καὶ σφαττόμενοι, ὡς ἐγκαταλιμπανόμενοι τοῦτο πάσχειν, πάλιν τὸν περὶ τῆς προνοίας τοῦ Θεοῦ εἰσάγει λόγον, οὕτω λέγων· Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται εἰς παγίδα ἄνευ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς.

Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσί. Τί γὰρ εὐτελέστερον ἐκείνων· φησίν· ἀλλ᾽ ὅμως οὐδὲ ἐκεῖνα ἁλώσεται, ἀγνοοῦντος τοῦ Θεοῦ, Οὐ γὰρ τοῦτό φησιν, ὅτι ἐνεργοῦντος αὐτοῦ πίπτει· τοῦτο γὰρ ἀνάξιον Θεοῦ· ἀλλ᾽ ὅτι οὐδὲ αὐτὸν λανθάνει τῶν γινομένων. Εἰ τοίνυν ἀγνοεῖ οὐδὲν τῶν συμβαινόντων, ὑμᾶς δὲ φιλεῖ πατρὸς γνησιώτερον, καὶ οὕτω φιλεῖ, ὡς καὶ τὰς τρίχας ἠριθμηκέναι, οὐ χρὴ δεδοικέναι.

Τοῦτο δὲ ἔλεγεν, οὐχ ὅτι τὰς τρίχας ὁ Θεὸς ἀριθμεῖ, ἀλλ᾽ ἵνα τὴν ἀκριβῆ γνῶσιν καὶ τὴν πολλὴν πρόνοιαν τὴν περὶ αὐτοὺς ἐνδείξηται. Εἰ τοίνυν καὶ οἶδε πάντα τὰ γινόμενα, καὶ δύναται σώζειν ὑμᾶς, καὶ βούλεται, ὅσα ἂν πάθητε, μὴ νομίσητε ἐγκαταλιμπανόμενοι πάσχειν.

Οὐδὲ γὰρ ἀπαλλάξαι ὑμᾶς βούλεται τῶν δεινῶν, ἀλλὰ πεῖσαι καταφρονεῖν τῶν δεινῶν· ἐπειδὴ τοῦτο μάλιστα ἀπαλλαγὴ τῶν δεινῶν. Μὴ οὖν φοβηθῆτε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς. Ὁρᾷς ἤδη τὸν φόβον αὐτῶν κρατήσαντα; Καὶ γὰρ ᾔδει τὰ ἀπόῤῥητα τῆς διανοίας· διὰ τοῦτο ἐπήγαγε, Μὴ οὖν φοβεῖσθε αὐτούς. Κἂν γὰρ κρατήσωσι, τοῦ καταδεεστέρου κρατήσουσι, τοῦ σώματος λέγω· ὃ κἂν μὴ οὗτοι ἀποκτείνωσιν, ἡ φύσις λαβοῦσα ἄπεισι πάντως.

γʹ. Ὥστε οὐδὲ τούτου οὗτοι γεγόνασι κύριοι, ἀλλ᾽ ἀπὸ τῆς φύσεως αὐτὸ ἔχουσιν. Εἰ δὲ τοῦτο δέδοικας, πολλῷ μᾶλλον τὸ μεῖζον δεδοικέναι χρὴ, καὶ φοβεῖσθαι τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἐν γεέννῃ ἀπολέσαι. Καὶ οὐ λέγει φανερῶς ἑαυτὸν νῦν εἶναι τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι· δι᾽ ὧν δὲ ἔμπροσθεν ἀπέφηνε κριτὴν ἑαυτὸν ὄντα, ἐδήλωσεν. Ἀλλὰ νῦν τοὐναντίον γίνεται Τὸν μὲν γὰρ δυνάμενον ψυχὴν ἀπολέσαι, τουτέστι, κολάσαι, οὐ φοβούμεθα· τοὺς δὲ τὸ σῶμα ἀναιροῦντας πεφρίκαμεν. Καίτοιγε ὁ μὲν μετὰ τῆς ψυχῆς καὶ τὸ σῶμα τιμωρεῖται· οἱ δὲ οὐ μόνον τὴν ψυχὴν, ἀλλ᾽ οὐδὲ τὸ σῶμα κολάσαι δύνανται, κἂν μυριάκις κολάσωσιν. ἀλλὰ λαμπρότερον μᾶλλον οὕτω ποιοῦσιν αὐτό. Εἶδες πῶς δείκνυσι τοὺς ἀγῶνας εὐχερεῖς; Καὶ γὰρ σφόδρα ὁ θάνατος κατέσειεν αὐτῶν τὴν ψυχὴν, φοβερὸν τέως ἐμπνέων, τῷ μηδέπω γεγενῆσθαι εὐκαταγώνιστος, μηδὲ τοὺς μέλλοντας αὐτοῦ καταφρονεῖν τῆς τοῦ Πνεύματος ἀπολελαυκέναι χάριτος.

Ἐκβαλὼν τοίνυν τὸν φόβον καὶ τὴν ἀγωνίαν τὴν κατασείουσαν αὐτῶν τὴν ψυχὴν, καὶ διὰ τῶν ἑξῆς παραθαῤῥύνει πάλιν, φόβῳ φόβον ἐκβάλλων, καὶ οὐ φόβῳ μόνον, ἀλλὰ καὶ ἐπάθλων ἐλπίδι μεγάλων· καὶ μετὰ πολλῆς ἀπειλεῖ τῆς ἐξουσίας, ἑκατέρωθεν αὐτοὺς προτρέπων εἰς τὴν ὑπὲρ τῆς ἀληθείας παῤῥησίαν, καὶ ἐπάγει λέγων· Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς· ὃς δ᾽ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Οὐ γὰρ ἀπὸ τῶν ἀγαθῶν μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἐναντίων ὠθεῖ, καὶ εἰς τὰ σκυθρωπὰ καταλήγει. Καὶ σκόπει τὴν ἀκρίβειαν.

Οὐκ εἶπεν, Ἐμὲ, ἀλλ᾽, Ἐν ἐμοὶ, δεικνὺς ὅτι οὐκ οἰκείᾳ δυνάμει, ἀλλὰ τῇ ἄνωθεν βοηθούμενος χάριτι ὁμολογεῖ ὁ ὁμολογῶν. Περὶ δὲ τοῦ ἀρνουμένου οὐκ εἶπεν, Ἐν ἐμοὶ, ἀλλ᾽, Ἐμέ· ἔρημος γὰρ γενόμενος τῆς δωρεᾶς, οὕτως ἀρνεῖται. Τίνος οὖν ἕνεκεν ἐγκαλεῖται, φησὶν, εἰ ἐγκαταλειφθεὶς ἀρνεῖται; Ὅτι τὸ ἐγκαταλειφθῆναι παρ᾽ αὐτὸν γίνεται τὸν ἐγκαταλιμπανόμενον. Τίνος δὲ ἕνεκεν οὐκ ἀρκεῖται τῇ κατὰ διάνοιαν πίστει, ἀλλὰ καὶ τὴν διὰ τοῦ στόματος ὁμολογίαν ἀπαιτεῖ; Εἰς παῤῥησίαν ἡμᾶς ἀλείφων καὶ πλείονα ἀγάπην καὶ διάθεσιν, καὶ ὑψηλοὺς ἐργαζόμενος. Διὸ καὶ πρὸς ἅπαντας διαλέγεται.

Καὶ οὐδὲ τῷ προσώπῳ τῶν μαθητῶν κέχρηται μόνον· οὐ γὰρ αὐτοὺς, ἀλλὰ καὶ τοὺς μαθητὰς αὐτῶν ἤδη κατασκευάζει γενναίους. Ὁ γὰρ τοῦτο μαθὼν, οὐ διδάξει μόνον μετὰ παῤῥησίας, ἀλλὰ καὶ πείσεται πάντα εὐκόλως καὶ μετὰ προθυμίας. Τοῦτο γοῦν πολλοὺς τοῖς ἀποστόλοις προσήγαγε, τὸ πιστεῦσαι τῷ ῥήματι τούτῳ.

Καὶ γὰρ καὶ ἐν τῇ κολάσει πλείων ἡ τιμωρία, καὶ ἐν τοῖς ἀγαθοῖς μείζων ἡ ἀντίδοσις. Ἐπειδὴ γὰρ τῷ χρόνῳ πλεονεκτεῖ ὁ κατορθῶν, καὶ τῇ ἀναβολῇ τῆς τιμωρίας νομίζει κερδαίνειν ὁ ἁμαρτάνων, ἀντίῤῥοπον, μᾶλλον δὲ πολλῷ πλεῖον μείζονα πλεονεξίαν εἰσήγαγε, τὴν προσθήκην τῶν ἀντιδόσεων. Ἐπλεονέκτησας, φησὶ, τῷ πρότερός με ὁμολογῆσαι ἐνταῦθα; Πλεονεκτήσω σε κἀγὼ, φησὶ, τῷ μείζονά σοι δοῦναι, καὶ ἀφάτως μείζονα· ἐκεῖ γάρ σε ὁμολογήσω. Ὁρᾷς ἐκεῖ καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ ταμιευόμενα; Τί τοίνυν σπεύδεις καὶ ἐπείγῃ; τί δὲ ζητεῖς ἐνταῦθα τὰς ἀμοιβὰς, ἐλπίδι σωθείς; Διὰ δὴ τοῦτο κἂν ποιήσῃς τι χρηστὸν, καὶ μὴ λάβῃς αὐτοῦ τὴν ἀντίδοσιν ἐνταῦθα, μὴ ταράττου· μετὰ γὰρ προσθήκης ἐν τῷ μέλλοντί σε καιρῷ ἀναμένει τούτων ἡ ἀμοιβή. Κἂν ποιήσῃς τι πονηρὸν, καὶ μὴ δῷς δίκην, μὴ ῥᾳθύμει· ἐκεῖ γάρ σε ἐκδέξεται ἡ τιμωρία, ἂν μὴ μεταβάλῃ καὶ γένῃ βελτίων. Εἰ δὲ ἀπιστεῖς, ἀπὸ τῶν ἐνταῦθα στοχάζου καὶ περὶ τῶν μελλόντων. Εἰ γὰρ ἐν τῷ καιρῷ τῶν ἀγώνων οὕτως εἰσὶ λαμπροὶ οἱ ὁμολογοῦντες, ἐν τῷ καιρῷ τῶν στεφάνων ἐννόησον τίνες ἔσονται; Εἰ οἱ ἐχθροὶ ἐνταῦθα κροτοῦσιν, ὁ πάντων πατέρων φιλοστοργότερος πῶς οὐ θαυμάσεταί σε καὶ ἀνακηρύξει· Τότε γὰρ ἡμῶν εἰσι καὶ τῶν ἀγαθῶν αἱ δωρεαὶ, καὶ τῶν κακῶν αἱ τιμωρίαι.

Ὥστε οἱ μὲν ἀρνούμενοι, καὶ ἐνταῦθα καὶ ἐκεῖ βλαβήσονται· ἐνταῦθα μὲν, μετὰ πονηροῦ συνειδότος ζῶντες, κἂν μήποτε ἀποθάνωσιν, ἀποθανοῦνται πάντως· καὶ ἐκεῖ τὴν ἐσχάτην ὑπομένοντες δίκην· οἱ δὲ ἕτεροι καὶ ἐνταῦθα καὶ ἐκεῖ κερδανοῦσι, καὶ τὸν θάνατον ἐνταῦθα πραγματευόμενοι, καὶ τῶν ζώντων ταύτῃ λαμπρότεροι γινόμενοι, καὶ ἐκεῖ τῶν ἀποῤῥήτων ἀπολαύοντες ἀγαθῶν. Οὐ γὰρ δὴ πρὸς τὸ κολάζειν μόνον, ἀλλὰ καὶ πρὸς τὸ εὐεργετεῖν ἕτοιμος ὁ Θεός· καὶ πρὸς τοῦτο μᾶλλον ἢ ἐκεῖνο. Ἀλλὰ τίνος ἕνεκεν τοῦτο μὲν ἅπαξ τίθησιν, ἐκεῖνο δὲ δίς; Οἶδε μᾶλλον τούτῳ σωφρονιζομένους.

Διὰ τοῦτο εἰπὼν, Φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα εἰς γέενναν ἀπολέσαι, πάλιν λέγει, Ἀρνήσομαι αὐτὸν κἀγώ. Οὕτω καὶ Παῦλος ποιεῖ, συνεχῶς τῆς γεέννης μεμνημένος. δʹ. Ἀλείψας τοίνυν τὸν ἀκροατὴν διὰ πάντων (καὶ γὰρ τοὺς οὐρανοὺς ἀνέῳξεν αὐτῷ, καὶ τὸ δικαστήριον ἐκεῖνο ἐπέστησε τὸ φοβερὸν, καὶ τὸ θέατρον ἔδειξε τῶν ἀγγέλων, καὶ τὴν ἐν τούτοις ἀνακήρυξιν τῶν στεφάνων, πολλὴν ἐντεῦθεν προοδοποιοῦσαν τῷ λόγῳ τῆς εὐσεβείας τὴν εὐκολίαν), λοιπὸν ἵνα μὴ δειλῶν γενομένων ἐμποδισθῇ τὸ κήρυγμα, καὶ πρὸς αὐτὰς τὰς σφαγὰς αὐτοὺς παρασκευάζεσθαι κελεύει· ἵνα μάθωσιν ὅτι οἱ ἐν τῇ πλάνῃ μένοντες, καὶ τῆς τούτων ἐπιβουλῆς δώσουσι δίκην. Καταφρονῶμεν τοίνυν θανάτου, κἂν μὴ παρῇ καιρὸς ὁ τοῦτον ἀπαιτῶν· καὶ γὰρ εἰς πολλῷ βελτίονα μεταστησόμεθα ζωήν. Ἀλλὰ φθείρεται τὸ σῶμα; Καὶ διὰ τοῦτο μάλιστα χαίρειν δεῖ, ὅτι ὁ θάνατος φθείρεται, καὶ ἡ θνητότης ἀπόλλυται, οὐχ ἡ οὐσία τοῦ σώματος. Οὐδὲ γὰρ εἰ ἀνδριάντα ἴδοις χωνευόμενον, ἀπώλειαν προσερεῖς τὸ γινόμενον, ἀλλὰ βελτίω κατασκευήν.

Τοῦτο δὴ καὶ ἐπὶ τοῦ σώματος λογίζου, καὶ μὴ θρήνει. Τότε γὰρ ἔδει θρηνεῖν, εἰ ἔμενεν ἐν τῇ κολάσει. Ἀλλ᾽ ἔδει, φησὶ, χωρὶς τοῦ φθείρεσθαι τὰ σώματα τοῦτο γίνεσθαι, καὶ ὁλόκληρα μένειν αὐτά. Καὶ τί τοῦτο ἢ τοὺς ζῶντας ἢ τοὺς ἀπελθόντας ὤνησεν ἄν; Μέχρι πότε φιλοσώματοι; μέχρι πότε τῇ γῇ προσηλωμένοι πρὸς τὰς σκιὰς κεχήνατε; Τί γὰρ τοῦτο ὠφέλησεν ἄν; μᾶλλον δὲ τί οὐκ ἂν ἔβλαψεν; Εἰ γὰρ μὴ ἐφθείρετο τὰ σώματα, πρῶτον τὸ πάντων μεῖζον τῶν κακῶν ὁ τῦφος παρὰ πολλοῖς ἔμενεν ἄν. Εἰ γὰρ καὶ τούτου γινομένου, καὶ σκωλήκων πηγαζόντων, πολλοὶ θεοὶ εἶναι ἐφιλονείκησαν· τί οὐκ ἂν ἐγένετο, τούτου μένοντος; Δεύτερον, οὐκ ἂν ἐπιστεύθη ἀπὸ γῆς εἶναι· εἰ γὰρ τοῦ τέλους μαρτυροῦντος ἀμφισβητοῦσιν ἔτι τινὲς, τί οὐκ ἂν ὑπώπτευσαν, εἰ μὴ τοῦτο ἑώρων; Τρίτον, σφόδρα ἂν ἐφιλήθη τὰ σώματα, καὶ οἱ πλείους σαρκικώτεροι καὶ παχύτεροι ἐγένοντο ἄν· εἰ δὲ καὶ νῦν τινες τοῖς τάφοις συμπλέκονται καὶ ταῖς σοροῖς, ἀφανισθέντων ἐκείνων, τί οὐκ ἂν ἐποίησαν, εἰ καὶ τὴν εἰκόνα εἶχον διατηρουμένην; Τέταρτον, οὐκ ἂν σφόδρα ἐπόθησαν τὰ μέλλοντα. Πέμπτον, οἱ τὸν κόσμον ἀθάνατον εἶναι λέγοντες, μᾶλλον ἂν ἐβεβαιώθησαν, καὶ οὐκ ἂν ἔφησαν Θεὸν εἶναι Δημιουργόν.

Ἔκτον, οὐκ ἂν ἔγνωσαν τῆς ψυχῆς τὴν ἀρετὴν, καὶ πόσον ἐστὶ παροῦσα σώματι ψυχή. Ἕβδομον, πολλοὶ τῶν ἀποβαλλόντων τοὺς οἰκείους, τὰς πόλεις ἀφέντες, τὰ μνήματα ἔμελλον οἰκεῖν, καὶ παραπλῆγες γίνεσθαι, τοῖς νεκροῖς τοῖς αὐτῶν διηνεκῶς διαλεγόμενοι. Εἰ γὰρ καὶ νῦν εἰκόνας διαπλάττοντες ἄνθρωποι, ἐπειδὴ τὸ σῶμα κατασχεῖν οὐκ ἔχουσιν (οὐδὲ γὰρ δυνατὸν, ἀλλὰ καὶ ἀκόντων αὐτῶν ῥεῖ καὶ ἀποπηδᾷ), προσηλωμένοι ταῖς σανίσιν εἰσὶ, τί οὐκ ἂν τότε ἐπενόησαν ἄτοπον;

Ἐμοὶ δοκεῖν καὶ ναοὺς ἂν τοῖς τοιούτοις σώμασιν οἰκοδομῆσαι οἱ πολλοὶ, καὶ πεῖσαι δαίμονας φθέγγεσθαι δι᾽ αὐτῶν οἱ τὰ τοιαῦτα μαγγανεύειν δεινοὶ, ὅπου γε καὶ νῦν οἱ τὰς νεκρομαντείας τολμῶντες πολλὰ τούτων ἀτοπώτερα ἐπιχειροῦσι. Πόσαι δὲ οὐκ ἂν εἰδωλολατρεῖαι ἐντεῦθεν ἐγένοντο; οἵ γε μετὰ τὴν κόνιν καὶ τὴν τέφραν ταῦτα ποιεῖν ἔτι φιλονεικοῦσι. Πάντα τοίνυν ἀναιρῶν ὁ Θεὸς τὰ ἄτοπα, καὶ παιδεύων ἡμᾶς ἀφίστασθαι τῶν γηΐνων ἁπάντων, ἀφανίζει τὰ σώματα πρὸ τῶν ὀφθαλμῶν τῶν ἡμετέρων. Καὶ γὰρ ὁ φιλοσώματος, καὶ πρὸς κόρην ἐπτοημένος εὔμορφον, εἰ μὴ βούλοιτο μαθεῖν τῷ λόγῳ τὸ εἰδεχθὲς τῆς οὐσίας, δι᾽ αὐτῆς αὐτὸ τῆς ὄψεως εἴσεται.

Καὶ γὰρ πολλαὶ τῆς ἐρωμένης ὁμήλικες, πολλάκις δὲ καὶ λαμπρότεραι, ἀποθανοῦσαι μετὰ μίαν καὶ δευτέραν ἡμέραν δυσωδίαν παρέσχον, καὶ ἰχῶρα, καὶ σηπεδόνα σκωλήκων. Ἐννόησον τοίνυν οἶον κάλλος φιλεῖς, καὶ πρὸς ποίαν ἐπτόησαι εὐμορφίαν. Εἰ δὲ μὴ ἐφθείρετο τὰ σώματα, οὐκ ἂν τοῦτο ἐγνώσθη καλῶς· ἀλλ᾽ ὥσπερ οἱ δαίμονες παρὰ τοὺς τάφους τρέχουσιν, οὕτω καὶ πολλοὶ τῶν ἐρώντων τοῖς μνήμασι παρακαθήμενοι διηνεκῶς, δαίμονας ἂν ἐδέξαντο τῇ ψυχῇ, καὶ τῇ χαλεπῇ ταύτῃ ταχέως ἂν ἐναπέθανον μανίᾳ. Νῦν δὲ μετὰ τῶν ἄλλων ἁπάντων καὶ τοῦτο παραμυθεῖται τὴν ψυχὴν, τὸ μὴ φαίνεσθαι τὴν εἰκόνα, καὶ εἰς λήθην ἐμβάλλει τοῦ πάθους.

