Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον
Η Γέννηση, ο Αστέρας και η Προσκύνηση των Μάγων (Ομιλίες Ε΄-Η΄)
Ερμηνεία του μυστηρίου της ενσαρκώσεως, της παρθενίας της Θεοτόκου, του αστέρος της Βηθλεέμ και της προσέλευσης των Μάγων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η Γέννηση, ο Αστέρας και η Προσκύνηση των Μάγων (Ομιλίες Ε΄-Η΄)
Ερμηνεία του μυστηρίου της ενσαρκώσεως, της παρθενίας της Θεοτόκου, του αστέρος της Βηθλεέμ και της προσέλευσης των Μάγων.
ΟΜΙΛΙΑ Εʹ. Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.» αʹ. Πολλῶν ἀκούω λεγόντων, ὅτι παρόντες μὲν καὶ τῆς ἀκροάσεως ἀπολαύοντες, συστελλόμεθα· ἐξελθόντες δὲ, ἕτεροι πάλιν ἀνθ᾽ ἑτέρων γινόμεθα, τὸ πῦρ τῆς προθυμίας σβεννύντες. Τί οὖν ἂν γένοιτο, ὅπως τοῦτο μὴ γίνηται; Σκοπήσωμεν ὅθεν γίνεται. Πόθεν οὖν γίνεται ἡμῖν ἡ τοσαύτη μεταβολή; Ἀπὸ τῆς διατριβῆς τῆς μὴ προσηκούσης, καὶ τῆς τῶν πονηρῶν ἀνθρώπων συνουσίας. Οὐ γὰρ ἐχρῆν ἀπὸ τῆς συνάξεως ἀναχωροῦντας, εἰς τὰ μὴ προσήκοντα τῇ συνάξει ἐμβάλλειν ἑαυτοὺς πράγματα· ἀλλ᾽ εὐθέως οἴκαδε ἐλθόντας τὸ βιβλίον μεταχειρίζεσθαι, καὶ τὴν γυναῖκα καὶ τὰ παιδία πρὸς τὴν κοινωνίαν τῆς τῶν εἰρημένων καλεῖν συλλογῆς, καὶ τότε τῶν βιωτικῶν ἅπτεσθαι πραγμάτων. Εἰ γὰρ ἀπὸ βαλανείου οὐκ ἂν ἕλοιο εἰς ἀγορὰν ἐμβάλλειν, ὥστε μὴ τὴν ἐκεῖθεν ἄνεσιν λυμήνασθαι τοῖς ἐν ἀγορᾷ πράγμασι· πολλῷ μᾶλλον ἀπὸ συνάξεως τοῦτο ποιεῖν ἐχρῆν. Νῦν δὲ τοὐναντίον ποιοῦμεν· διὰ δὴ τοῦτο καὶ πάντα ἀπόλλυμεν.
Οὔπω γὰρ τῆς ὠφελείας τῶν λεχθέντων παγείσης καλῶς, ἡ πολλὴ ῥύμη τῶν ἔξωθεν προσπιπτόντων πάντα παρασύρασα οἴχεται. Ἵν᾽ οὖν μὴ τοῦτο γίνηται, ἀπὸ συνάξεως ἀναχωρῶν, μηδὲν ποιοῦ τῆς τῶν εἰρημένων συλλογῆς ἀναγκαιότερον. Καὶ γὰρ ἐσχάτης ἀγνωμοσύνης ἂν εἴη, πέντε καὶ ἓξ ἡμέρας τοῖς βιωτικοῖς ἀπονέμοντας, τοῖς πνευματικοῖς μηδὲ μίαν ἡμέραν, μᾶλλον δὲ μηδὲ μικρὸν τῆς ἡμέρας μέρος διδόναι. Οὐχ ὁρᾶτε τὰ παιδία τὰ ἡμέτερα, ὅτι τὰ μαθήματα, ἅπερ ἂν δέξωνται, ταῦτα δι᾽ ὅλης μελετῶσι τῆς ἡμέρας; Τοῦτο δὴ καὶ ἡμεῖς ἐργασώμεθα· ἐπεὶ πλέον οὐδὲν ἡμῖν ἔσται τῆς ἐνταῦθα ἀφίξεως, εἰς πίθον τετρημένον ἀντλοῦσι καθ᾽ ἑκάστην ἡμέραν, καὶ μηδὲ τοσαύτην παρεχομένοις σπουδὴν τῇ τῶν εἰρημένων φυλακῇ, ὅσην περὶ χρυσὸν καὶ ἄργυρον ἐπιδεικνύμεθα.
