Ταῦτα δὲ λέγει, ἵνα μὴ νομίσωσιν οἱ ἀκολουθοῦντες αὐτῷ, ὅτι ἀρκεῖ ἡ ἀκρόασις εἰς σωτηρίαν. Καὶ τίνος ἕνεκεν, φησὶν, οὐχὶ καὶ τὰς ἄλλας ἔθηκε πονηρίας, οἷον, ἐπιθυμίαν σωμάτων, κενοδοξίαν; Εἰπὼν τὴν μέριμναν τοῦ αἰῶνος τούτου, καὶ τὴν ἀπάτην τοῦ πλούτου, ἅπαντα τέθεικε. Καὶ γὰρ καὶ κενοδοξία, καὶ τὰ ἄλλα ἅπαντα, τοῦ αἰῶνος τούτου, καὶ τῆς τοῦ πλούτου ἀπάτης ἐστίν· οἷον, ἡδονὴ, καὶ γαστριμαργία, καὶ βασκανία, καὶ κενοδοξία, καὶ ὅσα τοιαῦτα. Προσέθηκε δὲ καὶ τὴν ὁδὸν καὶ τὴν πέτραν, δεικνὺς ὅτι οὐκ ἀρκεῖ χρημάτων ἀπηλλάχθαι μόνον, ἀλλὰ δεῖ καὶ τὴν ἄλλην ἀρετὴν ἀσκεῖν. Τί γὰρ, ἂν χρημάτων μὲν ἐλεύθερος ᾖς, ἄνανδρος δὲ καὶ μαλακός; τί δὲ, ἂν ἄνανδρος μὲν μὴ ᾖς, ῥᾴθυμος δὲ καὶ ὀλίγωρος περὶ τὴν ἀκρόασιν; Οὐδὲ γὰρ ἀρκεῖ μέρος ἓν πρὸς σωτηρίαν ἡμῖν, ἀλλὰ δεῖ πρῶτον μὲν ἀκροάσεως ἀκριβοῦς καὶ μνήμης διηνεκοῦς, ἔπειτα ἀνδρείας, εἶτα χρημάτων ὑπεροψίας καὶ τῆς τῶν βιωτικῶν ἁπάντων ἀπαλλαγῆς. Διὰ γάρ τοι τοῦτο πρῶτον τίθησιν ἐκείνου τοῦτο, ἐπειδὴ τούτου πρώτου χρεία (Πῶς γὰρ πιστεύσουσιν, ἐὰν μὴ ἀκούσωσι; καθάπερ οὖν καὶ ἡμεῖς ἐὰν μὴ προσέχωμεν τοῖς λεγομένοις, οὐδὲ μαθεῖν δυνησόμεθα ἃ χρὴ ποιεῖν)· ἔπειτα τὴν ἀνδρείαν, καὶ τὴν τῶν παρόντων ὑπεροψίαν.