εʹ. Εἰ δὲ μὴ τοῦτο ἦν, οὐδὲ μνήματα ἦν, ἀλλὰ τὰς πόλεις εἶδες ἂν ἀντὶ ἀνδριάντων νεκροὺς ἐχούσας, ἑκάστου τὸν ἑαυτοῦ βλέπειν ἐπιθυμοῦντος. Καὶ πολλὴ ἂν ἐντεῦθεν ἐγένετο σύγχυσις, καὶ οὐδεὶς ἂν τῶν πολλῶν ψυχῆς ἐπεμελήσατο, οὐκ ἂν παρεχώρησε τῷ περὶ ἀθανασίας ἐπεισελθεῖν λόγῳ· καὶ ἕτερα δὲ πολλὰ ἂν ἀτοπώτερα τούτων ἐγένετο, ἃ μηδὲ εἰπεῖν καλόν. Διὰ τοῦτο σήπεται εὐθέως, ἵνα ἴδῃς γυμνὸν τῆς ψυχῆς τὸ κάλλος. Εἰ γὰρ ἐκείνη τοσούτου κάλλους καὶ τοσαύτης ζωῆς πρόξενος, πολλῷ μᾶλλον αὐτὴ βελτίων ἂν εἴη· εἰ τὸ οὕτως εἰδεχθὲς καὶ δυσειδὲς διακρατεῖ, πολλῷ μᾶλλον ἑαυτήν. Οὐ γὰρ τὸ σῶμά ἐστι τὸ καλὸν, ἀλλ᾽ ἡ διάπλασις, καὶ τὸ ἄνθος ὅπερ παρὰ τῆς ψυχῆς ἐπιχρώννυται τῇ οὐσίᾳ. Φίλει τοίνυν ἐκείνην τὴν κἀκεῖνο τοιοῦτον ποιοῦσαν φαίνεσθαι. Καὶ τί λέγω τὸν θάνατον;

Καὶ γὰρ ἐν αὐτῇ τῇ ζωῇ δείκνυμί σοι, πῶς πάντα αὐτῆς ἐστι τὰ καλά. Ἄν τε γὰρ ἡσθῇ, ῥόδα κατέπασε τῶν παρειῶν· ἄν τε ἀλγήσῃ, τὸ κάλλος λαβοῦσα ἐκεῖνο, μελαίνῃ στολῇ τὸ πᾶν περιέβαλε. Κἂν εὐφραίνηται διηνεκῶς, γέγονεν εὐπαθὲς τὸ σῶμα· ἂν δ᾽ ἀλγήσῃ, ἀράχνης ἰσχνότερόν τε καὶ ἀσθενέστερον ἐποίησεν· ἂν θυμωθῇ, πάλιν πεποίηκεν ἀποτρόπαιον καὶ αἰσχρόν· ἂν γαληνὸν ὀφθαλμὸν δείξῃ, πολὺ τὸ κάλλος ἐχαρίσατο· ἂν βασκήνῃ, πολλὴν τὴν ὠχρίαν καὶ τὴν τηκεδόνα ἐξέχεεν· ἂν ἀγαπήσῃ, πολλὴν τὴν εὐμορφίαν ἐδωρήσατο. Οὕτω γοῦν πολλαὶ οὐκ οὖσαι εὔμορφοι τὴν ὄψιν, χάριν πολλὴν ἀπὸ ψυχῆς ἔλαβον· ἕτεραι πάλιν λάμπουσαι τῇ ὥρᾳ, ἐπειδὴ ψυχὴν ἄχαριν ἔσχον, ἐλυμήναντο τὴν εὐμορφίαν. Ἐννόησον πῶς ἐρυθραίνει πρόσωπον λευκὸν ὂν, καὶ τῇ τοῦ χρώματος ποικιλίᾳ πολλὴν ἐργάζεται τὴν ἡδονὴν, ὅταν αἰσχύνεσθαι δέῃ καὶ ἐρυθριᾷν· ὥσπερ οὖν ἐὰν ἀναίσχυντος ᾖ, θηρίου παντὸς ἀηδεστέραν τὴν ὄψιν ἐργάζεται. Οὐδὲν γὰρ ψυχῆς καλῆς ὡραιότερον, οὐδὲν ἥδιον. Ἐπὶ μὲν γὰρ τῶν σωμάτων, μετὰ ἀλγηδόνος ὁ πόθος· ἐπὶ δὲ τῶν ψυχῶν, καθαρὰ καὶ ἀκύμαντος ἡ ἡδονή. Τί τοίνυν τὸν βασιλέα ἀφεὶς, πρὸς τὸν κήρυκα ἐπτόησαι; τί τὸν φιλόσοφον καταλιπὼν, κέχηνας πρὸς τὸν ἑρμηνέα; Εἶδες καλὸν ὀφθαλμόν; κατάμαθε τὸν ἔνδον· κἂν μὴ ᾖ καλὸς ἐκεῖνος, καταφρόνησον καὶ τούτου.

Οὐδὲ γὰρ εἰ γυναῖκα εἶδες ἄμορφον προσωπεῖον περικειμένην καλὸν, ἔπαθες ἄν τι πρὸς αὐτήν· ὥσπερ οὖν οὐδὲ εὐειδῆ καὶ καλὴν ἠνέσχου ἂν κρύπτεσθαι τῷ προσωπείῳ, ἀλλὰ περιελὼν αὐτὸ, γυμνὴν ἂν ἠθέλησας τὴν ὥραν ἰδεῖν. Τοῦτο δὴ καὶ ἐπὶ τῆς ψυχῆς ποίει, καὶ αὐτὴν καταμάνθανε πρώτην· ἐν προσωπείου γὰρ χώρᾳ αὕτη τὸ σῶμα περίκειται· διὸ καὶ μένει τοιοῦτον οἷόν ἐστιν· ἐκείνη δὲ κἂν ἄμορφος ᾖ, ταχέως δύναται γενέσθαι καλή. Κἂν ὀφθαλμὸν ἔχῃ δυσειδῆ καὶ τραχὺν καὶ σκληρὸν, δύναται γενέσθαι καλὸς, ἥμερος, γαληνὸς, μειλίχιος, προσηνής. Ταύτην τοίνυν τὴν εὐμορφίαν ζητῶμεν, ταύτην καλλωπίζωμεν τὴν ὄψιν, ἵνα καὶ ὁ Θεὸς ἐπιθυμήσας τοῦ κάλλους ἡμῶν, μεταδῷ ἡμῖν τῶν αἰωνίων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΛΕʹ. Μὴ νομίσητε, ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. αʹ. Πάλιν τὰ φορτικώτερα τίθησι καὶ μετὰ πολλῆς τῆς περιουσίας· καὶ ὅπερ ἔμελλον ἀνθυποφέρειν, τοῦτο προλέγει. Ἵνα γὰρ μὴ ταῦτα ἀκούοντες λέγωσι· Διὰ τοῦτο οὖν παραγέγονας, ὥστε καὶ ἡμᾶς ἀνελεῖν καὶ τοὺς ἡμῖν πειθομένους, καὶ πολέμου τὴν γῆν ἐμπλῆσαι; πρότερον αὐτός φησιν· Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν. Πῶς οὖν αὐτοῖς ἐπέταξεν εἰς ἑκάστην οἰκίαν εἰσιοῦσιν εἰρήνην ἐπιλέγειν; πῶς δὲ καὶ οἱ ἄγγελοι ἔλεγον, Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη; πῶς δὲ καὶ οἱ προφῆται πάντες τοῦτο εὐηγγελίζοντο; Ὅτι τοῦτο μάλιστα εἰρήνη, ὅταν τὸ νενοσηκὸς ἀποτέμνηται, ὅταν τὸ στασιάζον χωρίζηται. Οὕτω γὰρ δυνατὸν τὸν οὐρανὸν τῇ γῇ συναφθῆναι. Ἐπεὶ καὶ ἰατρὸς οὕτω τὸ λοιπὸν διασώζει σῶμα, ὅταν τὸ ἀνιάτως ἔχον ἐκτέμῃ· καὶ στρατηγὸς, ὅταν κακῶς ὁμονοοῦντας εἰς διάστασιν ἀγάγῃ. Οὕτω καὶ ἐπὶ τοῦ πύργου γέγονεν ἐκείνου· τὴν γὰρ κακὴν εἰρήνην ἡ καλὴ διαφωνία ἔλυσε, καὶ ἐποίησεν εἰρήνην. Οὕτω καὶ Παῦλος τοὺς κατ᾽ αὐτοῦ συμφωνοῦντας διέσχισεν. Ἐπὶ δὲ τοῦ Ναβουθὲ πολέμου παντὸς τότε ἡ συμφωνία ἐκείνη χαλεπωτέρα γέγονεν. Οὐ γὰρ πανταχοῦ ὁμόνοια καλόν· ἐπεὶ καὶ λῃσταὶ συμφωνοῦσιν. Οὐκ ἄρα οὖν τῆς αὐτοῦ προθέσεως τὸ ἔργον, ἀλλὰ τῆς ἐκείνων γνώμης ὁ πόλεμος.

Αὐτὸς μὲν γὰρ ἐβούλετο πάντας ὁμονοεῖν εἰς τὸν τῆς εὐσεβείας λόγον· ἐπειδὴ δὲ ἐκεῖνοι διεστασίαζον, πόλεμος γίνεται. Ἀλλ᾽ οὐκ εἶπεν οὕτως· ἀλλὰ τί φησιν; Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἐκείνους παραμυθούμενος. Μὴ γὰρ νομίσητε, φησὶν, ὅτι ὑμεῖς αἴτιοι τούτων· ἐγώ εἰμι ὁ ταῦτα κατασκευάζων, ἐπειδὴ οὕτω διάκεινται. Μὴ τοίνυν θορυβεῖσθε, ὡς παρὰ προσδοκίαν τῶν πραγμάτων γινομένων.

Διὰ τοῦτο ἦλθον, ὥστε πόλεμον ἐμβαλεῖν· τοῦτο γὰρ ἐμόν ἐστι τὸ θέλημα. Μὴ τοίνυν θορυβεῖσθε πολεμουμένης, ὡς ἐπιβουλευομένης τῆς γῆς. Ὅταν γὰρ ἀποσχισθῇ τὸ χεῖρον, τότε λοιπὸν τῷ κρείττονι συνάπτεται ὁ οὐρανός.

Ταῦτα δὲ λέγει, πρὸς τὴν πονηρὰν ὑπόνοιαν τῶν πολλῶν αὐτοὺς ἀλείφων. Καὶ οὐκ εἶπε, Πόλεμον, ἀλλ᾽ ὃ τούτου χαλεπώτερον ἦν, Μάχαιραν. Εἰ δὲ φορτικώτερον εἴρηται ταῦτα καὶ κακεμφάτως, μὴ θαυμάσῃς. Βουλόμενος γὰρ αὐτῶν γυμνάσαι τῇ τραχύτητι τῶν ῥημάτων τὴν ἀκοὴν, ἵνα μὴ ἐν τῇ δυσκολίᾳ τῶν πραγμάτων ἀποπηδήσωσιν, οὕτω καὶ τὸν λόγον ἐσχημάτισε· ἵνα μή τις λέγῃ, ὅτι κολακεύσας ἔπεισε καὶ τὰ δυσχερῆ κρύψας, διὰ τοῦτο καὶ τὰ ἑτέρως ὀφείλοντα λεχθῆναι, ἐπαχθέστερον ἡρμήνευσε καὶ φορτικώτερον. Βέλτιον γὰρ ἐπὶ τῶν πραγμάτων τὴν ἡμερότητα ἰδεῖν, ἢ ἐπὶ τῶν ῥημάτων. Διὰ τοῦτο οὐδὲ τούτοις ἠρκέσθη, ἀλλὰ καὶ ἀναπλώσας αὐτὸ τοῦ πολέμου τὸ εἶδος, δείκνυσι καὶ τοῦτο ἐμφυλίου πολλῷ χαλεπώτερον ὂν, καί φησιν· Ἦλθον διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς.

Οὐ γὰρ φίλοι, φησὶν, οὐδὲ πολῖται μόνον, ἀλλὰ καὶ συγγενεῖς κατ᾽ ἀλλήλων στήσονται, καὶ ἡ φύσις καθ᾽ ἑαυτὴν σχισθήσεται. Ἦλθον γὰρ, φησὶ, διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς.

Οὐδὲ γὰρ ἁπλῶς ἐν τοῖς οἰκείοις ὁ πόλεμος, ἀλλ᾽ ἐν τοῖς φιλτάτοις καὶ τοῖς σφόδρα ἀναγκαίοις. Ὃ μάλιστα αὐτοῦ τὴν δύναμιν δείκνυσιν, ὅτι ταῦτα ἀκούοντες καὶ αὐτοὶ κατεδέχοντο, καὶ τοὺς ἄλλους ἔπειθον. Καίτοιγε οὐκ αὐτὸς ταῦτα ἐποίει, ἀλλ᾽ ἡ ἐκείνων πονηρία· ἀλλ᾽ ὅμως αὐτὸς ταῦτα λέγει ποιεῖν. Τοιοῦτον γὰρ τῆς Γραφῆς τὸ ἔθος. Καὶ γὰρ καὶ ἀλλαχοῦ φησι· Δέδωκεν αὐτοῖς ὁ Θεὸς ὀφθαλμοὺς τοῦ μὴ βλέπειν. Καὶ ἐνταῦθα οὕτω φησίν· ἵν᾽, ὅπερ ἔφθην εἰπὼν, μελετήσαντες ἐν τοῖς ῥήμασι τούτοις, μὴ θορυβῶνται ὀνειδιζόμενοι καὶ ὑβριζόμενοι.

Εἰ δέ τινες φορτικὰ ταῦτα νομίζουσιν εἶναι, ἀναμνησθήτωσαν παλαιᾶς ἱστορίας. Καὶ γὰρ ἐν τοῖς ἄνω χρόνοις τοῦτο συνέβη, ὃ μάλιστα δείκνυσι τὴν Παλαιὰν τῇ Καινῇ συγγενῆ, καὶ τὸν ταῦτα λέγοντα τοῦτον ὄντα τὸν καὶ ἐκεῖνα ἐπιτάξαντα. Καὶ γὰρ καὶ ἐπὶ τῶν Ἰουδαίων ὅτε ἕκαστος τὸν πλησίον ἀνεῖλε, τότε αὐτοῖς τὴν ὀργὴν εἴασε· καὶ ὅτε τὸν μόσχον ἐποίησαν, καὶ ὅτε τῷ Βεελφεγὼρ ἐτελέσθησαν. Ποῦ τοίνυν εἰσὶν οἱ λέγοντες, ὅτι Πονηρὸς ἐκεῖνος ὁ Θεὸς, οὗτος δὲ ἀγαθός; Ἰδοὺ γὰρ συγγενικῶν αἱμάτων τὴν οἰκουμένην ἐπλήρωσεν. Ἀλλ᾽ ὅμως πολλῆς καὶ τοῦτο φιλανθρωπίας ἔργον εἶναί φαμεν. Διὰ δὴ τοῦτο δεικνὺς αὐτὸν ὄντα τὸν καὶ ἐκεῖνα ἀποδεξάμενον, καὶ προφητείας μέμνηται, εἰ καὶ μὴ εἰς τοῦτο εἰρημένης, ἀλλ᾽ ὅμως τὸ αὐτὸ ἐμφαινούσης. Τίς δὲ αὕτη ἐστίν;

Ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκειακοὶ αὐτοῦ. Καὶ γὰρ καὶ ἐπὶ τῶν Ἰουδαίων τοιουτόν τι συνέβη. Ἦσαν γὰρ προφῆται καὶ ψευδοπροφῆται, καὶ ὁ δῆμος ἐσχίζετο, καὶ αἱ οἰκίαι διῃροῦντο· καὶ οἱ μὲν τούτοις ἐπίστευον, οἱ δὲ ἐκείνοις. Διὰ τοῦτο παραινεῖ ὁ προφήτης λέγων· Μὴ πιστεύετε ἐν φίλοις, μηδὲ ἐλπίζετε ἐπὶ ἡγουμένοις· ἀλλὰ καὶ ἀπὸ τῆς συγκοίτου σου φύλαξαι, τοῦ ἀναθέσθαι τι αὐτῇ· καὶ, Ἐχθροὶ τοῦ ἀνδρὸς οἱ ἄνδρες οἱ ἐν τῷ οἴκῳ αὐτοῦ. Ταῦτα δὲ ἔλεγε, τὸν μέλλοντα δέχεσθαι τὸν λόγον πάντων ἀνώτερον εἶναι παρασκευάζων.

Οὐ γὰρ τὸ ἀποθανεῖν κακὸν, ἀλλὰ τὸ κακῶς ἀποθανεῖν. Διὰ τοῦτο καὶ ἔλεγε· Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν. Τοῦτο δὲ ἔλεγε, τὴν σφοδρότητα καὶ θερμότητα δηλῶν τῆς ἀγάπης, ἣν ἀπῄτει. Ἐπειδὴ γὰρ αὐτὸς ἡμᾶς σφόδρα ἠγάπησεν, οὕτω καὶ ἀγαπᾶσθαι βούλεται παρ᾽ ἡμῶν. Ταῦτα δὲ καὶ τούτους ἤλειφε τὰ ῥήματα, καὶ ὑψηλοτέρους ἐποίει. Εἰ γὰρ ἐκεῖνοι μέλλουσι, φησὶ, συγγενῶν καὶ παίδων καὶ γονέων καταφρονεῖν, ἐννόησον ὑμᾶς τοὺς διδασκάλους ὁποίους εἶναι χρή.

Οὐδὲ γὰρ μέχρις ὑμῶν τὰ δυσχερῆ στήσεται, ἀλλὰ καὶ ἐπὶ τοὺς ἄλλους διαβήσεται. Ἐπειδὴ γὰρ μεγάλα κομίζων ἦλθον ἀγαθὰ, μεγάλην ἀπαιτῶ καὶ τὴν ὑπακοὴν καὶ τὴν διάθεσιν. Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος. Καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Εἶδες ἀξίωμα. Διδασκάλου; εἶδες πῶς δείκνυσιν ἑαυτὸν γνήσιον τοῦ γεγεννηκότος Υἱὸν, πάντα κελεύων ἀφεῖναι κάτω, καὶ τὴν ἀγάπην τὴν αὐτοῦ προτιμᾷν; Καὶ τί λέγω, φησὶ, φίλους καὶ συγγενεῖς; Κἂν τὴν ψυχὴν τὴν σαυτοῦ προτιμήσῃς τῆς ἐμῆς ἀγάπης, πόῤῥω τῶν ἐμῶν ἕστηκας μαθητῶν. Τί οὖν; οὐκ ἐναντία ταῦτα τῇ Παλαιᾷ; Μὴ γένοιτο· ἀλλὰ καὶ σφόδρα συνᾴδοντα. Καὶ γὰρ ἐκεῖ τοὺς εἰδωλολατροῦντας οὐχὶ μισεῖν μόνον, ἀλλὰ καὶ λιθάσαι κελεύει, καὶ ἐν τῷ Δευτερονομίῳ δὲ τούτους θαυμάζων φησίν· Ὁ λέγων τῷ πατρὶ καὶ τῇ μητρὶ, Οὐχ ἑώρακά σε, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἔγνω, καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω, ἐφύλαξε τὰ λόγιά σου.

Εἰ δὲ ὁ Παῦλος πολλὰ περὶ γονέων διατάττεται, πάντα αὐτοῖς ὑπακούειν κελεύων, μὴ θαυμάσῃς· εἰς ἐκεῖνα γὰρ μόνον φησὶν ὑπακούειν, ὅσα μὴ παραβλάπτει τὴν εὐσέβειαν. Καὶ γὰρ ὅσιον τὴν ἄλλην αὐτοῖς ἅπασαν ἀποδιδόναι τιμήν· ὅταν δὲ πλέον τῆς ὀφειλομένης ἀπαιτῶσιν, οὐ δεῖ πείθεσθαι. Διὰ τοῦτο ὁ Λουκᾶς φησιν· Εἰ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφοὺς, ἔτι δὲ καὶ τὴν ψυχὴν τὴν ἑαυτοῦ, οὐ δύναταί μου μαθητὴς εἶναι· οὐχ ἁπλῶς μισῆσαι κελεύων, ἐπεὶ τοῦτο καὶ σφόδρα παράνομον, ἀλλ᾽ Ὅταν βούληται πλέον ἐμοῦ φιλεῖσθαι, μίσησον αὐτὸν κατὰ τοῦτο. Τοῦτο γὰρ καὶ αὐτὸν τὸν φιλούμενον καὶ τὸν φιλοῦντα ἀπόλλυσι.

βʹ. Ταῦτα δὲ ἔλεγε, καὶ τοὺς παῖδας ἀνδρειοτέρους ἐργαζόμενος, καὶ τοὺς πατέρας τοὺς μέλλοντας κωλύειν πραοτέρους ποιῶν. Ὁρῶντες γὰρ, ὅτι τοσαύτην ἰσχὺν ἔχει καὶ δύναμιν, ὡς ἀποσχίζειν αὐτῶν τὰ τέκνα, ἅτε ἀδυνάτοις ἐπιχειροῦντες, καὶ ἀφίστασθαι ἔμελλον. Διὸ καὶ τούτους ἀφεὶς, πρὸς ἐκείνους ποιεῖται τὸν λόγον, τούτους παιδεύων μὴ ἐπιχειρεῖν, ἅτε ἀμηχάνοις ἐπιχειροῦντας. Εἶτα ἵνα μὴ ἀγανακτῶσιν ἐκεῖνοι, μηδὲ δυσχεραίνωσιν, ὅρα ποῦ προάγει τὸν λόγον. Εἰπὼν γὰρ, Ὃς οὐ μισεῖ πατέρα καὶ μητέρα, ἐπήγαγε, Καὶ τὴν ἑαυτοῦ ψυχήν. Τί γάρ μοι λέγεις τοὺς γεγεννηκότας, φησὶ, καὶ ἀδελφοὺς, καὶ ἀδελφὰς, καὶ γυναῖκα; Ψυχῆς οὐδὲν οἰκειότερον οὐδενί· ἀλλ᾽ ὅμως ἐὰν μὴ καὶ ταύτην μισήσῃς, τἀναντία τοῦ φιλοῦντος ὑποστήσῃ πάντα. Καὶ οὐδὲ ἁπλῶς αὐτὴν μισῆσαι ἐκέλευσεν, ἀλλ᾽ ὥστε καὶ εἰς πόλεμον καὶ εἰς μάχας αὐτὴν ἐκδιδόναι, καὶ εἰς σφαγὰς καὶ αἵματα. Ὃς γὰρ οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ, καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναταί μου μαθητὴς εἶναι. Οὐδὲ γὰρ ἁπλῶς εἶπεν, ὅτι πρὸς θάνατον δεῖ παρατετάχθαι, ἀλλ᾽ ὅτι καὶ πρὸς θάνατον βίαιον· καὶ οὐ πρὸς βίαιον μόνον, ἀλλὰ καὶ ἐπονείδιστον.