Δηνάρια μὲν γάρ τις ὀλίγα λαβὼν, καὶ εἰς βαλάντιον ἀποτίθεται, καὶ σφραγῖδα ἐπιτίθησιν· ἡμεῖς δὲ καὶ χρυσίου καὶ λίθων πολυτελῶν τιμιώτερα δεχόμενοι λόγια, καὶ τοὺς τοῦ Πνεύματος ὑποδεχόμενοι θησαυροὺς, οὐκ εἰς τὰ ταμιεῖα τῆς ψυχῆς ἀποτιθέμεθα, ἀλλ᾽ ἁπλῶς καὶ ὡς ἔτυχεν ἐῶμεν τῆς ἡμετέρας διανοίας ἐκρεῖν. Τίς οὖν ἡμᾶς ἐλεήσει λοιπὸν, ἐπιβουλεύοντας ἑαυτοῖς, καὶ εἰς τοσαύτην ἐμβάλλοντας πενίαν; Ἵν᾽ οὖν μὴ τοῦτο γίνηται, γράψωμεν ἑαυτοῖς νόμον ἀκίνητον, καὶ ταῖς γυναιξὶ καὶ τοῖς παισὶ τοῖς ἡμετέροις, μίαν τῆς ἑβδομάδος ἡμέραν ταύτην ὅλην ἀνατιθέναι τῇ ἀκροάσει καὶ τῶν ἀκουσθέντων τῇ συλλογῇ. Οὕτω γὰρ καὶ εὐμαθέστεροι πρὸς τὰ μέλλοντα ῥηθήσεσθαι ἀπαντήσομεν, καὶ ἡμῖν ἐλάττων ὁ πόνος ἔσται, καὶ ὑμῖν τὸ κέρδος πλέον, ὅταν τὰ πρώην εἰρημένα φέροντες ἐπὶ μνήμης, οὕτω τὰ μετὰ ταῦτα ἀκούητε. Οὐ γὰρ μικρόν τι καὶ τοῦτο συντελεῖ πρὸς τὴν τῶν λεγομένων σύνεσιν, τὸ τὴν ἀκολουθίαν εἰδέναι μετὰ ἀκριβείας τῶν παρ᾽ ἡμῶν ὑφαινομένων ὑμῖν νοημάτων. Ἐπειδὴ γὰρ οὐκ ἔνι πάντα ἐν μιᾷ καταβαλεῖν ἡμέρᾳ, τὰ ἐν πολλαῖς ὑμῖν ἡμέραις κατατιθέμενα τῇ τῆς μνήμης συνεχείᾳ ὥσπερ σειράν τινα ποιήσαντες, οὕτω δὴ περιτίθεσθε τῇ ψυχῇ, ὥστε ὁλόκληρον φαίνεσθαι τὸ σῶμα τῶν Γραφῶν. Ἀναμνήσαντες τοίνυν τῶν ἔναγχος εἰρημένων ἑαυτοὺς, οὕτω καὶ σήμερον ἐπὶ τὰ προκείμενα ἴωμεν.
βʹ. Τίνα δέ ἐστι τὰ προκείμενα σήμερον; Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος. Ἀξίως τοῦ θαύματος, ὡς αὐτῷ δυνατὸν ἦν, ἀνεβόησεν, εἰπών· Τοῦτο δὲ ὅλον γέγονεν. Ἐπειδὴ γὰρ εἶδε τὸ πέλαγος καὶ τὴν ἄβυσσον τῆς φιλανθρωπίας τοῦ Θεοῦ, καὶ τὸ μηδέποτε ἐλπισθὲν εἰς ἔργον ἐλθὸν, καὶ φύσεως λυθέντας νόμους, καὶ καταλλαγὰς γινομένας, καὶ τὸν πάντων ἀνώτερον πρὸς τὸν πάντων κατώτερον κατιόντα, καὶ τὰ μεσότοιχα λυόμενα, καὶ τὰ κωλύματα ἀναιρούμενα, καὶ πολλῷ πλείονα τούτων ἕτερα γινόμενα, ἑνὶ ῥήματι τὸ θαῦμα παρέστησεν, εἰπών· Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου. Μὴ γὰρ νομίσῃς, φησὶν, ὅτι νῦν ταῦτα ἔδοξε· πάλαι προετυποῦτο. Ὅπερ καὶ ὁ Παῦλος πανταχοῦ δεῖξαι ἐσπούδασε. Καὶ παραπέμπει τὸν Ἰωσὴφ τῷ Ἡσαΐᾳ λοιπὸν, ἵνα κἂν τῶν αὐτοῦ ῥημάτων ἐπιλάθηται ἀφυπνισθεὶς, ἅτε πρόσφατον εἰρημένων, τῶν προφητικῶν, οἷς συνανεστράφη διαπαντὸς, ἀναμνησθεὶς, καὶ τὰ παρ᾽ αὐτοῦ λεχθέντα κατάσχῃ. Καὶ τῇ μὲν γυναικὶ οὐδὲν τούτων εἴρηκεν, ἅτε κόρῃ οὔσῃ καὶ ἀπείρως τούτων ἐχούσῃ· τῷ δὲ ἀνδρὶ, δικαίῳ τε ὄντι καὶ μελετῶντι προφήτας, ἐντεῦθεν διαλέγεται.
Καὶ πρὸ μὲν τούτου, Μαριὰμ τὴν γυναῖκά σου, λέγει· ἐνταῦθα δὲ ὅτε τὸν προφήτην εἵλκυσεν εἰς τὸ μέσον, τότε αὐτῷ πιστεύει τὸ τῆς παρθενίας ὄνομα· οὐ γὰρ οὕτως ἀτάραχος ἔμενε, παρθένον παρ᾽ αὐτοῦ ἀκούων, εἰ μὴ πρῶτον καὶ παρὰ Ἡσαΐου. Καὶ γὰρ οὐδὲν ξένον, ἀλλὰ τὸ σύνηθες καὶ τὸ ἐν πολλῷ χρόνῳ μελετηθὲν ἔμελλεν ἀκούσεσθαι παρὰ τοῦ προφήτου.
Διὰ τοῦτο ποιῶν εὐπαράδεκτον τὸ εἰρημένον ὁ ἄγγελος, παράγει εἰς μέσον τὸν Ἡσαΐαν. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλ᾽ ἐπὶ τὸν Θεὸν ἀναρτᾷ τὸν λόγον· οὐ γὰρ αὐτοῦ εἶναί φησι τὸ εἰρημένον, ἀλλὰ τοῦ τῶν ὅλων Θεοῦ. Διὰ τοῦτο οὐκ εἶπεν, Ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Ἡσαΐου, ἀλλὰ, Τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου. Τὸ μὲν γὰρ στόμα Ἡσαΐου, ὁ δὲ χρησμὸς ἄνωθεν ἐφέρετο. Τί οὖν οὗτός φησιν ὁ χρησμός; Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Πῶς οὖν οὐκ ἐκλήθη, φησὶ, τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ἀλλὰ Ἰησοῦς Χριστός; Ὅτι οὐκ εἶπε, Καλέσεις, ἀλλὰ, Καλέσουσιν, οἱ ὄχλοι τουτέστι, καὶ ἡ τῶν πραγμάτων ἔκβασις. Ἐνταῦθα γὰρ τὸ συμβαῖνον ὄνομα τίθησι· καὶ ἔθος τοῦτο τῇ Γραφῇ, τὰ συμβαίνοντα πράγματα ἀντὶ ὀνομάτων τιθέναι. Οὐδὲν οὖν ἄλλο δηλοῖ τὸ, Καλέσουσιν Ἐμμανουὴλ, ἢ ὅτι Ὄψονται Θεὸν μετὰ ἀνθρώπων· ἀεὶ μὲν γὰρ γέγονε μετὰ ἀνθρώπων, οὐδέποτε δὲ οὕτω σαφῶς. Εἰ δὲ ἀναισχυντοῖεν Ἰουδαῖοι, ἐρησόμεθα αὐτούς· Πότε ἐκλήθη τὸ παιδίον, Ταχέως σκύλευσον, ὀξέως προνόμευσον;
Ἀλλ᾽ οὐκ ἂν ἔχοιεν εἰπεῖν. Πῶς οὖν ὁ προφήτης ἔλεγε· Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον; Ὅτι γεννηθέντος αὐτοῦ προνομὴ σκύλων ἐγένετο καὶ διανομή· διὰ τοῦτο τὸ ἐπ᾽ αὐτοῦ πρᾶγμα συμβεβηκὸς ὡς ὄνομα αὐτοῦ τίθησι. Καὶ ἡ πόλις δὲ, φησὶ, κληθήσεται πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών· καὶ οὐδαμοῦ εὑρίσκομεν ὅτι δικαιοσύνη ἐκλήθη ἡ πόλις, ἀλλ᾽ ἔμεινεν Ἱεροσόλυμα καλουμένη· ἀλλ᾽ ἐπειδὴ τοῦτο ἐξέβη, πρὸς τὸ βέλτιον αὐτῆς μεταβληθείσης, διὰ τοῦτο αὐτὴν οὕτω καλεῖσθαι ἔφη.
Ὅταν γάρ τι συμβῇ πρᾶγμα, ὃ τῆς προσηγορίας σαφέστερον γνωρίζει τὸν κατορθοῦντα αὐτὸ, ἢ καὶ ἀπολαύοντα αὐτοῦ, ὄνομα αὐτῷ φησιν εἶναι τοῦ πράγματος τὴν ἀλήθειαν. Εἰ δὲ ἐντεῦθεν ἐπιστομισθέντες ἕτερον ζητοῖεν, τὸ περὶ τῆς παρθενίας λεχθὲν, καὶ προβάλλοιντο ἡμῖν ἑτέρους ἑρμηνευτὰς, λέγοντες, ὅτι Οὐκ εἶπον παρθένον, ἀλλὰ νεᾶνιν· πρῶτον μὲν ἐκεῖνο ἐροῦμεν, ὅτι τῶν ἄλλων μᾶλλον ἁπάντων τὸ ἀξιόπιστον οἱ Ἑβδομήκοντα ἔχοιεν ἂν δικαίως. Οἱ μὲν γὰρ μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν ἡρμήνευσαν, Ἰουδαῖοι μείναντες. καὶ δικαίως ἂν ὑποπτεύοιντο, ἅτε ἀπεχθείᾳ μᾶλλον εἰρηκότες, καὶ τὰς προφητείας συσκιάζοντες ἐπίτηδες· οἱ δὲ Ἑβδομήκοντα πρὸ ἑκατὸν ἢ καὶ πλειόνων ἐτῶν τῆς τοῦ Χριστοῦ παρουσίας ἐπὶ τοῦτο ἐλθόντες καὶ τοσοῦτοι ὄντες, πάσης τοιαύτης εἰσὶν ὑποψίας ἀπηλλαγμένοι, καὶ διὰ τὸν χρόνον, καὶ διὰ τὸ πλῆθος, καὶ διὰ τὴν συμφωνίαν μᾶλλον ἂν εἶεν πιστεύεσθαι δίκαιοι.
γʹ. Εἰ δὲ καὶ τὴν ἐκείνων παράγοιεν μαρτυρίαν, καὶ οὕτω τὰ νικητήρια παρ᾽ ἡμῖν. Καὶ γὰρ τὸ τῆς νεανιότητος ὄνομα ἐπὶ τῆς παρθενίας· εἴωθεν ἡ Γραφὴ τιθέναι, οὐκ ἐπὶ γυναικῶν μόνον, ἀλλὰ καὶ ἐπὶ ἀνδρῶν· Νεανίσκοι γὰρ, φησὶ, καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων. Καὶ περὶ κόρης δὲ ἐπιβουλευομένης διαλεγομένη πάλιν, Ἐὰν φωνήσῃ ἡ νεᾶνις, φησὶ, τουτέστιν ἡ παρθένος. Καὶ τὰ πρὸ τούτου δὲ εἰρημένα τοῦτον τὸν λόγον συνίστησιν. Οὐδὲ γὰρ ἁπλῶς εἶπεν, Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει· ἀλλὰ πρότερον εἰπὼν, Ἰδοὺ δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον, τότε ἐπήγαγεν· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει. Καίτοι εἰ μὴ παρθένος ἦν ἡ μέλλουσα κύειν, ἀλλὰ νόμῳ γάμου τοῦτο ἐγίνετο, ποῖον ἂν εἴη σημεῖον τὸ γινόμενον; Τὸ γὰρ σημεῖον ὑπερβαίνειν δεῖ τὴν τῶν πολλῶν ἀκολουθίαν, καὶ ξένον εἶναι καὶ παρηλλαγμένον· ἐπεὶ πῶς ἂν εἴη σημεῖον; Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου, ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου. Εἶδες ὑπακοὴν, καὶ καταπειθῆ διάνοιαν; εἶδες ψυχὴν διεγηγερμένην, καὶ ἐν ἅπασιν ἀδέκαστον; Οὔτε γὰρ ἡνίκα ὑπώπτευσεν ἀηδές τι καὶ ἄτοπον, κατασχεῖν ἠνέσχετο τὴν Παρθένον, οὔτε ἐπειδὴ ταύτης ἀπηλλάγη τῆς ὑποψίας, ἐκβαλεῖν ὑπέμεινεν· ἀλλὰ καὶ κατέχει, καὶ διακονεῖται τῇ οἰκονομίᾳ πάσῃ. Καὶ παρέλαβε Μαρίαν τὴν γυναῖκα αὐτοῦ.