Καὶ οὐδὲν οὐδέπω περὶ τοῦ οἰκείου διαλέγεται πάθους, ἵνα τέως ἐν τούτοις παιδευθέντες εὐκολώτερον τὸν περὶ ἐκείνου δέξωνται λόγον. Ἆρα οὐκ ἄξιον ἐκπλαγῆναι, πῶς ταῦτα ἀκουόντων αὐτῶν οὐκ ἀπέπτη τοῦ σώματος ἡ ψυχὴ, πανταχοῦ τῶν μὲν λυπηρῶν ἐν χερσὶν ὄντων, τῶν δὲ χρηστῶν ἐν ἐλπίσι; Πῶς οὖν οὐκ ἀπέπτη; Πολλὴ καὶ ἡ τοῦ λέγοντος δύναμις ἦν, καὶ ἡ τῶν ἀκουόντων ἀγάπη. Διὸ πολλῷ φορτικώτερα καὶ ἐπαχθέστερα τῶν μεγάλων ἐκείνων ἀκούοντες ἀνδρῶν τῶν περὶ Μωϋσέα καὶ Ἱερεμίαν, ἔμενον πειθόμενοι καὶ οὐδὲν ἀντιλέγοντες. Ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ, φησὶν, ἀπολέσει αὐτὴν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. Εἶδες πόσον τῶν παρὰ τὸ δέον φιλούντων τὸ βλάβος; πόσον τῶν μισούντων τὸ κέρδος; Ἐπειδὴ γὰρ τὰ ἐπιτάγματα φορτικὰ ἦν, πρὸς γονέας, καὶ παῖδας, καὶ φύσιν, καὶ συγγένειαν, καὶ τὴν οἰκουμένην, καὶ πρὸς αὐτὴν τὴν ψυχὴν κελεύοντος αὐτοὺς παρατάττεσθαι, τίθησι καὶ τὸ ὄφελος, μέγιστον ὄν. Οὐ γὰρ δὴ μόνον οὐ βλάψει, φησὶ, ταῦτα, ἀλλὰ καὶ ὠφελήσει τὰ μέγιστα, τἀναντία δὲ παραβλάψει· ὅπερ πανταχοῦ ποιεῖ, ἀφ᾽ ὧν ἐπιθυμοῦσιν, ἀπὸ τούτων ἐνάγων.

Διατί γὰρ οὐ βούλει καταφρονῆσαί σου τῆς ψυχῆς; Ἐπειδὴ φιλεῖς αὐτήν; Οὐκοῦν διὰ τοῦτο καταφρόνησον, καὶ τότε αὐτὴν τὰ μέγιστα ὀνήσεις, καὶ τὰ τοῦ φιλοῦντος ἐπιδείξῃ. Καὶ σκόπει σύνεσιν ἄφατον. Οὐ γὰρ ἐπὶ τῶν γονέων μόνον γυμνάζει τὸν λόγον τοῦτον, οὐδὲ ἐπὶ τῶν παίδων, ἀλλ᾽ ἐπὶ τῆς πάντων οἰκειοτέρας ψυχῆς, ἵνα ἐκεῖνο ἐντεῦθεν ἀναμφισβήτητον γένηται, καὶ μάθωσιν ὅτι καὶ ἐκείνους οὕτω τὰ μέγιστα ὠφελήσουσι, ὅπου γε καὶ ἐπὶ τῆς πάντων ἀναγκαιοτέρας ψυχῆς τοῦτο συμβαίνει.

Ἱκανὰ μὲν οὖν ἦν καὶ ταῦτα πεῖσαι δέχεσθαι τοὺς μέλλοντας αὐτοὺς θεραπεύειν. Τίς γὰρ τοὺς οὕτω γενναίους καὶ ἀριστέας, καὶ καθάπερ λέοντας τὴν οἰκουμένην περιτρέχοντας, καὶ πάντων καταφρονοῦντας τῶν καθ᾽ ἑαυτοὺς, ἵνα ἕτεροι σωθῶσιν, οὐκ ἂν ἐδέξατο προθυμίᾳ πάσῃ; Ἀλλ᾽ ὅμως καὶ ἕτερον μισθὸν τίθησι, δεικνὺς ὅτι τῶν ξενοδοχούντων φροντίζει μᾶλλον ἐν τούτῳ, ἢ τῶν ξενιζομένων. Καὶ δίδωσι μὲν πρώτην τιμὴν, λέγων· Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δεχόμενος, δέχεται τὸν ἀποστείλαντά με· οὗ τί γένοιτ᾽ ἂν ἴσον, τοῦ τὸν Πατέρα καὶ τὸν Υἱὸν ὑποδέχεσθαι; Ἐπαγγέλλεται δὲ μετὰ τούτου καὶ ἑτέραν ἀμοιβήν· Ὁ δεχόμενος γὰρ, φησὶ, προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται· καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου, μισθὸν δικαίου λήψεται. Καὶ ἀνωτέρω μὲν κόλασιν ἀπειλεῖ τοῖς μὴ δεχομένοις· ἐνταῦθα δὲ καὶ ἄνεσιν ἀγαθῶν ὁρίζει. Καὶ ἵνα μάθῃς ὅτι αὐτῶν φροντίζει μᾶλλον, οὐχ ἁπλῶς εἶπεν, Ὁ δεχόμενος προφήτην, ἢ, Ὁ δεχόμενος δίκαιον, ἀλλ᾽ ἐπήγαγεν, Εἰς ὄνομα προφήτου, καὶ, Εἰς ὄνομα δικαίου· τουτέστιν, Ἐὰν μὴ διὰ βιωτικὴν προστασίαν, μηδὲ δι᾽ ἄλλο τι τῶν ἐπικήρων δέξηται, ἀλλ᾽ ἐπειδὴ ἢ προφήτης ἐστὶν, ἢ δίκαιος, μισθὸν προφήτου καὶ μισθὸν δικαίου λήψεται· οἷον εἰκὸς τὸν προφήτην ἢ δίκαιον δεξάμενον λαβεῖν· ἢ οἷον ἐκεῖνος μέλλει λαμβάνειν.

Ὅπερ καὶ ὁ Παῦλος ἔλεγε· Τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα. Εἶτα ἵνα μή τις πενίαν προβάληται, φησίν· Ἢ ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. Κἂν ποτήριον ψυχροῦ ὕδατος δῷς, ἔνθα οὐδὲν ἔστι δαπανῆσαι, καὶ τούτου κείσεταί σοι μισθός.

Διὰ γὰρ ὑμᾶς ἅπαντα ποιῶ τοὺς δεχομένους. γʹ. Εἶδες δι᾽ ὅσων ἔπεισε, καὶ τὰς οἰκίας αὐτοῖς ἀνέῳξε τῆς οἰκουμένης ἁπάσης; Καὶ γὰρ ἔδειξε διὰ πάντων ὀφειλέτας αὐτῶν ὄντας· πρῶτον, εἰπὼν, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ· δεύτερον, τῷ μηδὲν ἔχοντας ἐκπέμψαι· τρίτον, τῷ εἰς πολέμους καὶ μάχας ὑπὲρ τῶν δεχομένων ἐκδοῦναι· τέταρτον, τῷ καὶ σημεῖα αὐτοῖς ἐγχειρίσαι· πέμπτον, τῷ τὴν πάντων τῶν ἀγαθῶν αἰτίαν εἰρήνην διὰ τοῦ στόματος αὐτῶν εἰς τὰς τῶν δεχομένων εἰσαγαγεῖν οἰκίας· ἕκτον, τῷ χαλεπώτερα Σοδόμων ἀπειλῆσαι τοῖς μὴ δεχομένοις αὐτούς· ἕβδομον, τῷ δεῖξαι καὶ αὐτὸν καὶ τὸν Πατέρα δεχομένους τοὺς ὑποδεχομένους αὐτούς· ὄγδοον, τῷ καὶ προφήτου καὶ δικαίου μισθὸν ἐπαγγείλασθαι· ἔνατον, τῷ καὶ ποτηρίου ψυχροῦ μεγάλας ὑποσχέσθαι τὰς ἀμοιβάς. Τούτων δὲ ἕκαστον καὶ καθ᾽ ἑαυτὸ ἱκανὸν ἦν αὐτοὺς ἐπισπάσασθαι.

Τίς γὰρ, εἰπέ μοι, στρατηγὸν μυρία τραύματα ἔχοντα καὶ ᾑμαγμένον ὁρῶν, καὶ μετὰ πολλὰ τρόπαια ἀπὸ πολέμου καὶ παρατάξεως ἐπανιόντα, οὐκ ἂν ἐδέξατο, τὰς θύρας ἀναπετάσας τῆς οἰκίας ἁπάσης; Καὶ τίς νῦν τοιοῦτος; φησί. Διὰ τοῦτο προσέθηκεν, εἰς ὄνομα μαθητοῦ, καὶ προφήτου, καὶ δικαίου, ἵνα μάθῃς ὅτι οὐ τῇ ἀξίᾳ τοῦ παραγενομένου, ἀλλὰ καὶ τῇ γνώμῃ τοῦ ξενίζοντος τὸν μισθὸν τίθησιν. Ἐνταῦθα μὲν γὰρ περὶ προφητῶν καὶ δικαίων καὶ μαθητῶν φησιν· ἀλλαχοῦ δὲ καὶ τοὺς σφόδρα ἀπεῤῥιμμένους ὑποδέχεσθαι κελεύει, καὶ τοὺς μὴ ὑποδεχομένους κολάζει. Ἐφ᾽ ὅσον γὰρ οὐκ ἐποιήσατε ἐνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε· καὶ τοὐναντίον πάλιν ἐπὶ τῶν αὐτῶν λέγει.

Κἂν γὰρ μηδὲν ᾖ κατορθῶν τοιοῦτον, ἄνθρωπός ἐστι, τὸν αὐτὸν σοὶ κόσμον οἰκῶν, τὸν αὐτὸν ἥλιον ὁρῶν, τὴν αὐτὴν ἔχων ψυχὴν, τὸν αὐτὸν Δεσπότην, τῶν αὐτῶν σοὶ κεκοινωνηκὼς μυστηρίων, ἐπὶ τὸν αὐτὸν σοὶ καλούμενος οὐρανὸν, ἔχων μέγα δικαίωμα, τὴν πενίαν, καὶ τὸ δεῖσθαι τῆς ἀναγκαίας τροφῆς. Νῦν δὲ οἱ μὲν ἐξυπνίζοντες μετὰ αὐλῶν καὶ συρίγγων ἐν χειμῶνος ὥρᾳ, καὶ εἰκῆ καὶ μάτην ἐνοχλοῦντες, ξένια πολλὰ λαμβάνοντες παρὰ σοῦ ἀναχωροῦσι· καὶ οἱ χελιδόνας περιφέροντες, καὶ ἠσβολωμένοι, καὶ πάντας κακηγοροῦντες, μισθὸν τῆς τερατωδίας ταύτης λαμβάνουσιν. Ἂν δὲ προσέλθῃ πένης ἄρτου δεόμενος, μυρίαι κακηγορίαι καὶ διαβολαὶ, καὶ ἀργίας ἐγκλήματα, καὶ λοιδορίαι καὶ ὕβρεις καὶ σκώμματα· καὶ οὐ λογίζῃ πρὸς ἑαυτὸν, ὅτι καὶ σὺ ἀργεῖς, καὶ ὅμως ὁ Θεὸς τὰ παρ᾽ ἑαυτοῦ σοι δίδωσι. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι πράττεις τι καὶ αὐτός· ἀλλ᾽ ἐκεῖνό μοι δεῖξον, εἰ τῶν ἀναγκαίων τι ποιεῖς καὶ μεταχειρίζῃ.

Εἰ δὲ λέγεις μοι χρηματισμοὺς καὶ καπηλείας, καὶ τὴν τῶν ὄντων ἐπιμέλειαν καὶ προσθήκην, εἴποιμι ἄν σοι καὶ αὐτὸς, ὅτι ταῦτα οὐκ ἂν εἴη ἔργα, ἀλλ᾽ ἐλεημοσύνη, καὶ εὐχαὶ, καὶ τῶν ἀδικουμένων προστασίαι, καὶ ὅσα τοιαῦτα, ὧν ἐν ἀργίᾳ ζῶμεν διαπαντός. Ἀλλ᾽ ὅμως ἡμῖν οὐδέποτε εἶπεν ὁ Θεὸς, Ἐπειδὴ ἀργεῖς, οὐκ ἀνάπτω σοι τὸν ἥλιον· ἐπειδὴ οὐδὲν πράττεις τῶν ἀναγκαίων, τὴν σελήνην σβεννύω, πηρῶ τὴν γαστέρα τῆς γῆς, κωλύω τὰς λίμνας, τὰς πηγὰς, τοὺς ποταμοὺς, ἀφανίζω τὸν ἀέρα, ἐπέχω τοὺς ἐτησίους ὑετούς· ἀλλὰ πάντα μετὰ δαψιλείας ἡμῖν παρέχει. Ἐνίοις δὲ οὐ μόνον ἀργοῦσιν, ἀλλὰ καὶ πονηρὰ πράττουσι τούτων χαρίζεται τὴν ἀπόλαυσιν. Ὅταν τοίνυν ἴδῃς πένητα, καὶ εἴπῃς, Ἀποπνίγομαι ὅτι νέος ὢν οὗτος, ὑγιὴς, οὐδὲν ἔχων, βούλεται τρέφεσθαι ἀργῶν, οἰκέτης που καὶ δραπέτης ὢν, καὶ τὸν ἑαυτοῦ δεσπότην καταλιπών· ταῦτα, ἅπερ εἶπον, εἰπὲ πρὸς ἑαυτὸν, μᾶλλον δὲ ἐκείνῳ δὸς αὐτὰ μετὰ παῤῥησίας εἰπεῖν πρὸς σὲ, καὶ δικαιότερον ἐρεῖ, ὅτι Ἀποπνίγομαι, ὅτι ὑγιὴς ὢν ἀργεῖς, καὶ οὐδὲν πράττεις ὧν ἐπέταξεν ὁ Θεὸς, ἀλλὰ δραπετεύσας ἀπὸ τῶν ἐπιταγμάτων τοῦ Δεσπότου, περιέρχῃ καθάπερ ἐν ἀλλοδαπῇ τῇ κακίᾳ διατρίβων, μεθύων, κραιπαλῶν, κλέπτων, ἁρπάζων, τὰς ἑτέρων ἀνατρέπων οἰκίας.

Καὶ σὺ μὲν ὑπὲρ ἀργίας ἐγκαλεῖς· ἐγὼ δὲ ὑπὲρ ἔργων πονηρῶν, ὅταν ἐπιβουλεύῃς, ὅταν ὀμνύῃς, ὅταν ψεύδῃ, ὅταν ἁρπάζῃς, ὅταν μυρία τοιαῦτα ποιῇς.

δʹ. Ταῦτα δὲ λέγω, οὐχὶ νομοθετῶν ἀργεῖν· μὴ γένοιτο· ἀλλὰ καὶ σφόδρα βουλόμενος πάντας ἐν ἔργοις εἶναι· πᾶσαν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία· παρακαλῶ δὲ μὴ ἀνηλεεῖς εἶναι, μηδὲ ὠμούς. Ἐπεὶ καὶ Παῦλος μυρία μεμψάμενος καὶ εἰπών· Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω· οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ προσέθηκεν· Ὑμεῖς δὲ μὴ ἐκκακήσητε τὸ καλὸν ποιοῦντες. Καὶ μὴν ταῦτα ἐναντία ἐστίν. Εἰ γὰρ ἐκέλευσας αὐτοὺς μὴ ἐσθίειν, πῶς ἡμῖν παραινεῖς διδόναι;

Ναὶ, φησί· καὶ γὰρ ἐκέλευσα αὐτοὺς ἀποστρέφεσθαι, καὶ μὴ ἀναμίγνυσθαι, καὶ πάλιν εἶπον· Μὴ ἐχθροὺς ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε· οὐκ ἐναντία νομοθετῶν, ἀλλὰ καὶ πάνυ συνᾴδοντα. Ἂν γὰρ σὺ πρὸς ἔλεον ἕτοιμος ᾖς, κἀκεῖνος ταχέως ὁ πένης τῆς ἀργίας ἀπαλλαγήσεται, καὶ σὺ τῆς ὠμότητος. Ἀλλὰ ψεύδεται πολλὰ καὶ πλάττεται, φησίν. Ἀλλὰ καὶ ἐντεῦθεν ἄξιος ἐλεεῖσθαι, ὅτι εἰς τοιαύτην κατέπεσεν ἀνάγκην, ὡς καὶ τοιαῦτα ἀναισχυντεῖν. Ἡμεῖς δὲ οὐ μόνον οὐκ ἐλεοῦμεν, ἀλλὰ καὶ τὰ ὠμὰ ἐκεῖνα προστίθεμεν ῥήματα, Οὐκ ἔλαβες ἅπαξ καὶ δίς; λέγοντες. Τί οὖν; οὐ δεῖται τραφῆναι πάλιν, ἐπειδὴ ἅπαξ ἐτράφη; Διατί μὴ καὶ τῇ σαυτοῦ γαστρὶ τούτους τιθεῖς τοὺς νόμους, καὶ λέγεις καὶ πρὸς αὐτήν· Ἐνεπλήσθης χθὲς καὶ πρὸ τῆς χθὲς, μὴ ζήτει νῦν; Ἀλλ᾽ ἐκείνην μὲν καὶ ὑπὲρ τὸ μέτρον διαῤῥηγνύεις, τοῦτον δὲ καὶ τὰ σύμμετρα αἰτοῦντα ἀποστρέφῃ, ὀφείλων διὰ τοῦτο αὐτὸν ἐλεεῖν, ὅτι καθ᾽ ἑκάστην ἀναγκάζεταί σοι προσιέναι τὴν ἡμέραν. Εἰ γὰρ καὶ μηδαμόθεν ἑτέρωθεν ἐπικάμπτῃ, διὰ τοῦτο αὐτὸν ἔδει σε ἐλεεῖν· τῇ γὰρ τῆς πενίας ἀνάγκῃ ταῦτα βιάζεται καὶ ποιεῖ. Καὶ οὐκ ἐλεεῖς αὐτὸν, ὅτι τοιαῦτα ἀκούων οὐκ αἰσχύνεται· ἡ γὰρ ἀνάγκη δυνατωτέρα. Σὺ δὲ οὐ μόνον οὐκ ἐλεεῖς, ἀλλὰ καὶ ἐκπομπεύεις· καὶ τοῦ Θεοῦ κελεύσαντος λάθρα διδόναι, ἕστηκας δημοσιεύων τὸν προσελθόντα, καὶ ὀνειδίζων, ὑπὲρ ὧν ἐλεεῖν ἐχρῆν.

Εἰ γὰρ μὴ βούλει δοῦναι, τί καὶ ἐγκαλεῖς, καὶ συντρίβεις τὴν ταλαίπωρον καὶ ἀθλίαν ψυχήν; Ἦλθεν ὡς εἰς λιμένα τὰς σὰς χεῖρας ἐπιζητῶν· τί κύματα ἐγείρεις, καὶ χαλεπώτερον τὸν χειμῶνα ἐργάζῃ; Τί καταγινώσκεις ἀνελευθερίαν; Μὴ γὰρ, εἰ προσεδόκησε τοιαῦτα ἀκούσεσθαι, προσῆλθεν ἄν; Εἰ δὲ καὶ ταῦτα προειδὼς προσῆλθε, διὰ τοῦτο ἄξιον κἀκεῖνον ἐλεεῖν, καὶ τὴν σὴν φρίττειν ὠμότητα, ὅτι οὐδὲ οὕτως, ἀπαραίτητον ἐπικειμένην ὁρῶν ἀνάγκην, ἡμερώτερος γίνῃ, οὐδὲ ἀρκεῖν αὐτῷ νομίζεις εἰς ἀπολογίαν τῆς ἀναισχυντίας τὸ τοῦ λιμοῦ δέος, ἀλλ᾽ ἀναισχυντίαν ἐγκαλεῖς· καίτοι μείζονα αὐτὸς ἠναισχύντησας πολλάκις, καὶ ὑπὲρ χαλεπῶν πραγμάτων. Ἐνταῦθα μὲν γὰρ καὶ συγγνώμην ἡ ἀναισχυντίᾳ φέρει, ἡμεῖς δὲ πολλάκις κολάσεως ἄξια πράττοντες ἀναιδευόμεθα· καὶ δέον ἐννοοῦντας ἐκεῖνα ταπεινοὺς γίνεσθαι, καὶ ἐπεμβαίνομεν τοῖς ταλαιπώροις τούτοις, καὶ φάρμακα αἰτοῦσι τραύματα προστίθεμεν.

Εἰ γὰρ μὴ βούλει δοῦναι, τί καὶ πλήττεις; εἰ μὴ βούλει χαρίσασθαι, τίνος ἕνεκεν καὶ ὑβρίζεις; Ἀλλ᾽ οὐκ ἀνέχεται ἀποστῆναι ἑτέρως. Οὐκοῦν ὡς ἐκέλευσεν ὁ σοφὸς ἐκεῖνος, οὕτω ποίησον· Ἀποκρίθητι αὐτῷ εἰρηνικὰ ἐν πραΰτητι. Οὐδὲ γὰρ ἑκὼν τοσαῦτα ἀναισχυντεῖ.

Οὐδὲ γὰρ ἔστιν, οὐκ ἔστιν, ἄνθρωπος βουλόμενος ἁπλῶς καταισχύνεσθαι· κἂν μυρία τινὲς φιλονεικήσωσιν, οὐκ ἂν ἀνασχοίμην ἐγὼ πεισθῆναί ποτε, ὅτι ἄνθρωπος ἐν ἀφθονίᾳ ζῶν ἕλοιτο ἂν ἐπαιτεῖν. Μηδεὶς τοίνυν ἡμᾶς παραλογιζέσθω. Ἀλλὰ κἂν λέγῃ Παῦλος· Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω, πρὸς ἐκείνους λέγει· πρὸς δὲ ἡμᾶς οὐ τοῦτο λέγει, ἀλλὰ τοὐναντίον· Τὸ καλὸν ποιοῦντες μὴ ἐκκακεῖτε.

Οὕτω καὶ ἐν οἰκίᾳ ποιοῦμεν ἡμεῖς· ὅταν δύο τινὲς μάχωνται πρὸς ἀλλήλους, κατ᾽ ἰδίαν ἕκαστον λαβόντες τἀναντία παραινοῦμεν. Τοῦτο καὶ ὁ Θεὸς ἐποίησε, καὶ Μωϋσῆς. Πρὸς μὲν γὰρ τὸν Θεὸν ἔλεγεν· Εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· ἐπεὶ κἀμὲ ἐξάλειψον· αὐτοῖς δὲ ἐκέλευε κατασφάττειν ἀλλήλους καὶ τοὺς προσήκοντας ἅπαντας. Καίτοι ταῦτα ἐναντία ἐστὶν, ἀλλ᾽ ὅμως εἰς ἓν ἀμφότερα ἔβλεπε τέλος. Πάλιν ὁ Θεὸς τῷ μὲν Μωϋσεῖ, Ἰουδαίων ἀκουόντων, ἔλεγεν· Ἄφες με, καὶ ἐκτρίψω τὸν λαὸν (εἰ γὰρ καὶ μὴ παρῆσαν, ταῦτα λέγοντος τοῦ Θεοῦ, ἀλλ᾽ ἔμελλον αὐτὰ ἀκούσεσθαι ὕστερον)· κατ᾽ ἰδίαν δὲ τἀναντία τούτων αὐτῷ παραινεῖ.