Εἶδες πῶς συνεχῶς τοῦτο τίθησι τὸ ὄνομα ὁ εὐαγγελιστὴς, οὐ βουλόμενος ἐκκαλυφθῆναι τὸ μυστήριον ἐκεῖνο τέως, καὶ τὴν πονηρὰν ἐκείνην ἀναιρῶν ὑποψίαν;
Παραλαβὼν δὲ αὐτὴν, οὐκ ἐγίνωσκεν αὐτὴν, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον. Τὸ, Ἕως, ἐνταῦθα εἴρηκεν, οὐχ ἵνα ὑποπτεύσῃς ὅτι μετὰ ταῦτα αὐτὴν ἔγνω, ἀλλ᾽ ἵνα μάθῃς ὅτι πρὸ τῶν ὠδίνων πάντως ἀνέπαφος ἦν ἡ Παρθένος. Τίνος οὖν ἕνεκεν, φησὶ, τὸ, Ἕως, τέθεικεν; Ὅτι ἔθος τῇ Γραφῇ τοῦτο πολλάκις ποιεῖν, καὶ τὴν ῥῆσιν ταύτην μὴ ἐπὶ διωρισμένων τιθέναι χρόνων. Καὶ γὰρ καὶ ἐπὶ τῆς κιβωτοῦ φησιν· Οὐχ ὑπέστρεψεν ὁ κόραξ ἕως οὗ ἐξηράνθη ἡ γῆ· καίτοιγε οὐδὲ μετὰ ταῦτα ὑπέστρεψε. Καὶ περὶ τοῦ Θεοῦ δὲ διαλεγομένη φησίν· Ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ· οὐχ ὅρους τιθεῖσα ἐνταῦθα· καὶ πάλιν εὐαγγελιζομένη καὶ λέγουσα· Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη· οὐ πέρας δίδωσι τῷ καλῷ τούτῳ στοιχείῳ. Οὕτω δὴ καὶ ἐνταῦθα τὸ, Ἕως, εἶπε, τὰ πρὸ τῶν ὠδίνων ἀσφαλιζομένη, τὰ δὲ μετὰ ταῦτα σοὶ καταλιμπάνουσα συλλογίζεσθαι. Ὃ μὲν γὰρ ἀναγκαῖον ἦν παρ᾽ αὐτοῦ σε μαθεῖν, τοῦτο αὐτὸς εἴρηκεν, ὅτι ἀνέπαφος ἦν ἡ Παρθένος ἕως τοῦ τόκου· ὃ δὲ ἐκ τῶν εἰρημένων ἀκόλουθόν τε ἐφαίνετο καὶ ὡμολογημένον, τοῦτο σοὶ λοιπὸν ἀφίησι συνιδεῖν· οἷον, ὅτι οὐδὲ μετὰ ταῦτα τὴν οὕτω γενομένην μητέρα, καὶ καινῶν ὠδίνων καὶ ξένων καταξιωθεῖσαν λοχευμάτων, οὐκ ἂν δίκαιος ὢν ἐκεῖνος ὑπέμεινε γνῶναι λοιπόν.
Εἰ γὰρ ἔγνω αὐτὴν, καὶ ἐν τάξει γυναικὸς εἶχε, πῶς ὡς ἀπροστάτευτον αὐτὴν καὶ οὐδένα ἔχουσαν τῷ μαθητῇ παρατίθεται, καὶ κελεύει αὐτῷ εἰς τὰ ἴδια αὐτὴν λαβεῖν; Πῶς οὖν, φησὶν, ἀδελφοὶ αὐτοῦ χρηματίζουσιν οἱ περὶ Ἰάκωβον; Ὥσπερ καὶ αὐτὸς ἐνομίζετο ἀνὴρ τῆς Μαρίας. Πολλὰ γὰρ ἐγένετο τὰ παραπετάσματα, ὥστε συσκιασθῆναι τέως τὸν τοιοῦτον τόκον.
Διὸ καὶ Ἰωάννης οὕτως αὐτοὺς ἐκάλει λέγων· Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. Ἀλλ᾽ ὅμως οἱ μὴ πιστεύοντες πρότερον, θαυμαστοὶ καὶ περιφανεῖς γεγόνασιν ὕστερον. Ὅτε γοῦν εἰς Ἱεροσόλυμα ἀνῆλθον οἱ περὶ Παῦλον δογμάτων ἕνεκεν, πρὸς αὐτὸν εὐθέως εἰσῆλθον. Οὕτω γὰρ ἦν θαυμαστὸς, ὡς καὶ τὴν ἐπισκοπὴν ἐγχειρισθῆναι πρῶτος.