Καὶ ταῦτα Μωϋσῆς ἀναγκασθεὶς ὕστερον ἐξελάλησεν, οὕτω λέγων· Μὴ γὰρ ἐγὼ αὐτοὺς ἐν γαστρὶ ἔλαβον, ὅτι λέγεις μοι, Ἆρον αὐτοὺς, ὡς ἂν ἄρῃ τιθηνὸς τὸν θηλάζοντα εἰς τὸν κόλπον αὐτῆς; Ταῦτα καὶ ἐν οἰκίαις γίνεται· καὶ πολλάκις πατὴρ τῷ μὲν παιδαγωγῷ τὸν παῖδα ὑβρίσαντι κατ᾽ ἰδίαν ἐπιτιμᾷ λέγων· Μὴ ἔσο τραχὺς, μηδὲ σκληρός· τῷ δὲ νέῳ τὰ ἐναντία λέγει· Κἂν ἀδίκως ὑβρίζῃ, φέρε· ἀπὸ τῶν ἐναντίων ἕν τι χρήσιμον συνάγων. Οὕτω καὶ Παῦλος, τοῖς μὲν ὑγιαίνουσι καὶ προσαιτοῦσιν ἔλεγεν· Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω, ἵνα αὐτοὺς εἰς ἔργον ἐμβάλῃ· τοῖς δὲ ἐλεεῖν δυναμένοις· Ὑμεῖς δὲ τὸ καλὸν ποιοῦντες μὴ ἐκκακήσητε, ἵνα αὐτοὺς εἰς ἐλεημοσύνην ἀγάγῃ. Οὕτω καὶ ἡνίκα τοῖς ἐξ ἐθνῶν παρῄνει ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ μὴ ὑψηλοφρονεῖν κατὰ τῶν Ἰουδαίων, καὶ τὴν ἀγριελαίαν παρήγαγεν εἰς μέσον, καὶ ἄλλα μὲν τούτοις, ἄλλα δὲ ἐκείνοις φαίνεται λέγων. Μὴ τοίνυν εἰς ὠμότητα ἐκπέσωμεν, ἀλλ᾽ ἀκούσωμεν Παύλου λέγοντος· Τὸ καλὸν ποιοῦντες μὴ ἐκκακεῖτε· ἀκούσωμεν τοῦ Δεσπότου λέγοντος· Παντὶ τῷ αἰτοῦντί σε δίδου· καὶ, Γίνεσθε οἰκτίρμονες ὡς ὁ Πατὴρ ὑμῶν. Καίτοι πολλὰ εἰπὼν, οὐδαμοῦ τοῦτο τέθεικεν, ἀλλ᾽ ἐπὶ τῶν οἰκτιρμῶν μόνον.

Οὐδὲν γὰρ ἡμᾶς ἴσους Θεῷ ποιεῖ, ὡς τὸ εὐεργετεῖν. εʹ. Ἀλλ᾽ οὐδὲν ἀναιδέστερον, φησὶ, πένητος. Διατί; παρακαλῶ· ὅτι ἐπιτρέχων καταβοᾷ; Βούλει οὖν δείξω, ὅτι ἐκείνων ἡμεῖς ἐσμεν ἀναισχυντότεροι, καὶ σφόδρα ἀναιδεῖς; Ἀναμνήσθητί μοι νῦν ἐν καιρῷ τῆς νηστείας, ποσάκις τραπέζης παρακειμένης ἐν ἑσπέρᾳ, τὸν ὑπηρετοῦντα οἰκέτην καλέσας, ἵνα σχολαιότερον βαδίσῃ, πάντα ἀνέτρεψας, λακτίζων, ὑβρίζων, λοιδορούμενος, ὑπὲρ ἀναβολῆς μόνον μικρᾶς· καίτοι σφόδρα εἰδὼς, ὅτι κἂν μὴ εὐθέως, ἀλλὰ μικρὸν ὕστερον ἀπολαύσῃ τῆς ἐδωδῆς. Εἶτα σαυτὸν μὲν ὑπὲρ τοῦ μηδενὸς ἐκθηριούμενον οὐ καλεῖς ἀναίσχυντον, τὸν δὲ πένητα τὸν ὑπὲρ τῶν μειζόνων δεδοικότα καὶ τρέμοντα (οὐδὲ γὰρ περὶ μελλήσεως, ἀλλὰ περὶ λιμοῦ πᾶς ὁ φόβος αὐτῷ), τοῦτον καὶ ἰταμὸν, καὶ ἀναιδῆ, καὶ ἀναίσχυντον, καὶ πάντα προσερεῖς τὰ αἴσχιστα; Καὶ πῶς οὐκ ἐσχάτης τοῦτο ἀναισχυντίας; Ἀλλ᾽ οὐκ ἐννοοῦμεν ταῦτα· διὰ τοῦτο ἐκείνους ἐπαχθεῖς εἶναι νομίζομεν· ὡς εἴ γε τὰ ἡμέτερα ἐξητάζομεν καὶ παρεβάλλομεν τοῖς ἐκείνων, οὐκ ἂν αὐτοὺς ἐνομίσαμεν εἶναι φορτικούς. Μὴ δὴ γίνου πικρὸς δικαστής. Καὶ γὰρ εἰ πάντων ἁμαρτημάτων ἦς ἀπηλλαγμένος, οὐδὲ οὕτω σοι ἐπέτρεπεν ὁ τοῦ Θεοῦ νόμος ἀκριβῆ γενέσθαι ἐξεταστὴν τῶν ἀλλοτρίων. Εἰ γὰρ ὁ Φαρισαῖος διὰ τοῦτο ἀπώλετο, ποίας τευξόμεθα ἀπολογίας ἡμεῖς;

Εἰ τοῖς κατωρθωκόσιν οὐκ ἐπιτρέπει πικρῶς ἐξετάζειν τὰ ἑτέρων, πολλῷ μᾶλλον τοῖς ἐπταικόσι. Μὴ τοίνυν ὠμοὶ, μηδὲ ἀπηνεῖς, μὴ ἄστοργοι, μὴ ἄσπονδοι, μὴ θηρίων χείρους ὦμεν. Καὶ γὰρ πολλοὺς εἰς τοῦτο οἶδα θηριωδίας ἐλθόντας, ὡς δι᾽ ὄκνον μικρὸν λιμώττοντας περιορᾷν, καὶ ταῦτα λέγοντας τὰ ῥήματα· Οὐ πάρεστιν οἰκέτης ἐμοὶ νῦν, πόῤῥω τῆς οἰκίας ἐσμὲν, τραπεζίτης οὐδείς ἐστί μοι γνώριμος. Ὢ τῆς ὠμότητος! Τὸ μεῖζον ὑπέσχου, καὶ τὸ ἔλαττον οὐκ ἀνύεις; ἵνα σὺ μὴ βαδίσῃς μικρὸν, ἐκεῖνος λιμῷ διαφθείρεται;

Ὢ τῆς ὕβρεως! ὢ τοῦ τύφου! Εἰ γὰρ δέκα στάδια βαδίσαι ἐχρῆν, ὀκνῆσαι ἔδει; Οὐδὲ ἐννοεῖς ὅτι μείζων ὁ μισθός σοι οὕτω γίνεται; Ὅταν μὲν γὰρ δῷς, ὑπὲρ τοῦ διδομένου λαμβάνεις μισθὸν μόνον· ὅταν δὲ καὶ αὐτὸς βαδίσῃς, καὶ τούτου σοι κεῖται πάλιν ἀμοιβή.

Ἐπεὶ καὶ τὸν πατριάρχην διὰ τοῦτο θαυμάζομεν, ὅτι αὐτὸς ἐπὶ τὰς βοῦς ἔδραμε, καὶ τὸ μοσχάριον ἥρπασε, καὶ ταῦτα τριακοσίους δέκα ὀκτὼ οἰκογενεῖς ἔχων. Νῦν δὲ τοσούτου τινές εἰσι τύφου πεπληρωμένοι, ὡς διὰ παίδων ταῦτα ποιεῖν, καὶ μὴ αἰσχύνεσθαι. Ἀλλὰ δι᾽ ἐμαυτοῦ ταῦτα κελεύεις ἀνύειν; φησί· καὶ πῶς οὐ δόξω κενοδοξεῖν; Καὶ μὴν καὶ νῦν δι᾽ ἑτέραν κενοδοξίαν τοῦτο ποιεῖς, αἰσχυνόμενος ὀφθῆναι πένητι διαλεγόμενος.

Ἀλλ᾽ οὐδὲν ὑπὲρ τούτων ἀκριβολογοῦμαι· μόνον δίδου, εἴτε διὰ σαυτοῦ, εἴτε δι᾽ ἑτέρου τοῦτο βούλει ποιεῖν· καὶ μὴ ἐγκάλει, μὴ πλῆττε, μὴ λοιδόρει. Φαρμάκων γὰρ, οὐ τραυμάτων, δεῖται ὁ προσιών· ἐλέου, οὐ ξίφους. Εἰπὲ γάρ μοι, εἴ τις λίθῳ βληθεὶς καὶ τραῦμα λαβὼν κατὰ τῆς κεφαλῆς, τοὺς ἄλλους ἅπαντας ἀφεὶς, προσέδραμέ σου τοῖς γόνασι καταῤῥεόμενος τῷ αἵματι, ἆρα ἑτέρῳ λίθῳ πατάξας προσέθηκας ἂν αὐτῷ ἕτερον τραῦμα; Οὐκ ἔγωγε οἶμαι, ἀλλὰ καὶ αὐτὸ ἐπεχείρησας ἂν διορθῶσαι. Τί οὖν ἐπὶ τῶν πενήτων ποιεῖς τὰ ἐναντία;

Οὐκ οἶδας ὅσον δύναται καὶ ἀναστῆσαι καὶ καθελεῖν λόγος; Κρεῖττον γὰρ, φησὶ, λόγος ἢ δόσις. Οὐ λογίζῃ, ὅτι κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς, καὶ χαλεπώτερον τραῦμα λαμβάνεις, ὅταν λοιδορηθεὶς ἐκεῖνος ἀναχωρήσῃ σιγῇ, στένων καὶ πολλὰ δακρύων; Καὶ γὰρ παρὰ τοῦ Θεοῦ πέμπεται πρὸς σέ. Ἐννόησον οὖν, ὑβρίζων αὐτὸν, ποῦ διαβιβάζεις τὴν ὕβριν, ὅταν ἐκεῖνος μὲν πρὸς σὲ πέμπῃ, καὶ σοὶ δοῦναι κελεύῃ, σὺ δὲ μὴ μόνον μὴ δῷς, ἀλλὰ καὶ ὑβρίσῃς ἐλθόντα. Εἰ δὲ ἀγνοεῖς τὴν ὑπερβολὴν τῆς ἀτοπίας, ἐπ᾽ ἀνθρώπων αὐτὸ σκόπησον, καὶ τότε εἴσῃ καλῶς τὸ μέγεθος τῆς ἁμαρτίας. Εἰ γὰρ σὸς οἰκέτης παρὰ σοῦ κελευσθεὶς πρὸς ἕτερον ἀπελθεῖν οἰκέτην, ἀργύριον ἔχοντα σὸν λαβεῖν, οὐ μόνον κεναῖς ἐπανῆλθε χερσὶν, ἀλλὰ καὶ ὑβρισθεὶς, τί οὐκ ἂν εἰργάσω τὸν ὑβρικότα; πόσην οὐκ ἂν δίκην ἀπῄτησας, ἅτε λοιπὸν αὐτὸς ὢν ὁ ὑβρισμένος; Τοῦτο καὶ ἐπὶ τοῦ Θεοῦ λογίζου· καὶ γὰρ αὐτὸς πέμπει πρὸς ἡμᾶς τοὺς πένητας, καὶ τὰ ἐκείνου δίδομεν, ἂν ἄρα δῶμεν. Ἂν δὲ πρὸς τῷ μὴ δοῦναι καὶ ὑβρισθέντας ἐκπέμψωμεν, ἐννόησον πόσων σκηπτῶν, πόσων κεραυνῶν ἄξιον πρᾶγμα ποιοῦμεν.

Ταῦτ᾽ οὖν ἅπαντα λογιζόμενοι, καὶ τὴν γλῶτταν χαλινώσωμεν, καὶ τὴν ἀπανθρωπίαν ἐκβάλωμεν, καὶ τὴν χεῖρα πρὸς ἐλεημοσύνην ἐκτείνωμεν, καὶ μὴ χρήμασι μόνον, ἀλλὰ καὶ ῥήμασι παραμυθώμεθα τοὺς δεομένους· ἵνα καὶ τὴν ἀπὸ τῆς λοιδορίας κόλασιν ἐκφύγωμεν, καὶ τὴν ἀπὸ τῆς εὐλογίας καὶ ἐλεημοσύνης βασιλείαν κληρονομήσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Λϛʹ. Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν. αʹ. Ἐπειδὴ γὰρ αὐτοὺς ἔπεμψεν, ὑπεξήγαγε λοιπὸν ἑαυτὸν, διδοὺς χώραν αὐτοῖς καὶ καιρὸν ποιεῖν ἅπερ ἐπέταξεν.

Οὐ γὰρ ἂν αὐτοῦ παρόντος καὶ θεραπεύοντος ἠθέλησεν ἄν τις ἐκείνοις προσελθεῖν. Ἀκούσας δὲ Ἰωάννης ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Ἰησοῦ, πέμψας δύο τῶν μαθητῶν, ἠρώτα αὐτὸν λέγων· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; Ὁ δὲ Λουκᾶς φησιν, ὅτι καὶ αὐτοὶ ἀπήγγειλαν τὰ σημεῖα τῷ Ἰωάννῃ, καὶ τότε ἔπεμψεν αὐτούς. Πλὴν ἀλλὰ τοῦτο μὲν ἀπορίαν οὐδεμίαν ἔχει, ἀλλὰ θεωρίαν μόνον· τὴν γὰρ ζηλοτυπίαν αὐτῶν ἐμφαίνει καὶ τοῦτο τὴν πρὸς αὐτόν· τὸ δὲ ἑξῆς σφόδρα ἐστὶ τῶν ζητουμένων. Ποῖον δὴ τοῦτο; Τὸ εἰπεῖν, Σὺ εἰ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;

Ὁ γὰρ πρὸ τῶν σημείων εἰδὼς αὐτὸν, ὁ παρὰ τοῦ Πνεύματος μαθὼν, ὁ παρὰ τοῦ Πατρὸς ἀκούσας, ὁ ἐπὶ πάντων ἀνακηρύξας, νῦν πέμπει παρ᾽ αὐτοῦ μαθησόμενος εἴτε αὐτὸς εἴη, εἴτε μή; Καίτοι εἰ μὴ οἶδας ὅτι αὐτός ἐστι σαφῶς, πῶς σαυτὸν ἀξιόπιστον εἶναι νομίζεις, ἀποφαινόμενος ὑπὲρ τῶν ἀγνοουμένων;

Τὸν γὰρ ἑτέροις μαρτυρήσοντα. πρότερον αὐτὸν ἀξιόπιστον εἶναι δεῖ. Οὐ σὺ ἔλεγες, ὅτι Οὐκ εἰμὶ ἱκανὸς λῦσαι αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος; Οὐ σὺ ἔλεγες, ὅτι Οὐκ ᾔδειν αὐτὸν, ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ᾽ ὂν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ; Οὐκ εἶδες τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς; οὐχὶ τῆς φωνῆς ἤκουσας; Οὐχὶ διεκώλυες αὐτὸν λέγων, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι; Οὐχὶ καὶ τοῖς μαθηταῖς ἔλεγες, Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι;

Οὐχὶ τὸν δῆμον ἐδίδασκες ἅπαντα, ὅτι αὐτὸς αὐτοὺς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί; καὶ ὅτι αὐτός ἐστιν ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου; Οὐχὶ πρὸ τῶν σημείων ταῦτα πάντα καὶ τῶν θαυμάτων ἀνεκήρυξας; Πῶς οὖν νῦν, ὅτε δῆλος πᾶσιν ἐγένετο, καὶ πανταχοῦ διῆλθεν αὐτοῦ ἡ φήμη, καὶ νεκροὶ ἠγέρθησαν, καὶ δαίμονες ἀπηλάθησαν, καὶ σημείων τοσούτων ἐπίδειξις γέγονε, τότε πέμπεις μανθάνων παρ᾽ αὐτοῦ; Τί δὴ γέγονεν; ἀπάτη τις ἦν πάντα ἐκεῖνα τὰ ῥήματα, σκηνὴ καὶ μῦθοι; Καὶ τίς ἂν ταῦτα νοῦν ἔχων εἴποι; Οὐ λέγω, Ἰωάννης, ὁ ἐν τῇ μήτρᾳ σκιρτήσας, ὁ πρὸ τῶν ὠδίνων αὐτὸν ἀνακηρύξας, ὁ τῆς ἐρήμου πολίτης, ὁ τὴν ἀγγελικὴν ἐπιδειξάμενος πολιτείαν· ἀλλ᾽ εἰ καὶ τῶν πολλῶν εἷς ἦν, καὶ τῶν σφόδρα ἀπεῤῥιμμένων, οὐκ ἂν μετὰ τοσαύτας μαρτυρίας, καὶ τὰς παρ᾽ ἑαυτοῦ καὶ τὰς παρ᾽ ἑτέρων, ἀμφέβαλλεν. Ὅθεν δῆλον, ὅτι οὐδὲ αὐτὸς ἀμφισβητῶν ἔπεμπεν, οὐδὲ ἀγνοῶν ἠρώτα. Οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοι τις εἰπεῖν, ὅτι ᾔδει μὲν σαφῶς, διὰ δὲ τὸ δεσμωτήριον δειλότερος γέγονεν· οὐδὲ γὰρ ἀπαλλαγήσεσθαι ἐντεῦθεν προσεδόκα, οὐδὲ εἰ προσεδόκα, προὔδωκεν ἂν τὴν εὐσέβειαν ὁ πρὸς θανάτους παρατεταγμένος.

Οὐδὲ γὰρ ἂν, εἰ μὴ πρὸς τοῦτο ἦν παρεσκευασμένος, πρὸς δῆμον ὁλόκληρον, αἵματα μελετήσαντα ἐκχέειν προφητικὰ, τοσαύτην ἂν ἐπεδείξατο τὴν ἀνδρείαν· οὐκ ἂν τὸν ὠμὸν τύραννον ἐκεῖνον μετὰ τοσαύτης ἂν ἤλεγξε τῆς παῤῥησίας ἐν μέσῃ πόλει καὶ ἀγορᾷ, καθάπερ παιδίῳ μικρῷ σφόδρα ἐπιτιμῶν, ἀκουόντων ἁπάντων. Εἰ δὲ καὶ δειλότερος γέγονε, πῶς τοὺς μαθητὰς οὐκ ᾐσχύνετο τοὺς ἑαυτοῦ, ἐφ᾽ ὧν αὐτῷ τοσαῦτα ἐμαρτύρησεν, ἀλλὰ δι᾽ αὐτῶν ἠρώτα, ὀφείλων δι᾽ ἑτέρων; Καίτοιγε ᾔδει σαφῶς, ὅτι καὶ ἐζηλοτύπουν αὐτὸν, καὶ λαβήν τινα εὑρεῖν ἐπεθύμουν.

Πῶς δὲ τὸν δῆμον τὸν Ἰουδαϊκὸν οὐκ ἠρυθρίασεν, ἐφ᾽ οὗ τοσαῦτα ἐκήρυξε; Τί δὲ αὐτῷ καὶ εἰς τὴν ἀπαλλαγὴν τῶν δεσμῶν ἐντεῦθεν πλέον ἐγίνετο; Οὐδὲ γὰρ διὰ τὸν Χριστὸν ἦν ἐμβεβλημένος, οὐδὲ διὰ τὸ ἀνακηρῦξαι αὐτοῦ τὴν δύναμιν, ἀλλὰ διὰ τὸν ἔλεγχον τὸν ἐπὶ τῷ παρανόμῳ γάμῳ. Ποίου δὲ παιδίου ἀνοήτου, τίνος δὲ ἀνθρώπου μαινομένου οὐκ ἂν ἑαυτῷ δόξαν περιέθηκε; Τί οὖν ἐστι τὸ κατασκευαζόμενον; Ὅτι μὲν γὰρ οὐκ ἔστιν Ἰωάννου τὸ ἀμφισβητῆσαι ταῦτα, ἀλλ᾽ οὐδὲ τοῦ τυχόντος, οὐδὲ τοῦ σφόδρα ἀνοήτου καὶ παραπαίοντος, ἐκ τῶν εἰρημένων δῆλον· δεῖ δὲ λοιπὸν τὴν λύσιν ἐπαγαγεῖν. Τίνος οὖν ἕνεκεν ἔπεμψεν ἐρωτῶν; Ἀπεπήδων τοῦ Ἰησοῦ οἱ Ἰωάννου μαθηταί· καὶ τοῦτο παντί που δῆλόν ἐστι· καὶ ζηλοτύπως ἀεὶ πρὸς αὐτὸν εἶχον. Καὶ δῆλον ἐξ ὧν πρὸς τὸν Διδάσκαλον ἔλεγον· Ὃς γὰρ ἦν, φησὶ, μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν· καὶ πάλιν· Ζήτησις ἐγένετο τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίων περὶ καθαρισμοῦ· καὶ αὐτῷ πάλιν προσελθόντες ἔλεγον· Διατί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν πολλὰ, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν;

βʹ. Οὔπω γὰρ ἦσαν εἰδότες, τίς ἦν ὁ Χριστὸς, ἀλλὰ τὸν μὲν Ἰησοῦν ἄνθρωπον ψιλὸν ὑποπτεύοντες, τὸν δὲ Ἰωάννην μείζονα ἢ κατὰ ἄνθρωπον, ἐδάκνοντο εὐδοκιμοῦντα τοῦτον ὁρῶντες, ἐκεῖνον δὲ, καθὼς εἶπε, λοιπὸν λήγοντα. Καὶ τοῦτο αὐτοὺς ἐκώλυε προσελθεῖν, τῆς ζηλοτυπίας διατειχιζούσης τὴν πρόσοδον. Ἕως μὲν οὖν ἦν Ἰωάννης μετ᾽ αὐτῶν, παρεκάλει συνεχῶς καὶ ἐδίδασκε, καὶ οὐδὲ οὕτως ἔπειθεν· ἐπειδὴ δὲ λοιπὸν ἔμελλε τελευτᾷν, πλείονα ποιεῖται τὴν σπουδήν. Καὶ γὰρ ἐδεδοίκει μὴ καταλίπῃ πονηροῦ δόγματος ὑπόθεσιν, καὶ μείνωσιν ἀπεῤῥηγμένοι τοῦ Χριστοῦ. Αὐτὸς μὲν γὰρ ἐσπούδαζε καὶ παρὰ τὴν ἀρχὴν αὐτῷ προσαγαγεῖν ἅπαντας τοὺς αὐτοῦ· ἐπειδὴ δὲ οὐκ ἔπειθε, τελευτῶν λοιπὸν πλείονα ποιεῖται τὴν προθυμίαν. Εἰ μὲν οὖν εἶπεν, ὅτι Ἀπέλθετε πρὸς αὐτὸν, αὐτός μου βελτίων ἐστὶν, οὐκ ἂν ἔπεισε δυσαποσπάστως ἔχοντας· ἀλλὰ καὶ ἐνομίσθη μετριάζων ἂν ταῦτα λέγειν, καὶ μᾶλλον ἂν αὐτῷ προσηλώθησαν· εἰ δὲ ἐσίγησε, πάλιν οὐδὲν πλέον ἐγίνετο. Τί οὖν ποιεῖ; Ἀναμένει παρ᾽ αὐτῶν ἀκοῦσαι, ὅτι θαύματα ἐργάζεται· καὶ οὐδὲ οὕτως αὐτοῖς παραινεῖ, οὐδὲ πάντας πέμπει, ἀλλὰ δύο τινὰς οὓς ᾔδει ἴσως τῶν ἄλλων εὐπειθεστέρους ὄντας, ἵνα ἀνύποπτος ἡ ἐρώτησις γένηται, ἵνα παρὰ τῶν πραγμάτων μάθωσι τὸ μέσον τοῦ Ἰησοῦ κἀκείνου· καί φησιν· Ἀπέλθετε καὶ εἴπατε· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;

Ὁ δὲ Χριστὸς τὴν γνώμην εἰδὼς τὴν Ἰωάννου, οὐκ εἶπεν, ὅτι Ἐγώ εἰμι· πάλιν γὰρ ἂν προσέστη τοῦτο τοῖς ἀκούουσι, καίτοι τοῦτο ἀκόλουθον ἦν εἰπεῖν· ἀλλὰ ἀπὸ τῶν πραγμάτων αὐτοὺς ἀφίησι μανθάνειν. Λέγει γὰρ, ὅτι προσελθόντων αὐτῷ τούτων, τότε ἐθεράπευσε πολλούς.

Καίτοι ποία ἀκολουθία ἦν, ἐρωτηθέντα, Σὺ εἶ; πρὸς μὲν τοῦτο μηδὲν εἰπεῖν, θεραπεῦσαι δὲ εὐθέως τοὺς κακῶς ἔχοντας, εἰ μὴ τοῦτο ἐβούλετο κατασκευάσαι, ὅπερ εἶπον ἐγώ; Καὶ γὰρ τὴν ἀπὸ τῶν πραγμάτων μαρτυρίαν πιστοτέραν καὶ μᾶλλον ἀνύποπτον εἶναι ἐνόμιζον τῆς ἀπὸ τῶν ῥημάτων. Εἰδὼς τοίνυν, ἅτε Θεὸς ὢν, τὴν διάνοιαν μεθ᾽ ἧς αὐτοὺς ἔπεμψεν ὁ Ἰωάννης, εὐθέως ἐθεράπευσε τυφλοὺς, χωλοὺς, καὶ ἑτέρους πολλοὺς, οὐκ ἐκεῖνον διδάσκων, (πῶς γὰρ τὸν πεπεισμένον;) ἀλλὰ τούτους τοὺς ἀμφιβάλλοντας· καὶ θεραπεύσας φησί· Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· Τυφλοὶ ἀναβλέπουσι, καὶ χωλοὶ περιπατοῦσι, καὶ λεπροὶ καθαρίζονται, καὶ κωφοὶ ἀκούουσι, καὶ νεκροὶ ἐγείρονται, καὶ πτωχοὶ εὐαγγελίζονται· καὶ προσέθηκε· Καὶ μακάριος ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί· δεικνὺς ὅτι καὶ τὰ ἀπόῤῥητα αὐτῶν οἶδεν. Εἰ μὲν γὰρ εἶπεν, ὅτι Ἐγώ εἰμι, καὶ προσέστη ἂν, ὅπερ ἔφθην εἰπὼν, τοῦτο αὐτοῖς, καὶ ἐνενόησαν ἂν, εἰ καὶ μὴ εἶπον, ὅπερ Ἰουδαῖοι πρὸς αὐτὸν ἔλεγον· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς. Διὰ τοῦτο αὐτὸς μὲν οὐ λέγει τοῦτο, ἀπὸ δὲ τῶν θαυμάτων ἀφίησιν αὐτοὺς πάντα μαθεῖν, ἀνύποπτον τὴν διδασκαλίαν ποιούμενος καὶ σαφεστέραν. Διὰ τοῦτο καὶ τὸν ἔλεγχον αὐτῶν λανθανόντως ἐπήγαγεν.

Ἐπειδὴ γὰρ ἐσκανδαλίζοντο ἐν αὐτῷ, τὸ πάθος αὐτῶν ἀνακηρύξας, καὶ τῷ συνειδότι αὐτῶν μόνῳ τοῦτο καταλιπὼν, καὶ οὐδένα μάρτυρα τῆς κακηγορίας ταύτης ποιησάμενος, ἀλλ᾽ ἢ μόνους ἐκείνους τοὺς ταῦτα ἐπισταμένους, μειζόνως αὐτοὺς καὶ ταύτῃ ἐπεσπάσατο, εἰπών· Μακάριος ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. Καὶ γὰρ αὐτοὺς αἰνιττόμενος ταῦτα ἔλεγεν. Ἵνα δὲ μὴ τὰ παρ᾽ ἡμῶν εἰρημένα μόνον, ἀλλὰ καὶ τὰ παρ᾽ ἑτέρων λεγόμενα θέντες εἰς μέσον, σαφεστέραν ὑμῖν ἐκ τῆς παραθέσεως τῶν λεγομένων ποιήσωμεν τὴν ἀλήθειαν, ἀναγκαῖον κἀκεῖνα εἰπεῖν. Τί οὖν φασί τινες; Ὅτι οὐχ αὕτη ἐστὶν ἡ αἰτία ἡ παρ᾽ ἡμῶν εἰρημένη, ἀλλ᾽ ἠγνόει ὁ Ἰωάννης, ἠγνόει δὲ οὐ τὸ πᾶν· ἀλλ᾽ ὅτι μὲν αὐτὸς ἦν ὁ Χριστὸς, ᾔδει, εἰ δὲ καὶ ὑπὲρ ἀνθρώπων ἔμελλε τελευτᾷν, οὐκ ᾔδει· διὰ τοῦτο εἶπε, Σὺ εἶ ὁ ἐρχόμενος; τουτέστιν, ὁ εἰς τὸν ᾅδην μέλλων καταβαίνειν. Ἀλλ᾽ οὐκ ἂν ἔχοι τοῦτο λόγον· ὁ γὰρ Ἰωάννης οὐδὲ τοῦτο ἠγνόει. Τοῦτο γοῦν καὶ πρὸ τῶν ἄλλων ἐκήρυσσε, καὶ πρῶτον τοῦτο ἐμαρτύρησεν. Ἴδε γὰρ, φησὶν, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἀμνὸν δὲ ἐκάλεσε, τὸν σταυρὸν ἀνακηρύττων· καὶ τῷ εἰπεῖν δὲ, Ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, τὸ αὐτὸ τοῦτο ἐδήλωσεν. Οὐ γὰρ ἑτέρως, ἀλλ᾽ ἢ διὰ τοῦ σταυροῦ τοῦτο εἰργάσατο· ὃ καὶ Παῦλος ἔλεγε· Καὶ τὸ χειρόγραφον, ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἐκ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ.

Καὶ τὸ λέγειν δὲ, ὅτι Ἐν Πνεύματι βαπτίσει ὑμᾶς, τὰ μετὰ τὴν ἀνάστασιν προφητεύσαντος ἦν. Ἀλλ᾽ ὅτι μὲν ἀναστήσεται, φησὶν, ᾔδει, καὶ δώσει Πνεῦμα ἅγιον· ὅτι δὲ καὶ σταυρωθήσεται, οὐκ ᾔδει. Πῶς οὖν ἔμελλεν ἀνίστασθαι ὁ μὴ παθὼν, μηδὲ σταυρωθείς; πῶς δὲ μείζων προφήτου οὗτος, ὁ μηδὲ τὰ τῶν προφητῶν ἐπιστάμενος;

γʹ. Ὅτι γὰρ μείζων προφήτου ἦν, καὶ αὐτὸς ὁ Χριστὸς ἐμαρτύρησεν· ὅτι δὲ οἱ προφῆται τὸ πάθος ᾔδεσαν, παντί που δῆλόν ἐστι. Καὶ γὰρ Ἡσαΐας φησίν· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Καὶ πρὸ τῆς μαρτυρίας δὲ ταύτης φησίν· Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν.

Εἶτα τὸ πάθος λέγων καὶ τὴν ἀπ᾽ αὐτοῦ δόξαν ἐπήγαγε· Καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Οὐ μόνον δὲ ὅτι σταυρωθήσεται προὔλεγεν οὗτος, ἀλλὰ καὶ μετὰ τίνων· Καὶ γὰρ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, φησί. Καὶ οὐδὲ τοῦτο μόνον, ἀλλ᾽ ὅτι οὐδὲ ἀπολογήσεται· Οὗτος γὰρ, φησὶν, οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· καὶ ὅτι ἀδίκως κατακριθήσεται· Ἐν τῇ ταπεινώσει γὰρ αὐτοῦ, φησὶν, ἡ κρίσις αὐτοῦ ἤρθη. Καὶ πρὸ τούτου δὲ ὁ Δαυῒδ καὶ τοῦτο λέγει, καὶ τὸ δικαστήριον ὑπογράφει.

Ἵνα τί γὰρ, φησὶν, ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ, κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Ἀλλαχοῦ δὲ καὶ τὸν τύπον λέγει τοῦ σταυροῦ, οὕτω λέγων· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου· καὶ τὰ παρὰ τῶν στρατιωτῶν τολμηθέντα προστίθησι μετὰ πάσης ἀκριβείας· Διεμερίσαντο γὰρ, φησὶ, τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Καὶ ἀλλαχοῦ δὲ ὅτι καὶ ὄξος προσήνεγκαν αὐτῷ λέγει· Ἔδωκαν γὰρ, φησὶν, εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Εἶτα οἱ μὲν προφῆται πρὸ τοσούτων ἐτῶν καὶ τὸ δικαστήριον, καὶ τὴν καταδίκην, καὶ τοὺς συσταυρωθέντας μετ᾽ αὐτοῦ λέγουσι, καὶ τῶν ἱματίων τὴν διανομὴν, καὶ τὸν ἐπ᾽ αὐτῶν κλῆρον, καὶ πολλῷ πλείονα ἕτερα· οὐδὲ γὰρ πάντα ἀναγκαῖον παρατιθέναι νῦν, ὥστε μὴ μακρὸν ποιῆσαι τὸν λόγον· οὗτος δὲ ὁ μείζων ἐκείνων ἁπάντων, ἅπαντα ταῦτα ἠγνόει; Καὶ πῶς ἂν ἔχοι λόγον; Τίνος δὲ ἕνεκεν οὐκ ἔλεγε, Σὺ εἶ ὁ ἐρχόμενος εἰς τὸν ᾅδην; ἀλλ᾽ ἁπλῶς, Ὁ ἐρχόμενος; Καίτοι πολλῷ καταγελαστότερον τούτου ἐκεῖνο ἂν εἴη· φασὶ γάρ· Διὰ τοῦτο ταῦτα ἔλεγεν, ἵνα κἀκεῖ ἀπελθὼν κηρύξῃ. Πρὸς οὓς εὔκαιρον εἰπεῖν· Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε. Ὁ μὲν γὰρ παρὼν βίος πολιτείας ἐστὶ καιρός· μετὰ δὲ τελευτὴν κρίσις καὶ κόλασις.

Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι; Πῶς οὖν συνετρίβησαν πύλαι χαλκαῖ, καὶ μοχλοὶ σιδηροῖ συνεθλάσθησαν; Διὰ τοῦ σώματος τοῦ αὐτοῦ. Τότε γὰρ πρῶτον ἐδείχθη σῶμα ἀθάνατον, καὶ διαλύον τοῦ θανάτου τὴν τυραννίδα. Ἄλλως δὲ τοῦτο τοῦ θανάτου δείκνυσι τὴν ἰσχὺν ἀνῃρημένην, οὐ τῶν πρὸ τῆς παρουσίας αὐτοῦ τετελευτηκότων τὰ ἁμαρτήματα λελυμένα. Εἰ δὲ μὴ τοῦτο, ἀλλὰ καὶ τοὺς ἔμπροσθεν ἅπαντας ἀπήλλαξε γεέννης, πῶς φησιν, Ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥων; Τοῦτο γὰρ ὡς καὶ ἐκείνων κολασθησομένων εἴρηται, ἡμερώτερον μὲν, κολασθησομένων δ᾽ οὖν ὅμως. Καίτοιγε καὶ δίκην ἐνταῦθα ἔδοσαν τὴν ἐσχάτην· ἀλλ᾽ ὅμως οὐδὲ τοῦτο αὐτοὺς ἐξαιρήσεται.

Εἰ δὲ τούτους, πολλῷ μᾶλλον τοὺς μηδὲν πεπονθότας. Τί οὖν; ἠδικήθησαν, φησὶν, οἱ πρὸ τῆς παρουσίας αὐτοῦ; Οὐδαμῶς· ἐνῆν γὰρ καὶ μὴ ὁμολογήσαντας τὸν Χριστὸν τότε σωθῆναι. Οὐ γὰρ τοῦτο ἀπῃτεῖτο παρ᾽ αὐτῶν, ἀλλὰ τὸ μὴ εἰδωλολατρεῖν, καὶ τὸ τὸν ἀληθινὸν Θεὸν εἰδέναι.

Κύριος γὰρ, φησὶν, ὁ Θεός σου, Κύριος εἷς ἐστι. Διὰ τοῦτο καὶ οἱ Μακκαβαῖοι ἐθαυμάζοντο, ὅτι ὑπὲρ τῆς τοῦ νόμου φυλακῆς ἔπαθον ἅπερ ἔπαθον, καὶ οἱ παῖδες οἱ τρεῖς, καὶ ἕτεροι δὲ πολλοὶ παρὰ Ἰουδαίοις, βίον ἄριστον ἐπιδειξάμενοι, καὶ τὸ μέτρον τῆς γνώσεως ταύτης διατηρήσαντες, οὐδὲν ἀπῃτήθησαν πλέον. Τότε μὲν γὰρ ἤρκει εἰς σωτηρίαν, καθάπερ ἔφθην εἰπὼν, τὸ τὸν Θεὸν εἰδέναι μόνον· νυνὶ δὲ οὐκέτι, ἀλλὰ δεῖ καὶ τῆς τοῦ Χριστοῦ γνώσεως. Διὰ τοῦτο ἔλεγεν· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν.

Οὕτω καὶ ἐπὶ τῆς πολιτείας. Τότε μὲν ὁ φόνος ἀπώλλυε τὸν ἐργασάμενον, νῦν δὲ καὶ τὸ ὀργίζεσθαι. Καὶ τότε μὲν τὸ μοιχεύειν καὶ μίγνυσθαι ἀλλοτρίᾳ γυναικὶ κόλασιν ἔφερε· νῦν δὲ καὶ τὸ ἀκολάστοις ἰδεῖν ὀφθαλμοῖς.

Ὥσπερ γὰρ ἡ γνῶσις, οὕτω καὶ ἡ πολιτεία ἐπιτέταται νῦν. Ὥστε οὐδὲν ἔδει προδρόμου ἐκεῖ. Ἄλλως δὲ, εἰ μέλλοιεν μετὰ τὸ ἀποθανεῖν οἱ ἄπιστοι πιστεύοντες σώζεσθαι, οὐδεὶς ἀπολεῖταί ποτε. Πάντες γὰρ μεταγνώσονται τότε καὶ προσκυνήσουσι. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον Παύλου λέγοντος, ὅτι Πᾶσα γλῶσσα ἐξομολογήσεται, καὶ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων· καὶ, ὅτι Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Ἀλλ᾽ οὐδὲν ὄφελος τῆς ὑποταγῆς ἐκείνης· οὐ γὰρ προαιρέσεώς ἐστιν εὐγνώμονος, ἀλλὰ τῆς τῶν πραγμάτων, ὡς ἂν εἴποι τις, λοιπὸν ἀνάγκης.

δʹ. Μὴ δὴ τοιαῦτα λοιπὸν εἰσάγωμεν δόγματα γραώδη, καὶ μύθους Ἰουδαϊκούς. Ἄκουσον γοῦν τί περὶ τούτων ὁ Παῦλός φησιν· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· περὶ τῶν ἐν τῷ πρὸ τοῦ νόμου χρόνῳ διαλεγόμενος· Καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται· περὶ τῶν μετὰ Μωϋσέα πάντων λέγων· καὶ, Ὅτι ἀποκαλύπτεται ὀργὴ Θεοῦ ἀπ᾽ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων· καὶ, Θυμὸς καὶ ὀργὴ καὶ θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακὸν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος.

Καίτοι μυρία ἔπαθον ἐνταῦθα Ἕλληνες κακά· καὶ τοῦτο καὶ αἱ τῶν ἔξωθεν ἱστορίαι δηλοῦσι, καὶ αἱ Γραφαὶ αἱ παρ᾽ ἡμῖν. Τίς γὰρ ἂν διηγήσαιτο τὰς τῶν Βαβυλωνίων τραγῳδίας, ἢ τὰς τῶν Αἰγυπτίων; Ὅτι δὲ καὶ οἱ τὸν Χριστὸν οὐκ ἐγνωκότες πρὸ τῆς ἐνσάρκου παρουσίας, εἰδωλολατρείας δὲ ἀποστάντες, καὶ τὸν Θεὸν προσκυνήσαντες μόνον, καὶ πολιτείαν ἀρίστην ἐπιδειξάμενοι, ἁπάντων ἀπολαύσονται τῶν ἀγαθῶν, ἄκουσον τί φησιν· Δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Ὁρᾷς ὅτι ἀγαθῶν ἀμοιβαὶ πολλαὶ τούτοις εἰσὶ, καὶ κολάσεις καὶ τιμωρίαι πάλιν τοῖς τὰ ἐναντία πεποιηκόσι; Ποῦ τοίνυν εἰσὶν οἱ τῇ γεέννῃ διαπιστοῦντες;

Εἰ γὰρ οἱ πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ, οἱ μηδὲ ὄνομα γεέννης ἀκούσαντες, μηδὲ ἀναστάσεως, καὶ ἐνταῦθα κολασθέντες, κἀκεῖ δώσουσι δίκην· πόσῳ μᾶλλον ἡμεῖς οἱ τοσούτοις τραφέντες λόγοις φιλοσοφίας; Καὶ πῶς εὔλογον, φησὶ, τοὺς μηδὲν περὶ γεέννης ἀκούσαντας, εἰς γέενναν ἐμπεσεῖν; Ἐροῦσι γὰρ, ὅτι Εἰ ἠπείλησας γέενναν, μᾶλλον ἂν ἐφοβήθημεν καὶ ἐσωφρονήσαμεν. Πάνυ γε, (οὐ γάρ;) ὡς ἡμεῖς βιοῦμεν νῦν, καθ᾽ ἑκάστην ἡμέραν ἀκούοντες τοὺς περὶ γεέννης λόγους, καὶ οὐδὲ ὅλως προσέχοντες.

Χωρὶς δὲ τούτων κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι ὁ ταῖς παρὰ πόδας μὴ κατεχόμενος τιμωρίαις, πολλῷ μᾶλλον ἐκείναις οὐ κατασχεθήσεται. Τοὺς γὰρ ἀλογωτέρους καὶ παχύτερον διακειμένους τὰ ἐν χερσὶ μᾶλλον καὶ εὐθέως συμβησόμενα εἴωθε σωφρονίζειν, ἢ τὰ μακροῖς ὕστερον ἐκβησόμενα χρόνοις. Ἀλλ᾽ ἡμῖν, φησὶ, μείζων ἐπεκρεμάσθη ὁ φόβος, καὶ τοῦτο ἐκεῖνοι ἠδίκηνται. Οὐδαμῶς.

Πρῶτον μὲν γὰρ οὐ τὰ αὐτὰ πρόκειται σκάμματα ἡμῖν κἀκείνοις, ἀλλὰ πολλῷ μείζονα ἡμῖν. Τοὺς δὲ μείζονας ἀναδεξαμένους πόνους, μείζονος ἔδει βοηθείας ἀπολαῦσαι. Βοήθεια δὲ οὐ μικρὰ, τὸ αὐξηθῆναι τὸν φόβον. Εἰ δὲ πλεονεκτοῦμεν αὐτῶν τῷ τὰ μέλλοντα εἰδέναι, πλεονεκτοῦσιν ἡμῶν κἀκεῖνοι τῷ παραυτίκα σφοδρὰς ἐπιφέρεσθαι τὰς τιμωρίας αὐτοῖς.