Φασὶ δὲ αὐτὸν καὶ σκληραγωγίᾳ προσέχειν τοσαύτῃ, ὡς καὶ τὰ μέλη νεκρωθῆναι ἅπαντα, καὶ ἀπὸ τῆς συνεχοῦς εὐχῆς, καὶ τῆς διηνεκοῦς πρὸς τὸ ἔδαφος ὁμιλίας τὸ μέτωπον οὕτως αὐτῷ κατεσκληκέναι, ὡς μηδὲν ἄμεινον γονάτων καμήλου διακεῖσθαι τῆς ἀντιτυπίας ἕνεκεν αὐτῆς. Οὗτος καὶ τὸν Παῦλον μετὰ ταῦτα πάλιν εἰς τὰ Ἱεροσόλυμα ἀνελθόντα ῥυθμίζει λέγων· Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶ τῶν συνεληλυθότων. Τοσαύτη ἦν αὐτοῦ ἡ σύνεσις, καὶ ὁ ζῆλος· μᾶλλον δὲ τοσαύτη ἡ τοῦ Χριστοῦ δύναμις. Οἱ γὰρ διασύροντες αὐτὸν ζῶντα, μετὰ τὸ ἀποθανεῖν οὕτως ἐξεπλάγησαν, ὡς καὶ ἀποθανεῖν ὑπὲρ αὐτοῦ μετὰ πολλῆς τῆς προθυμίας· ἅπερ μάλιστα δείκνυσι τῆς ἀναστάσεως τὴν ἰσχύν. Διὰ γάρ τοι τοῦτο τὰ λαμπρότερα ὕστερον ἐτηρεῖτο, ἵνα ἀναμφισβήτητος αὕτη ἡ ἀπόδειξις γένηται. Εἰ γὰρ καὶ τῶν ἐν τῇ ζωῇ θαυμαζομένων παρ᾽ ἡμῖν ἀπελθόντων ἐπιλανθανόμεθα, πῶς οἱ ζῶντα διαχλευάζοντες τοῦτον, ὕστερον Θεὸν εἶναι ἐνόμισαν, εἰ τῶν πολλῶν εἷς ἦν; πῶς δ᾽ ἂν ὑπὲρ αὐτοῦ καὶ σφαγῆναι κατεδέξαντο, εἰ μὴ σαφῆ τῆς ἀναστάσεως ἔλαβον τὴν ἀπόδειξιν;
δʹ. Ταῦτα δὲ οὐχ ἵνα ἀκούητε λέγομεν μόνον, ἀλλ᾽ ἵνα καὶ μιμῆσθε τήν τε ἀνδρείαν, τήν τε παῤῥησίαν, τήν τε δικαιοσύνην ἅπασαν· ἵνα μηδεὶς ἑαυτοῦ ἀπογινώσκῃ, κἂν πρὸ τούτου ῥᾴθυμος ἦν· ἵνα εἰς μηδὲν ἕτερον ἔχῃ τὰς ἐλπίδας, μετὰ τὸν ἔλεον τοῦ Θεοῦ, ἀλλ᾽ εἰς ἀρετὴν οἰκείαν. Εἰ γὰρ οὗτοι τῆς τοιαύτης οὐδὲν ἀπώναντο συγγενείας, καὶ οἴκου καὶ πατριᾶς τῆς αὐτῆς ὄντες τῷ Χριστῷ, ἕως ἀρετὴν ἐπεδείξαντο, τίνος δυνησόμεθα ἀπολαῦσαι συγγνώμης ἡμεῖς, συγγενεῖς καὶ ἀδελφοὺς δικαίους προβαλλόμενοι, ἂν μὴ σφόδρα ὦμεν ἐπιεικεῖς καὶ ἐν ἀρετῇ βεβιωκότες;
Καὶ γὰρ ὁ προφήτης αὐτὸ τοῦτο αἰνιττόμενος ἔλεγεν· Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; κἂν Μωϋσῆς ᾖ, κἂν Σαμουὴλ, κἂν Ἱερεμίας. Ἄκουσον γοῦν τί φησι πρὸς αὐτὸν ὁ Θεός· Μὴ προσεύχου ὑπὲρ τοῦ λαοῦ τούτου, ὅτι οὐκ εἰσακούσομαί σου. Καὶ τί θαυμάζεις εἰ σοῦ οὐκ ἀκούω; Καὶ γὰρ αὐτὸς ὁ Μωϋσῆς. φησὶν, εἰ παρῆν, καὶ Σαμουὴλ, οὐκ ἂν αὐτῶν ἐδεξάμην τὴν ὑπὲρ τούτων ἱκετηρίαν.
Κἂν Ἰεζεκιὴλ ᾖ ὁ παρακαλῶν, ἀκούσεται, ὅτι Ἐὰν στῇ Νῶε, καὶ Ἰὼβ, καὶ Δανιὴλ, υἱοὺς αὐτῶν καὶ θυγατέρας οὐ μὴ ἐξέλωνται. Κἂν Ἀβραὰμ ὁ πατριάρχης ᾗ ὑπὲρ τῶν σφόδρα ἀνίατα νοσούντων καὶ μὴ μεταβαλλομένων δεόμενος, ἀπελεύσεται ὁ Θεὸς αὐτὸν ἐγκαταλιμπάνων, ὥστε μὴ δέξασθαι τὴν ὑπὲρ τούτων φωνήν. Κἂν Σαμουὴλ ᾖ πάλιν ὁ τοῦτο ποιῶν, ἐρεῖ πρὸς αὐτόν· Μὴ πένθει περὶ τοῦ Σαούλ.