Ἀλλ᾽ ἕτερόν τι καὶ πρὸς ταῦτα λέγουσιν οἱ πολλοί. Ποῦ γὰρ τὸ δίκαιον, φησὶ, τοῦ Θεοῦ, ὅταν τις ἐνταῦθα ἁμαρτὼν, καὶ ἐνταῦθα κἀκεῖ κολάζηται; Βούλεσθε οὖν ὑμᾶς ἀναμνήσω τῶν ὑμετέρων λόγων, ἵνα μηκέτι κόπους ἡμῖν παρέχητε, ἀλλ᾽ οἴκοθεν φέρητε τὴν λύσιν;

Ἐγὼ πολλῶν ἤκουσα ἀνθρώπων ἡμετέρων, εἴ ποτε μάθοιεν ἀνδροφόνον ἀποτμηθέντα ἐν δικαστηρίῳ, δυσχεραινόντων καὶ ταῦτα λεγόντων τὰ ῥήματα· Τριάκοντα φόνους ὁ μιαρὸς οὗτος καὶ ἐναγὴς τολμήσας, ἢ καὶ πολλῷ πλείους, ἕνα μόνον αὐτὸς ὑπέμεινε θάνατον· καὶ ποῦ τὸ δίκαιον; Ὥστε ὑμεῖς αὐτοὶ ὁμολογεῖτε, ὅτι οὐκ ἀρκεῖ θάνατος εἷς εἰς τιμωρίαν. Πῶς οὖν τὰ ἐναντία ψηφίζεσθε νῦν; Ὅτι οὐχ ἑτέροις, ἀλλ᾽ ὑμῖν αὐτοῖς δικάζετε. Τοσοῦτον ἡ φιλαυτία γίνεται κώλυμα εἰς τὸ μὴ συνορᾷν τὸ δίκαιον. Διὰ τοῦτο ὅταν μὲν ἑτέροις κρίνωμεν, μετὰ ἀκριβείας ἅπαντα ἐξετάζομεν· ὅταν δὲ ἡμῖν αὐτοῖς δικάζωμεν, ἐσκοτώμεθα· ὡς ἐὰν καὶ ἐφ᾽ ἡμῶν αὐτῶν ταῦτα ἐξετάζωμεν, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, ἀδέκαστον τὴν ψῆφον οἴσομεν. Ἔστι γὰρ καὶ ἡμῖν ἁμαρτήματα, οὐ δύο καὶ τριῶν, ἀλλὰ μυρίων θανάτων ἄξια. Καὶ ἵνα τὰ ἄλλα παρῶ, ἀναμνήσωμεν ἑαυτοὺς ὅσοι τῶν μυστηρίων μετέχομεν ἀναξίως· οἱ δὲ τοιοῦτοι ἔνοχοί εἰσι τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ. Ὥστε ὅταν τὸν ἀνδροφόνον λέγῃς, καὶ σεαυτὸν λογίζου. Ἐκεῖνος μὲν γὰρ ἄνθρωπον ἐφόνευσε, σὺ δὲ τῆς σφαγῆς ὑπεύθυνος εἶ τοῦ Δεσπότου· κἀκεῖνος μὲν, οὐ μετασχὼν μυστηρίων· ἡμεῖς δὲ, τραπέζης ἀπολαύοντες ἱερᾶς. Τί δὲ οἱ τοὺς ἀδελφοὺς δάκνοντες καὶ κατεσθίοντες, καὶ πολὺν ἀφιέντες τὸν ἰόν; τί δὲ ὁ τὴν τροφὴν τῶν πενήτων ἀφαιρούμενος;

Εἰ γὰρ ὁ μὴ μεταδιδοὺς τοιοῦτός ἐστι, [πολλῷ μᾶλλον ὁ τὰ ἀλλότρια λαμβάνων.] Πόσων λῃστῶν οἱ πλεονέκται χείρους εἰσί; πόσων ἀνδροφόνων οἱ ἅρπαγες; πόσων τυμβωρύχων; πόσοι δὲ μετὰ τὸ ἀποδῦσαι καὶ αἱμάτων εἰσὶν ἐπιθυμηταί;

Ἄπαγε μὴ γένοιτο, φησί. Νῦν λέγεις, Μὴ γένοιτο· ὅταν ἐχθρὸν ἔχῃς, τότε εἰπὲ, Μὴ γένοιτο, καὶ μέμνησο τῶν εἰρημένων, καὶ βίον ἐπιδείκνυσο πολλῆς γέμοντα ἀκριβείας, ἵνα μὴ καὶ ἡμᾶς τὰ Σοδόμων μείνῃ, ἵνα μὴ τὰ Γομόῤῥων πάθωμεν, ἵνα μὴ τὰ Τυρίων ὑπομείνωμεν καὶ τὰ Σιδωνίων κακά· μᾶλλον δὲ ἵνα μὴ τῷ Χριστῷ προσκρούσωμεν, ὅπερ ἁπάντων ἐστὶ χαλεπώτερον [καὶ φοβερώτερον]. Εἰ γὰρ καὶ πολλοῖς ἡ γέεννα φοβερὸν εἶναι δοκεῖ, ἀλλ᾽ ἔγωγε οὐ παύσομαι συνεχῶς βοῶν, ὅτι τοῦτο γεέννης ἁπάσης χαλεπώτερον καὶ φοβερώτερον· καὶ ὑμᾶς οὕτω διακεῖσθαι παρακαλῶ.

Οὕτω γὰρ καὶ γεέννης ἀπαλλαγησόμεθα, καὶ τῆς παρὰ τοῦ Χριστοῦ ἀπολαύσομεν δόξης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΛΖʹ. Τούτων δὲ πορευομένων, ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· Τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες, ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν.

Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; προφήτην; Ναὶ, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. αʹ. Τὸ μὲν γὰρ κατὰ τοὺς μαθητὰς Ἰωάννου ᾠκονομήθη καλῶς, καὶ βεβαιωθέντες ἀπῆλθον ἀπὸ τῶν παραυτίκα γενομένων σημείων· ἔδει δὲ λοιπὸν καὶ τὰ πρὸς τὸν δῆμον ἰάσασθαι. Ἐκεῖνοι μὲν γὰρ οὐδὲν ἂν τοιοῦτον ὑπώπτευσαν περὶ τοῦ ἑαυτῶν διδασκάλου· ὁ δὲ πολὺς ὄχλος ἐκ τῆς ἐρωτήσεως τῶν Ἰωάννου μαθητῶν πολλὰ ἂν ἄτοπα ὑπενόησεν, οὐκ εἰδὼς τὴν γνώμην μεθ᾽ ἧς ἔπεμψε τοὺς μαθητάς. Καὶ εἰκὸς ἦν διαλογίζεσθαι πρὸς ἑαυτοὺς καὶ λέγειν· Ὁ τοσαῦτα μαρτυρήσας μετεπείσθη νῦν, καὶ ἀμφιβάλλει εἴτε οὗτος, εἴτε ἕτερος εἴη ὁ ἐρχόμενος; ἆρα μὴ στασιάζων πρὸς τὸν Ἰησοῦν ταῦτα λέγει; ἆρα μὴ δειλότερος ὑπὸ τοῦ δεσμωτηρίου γενόμενος; ἆρα μὴ μάτην καὶ εἰκῆ τὰ πρότερα εἴρηκεν; Ἐπεὶ οὖν πολλὰ τοιαῦτα εἰκὸς ἦν αὐτοὺς ὑποπτεύειν, ὅρα πῶς αὐτῶν διορθοῦται τὴν ἀσθένειαν, καὶ ταύτας ἀναιρεῖ τὰς ὑποψίας. Πορευομένων γὰρ αὐτῶν, ἤρξατο λέγειν τοῖς ὄχλοις. Διατί, πορευομένων αὐτῶν; Ἵνα μὴ δόξῃ κολακεύειν τὸν ἄνθρωπον. Διορθούμενος δὲ τὸν δῆμον, οὐκ ἄγει εἰς μέσον αὐτῶν τὴν ὑπόνοιαν, ἀλλὰ τὴν λύσιν μόνον ἐπάγει τῶν κατὰ διάνοιαν θορυβούντων αὐτοὺς λογισμῶν, δεικνὺς ὅτι ᾔδει τὰ ἀπόῤῥητα ἁπάντων.

Οὐδὲ γὰρ λέγει καθάπερ πρὸς Ἰουδαίους· Τί ἐνθυμεῖσθε πονηρά; Εἰ γὰρ καὶ ἐνενόησαν, οὐκ ἀπὸ πονηρίας ἐλογίζοντο ταῦτα, ἀλλ᾽ ἀπὸ τῆς τῶν εἰρημένων ἀγνοίας. Διὰ τοῦτο οὐδὲ ἐπιπληκτικῶς αὐτοῖς διαλέγεται, ἀλλὰ διορθοῦται αὐτῶν μόνον τὴν διάνοιαν, καὶ ἀπολογεῖται ὑπὲρ Ἰωάννου· καὶ δείκνυσιν ὅτι οὐ μετέπεσε τῆς προτέρας δόξης, οὐδὲ μεταβέβληται. Οὐδὲ γάρ ἐστιν εὔκολος ἄνθρωπος καὶ εὐρίπιστος, ἀλλὰ πεπηγὼς καὶ βέβαιος, καὶ οὐ τοιοῦτος, ὡς καὶ προδοῦναι τὰ ἐμπεπιστευμένα.

Ταῦτα δὲ κατασκευάζων, οὐκ ἐκ τῆς οἰκείας ἀποφάσεως εὐθέως, ἀλλ᾽ ἐκ τῆς ἐκείνων πρότερον ταῦτα κατασκευάζει μαρτυρίας· οὐ δι᾽ ὧν εἶπον μόνον, ἀλλὰ καὶ δι᾽ ὧν ἔπραξαν, δεικνὺς αὐτοὺς μαρτυροῦντας αὐτοῦ τῇ στεῤῥότητι. Διό φησι· Τί ἐξήλθετε εἰς τὴν ἔρημον ἰδεῖν; Ὡσανεὶ ἔλεγε· Διατί τὰς πόλεις ἀφέντες καὶ τὰς οἰκίας, συνήλθετε εἰς τὴν ἔρημον ἅπαντες; ἵνα οἰκτρόν τινα ἴδητε καὶ εὔκολον ἄνθρωπον;

Ἀλλ᾽ οὐκ ἂν ἔχοι λόγον. Οὐ γὰρ τοῦτο δείκνυσιν ἡ σπουδὴ ἐκείνη, καὶ τὸ πάντας συντρέχειν εἰς τὴν ἔρημον. Οὐ γὰρ ἂν δῆμος τοσοῦτος καὶ πόλεις τοσαῦται μετὰ τοσαύτης προθυμίας εἰς τὴν ἔρημον καὶ τὸν Ἰορδάνην ποταμὸν ἐξεχύθησαν τότε, εἰ μὴ μέγαν τινὰ καὶ θαυμαστὸν καὶ πέτρας στεῤῥότερον ὄψεσθαι προσεδοκήσατε.

Οὐ γὰρ δὴ κάλαμον ἐξήλθετε ἰδεῖν, ὑπὸ ἀνέμου σαλευόμενον· οἱ γὰρ εὔκολοι, καὶ ῥᾳδίως περιφερόμενοι, καὶ νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα λέγοντες, καὶ ἐπὶ μηδενὸς ἑστῶτες, τούτῳ μάλιστα ἐοίκασι. Καὶ ὅρα πῶς πᾶσαν πονηρίαν ἀφεὶς, ταύτην τίθησι τὴν μάλιστα ὑφορμοῦσαν αὐτοῖς τότε, καὶ ἀναιρεῖ τὴν τῆς εὐκολίας ὑπόθεσιν· Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες, ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι οἴκοθεν οὐκ ἦν εὐρίπιστος· καὶ τοῦτο ἐδηλώσατε διὰ τῆς σπουδῆς ὑμεῖς. Οὐ μὴν οὐδὲ ἐκεῖνο ἔχοι τις ἂν εἰπεῖν, ὡς στεῤῥὸς μὲν ἦν, τρυφῇ δὲ δουλεύσας ὕστερον χαῦνος γέγονε. Τῶν γὰρ ἀνθρώπων οἱ μὲν οἴκοθέν εἰσι τοιοῦτοι, οἱ δὲ γίνονται· οἷον, ὁ μέν ἐστιν ὀργίλος φύσει, ὁ δὲ εἰς ἀῤῥωστίαν ἐμπεσὼν μακρὰν, τοῦτο κτᾶται τὸ νόσημα. Πάλιν εὔκολοι καὶ κοῦφοι οἱ μέν εἰσι φύσει, οἱ δὲ ἀπὸ τοῦ τρυφῇ δουλεύειν καὶ μαλακίζεσθαι τοῦτο γίνονται. Ἀλλ᾽ ὁ Ἰωάννης, φησὶν, οὔτε φύσει τοιοῦτος ἦν· οὐδὲ γὰρ κάλαμον ἐξήλθετε ἰδεῖν· οὔτε τρυφῇ δοὺς ἑαυτὸν, ἀπώλεσεν ὅπερ εἶχε πλεονέκτημα.

Ὅτι γὰρ οὐκ ἐδούλευσε τρυφῇ, δείκνυσιν ἡ στολὴ καὶ ἡ ἐρημία καὶ τὸ δεσμωτήριον. Εἰ γὰρ ἐβούλετο μαλακὰ φορεῖν, οὐκ ἂν τὴν ἔρημον ᾤκησεν, οὐκ ἂν τὸ δεσμωτήριον, ἀλλὰ τὰ βασίλεια. Ἐξῆν γὰρ αὐτῷ σιγήσαντι μόνον μυρίας ἀπολαῦσαι τιμῆς. Ὅπου γὰρ καὶ ἐλέγξαντα καὶ δεδεμένον οὕτως ᾐδεῖτο ὁ Ἡρώδης, πολλῷ μᾶλλον σιγήσαντα ἐκολάκευσεν ἄν. Ἔργῳ τοίνυν τῆς αὐτοῦ στεῤῥότητος παρασχὼν βάσανον καὶ τῆς καρτερίας, πῶς ἂν εἴη δίκαιος ἐπὶ τοιούτοις ὑποπτεύεσθαι;

βʹ. Καὶ ἀπὸ τοῦ τόπου τοίνυν, καὶ ἀπὸ τῶν ἱματίων, καὶ ἀπὸ τῆς συνδρομῆς τὸ ἦθος αὐτοῦ χαρακτηρίσας, ἐπάγει λοιπὸν καὶ τὸν προφήτην. Εἰπὼν γὰρ, Τί ἐξήλθετε; προφήτην ἰδεῖν; Ναὶ, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου, φησίν· οὗτος γάρ ἐστι, περὶ οὗ γέγραπται· Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. Πρότερον τὴν Ἰουδαίων μαρτυρίαν θεὶς, τότε τὴν τῶν προφητῶν ἐφαρμόζει· μᾶλλον δὲ πρῶτον μὲν τὴν ψῆφον τίθησι τὴν Ἰουδαϊκὴν, ἥπερ μεγίστη γένοιτ᾽ ἂν ἀπόδειξις, ὅταν παρὰ τῶν ἐχθρῶν ἡ μαρτυρία φέρηται· δεύτερον, τὸν βίον τὸν τοῦ ἀνδρός· τρίτον, τὴν ἑαυτοῦ κρίσιν· τέταρτον, τὸν προφήτην, πάντοθεν αὐτοὺς ἐπιστομίζων. Εἶτα ἵνα μὴ λέγωσι, Τί οὖν, εἰ τότε μὲν τοιοῦτος ἦν, νῦν δὲ μεταβέβληται; ἐπήγαγε καὶ τὰ μετὰ ταῦτα, τὰ ἱμάτια, τὸ δεσμωτήριον, καὶ μετὰ τούτων τὴν προφητείαν. Εἶτα εἰπὼν ὅτι μείζων προφήτου, δείκνυσι καὶ κατὰ τί μείζων. Κατὰ τί τοίνυν μείζων; Κατὰ τὸ ἐγγὺς εἶναι τοῦ παραγενομένου. Ἀποστέλλω γὰρ, φησὶ, τὸν ἄγγελόν μου πρὸ προσώπου σου· τουτέστιν, ἐγγύς σου. Καθάπερ γὰρ ἐπὶ τῶν βασιλέων οἱ ἐγγὺς τοῦ ὀχήματος ἐλαύνοντες, οὗτοι τῶν ἄλλων εἰσὶ λαμπρότεροι· οὕτω δὴ καὶ ὁ Ἰωάννης ἐγγὺς αὐτῆς φαίνεται τῆς παρουσίας ἐλαύνων.

Ὅρα πῶς καὶ ἐντεῦθεν τὴν ὑπεροχὴν ἔδειξε· καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ τὴν παρ᾽ ἑαυτοῦ λοιπὸν ἐπάγει ψῆφον, λέγων· Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐκ ἔτεκε γυνὴ τούτου μείζονα. Καὶ ἀρκεῖ μὲν καὶ ἡ ἀπόφασις· εἰ δὲ βούλει καὶ ἀπὸ τῶν πραγμάτων μαθεῖν, ἐννόησον αὐτοῦ τὴν τράπεζαν, τὴν διαγωγὴν, τῆς γνώμης τὸ ὕψος. Ὥσπερ γὰρ ἐν οὐρανῷ, οὕτω διῆγε, καὶ τῶν τῆς φύσεως ἀναγκῶν ἀνωτέρω γενόμενος, ξένην τινὰ ὥδευσεν ὁδὸν, ἐν ὕμνοις καὶ εὐχαῖς τὸν πάντα διάγων χρόνον, καὶ ἀνθρώπων μὲν οὐδενὶ, Θεῷ δὲ ὁμιλῶν μόνῳ διηνεκῶς. Οὐδὲ γὰρ εἶδέ τινα τῶν ὁμοδούλων, οὔτε ὤφθη τινὶ τούτων, οὐκ ἐγαλακτοτροφήθη, οὐ κλίνης, οὐ στέγης, οὐκ ἀγορᾶς, οὐκ ἄλλου τινὸς ἀπέλαυσε τῶν ἀνθρωπίνων· καὶ ὅμως ἥμερος ἦν ὁμοῦ καὶ σφοδρός. Ἄκουσον γοῦν πῶς μετ᾽ ἐπιεικείας τοῖς ἑαυτοῦ μαθηταῖς διαλέγεται, πῶς μετὰ ἀνδρείας τῷ δήμῳ τῶν Ἰουδαίων, πῶς μετὰ παῤῥησίας τῷ βασιλεῖ. Διὰ τοῦτο καὶ ἔλεγεν· Οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ. Ἀλλ᾽ ἵνα μὴ πάλιν ἡ ὑπερβολὴ τῶν ἐγκωμίων τέκῃ τινὰ ἀτοπίαν, προτιμώντων αὐτὸν τοῦ Χριστοῦ τῶν Ἰουδαίων, σκόπει πῶς καὶ τοῦτο διορθοῦται.

Καθάπερ γὰρ ἐξ ὧν ᾠκοδομοῦντο οἱ μαθηταὶ, ἐβλάπτοντο οἱ ὄχλοι, εὔκολον αὐτὸν εἶναι νομίζοντες· οὕτω καὶ ἐξ ὧν ἐθεραπεύοντο οἱ ὄχλοι, μείζων ἂν ἐγένετο ἡ βλάβη, σεμνοτέραν τοῦ Χριστοῦ περὶ αὐτοῦ λαμβανόντων αὐτῶν ὑπόνοιαν ἐκ τῶν εἰρημένων. Διὸ καὶ τοῦτο ἀνυπόπτως διορθοῦται λέγων· Ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστι. Μικρότερος κατὰ τὴν ἡλικίαν, καὶ κατὰ τὴν τῶν πολλῶν δόξαν· καὶ γὰρ ἔλεγον αὐτὸν φάγον καὶ οἰνοπότην· καὶ, Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; καὶ πανταχοῦ αὐτὸν ἐξηυτέλιζον. Τί οὖν; φησί· κατὰ σύγκρισιν τοῦ Ἰωάννου μείζων ἦν; Ἄπαγε. Οὐδὲ γὰρ Ἰωάννης ὅταν λέγῃ, Ἰσχυρότερός μού ἐστι, συγκρίνων λέγει· οὐδὲ Παῦλος, ὅταν Μωϋσέως μεμνημένος γράφῃ, Πλείονος γὰρ δόξης οὗτος παρὰ Μωϋσῆν ἠξίωται, συγκρίνων γράφει. Καὶ αὐτὸς δὲ, Ἰδοὺ πλέον Σολομῶνος ὧδε, λέγων, οὐχὶ συγκρίνων φησίν. Εἰ δ᾽ ἄρα δοίημεν καὶ κατὰ σύγκρισιν εἰρῆσθαι παρ᾽ αὐτοῦ τοῦτο, οἰκονομικῶς ἐγίνετο διὰ τὴν τῶν ἀκουόντων ἀσθένειαν. Καὶ γὰρ σφόδρα ἦσαν πρὸς αὐτὸν κεχηνότες οἱ ἄνθρωποι· τότε δὲ λαμπρότερον αὐτὸν καὶ τὸ δεσμωτήριον ἐποίησε, καὶ ἡ πρὸς τὸν βασιλέα παῤῥησία, καὶ ἀγαπητὸν ἦν τέως τοῦτο δεχθῆναι παρὰ τοῖς πολλοῖς.