Κἂν ὑπὲρ ἀδελφῆς τις παρακαλῇ μὴ προσηκόντως, ἀκούσεται πάλιν ὅπερ Μωϋσῆς· Εἰ ἐμπτύων ἐνέπτυσεν ὁ πατὴρ εἰς τὸ πρόσωπον αὐτῆς. Μὴ δὴ πρὸς ἑτέρους ὦμεν κεχηνότες. Ἔχουσι μὲν γὰρ δύναμιν αἱ εὐχαὶ τῶν ἁγίων μεγίστην, ἀλλ᾽ ὅταν καὶ ἡμεῖς μετανοῶμεν καὶ γινώμεθα βελτίους. Ἐπεὶ καὶ Μωϋσῆς τὸν ἀδελφὸν τὸν ἑαυτοῦ καὶ μυριάδας ἑξήκοντα τῆς θεηλάτου τότε ὀργῆς ἐξαρπάσας, τὴν ἀδελφὴν οὐκ ἴσχυσεν ἐξελέσθαι· καίτοιγε οὐκ ἴσον τὸ ἁμάρτημα ἦν· ἐκείνη μὲν γὰρ τὸν Μωϋσέα ὕβρισεν· ἐνταῦθα δὲ ἀσέβεια ἦν τὸ τολμηθέν. Ἀλλὰ τοῦτο μὲν ὑμῖν ἀφίημι τὸ ζήτημα· τὸ δὲ ἔτι τούτου χαλεπώτερον ἐπιλῦσαι πειράσομαι. Τί γὰρ χρὴ λέγειν τὴν ἀδελφήν; Ὁ γὰρ τοσούτου δήμου προστὰς, ἑαυτῷ ἀρκέσαι οὐκ ἴσχυσεν, ἀλλὰ μετὰ τοὺς μυρίους πόνους καὶ τὰς ταλαιπωρίας, καὶ τὴν ἐν τεσσαράκοντα ἔτεσι προσεδρείαν, ἐκωλύετο τῆς γῆς ἐπιβῆναι, ὑπὲρ ἧς ἐπαγγελίαι τοσαῦται καὶ ὑποσχέσεις. Τί οὖν τὸ αἴτιον; Οὐκ ἦν λυσιτελοῦσα ἡ χάρις αὕτη, ἀλλὰ καὶ πολὺ τὸ βλάβος ἔχουσα, καὶ πολλοὺς τῶν Ἰουδαίων ὑποσκελίζειν ἔμελλεν. Εἰ γὰρ ἐπειδὴ τῆς Αἰγύπτου μόνης ἀπηλλάγησαν, τὸν Θεὸν ἀφέντες, Μωϋσέα ἐζήτουν, καὶ αὐτῷ τὸ πᾶν ἐλογίζοντο· εἰ καὶ εἰσαγαγόντα εἶδον εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ποῦ οὐκ ἂν ἐξώκειλαν ἀσεβείας; Διά τοι τοῦτο οὐδὲ ὁ τάφος αὐτοῦ κατάδηλος γέγονε.
Καὶ Σαμουὴλ δὲ τὸν μὲν Σαοὺλ οὐκ ἴσχυσεν ἀπαλλάξαι τῆς ἄνωθεν ὀργῆς, τοὺς δὲ Ἰσραηλίτας πολλάκις διέσωσε. Καὶ ὁ Ἱερεμίας Ἰουδαίοις μὲν οὐκ ἤρκεσεν, ἕτερον δέ τινα ἐκάλυψεν ἐν τῇ προφητείᾳ. Καὶ ὁ Δανιὴλ τοὺς μὲν βαρβάρους ἐξείλετο σφαττομένους, τοὺς δὲ Ἰουδαίους οὐκ ἐξείλετο αἰχμαλωτιζομένους. Καὶ ἐν τοῖς Εὐαγγελίοις δὲ ὀψόμεθα οὐκ ἐφ᾽ ἑτέρων, ἀλλ᾽ ἐπὶ τῶν αὐτῶν ἀμφότερα ταῦτα γινόμενα· καὶ τὸν αὐτὸν νῦν μὲν ἀρκέσαντα ἑαυτῷ, νῦν δὲ προδεδομένον. Ὁ γὰρ τὰ μυρία τάλαντα ὀφείλων, καὶ ἐξείλετο ἑαυτὸν τοῦ κινδύνου δεηθεὶς, καὶ πάλιν οὐκ ἴσχυσεν· ἕτερος δὲ ἀντιστρόφως πρότερον ἑαυτὸν προδοὺς, ὕστερον τὰ μέγιστα ἑαυτῷ βοηθῆσαι ἴσχυσε. Τίς δὲ οὗτός ἐστιν;
Ὁ τὴν πατρῴαν καταφαγὼν οὐσίαν. Ὥστε ἐὰν μὲν ῥᾳθυμῶμεν, οὐδὲ δι᾽ ἑτέρων δυνησόμεθα σώζεσθαι· ἐὰν δὲ νήφωμεν, καὶ δι᾽ ἑαυτῶν τοῦτο ἰσχύσομεν, καὶ δι᾽ ἑαυτῶν μᾶλλον, ἢ δι᾽ ἑτέρων. Καὶ γὰρ ὁ Θεὸς ἡμῖν μᾶλλον δοῦναι βούλεται τὴν χάριν, ἢ ἑτέροις ὑπὲρ ἡμῶν· ἵνα καὶ παῤῥησίας ἀπολαύωμεν, καὶ βελτίους γινώμεθα, σπουδάζοντες αὐτοῦ λῦσαι τὴν ὀργήν. Οὕτω τὴν Χαναναίαν ἠλέησεν· οὕτω τὴν πόρνην ἔσωσεν, οὕτω τὸν λῃστὴν, οὐδενὸς γενομένου μεσίτου καὶ προστάτου.
εʹ. Καὶ ταῦτα λέγω, οὐχ ἵνα μὴ ἱκετεύωμεν τοὺς ἁγίους, ἀλλ᾽ ἵνα μὴ ῥᾳθυμῶμεν, μηδὲ ἀναπίπτοντες αὐτοὶ καὶ καθεύδοντες, ἑτέροις τὰ καθ᾽ ἡμᾶς ἐπιτρέπωμεν μόνοις. Καὶ γὰρ εἰπὼν, Ποιήσατε ὑμῖν φίλους, οὐκ ἔστη μέχρι τούτου μόνον, ἀλλὰ προσέθηκεν, Ἐκ τοῦ ἀδίκου μαμωνᾶ· ἵνα πάλιν σὸν τὸ κατόρθωμα γένηται· οὐδὲν γὰρ ἕτερον ἢ ἐλεημοσύνην ἐνταῦθα ᾐνίξατο. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὐδὲ ἀκριβολογεῖται πρὸς ἡμᾶς, ἐὰν ἀποστῶμεν τῆς ἀδικίας Ὃ γὰρ λέγει τοιοῦτόν ἐστιν· Ἐκτήσω κακῶς; ἀνάλωσον καλῶς. Συνέλεξας ἀδίκως; σκόρπισον δικαίως.