Καὶ γὰρ καὶ ἡ Παλαιὰ οἶδεν οὕτω διορθοῦν τὰς τῶν πεπλανημένων ψυχὰς, τὰ ἀσύγκριτα κατὰ σύγκρισιν παραβάλλουσα· ὡς ὅταν λέγῃ· Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε· καὶ πάλιν, Οὐκ ἔστι θεὸς ὡς ὁ Θεὸς ἡμῶν. Τινὲς δέ φασιν, ὅτι περὶ τῶν ἀποστόλων τοῦτο εἴρηκεν ὁ Χριστός· ἕτεροι δὲ περὶ ἀγγέλων. Ὅταν γὰρ τῆς ἀληθείας τινὲς ἐκτραπῶσι, πολλὰ πλανᾶσθαι εἰώθασι. Ποία γὰρ ἀκολουθία, ἢ περὶ ἀγγέλων ἢ περὶ ἀποστόλων εἰπεῖν;

Ἄλλως δὲ, εἰ περὶ τῶν ἀποστόλων ἔλεγε, τί ἐκώλυεν ὀνομαστὶ παραγαγεῖν; Περὶ μὲν γὰρ ἑαυτοῦ λέγων, εἰκότως κρύπτει τὸ πρόσωπον διὰ τὴν ἔτι κρατοῦσαν ὑπόνοιαν, καὶ τὸ μὴ δόξαι περὶ ἑαυτοῦ μέγα τι λέγειν· καὶ γὰρ πολλαχοῦ φαίνεται τοῦτο ποιῶν. Τί δέ ἐστιν, Ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; Ἐν τοῖς πνευματικοῖς καὶ τοῖς κατὰ τὸν οὐρανὸν ἅπασι. Καὶ τὸ εἰπεῖν δὲ, Οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου, ἀντιδιαστέλλοντος ἦν ἑαυτῷ τὸν Ἰωάννην, καὶ οὕτως ἑαυτὸν ὑπεξαιροῦντος.

γʹ. Εἰ γὰρ καὶ γεννητὸς γυναικὸς ἦν αὐτὸς, ἀλλ᾽ οὐχ οὕτως ὡς Ἰωάννης· οὐ γὰρ ψιλὸς ἄνθρωπος ἦν, οὐδὲ ὁμοίως ἀνθρώπῳ ἐτέχθη, ἀλλὰ ξένον τινὰ τόκον καὶ παράδοξον. Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ Βαπτιστοῦ, φησὶν, ἕως ἄρτι, ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Καὶ ποίαν τοῦτο ἀκολουθίαν ἔχοι πρὸς τὰ ἔμπροσθεν εἰρημένα;

Πολλὴν μὲν οὖν καὶ σφόδρα συνᾴδουσαν. Καὶ γὰρ ὠθεῖ καὶ ἐπείγει λοιπὸν αὐτοὺς καὶ ἐντεῦθεν εἰς τὴν πίστιν τὴν ἑαυτοῦ· ἅμα δὲ καὶ τοῖς ἔμπροσθεν εἰρημένοις παρὰ Ἰωάννου συνηγορεῖ. Εἰ γὰρ μέχρι Ἰωάννου πάντα πεπλήρωται, ἐγώ εἰμι ὁ ἐρχόμενος. Πάντες γὰρ, φησὶν, οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου προεφήτευσαν.

Οὐ γὰρ ἂν ἔστησαν οἱ προφῆται, εἰ μὴ ἦλθον ἐγώ. Μηδὲν τοίνυν προσδοκᾶτε περαιτέρω, μηδὲ ἕτερόν τινα μένετε. Ὅτι γὰρ ἐγώ εἰμι, δῆλον καὶ ἐκ τοῦ τοὺς προφήτας στῆναι, καὶ ἐκ τῶν καθ᾽ ἑκάστην ἁρπαζόντων ἡμέραν τὴν πίστιν τὴν εἰς ἐμέ. Οὕτω γὰρ δήλη ἐστὶ καὶ σαφὴς, ὡς καὶ πολλοὺς ἁρπάζειν αὐτήν. Καὶ τίς ἥρπασεν; εἰπέ μοι. Πάντες οἱ μετὰ σπουδῆς προσιόντες.

Εἶτα καὶ ἕτερον τεκμήριον τίθησι λέγων· Εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας, ὁ μέλλων ἔρχεσθαι. Ἀποστελῶ γὰρ, φησὶν, ὑμῖν Ἠλίαν τὸν Θεσβίτην, ὃς ἐπιστρέψει καρδίαν πατρὸς ἐπὶ τέκνα. Οὗτος οὖν ἐστιν Ἠλίας, ἐὰν προσέχητε μετὰ ἀκριβείας, φησί. Καὶ γὰρ, Ἀποστελῶ, φησὶ, τὸν ἄγγελόν μου πρὸ προσώπου σου. Καὶ καλῶς εἶπεν, Εἰ θέλετε δέξασθαι, τὸ ἀβίαστον δεικνύς. Οὐ γὰρ ἀναγκάζω, φησί.

Τοῦτο δὲ ἔλεγεν, εὐγνώμονα ἀπαιτῶν διάνοιαν, καὶ δηλῶν ὅτι οὗτος ἐκεῖνός ἐστι, κἀκεῖνος οὗτος. Ἀμφότεροι γὰρ μίαν διακονίαν ἀνεδέξαντο, καὶ πρόδρομοι γεγόνασιν ἀμφότεροι. Διόπερ οὐδὲ ἁπλῶς εἶπεν, Οὗτός ἐστιν Ἠλίας, ἀλλ᾽, Εἰ θέλετε δέξασθαι, οὗτός ἐστι· τουτέστιν· Εἰ μετὰ εὐγνώμονος διανοίας προσέχετε τοῖς γινομένοις. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ προσέθηκε, δεικνὺς ὅτι συνέσεως χρεία, πρὸς τὸ, Οὗτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι, ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Τοσαῦτα δὲ αἰνίγματα ἐτίθει, διεγείρων αὐτοὺς εἰς ἐρώτησιν. Εἰ δὲ οὐδὲ οὕτως ἐξυπνίζοντο, πολλῷ μᾶλλον εἰ δῆλα ἦν καὶ σαφῆ. Οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοι τις εἰπεῖν, ὅτι οὐκ ἐτόλμων ἐρωτᾷν, καὶ ὅτι δυσπρόσιτος ἦν. Οἱ γὰρ ὑπὲρ τῶν τυχόντων αὐτὸν ἐρωτῶντες καὶ πειράζοντες, καὶ μυριάκις ἐπιστομισθέντες, καὶ οὐκ ἀποστάντες, πῶς ἂν ὑπὲρ τῶν ἀναγκαίων οὐκ ἐπύθοντο καὶ ἠρώτησαν, εἴγε καὶ μαθεῖν ἐπεθύμουν; Εἰ γὰρ ὑπὲρ τῶν νομίμων ἠρώτων, ποία ἐντολὴ πρώτη, καὶ ὅσα τοιαῦτα, καίτοιγε οὐδεμία ἦν ἀνάγκη ταῦτα εἰπεῖν, πῶς τῶν παρ᾽ αὐτοῦ λεγομένων, ὧν καὶ ταῖς ἀποκρίσεσι μᾶλλον ὑπεύθυνος ἦν, οὐκ ἂν ἐξήταζον τὴν διάνοιαν;

Καὶ μάλιστα ὁπότε αὐτὸς ἦν ὁ προτρέπων εἰς τοῦτο, καὶ ἐφελκόμενος; Τῷ γὰρ εἰπεῖν, Βιασταὶ ἁρπάζουσιν αὐτὴν, εἰς προθυμίαν αὐτοὺς διεγείρει· καὶ τῷ εἰπεῖν, Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω, τὸ αὐτὸ τοῦτο ποιεῖ.

Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; φησίν. Ὁμοία ἐστὶ παιδίοις καθημένοις ἐπὶ τῆς ἀγορᾶς, καὶ λέγουσιν· Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκόψασθε. Πάλιν ταῦτα δοκεῖ μὲν ἀπηρτῆσθαι τῶν προτέρων, σφόδρα δὲ αὐτοῖς ἐστιν ἀκόλουθα. Καὶ γὰρ ἔτι τοῦ κεφαλαίου ἔχεται τοῦ αὐτοῦ, καὶ τοῦ δεῖξαι συνῳδὰ αὐτῷ πράττοντα τὸν Ἰωάννην, εἰ καὶ τὰ γινόμενα ἐναντία ἦν· ὥσπερ οὖν καὶ ἐπὶ τῆς ἐρωτήσεως· καὶ δείκνυσιν ὅτι οὐδὲν ἦν ὀφεῖλον γενέσθαι εἰς σωτηρίαν αὐτῶν, καὶ παρελείφθη· ὃ πρὸς τὸν ἀμπελῶνά φησιν ὁ προφήτης· Τί ἔδει με ποιῆσαι τῷ ἀμπελῶνι τούτῳ, καὶ οὐκ ἐποίησα; Τίνι γὰρ, φησὶν, ὁμοιώσω τὴν γενεὰν ταύτην;

Ὁμοία ἐστὶ παιδίοις καθημένοις ἐπὶ τῆς ἀγορᾶς, καὶ λέγουσιν· Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκόψασθε. Ἦλθε γὰρ Ἰωάννης μήτε ἐσθίων, μήτε πίνων, καὶ λέγουσι· Δαιμόνιον ἔχει. Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐναντίαν ἑκάτερος ἤλθομεν ὁδὸν, ἐγὼ καὶ Ἰωάννης, καὶ ταὐτὸν ἐποιήσαμεν, οἷον ἂν εἴ τινες θηραταὶ ζῶον δυσθήρατον διὰ δύο μέλλον ἐμπίπτειν ὁδῶν εἰς τὰ θήρατρα, ἑκατέραν ἕκαστος ἀπολαβὼν ὁδὸν ἐλαύνοι ἐξεναντίας ἑστὼς τῷ ἑτέρῳ, ὥστε πάντως εἰς θάτερον ἐμπεσεῖν. Σκόπει γοῦν ἅπαν τὸ τῶν ἀνθρώπων γένος, ὅπως πρὸς τὸ τῆς νηστείας ἐπτόηται θαῦμα, καὶ τὸν σκληρὸν τοῦτον καὶ φιλόσοφον βίον. Διὰ τοῦτο ᾠκονόμητο τοῦτο, ἐκ πρώτης ἡλικίας οὕτω τραφῆναι τὸν Ἰωάννην, ὥστε καὶ ἐντεῦθεν ἀξιόπιστα γενέσθαι τὰ λεγόμενα παρ᾽ αὐτοῦ. Καὶ τίνος ἕνεκεν οὐκ αὐτὸς, φησὶ, ταύτην εἵλετο τὴν ὁδόν; Μάλιστα μὲν οὖν καὶ αὐτὸς ταύτην ἦλθεν, ὅτε τὰς τεσσαράκοντα ἡμέρας ἐνήστευσε, καὶ περιῄει διδάσκων, καὶ οὐκ ἔχων ποῦ τὴν κεφαλὴν κλίνῃ· πλὴν ἀλλὰ καὶ ἑτέρως τὸ αὐτὸ τοῦτο κατεσκεύαζε, καὶ τὸ ἐντεῦθεν ᾠκονόμει κέρδος. Τοῦ γὰρ ἐλθεῖν αὐτὸν τὴν ὁδὸν ταύτην, ταὐτὸν ἦν, ἢ καὶ πολλῷ μεῖζον, τὸ ὑπὸ τοῦ ἐλθόντος μαρτυρεῖσθαι.

Ἄλλως δὲ, ὁ μὲν Ἰωάννης οὐδὲν πλέον ἐπεδείξατο, πλὴν τοῦ βίου καὶ τῆς πολιτείας· Ἰωάννης γὰρ, φησὶν, οὐδὲν ἐποίησε σημεῖον· αὐτὸς δὲ καὶ τὴν ἀπὸ τῶν σημείων καὶ τὴν ἀπὸ τῶν θαυμάτων μαρτυρίαν εἶχεν. Ἀφεὶς τοίνυν Ἰωάννην ἀπὸ τῆς νηστείας λάμπειν, αὐτὸς τὴν ἐναντίαν ἦλθε, καὶ εἰς τραπέζας εἰσιὼν τελωνῶν, καὶ ἐσθίων καὶ πίνων.

δʹ. Ἐρώμεθα τοίνυν Ἰουδαίους· Καλὸν ἡ νηστεία καὶ θαυμαστόν; Οὐκοῦν ἔδει πείθεσθαι Ἰωάννῃ, καὶ ἀποδέχεσθαι αὐτὸν, καὶ πιστεύειν τοῖς ὑπ᾽ αὐτοῦ λεγομένοις. Οὕτω γὰρ ὑμᾶς ἔμελλεν ἐκεῖνα τὰ ῥήματα προσάγειν τῷ Ἰησοῦ. Ἀλλὰ φορτικὸν ἡ νηστεία καὶ ἐπαχθές;

Οὐκοῦν ἔδει πείθεσθαι τῷ Ἰησοῦ, καὶ πιστεύειν αὐτῷ τὴν ἐναντίαν ἐλθόντι. Δι᾽ ἀμφοτέρας γὰρ ὁδοῦ εἰς τὴν βασιλείαν ἐμέλλετε ἐμπίπτειν. Ἀλλ᾽ ὥσπερ θηρίον δύστροπον ἑκατέρους ἐκάκιζον. Οὐκ ἄρα τὸ ἔγκλημα τῶν μὴ πιστευθέντων, ἀλλ᾽ ἡ κατηγορία τῶν μὴ πιστευσάντων ἦν. Οὐδεὶς γάρ ποτε τὰ ἐναντία κακίζειν ἕλοιτο, ὥσπερ οὖν οὐδὲ ἐπαινεῖν. Οἷόν τι λέγω· ὁ τὸν φαιδρὸν ἀποδεχόμενος ἄνθρωπον καὶ ἀνειμένον, τὸν σκυθρωπὸν καὶ βαρὺν οὐκ ἀποδέξεται· ὁ τὸν σκυθρωπὸν ἐπαινῶν, τὸν φαιδρὸν οὐκ ἐπαινέσει. Ἀμήχανον γὰρ καὶ ταύτην κἀκείνην τιθέναι τὴν ψῆφον. Διὰ τοῦτο καὶ αὐτός φησιν· Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· τουτέστι, Τὸν ἀνειμένον βίον ὑπέδειξα, καὶ οὐκ ἐπείσθητε. Καὶ, Ἐθρηνήσαμεν, καὶ οὐκ ἐκόψασθε· τουτέστιν, Ἰωάννης τὸν σκληρὸν καὶ βαρὺν μετῆλθε βίον, καὶ οὐ προσέσχετε.

Καὶ οὐ λέγει, Ἐκεῖνος τοῦτον, κἀγὼ τοῦτον· ἀλλ᾽ ἐπειδὴ μία γνώμη ἑκατέρων ἦν, εἰ καὶ τὰ ἐπιτηδεύματα ἐναντία, διὰ τοῦτο κοινὰ τὰ γεγενημένα φησὶν εἶναι. Καὶ γὰρ καὶ τὸ τὴν ἐναντίαν ἐλθεῖν ὁδὸν, ἀπὸ συμφωνίας ἐπιτεταμένης ἐγίνετο, καὶ πρὸς ἓν βλεπούσης τέλος. Ποίαν οὖν σχοίητε λοιπὸν ἀπολογίαν; Διὰ τοῦτο καὶ ἐπήγαγε· Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς· τουτέστιν, Εἰ καὶ ὑμεῖς οὐκ ἐπείσθητε, ἀλλ᾽ ἐμοὶ λοιπὸν ἐγκαλεῖν οὐκ ἔχετε. Ὃ περὶ τοῦ Πατρός φησιν ὁ προφήτης· Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου. Ὁ γὰρ Θεὸς, κἂν μηδὲν ἀνύῃ πλέον ἀπὸ τῆς περὶ ἡμᾶς κηδεμονίας, τὰ παρ᾽ ἑαυτοῦ πάντα πληροῖ, ὥστε τοῖς ἀναισχυντεῖν βουλομένοις μηδὲ σκιὰν καταλιπεῖν ἀγνώμονος ἀμφιβολίας. Εἰ δὲ τὰ παραδείγματα εὐτελῆ καὶ κακέμφατα, μὴ θαυμάσῃς· πρὸς γὰρ τὴν ἀσθένειαν τῶν ἀκουόντων διελέγετο. Ἐπεὶ καὶ ὁ Ἰεζεκιὴλ πολλὰ λέγει παραδείγματα αὐτοῖς πρόσφορα, καὶ τῆς τοῦ Θεοῦ μεγαλωσύνης ἀνάξια. Ἀλλὰ καὶ τοῦτο μάλιστα ἄξιον αὐτοῦ τῆς κηδεμονίας. Σκόπει δὲ αὐτοὺς καὶ ἑτέρωθεν εἰς ἐναντίας περιενεχθέντας δόξας.

Εἰπόντες γὰρ περὶ Ἰωάννου, ὅτι δαιμόνιον ἔχει, οὐκ ἔστησαν μέχρι τούτου, ἀλλὰ καὶ περὶ αὐτοῦ τὰ ἐναντία αἱρουμένου τὸ αὐτὸ τοῦτο εἶπον πάλιν· οὕτως εἰς μαχομένας ἀεὶ περιεφέροντο δόξας. Ὁ δὲ Λουκᾶς μετὰ τούτων καὶ ἑτέραν μείζονα τίθησιν αὐτῶν κατηγορίαν, εἰπών· Οἱ γὰρ τελῶναι ἐδικαίωσαν τὸν Θεὸν, δεξάμενοι τὸ βάπτισμα Ἰωάννου. Τότε λοιπὸν ὀνειδίζει τὰς πόλεις, ὅτε ἐδικαιώθη ἡ σοφία, ὅτε ἀπέδειξε πάντα πεπληρωμένα. Ἐπειδὴ γὰρ οὐκ ἔπεισε, ταλανίζει λοιπὸν, ὃ τοῦ φοβῆσαι πλέον ἐστί. Καὶ γὰρ τὴν ἀπὸ τῶν λόγων διδασκαλίαν ἐπεδείξατο, καὶ τὴν ἀπὸ τῶν σημείων θαυματουργίαν. Ἐπειδὴ δὲ ἔμειναν ἐπὶ τῆς αὐτῶν ἀπειθείας, ὀνειδίζει λοιπόν. Τότε γὰρ, φησὶν, ὁ Ἰησοῦς ἤρξατο ὀνειδίζειν τὰς πόλεις, ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενοήσαν, λέγων· Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά.

Εἶτα ἵνα μάθῃς οὐκ ἀπὸ φύσεως αὐτοὺς τοιούτους ὄντας, τίθησι καὶ τὸ ὄνομα τῆς πόλεως, ἀφ᾽ ἧς πέντε προῆλθον ἀπόστολοι. Ὅ τε γὰρ Φίλιππος καὶ αἱ δύο ξυνωρίδες ἐκεῖναι αἱ τῶν κορυφαίων ἐντεῦθεν ἦσαν. Ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο, φησὶν, αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν.

Πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως, ἢ ὑμῖν. Καὶ σὺ Καπερναοὺμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου καταβιβασθήσῃ· ὅτι εἰ ἐν Σοδόμοις ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοὶ, ἔμειναν ἂν μέχρι τῆς σήμερον.

Πλὴν λέγω ὑμῖν, ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρα κρίσεως, ἢ σοί. Καὶ τὰ Σόδομα δὲ αὐτοῖς οὐχ ἁπλῶς προστίθησιν, ἀλλ᾽ αὔξων τὴν κατηγορίαν Καὶ γὰρ μεγίστη κακίας ἀπόδειξις, ὅταν μὴ τῶν τότε ὄντων, ἀλλὰ καὶ τῶν πώποτε γενομένων πονηρῶν φαίνωνται χείρους ἐκεῖνοι. Οὕτω καὶ ἀλλαχοῦ ποιεῖται σύγκρισιν, διὰ Νινευϊτῶν αὐτοὺς κατακρίνων καὶ διὰ τῆς βασιλίσσης τοῦ νότου· ἀλλ᾽ ἐκεῖ μὲν, διὰ τῶν κατωρθωκότων· ἐνταῦθα δὲ, καὶ διὰ τῶν ἡμαρτηκότων, ὃ πολὺ βαρύτερον ἦν. Τοῦτον καὶ ὁ Ἰεζεκιὴλ οἶδε τῆς κατακρίσεως τὸν νόμον· διὸ καὶ ἔλεγε τῇ Ἱερουσαλήμ· Ἐδικαίωσας τὰς ἀδελφάς σου ἐν πάσαις ταῖς ἁμαρτίαις σου. Οὕτω πανταχοῦ τῇ Παλαιᾷ ἐμφιλοχωρεῖν εἴωθε. Καὶ οὐδὲ ἐνταῦθα τὸν λόγον ἵστησιν, ἀλλὰ καὶ τὸν φόβον ἐπιτείνει λέγων, ὅτι χαλεπώτερα πείσονται Σοδομηνῶν καὶ Τυρίων, ὥστε πανταχόθεν αὐτοὺς ἐναγαγεῖν, καὶ ἀπὸ τοῦ ταλανίζειν, καὶ ἀπὸ τοῦ φοβεῖν.

εʹ. Ταῦτα δὴ καὶ ἡμεῖς ἀκούωμεν. Οὐδὲ γὰρ τοῖς ἀπιστοῦσι μόνον, ἀλλὰ καὶ ἡμῖν χαλεπωτέραν ὥρισε κόλασιν Σοδομηνῶν, εἰ μὴ δεξόμεθα τοὺς εἰσιόντας πρὸς ἡμᾶς ξένους, ὅτε καὶ τὸν κονιορτὸν ἐκτινάξαι ἐκέλευσε· καὶ μάλα εἰκότως. Ἐκεῖνοι μὲν γὰρ, εἰ καὶ παράνομα ἥμαρτον, ἀλλὰ πρὸ τοῦ νόμου καὶ τῆς χάριτος· ἡμεῖς δὲ μετὰ τοσαύτην ἐπιμέλειαν, τίνος ἂν εἴημεν συγγνώμης ἄξιοι, μισοξενίαν τοσαύτην ἐπιδεικνύμενοι, καὶ τοῖς δεομένοις τὰς θύρας ἀποκλείοντες, καὶ πρὸ τῶν θυρῶν τὰς ἀκοάς; μᾶλλον δὲ οὐ τοῖς πένησι μόνον, ἀλλὰ καὶ αὐτοῖς τοῖς ἀποστόλοις; Διὰ γὰρ τοῦτο καὶ τοῖς πένησιν, ἐπειδὴ καὶ τοῖς ἀποστόλοις. Ὅταν γὰρ ἀναγινώσκηται Παῦλος, καὶ σὺ μὴ προσέχῃς, ὅταν κηρύττῃ Ἰωάννης, καὶ σὺ μὴ ἀκούῃς, πότε δέξῃ πένητα, ἀπόστολον μὴ δεχόμενος; Ἵνα οὖν καὶ τούτοις αἱ οἰκίαι, κἀκείνοις αἱ ἀκοαὶ, διηνεκῶς ἀνεῳγμέναι ὦσιν, ἐκκαθάρωμεν τὸν ῥύπον ἀπὸ τῶν τῆς ψυχῆς ὤτων.

Καθάπερ γὰρ ῥύπος καὶ πηλὸς τὰ ὦτα τῆς σαρκὸς, οὕτω τὰ πορνικὰ ᾄσματα, καὶ τὰ βιωτικὰ διηγήματα, καὶ τὰ χρέα, καὶ τὰ περὶ τόκων καὶ δανεισμάτων, ῥύπου παντὸς χαλεπώτερον ἐμφράττει τῆς διανοίας τὴν ἀκοήν· μᾶλλον δὲ οὐκ ἐμφράττει μόνον, ἀλλὰ καὶ ἀκάθαρτον ποιεῖ. Καὶ γὰρ κόπρον ἐνιᾶσιν ὑμῶν ταῖς ἀκοαῖς οἱ ταῦτα διηγούμενοι. Καὶ ὅπερ ὁ βάρβαρος ἠπείλει λέγων· Φάγεσθε τὴν κόπρον ὑμῶν, καὶ τὰ ἑξῆς· τοῦτο καὶ οὗτοι οὐ λόγῳ, ἀλλὰ διὰ τῶν ἔργων ὑμᾶς ὑπομένειν ποιοῦσι· μᾶλλον δὲ καὶ πολλῷ χαλεπώτερον. Καὶ γὰρ καὶ τούτων ἀηδέστερα ἐκεῖνα τὰ ᾄσματα· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐ μόνον οὐκ ἐνοχλεῖσθαι νομίζετε τούτων ἀκούοντες, ἀλλὰ καὶ γελᾶτε, δέον βδελύττεσθαι καὶ φεύγειν. Εἰ δὲ οὐ βδελυκτὰ, κατάβηθι εἰς τὴν ὀρχήστραν, ζήλωσον ὅπερ ἐπαινεῖς· μᾶλλον δὲ βάδισον μόνον μετὰ τούτου τοῦ κινοῦντος τὸν γέλωτα ἐκεῖνον. Ἀλλ᾽ οὐκ ἂν ἀνάσχοιο. Τί τοίνυν τοσαύτην ἀπονέμεις αὐτῷ τιμήν; Καὶ οἱ μὲν νόμοι οἱ παρὰ τῶν Ἑλλήνων γραφέντες ἀτίμους αὐτοὺς εἶναι βούλονται· σὺ δὲ αὐτοὺς ὅλῃ τῇ πόλει δέχῃ, ὥσπερ πρεσβευτὰς καὶ στρατηγοὺς, καὶ ἅπαντας συγκαλεῖς, ἵνα δέξωνται κόπρον ταῖς ἀκοαῖς.

Καὶ ὁ μὲν οἰκέτης αἰσχρόν τι φθεγγόμενος ἀκούοντός σου, μυρίας λήψεται μάστιγας· κἂν υἱὸς, κἂν γυνὴ, κἂν ὁστισοῦν αὐτὸ τοῦτο ποιήσῃ, ὕβριν τὸ πρᾶγμα καλεῖς· ἂν δὲ ἄνθρωποι μαστιγίαι καὶ τριωβολιμαῖοι καλέσωσί σε τῶν αἰσχρῶν ἀκουσόμενον ῥημάτων, οὐ μόνον οὐκ ἀγανακτεῖς, ἀλλὰ καὶ χαίρεις καὶ ἐπαινεῖς. Καὶ τί ταύτης τῆς ἀλογίας ἴσον γένοιτ᾽ ἄν; Ἀλλ᾽ αὐτὸς οὐ φθέγγῃ τὰ αἰσχρὰ ταῦτα; Καὶ τί τὸ κέρδος; μᾶλλον δὲ, καὶ αὐτὸ τοῦτο πόθεν δῆλον; Εἰ γὰρ μὴ ἐφθέγγου, οὐκ ἂν οὐδὲ ἀκούων ἐγέλας, οὐδ᾽ ἂν μετὰ τοσαύτης σπουδῆς ἔδραμες ἐπὶ τὴν καταισχύνουσάν σε φωνήν. Εἰπὲ γάρ μοι, χαίρεις ἀκούων βλασφημούντων; ἀλλ᾽ οὐχὶ φρίττεις, καὶ τὰ ὦτα ἐμφράττεις; Ἔγωγε οἶμαι. Τί δήποτε;

Ὅτι οὐδὲ αὐτὸς βλασφημεῖς. Οὕτω δὴ καὶ ἐπὶ τῆς αἰσχρολογίας ποίει· καὶ εἰ βούλει δεῖξαι σαφῶς ἡμῖν, ὅτι οὐ χαίρεις αἰσχρὰ φθέγγεσθαι, μηδὲ ἀκούειν ἀνέχου. Πότε γὰρ δυνήσῃ γενέσθαι σπουδαῖος, τοιούτοις ἐντρεφόμενος ἀκούσμασι; πότε τοὺς ὑπὲρ σωφροσύνης ἱδρῶτας ἐνεγκεῖν ἀνέξῃ, κατὰ μικρὸν ὑποῤῥέων ἀπὸ τοῦ γέλωτος καὶ τῶν ᾀσμάτων καὶ τῶν αἰσχρῶν ῥημάτων τούτων; Καὶ γὰρ ἀγαπητὸν ἁπάντων τούτων καθαρεύουσαν ψυχὴν δυνηθῆναι γενέσθαι σεμνὴν καὶ σώφρονα, μήτιγε τοιούτοις ἀκούσμασιν ἐντρεφομένην.

Ἢ οὐκ ἴστε, ὅτι πρὸς κακίαν ἐπιῤῥεπέστερον ἔχομεν; Ὅταν οὖν καὶ τέχνην αὐτὸ ποιησώμεθα καὶ ἔργον, πότε διαφευξόμεθα τὴν κάμινον ἐκείνην; Οὐκ ἤκουσας τί φησιν ὁ Παῦλος· Χαίρετε ἐν Κυρίῳ; Οὐκ εἶπεν· ἐν διαβόλῳ.

ϛʹ. Πότε οὖν ἀκοῦσαι δυνήσῃ Παύλου; πότε αἴσθησιν λαβεῖν τῶν πεπλημμελημένων, μεθύων ἀεὶ καὶ διηνεκῶς ἀπὸ τῆς θεωρίας ἐκείνης; Ὅτι γὰρ παραγέγονας ἐνταῦθα, οὐ θαυμαστὸν καὶ μέγα· μᾶλλον δὲ θαυμαστόν. Ἐνταῦθα μὲν γὰρ καὶ ἁπλῶς καὶ ἀφοσιούμενος παραγίνῃ· ἐκεῖ δὲ, μετὰ σπουδῆς καὶ δρόμου καὶ πολλῆς τῆς προθυμίας. Καὶ δῆλον ἐξ ὧν οἴκαδε φέρεις, ἐκεῖθεν ἀναχωρῶν.

Καὶ γὰρ τὸν βόρβορον ἅπαντα τὸν ἐκχυθέντα ὑμῖν ἐκεῖ διὰ τῶν ῥημάτων, διὰ τῶν ᾠδῶν, διὰ τοῦ γέλωτος, εἰς τὴν οἰκίαν ἕκαστος συνάγοντες φέρετε· μᾶλλον δὲ οὐκ εἰς τὴν οἰκίαν μόνον, ἀλλὰ καὶ εἰς τὴν διάνοιαν ἕκαστος τὴν ἑαυτοῦ. Καὶ τὰ μὲν οὐκ ἄξια τοῦ βδελύττεσθαι ἀποστρέφῃ, τὰ δὲ βδελυκτὰ οὐ μισεῖς, ἀλλὰ καὶ ἀγαπᾷς. Πολλοὶ γοῦν ἀπὸ μὲν τάφων ἐπανελθόντες ἐλούσαντο· ἀπὸ δὲ θεάτρων ἀναχωροῦντες οὐκ ἐστέναξαν, οὐδὲ ἐξέχεαν δακρύων πηγάς· καίτοιγε ὁ μὲν νεκρὸς οὐκ ἀκάθαρτον· ἡ δὲ ἁμαρτία τοσαύτην ἐντίθησι κηλῖδα, ὡς μηδὲ μυρίαις πηγαῖς ἐκκαθᾶραι ταύτην δύνασθαι, ἀλλὰ μόνοις δάκρυσι καὶ ἐξομολογήσεσιν.

Ἀλλ᾽ οὐδεὶς ὁ αἰσθανόμενος τῆς κηλῖδος ταύτης. Ἐπειδὴ γὰρ ἃ χρὴ οὐ φοβούμεθα, διὰ τοῦτο ἃ μὴ χρὴ δεδοίκαμεν. Τίς δὲ καὶ ὁ πάταγος; τίς δὲ καὶ ὁ θόρυβος, καὶ αἱ σατανικαὶ κραυγαὶ, καὶ τὰ διαβολικὰ σχήματα;

Ὁ μὲν γὰρ ὄπισθεν ἔχει κόμην νέος ὢν, καὶ τὴν φύσιν ἐκθηλύνων, καὶ τῷ βλέμματι, καὶ τῷ σχήματι, καὶ τοῖς ἱματίοις, καὶ πᾶσιν ἁπλῶς εἰς εἰκόνα κόρης ἁπαλῆς ἐκβῆναι φιλονεικεῖ. Ἄλλος δέ τις γεγηρακὼς ὑπεναντίως τούτῳ τὰς τρίχας ξυρῷ περιελὼν, καὶ ἐζωσμένος τὰς πλευρὰς, πρὸ τῶν τριχῶν ἐκτέμνων τὴν αἰδῶ, πρὸς τὸ ῥαπίζεσθαι ἕτοιμος ἕστηκε, πάντα καὶ λέγειν καὶ ποιεῖν παρεσκευασμένος. Αἱ δὲ γυναῖκες γυμνῇ τῇ κεφαλῇ ἀπηρυθριασμέναι πρὸς δῆμον ἑστήκασι διαλεγόμεναι, τοσαύτην μελέτην ἀναισχυντίας ποιούμεναι, καὶ πᾶσαν ἰταμότητα καὶ ἀσέλγειαν εἰς τὰς τῶν ἀκουόντων ἐκχέουσαι ψυχάς. Καὶ μία σπουδὴ, πᾶσαν ἐκ βάθρων ἀνασπάσαι τὴν σωφροσύνην, καταισχῦναι τὴν φύσιν, ἐμπλῆσαι τοῦ πονηροῦ δαίμονος τὴν ἐπιθυμίαν.

Καὶ γὰρ καὶ ῥήματα αἰσχρὰ αὐτόθι, καὶ σχήματα αἰσχρότερα, καὶ κουρὰ τοιαύτη, καὶ βάδισις, καὶ στολὴ, καὶ φωνὴ, καὶ μελῶν διάκλασις, καὶ ὀφθαλμῶν ἐκστροφαὶ, καὶ σύριγγες, καὶ αὐλοὶ, καὶ δράματα, καὶ ὑποθέσεις, καὶ πάντα ἁπλῶς τῆς ἐσχάτης ἀσελγείας ἀνάμεστα. Πότε οὖν ἀνανήψεις, εἰπέ μοι, τοσοῦτόν σοι πορνείας ἄκρατον ἐγχέοντος τοῦ διαβόλου, τοσαύτας ἀκολασίας κύλικας κεραννύντος; Καὶ γὰρ καὶ μοιχεῖαι, καὶ γάμων ἐκεῖ κλοπαὶ, καὶ γυναῖκες ἐκεῖ πορνευόμεναι, ἄνδρες ἡταιρηκότες, νέοι μαλακιζόμενοι, πάντα παρανομίας μεστὰ, πάντα τερατωδίας πάντα αἰσχύνης. Οὐκ ἄρα γελᾷν ἐπὶ τούτοις τοὺς καθημένους ἐχρῆν, ἀλλὰ δακρύειν καὶ στένειν πικρόν. Τί οὖν; ἀποκλείσομεν τὴν ὀρχήστραν, φησὶ, καὶ τῷ λόγῳ τῷ σῷ πάντα ἀνατραπήσεται; Νῦν μὲν οὖν πάντα ἀνατέτραπται.

Πόθεν γὰρ οἱ τοῖς γάμοις ἐπιβουλεύοντες; εἰπέ μοι· οὐκ ἀπὸ τῆς σκηνῆς ταύτης; Πόθεν οἱ τοὺς θαλάμους διορύττοντες; οὐκ ἀπὸ τῆς ὀρχήστρας ἐκείνης; Οὐκ ἐντεῦθεν οἱ ἄνδρες ταῖς γυναιξὶ φορτικοί; οὐκ ἐντεῦθεν τοῖς ἀνδράσιν αἱ γυναῖκες εὐκαταφρόνητοι; οὐκ ἐντεῦθεν οἱ πλείους μοιχοί; Ὥστε ὁ τὰ πάντα ἀνατρέπων ὁ πρὸς τὸ θέατρον βαδίζων ἐστὶν, ὁ τυραννίδα χαλεπὴν ἐπεισάγων. Οὐχὶ, φησὶν, ἀλλὰ τῇ τῶν νόμων εὐταξίᾳ τοῦτο δοκεῖ. Τὸ γὰρ γυναῖκας διασπᾷν, καὶ παῖδας ὑβρίζειν νέους, καὶ οἰκίας ἀνατρέπειν, τῶν τὰς ἀκροπόλεις κατειληφότων ἐστί. Καὶ τίς μοιχὸς, φησὶν, ἀπὸ τῶν θεαμάτων τούτων γέγονε; Τίς γὰρ οὐ μοιχός;

Καὶ εἴγε ἦν ὀνομαστὶ νῦν εἰπεῖν, ἔδειξα ἂν ὅσους ἄνδρας ἀπέσχισαν γυναικῶν, ὅσους ἔλαβον αἰχμαλώτους αἱ πόρναι ἐκεῖναι, τοὺς μὲν ἀπ᾽ αὐτῆς ἀναστήσασαι τῆς εὐνῆς, τοὺς δὲ οὐδὲ τὴν ἀρχὴν ἀφεῖσαι ὁμιλῆσαι γάμῳ.

Τί οὖν; εἰπέ μοι· τοὺς νόμους ἀνατρέψομεν ἅπαντας; Καὶ μὴν παρανομίαν ἔστιν ἀνατρέψαι, ταῦτα λύοντας τὰ θέατρα. Οἱ γὰρ ταῖς πόλεσι λυμαινόμενοι ἐκ τούτων εἰσίν· ἐντεῦθεν γοῦν στάσεις καὶ ταραχαί. Οἱ γὰρ ὑπὸ τῶν ὀρχουμένων τρεφόμενοι, καὶ γαστρὶ τὴν ἑαυτῶν πωλοῦντες φωνὴν, οἷς ἔργον βοῆσαι καὶ πρᾶξαι πᾶν ἄτοπον, οὗτοι μάλιστά εἰσιν οἱ τοὺς δήμους ἀναῤῥιπίζοντες, οἱ τὰς ταραχὰς ἐμποιοῦντες ταῖς πόλεσι. Νεότης γὰρ ἀργίας ἐπιλαβομένη, καὶ τοσούτοις ἐντρεφομένη κακοῖς, θηρίου παντὸς ἀγριωτέρα γίνεται.

ζʹ. Οἱ γὰρ γόητες, εἰπέ μοι, πόθεν; οὐκ ἐντεῦθεν, ἵνα δῆμον ἀναπτερώσωσιν εἰκῆ σχολάζοντα, καὶ τοὺς ὀρχουμένους πολλῶν ἀπολαῦσαι ποιήσωσι θορύβων, καὶ τὰς πορνευομένας γυναῖκας ταῖς σωφρονούσαις ἐπιτειχίσωσιν, εἰς τοῦτο ἔρχονται μαγγανείας, ὡς μηδὲ τὰ ὀστᾶ τῶν κατοιχομένων κινεῖν ὀκνεῖν. Οὐκ ἐντεῦθεν, ὅταν μυρία ἀναγκάζωνται εἰς τὸν πονηρὸν ἐκεῖνον τοῦ διαβόλου χορὸν ἀναλίσκειν; Ἡ δὲ ἀσέλγεια πόθεν, καὶ τὰ μυρία κακά; Ὁρᾷς ὅτι σὺ μὲν τὸν βίον ἀνατρέπεις, ἐπὶ ταῦτα ἕλκων, ἐγὼ δὲ συγκροτῶ καταλύων. Καθέλωμεν οὖν τὴν ὀρχήστραν, φησίν. Εἴθε καθελεῖν δυνατὸν ἦν· μᾶλλον δὲ ἂν ἐθέλητε, τὸ ἡμέτερον μέρος καθῄρηται καὶ κατέσκαπται. Πλὴν ἀλλ᾽ οὐδὲν τούτων κελεύω. Τὰ ἑστῶτα ποιήσατε ἄκυρα, ὅπερ μεῖζόν ἐστιν ἐγκώμιον τοῦ καθελεῖν. Εἰ καὶ μηδένα ἕτερον, τοὺς γοῦν βαρβάρους ζηλώσατε· καὶ γὰρ πάσης τοιαύτης ἐκεῖνοι καθαρεύουσι θεωρίας. Τίς οὖν ἡμῖν ἔσται ἀπολογία λοιπὸν, ὅταν ἡμεῖς οἱ τῶν οὐρανῶν πολῖται, καὶ τῶν Χερουβὶμ συγχορευταὶ, καὶ τῶν ἀγγέλων κοινωνοὶ, καὶ τῶν βαρβάρων χείρους ταύτῃ γινώμεθα, καὶ ταῦτα ἐξὸν μυρίας ἑτέρας τούτων βελτίους τέρψεις εὑρεῖν;

Εἰ γὰρ βούλει ψυχαγωγεῖσθαι, βάδιζε εἰς παραδείσους, ἐπὶ παραῤῥέοντα ποταμὸν καὶ λίμνας· καταμάνθανε κήπους, ἄκουε τεττίγων ᾀδόντων, ἐπιχωρίαζε σηκοῖς μαρτύρων, ὅπου σώματος ὑγεία καὶ ψυχῆς ὠφέλεια, καὶ βλάβος οὐδὲν, οὐδὲ μετάνοια μετὰ τὴν ἡδονὴν, καθάπερ ἐνταῦθα. Ἔχεις γυναῖκα, ἔχεις παιδία· τί ταύτης τῆς ἡδονῆς ἴσον; Ἔχεις οἰκίαν, ἔχεις φίλους, ταῦτα τὰ τερπνὰ, πολὺ μετὰ τῆς σωφροσύνης καὶ τὸ κέρδος παρέχοντα.

Τί γὰρ παίδων γλυκύτερον, εἰπέ μοι; τί δὲ γυναικὸς, τῷ σωφρονεῖν βουλομένῳ; Λέγονται γοῦν οἱ βάρβαροί ποτε εἰπεῖν ῥῆμα φιλοσοφίας γέμον. Περὶ γὰρ τῶν θεάτρων τούτων ἀκούσαντες τῶν παρανόμων, καὶ τῆς ἀκαίρου τέρψεως, Ῥωμαῖοι γὰρ, φησὶν, ὡς οὐκ ἔχοντες παῖδας καὶ γυναῖκας, οὕτω τοιαύτας ἐπενόησαν τὰς ἡδονάς· δεικνύντες ὅτι οὐδὲν παίδων γλυκύτερον καὶ γυναικὸς, ἐὰν σεμνῶς ἐθέλῃς βιοῦν. Τί οὖν, ἐὰν δείξω, φησὶ, μηδὲν βλαβέντας ἐκ τῆς ἐκεῖ διατριβῆς; Μάλιστα μὲν καὶ τοῦτο βλάβος, τὸ εἰκῆ καὶ μάτην τὸν καιρὸν δαπανᾷν, καὶ ἑτέροις γίνεσθαι σκάνδαλον. Κἂν γὰρ σὺ μὴ βλαβῇς, ἕτερον ποιεῖς εἰς τοῦτο σπουδαιότερον. Πῶς δὲ καὶ αὐτὸς οὐ βλαβήσῃ, παρέχων ἀφορμὰς τοῖς γινομένοις;

Καὶ γὰρ ὁ γόης, καὶ ὁ πορνευόμενος παῖς, καὶ ἡ πορνευομένη γυνὴ, καὶ πάντες ἐκεῖνοι οἱ διαβολικοὶ χοροὶ, ἐπὶ τὴν σὴν κεφαλὴν τὴν αἰτίαν τῶν γινομένων φέρουσιν. Ὥσπερ γὰρ εἰ μὴ ἦσαν οἱ θεωροῦντες, οὐκ ἂν ἦσαν οἱ ταῦτα μετιόντες· οὕτως ἐπειδή εἰσι, καὶ αὐτοὶ μερίζονται τῶν γινομένων τὸ πῦρ. Ὥστε εἰ καὶ εἰς σωφροσύνην μηδὲν παρεβλάβης, ὅπερ ἐστὶν ἀμήχανον, ἀλλὰ τῆς ἀπωλείας τῆς ἑτέρων χαλεπὰς δώσεις εὐθύνας, καὶ τῶν θεωρούντων, καὶ τῶν αὐτοὺς συναγόντων.

Καὶ εἰς σωφροσύνην δὲ μείζονα ἂν ἐκέρδανας, εἰ μὴ ἐκεῖσε ἐβάδιζες. Εἰ γὰρ καὶ νῦν εἶ σώφρων, σωφρονέστερος ἂν ἐγένου τὰς τοιαύτας φεύγων θέας. Μὴ τοίνυν περιττὰ φιλονεικῶμεν, μηδὲ ἀνονήτους ἀπολογίας ἐπινοῶμεν. Μία γὰρ ἀπολογία, τὸ φεύγειν τὴν κάμινον τὴν Βαβυλωνίαν, τὸ πόῤῥω γενέσθαι τῆς Αἰγυπτίας πόρνης, κἂν γυμνὸν δέῃ τὰς ἐκείνης χεῖρας διαφυγεῖν. Οὕτω γὰρ καὶ ἡδονῆς πολλῆς ἀπολαυσόμεθα, τοῦ συνειδότος ἡμῶν οὐ κατηγοροῦντος ἡμῶν, καὶ τὸν παρόντα μετὰ σωφροσύνης βιωσόμεθα βίον, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.