Καίτοιγε ποία τοῦτο ἀρετὴ τὸ ἐκ τῶν τοιούτων διδόναι; Ἀλλ᾽ ὅμως ὁ Θεὸς, φιλάνθρωπος ὢν, καὶ μέχρι τούτου καταβαίνει· κἂν οὕτω ποιῶμεν, πολλὰ ἡμῖν ἐπαγγέλλεται ἀγαθά. Ἀλλ᾽ ἡμεῖς εἰς τοσοῦτον ἀναισθησίας ἥκομεν, ὡς μηδὲ ἐκ τοῦ ἀδίκου διδόναι· ἀλλὰ μυρία ἁρπάζοντες, ἂν πολλοστὸν μέρος καταβάλωμεν, τὸ πᾶν νομίζομεν πεπληρωκέναι. Οὐκ ἤκουσας Παύλου λέγοντος, ὅτι Ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει; Τίνος οὖν ἕνεκεν φείδῃ; μὴ γὰρ ἀνάλωμα τὸ πρᾶγμά ἐστι; μὴ γὰρ δαπάνη;
Πρόσοδός ἐστι καὶ ἐμπορία. Ὅπου ἐμπορία, ἐκεῖ καὶ πλεονασμός· ὅπου σπόρος, ἐκεῖ καὶ ἀμητός. Σὺ δὲ, εἰ μὲν γῆν λιπαρὰν καὶ βαθεῖαν καὶ πολλὰ δυναμένην δέξασθαι σπέρματα γεωργεῖν ἔμελλες, καὶ τὰ ὄντα ἂν ἐξέβαλες, καὶ παρ᾽ ἑτέρων ἂν ἐδανείσω, ζημίαν τὴν ἐν τοῖς τοιούτοις φειδὼ νομίζων εἶναι· τὸν δὲ οὐρανὸν μέλλων γεωργεῖν, τὸν οὐδεμιᾷ ἀνωμαλίᾳ ἀέρων ὑποκείμενον, ἀλλὰ πάντως ἀποδώσοντα μετὰ πλείονος προσθήκης τὰ καταβαλλόμενα, ὀκνεῖς καὶ ἀναδύῃ, καὶ οὐκ ἐννοεῖς ὅτι ἔστι φειδόμενον ἀπολέσαι, καὶ μὴ φειδόμενον κερδᾶναι. Σκόρπισον τοίνυν, ἵνα μὴ ἀπολέσῃς· μὴ κατάσχῃς, ἵνα κατάσχῃς· ἔκβαλε, ἵνα φυλάξῃς· ἀνάλωσον, ἵνα κερδάνῃς. Κἂν φυλάξαι αὐτὰ δέῃ, μὴ σὺ φύλαττε· πάντως γὰρ αὐτὰ ἀπολεῖς· ἀλλὰ πίστευσον τῷ Θεῷ· οὐδεὶς γὰρ ἐκεῖθεν ἁρπάζει. Μὴ σὺ πραγματεύου· οὐδὲ γὰρ οἶσθα κερδαίνειν· ἀλλὰ δάνεισον τῷ πλείω τοῦ κεφαλαίου τὸν τόκον παρέχοντι. Δάνεισον ἔνθα μηδεὶς φθόνος, ἔνθα μηδεμία κατηγορία, μηδὲ ἐπιβουλὴ, μηδὲ φόβος.
Δάνεισον τῷ μηδενὸς δεομένῳ, καὶ χρείαν ἔχοντι διὰ σέ· τῷ πάντας τρέφοντι, καὶ πεινῶντι, ἵνα σὺ μὴ λιμώξῃς· τῷ πενομένῳ, ἵνα σὺ πλουτήσῃς. Δάνεισον ὅθεν οὐκ ἔστι θάνατον, ἀλλὰ ζωὴν ἀντὶ θανάτου καρπώσασθαι· οὗτοι μὲν γὰρ βασιλείαν, ἐκεῖνοι δὲ γέενναν προξενοῦσιν οἱ τόκοι· οἱ μὲν γὰρ φιλαργυρίας, οἱ δὲ φιλοσοφίας εἰσί· καὶ οἱ μὲν ὠμότητος, οἱ δὲ φιλανθρωπίας. Τίνα οὖν ἕξομεν ἀπολογίαν, ὅταν καὶ πλείονα ἐξὸν λαβεῖν, καὶ μετὰ ἀσφαλείας, καὶ ἐν καιρῷ τῷ προσήκοντι, καὶ ἐν ἐλευθερίᾳ πολλῇ, καὶ σκωμμάτων χωρὶς καὶ φόβων καὶ κινδύνων, ἀφέντες ταῦτα κερδᾶναι, διώκωμεν ἐκεῖνα τὰ αἰσχρὰ καὶ εὐτελῆ καὶ σφαλερὰ καὶ διαπίπτοντα, καὶ πολλὴν προξενοῦντα τὴν κάμινον ἡμῖν;
Οὐδὲν γὰρ, οὐδὲν τῶν ἐνταῦθα τόκων αἰσχρότερον, οὐδὲν ὠμότερον. Τὰς γὰρ ἀλλοτρίας ὁ τοιοῦτος πραγματεύεται συμφορὰς, καὶ πρόσοδον τὴν ἑτέρου δυσημερίαν ποιεῖται, καὶ μισθὸν ἀπαιτεῖ φιλανθρωπίας, καθάπερ δεδοικὼς μὴ ἐλεήμων φανῇ, καὶ προσχήματι φιλανθρωπίας βαθύτερον ὀρύσσει τὸ βάραθρον, ἐν τῷ βοηθεῖν ἐπιτρίβων τὴν πενίαν, καὶ ἐν τῷ χεῖρα ὀρέγειν ὠθῶν, καὶ δεχόμενος μὲν ὡς εἰς λιμένα, ναυαγίῳ δὲ περιβάλλων, ὡς ἐν σκοπέλῳ καὶ ὑφάλῳ καὶ σπιλάδι τοῦτον. Ἀλλὰ τί κελεύεις; φησί· τὸ συλλεχθὲν ἀργύριον καὶ ἐμοὶ χρήσιμον, ἑτέρῳ διδόναι εἰς ἐργασίαν, καὶ μηδένα μισθὸν ἀπαιτεῖν;
Ἄπαγε· οὐ φημὶ τοῦτο ἐγὼ, ἀλλὰ καὶ σφόδρα βούλομαί σε μισθὸν λαβεῖν, οὐ μὴν εὐτελῆ καὶ μικρὸν, ἀλλὰ πολλῷ μείζονα· ἀντὶ γὰρ χρυσίου, τὸν οὐρανὸν βούλομαί σε τόκον λαβεῖν. Τί τοίνυν εἰς πτωχείαν σεαυτὸν κατακλείεις, περὶ τὴν γῆν συρόμενος, καὶ μικρὰ ἀντὶ μεγάλων ἀπαιτῶν; Τοῦτο γὰρ οὐκ εἰδότος ἐστὶ πλουτεῖν. Ὅταν γὰρ ὁ μὲν Θεὸς, ἀντὶ χρημάτων ὀλίγων ἐπαγγέλληταί σοι τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθὰ, σὺ δὲ λέγῃς, Μὴ οὐρανόν μοι δῷς, ἀλλ᾽ ἀντὶ τοῦ οὐρανοῦ χρυσίον τὸ ἀπολλύμενον, τοῦτο βουλομένου μένειν ἐστὶν ἐν πενίᾳ. Ὡς ὅ γε ἐπιθυμῶν πλούτου καὶ εὐπορίας, τὰ μένοντα πρὸ τῶν ἀπολλυμένων, τὰ ἀνάλωτα πρὸ τῶν δαπανωμένων, τὰ πολλὰ πρὸ τῶν ὀλίγων, τὰ ἀκήρατα πρὸ τῶν φθειρομένων αἱρήσεται· οὕτω γὰρ κἀκεῖνα ἕψεται. Ὁ μὲν γὰρ τὴν γῆν πρὸ τοῦ οὐρανοῦ ζητῶν, καὶ ταύτης ἐκπεσεῖται πάντως· ὁ δὲ ἐκεῖνον ταύτης προτιθεὶς, ἀμφοτέρων ἀπολαύσεται μετὰ πολλῆς τῆς ὑπερβολῆς. Ὅπερ ἵνα καὶ ἐφ᾽ ἡμῶν γένηται, καταφρονήσαντες τῶν ἐνταῦθα πάντων, ἑλώμεθα τὰ μέλλοντα ἀγαθά. Οὕτω γὰρ καὶ τούτων κἀκείνων τευξόμεθα, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ϛʹ. Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα, λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.
αʹ. Πολλῆς ἡμῖν δεῖ τῆς ἀγρυπνίας, πολλῶν τῶν εὐχῶν, ὥστε δυνηθῆναι ἐπεξελθεῖν τῷ παρόντι χωρίῳ, καὶ μαθεῖν, τίνες οἱ μάγοι οὗτοι, καὶ πόθεν ἦλθον, καὶ πῶς, καὶ τίνος αὐτοὺς πείσαντος, καὶ τίς ὁ ἀστήρ.
Μᾶλλον δὲ, εἰ βούλεσθε, πρότερον ἅ φασιν οἱ τῆς ἀληθείας ἐχθροὶ, ταῦτα εἰς μέσον ἀγάγωμεν. Καὶ γὰρ τοσοῦτον κατ᾽ αὐτῶν ἔπνευσεν ὁ διάβολος, ὥστε καὶ ἐντεῦθεν αὐτοὺς ἐπιχειρεῖν ὁπλίζειν κατὰ τῶν τῆς ἀληθείας λόγων. Τί οὖν φασιν; Ἰδοὺ, φησὶ, καὶ τοῦ Χριστοῦ γεννηθέντος ἀστὴρ ἐφάνη, ὅπερ ἐστὶ σημεῖον τοῦ τὴν ἀστρολογίαν εἶναι βεβαίαν. Πῶς οὖν εἰ κατ᾽ ἐκεῖνον ἐτέχθη τὸν νόμον, ἀστρολογίαν ἔλυσε, καὶ εἱμαρμένην ἀνεῖλε, καὶ δαίμονας ἐπεστόμισε, καὶ πλάνην ἐξέβαλε, καὶ πᾶσαν τοιαύτην μαγγανείαν ἀνέτρεψε; Τί δὲ καὶ οἱ μάγοι παρὰ τοῦ ἀστέρος αὐτοῦ μανθάνουσιν; ὅτι βασιλεὺς τῶν Ἰουδαίων ἦν;
Καὶ μὴν οὐ ταύτης ἦν τῆς βασιλείας βασιλεὺς, καθὼς καὶ τῷ Πιλάτῳ ἔλεγεν· Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. Οὐδὲν γοῦν ἐπεδείξατο τοιοῦτον· οὐδὲ γὰρ δορυφόρους, οὔτε ὑπασπιστὰς, οὔτε ἵππους, οὔτε ἡμιόνων ζεῦγος, οὔτε ἄλλο τι τοιοῦτον ἔσχε περὶ ἑαυτόν· ἀλλὰ τὸν εὐτελῆ τοῦτον βίον καὶ πτωχὸν μετῄει, δώδεκα εὐτελεῖς ἀνθρώπους μεθ᾽ ἑαυτοῦ περιφέρων. Εἰ δὲ καὶ βασιλέα ᾔδεσαν ὄντα, τίνος ἕνεκεν παραγίνονται; Οὐ γὰρ δὴ τοῦτο ἀστρονομίας ἔργον ἐστὶν, ἀπὸ τῶν ἄστρων εἰδέναι τοὺς τικτομένους, ἀλλ᾽ ἀπὸ τῆς ὥρας τῶν τικτομένων προαναφωνεῖν τὰ μέλλοντα ἔσεσθαι, ὥς φασιν.
Οὗτοι δὲ οὔτε ὠδινούσῃ τῇ μητρὶ παρῆσαν, οὔτε τὸν καιρὸν ἔγνωσαν, καθ᾽ ὃν ἐτέχθη, οὔτε ἐντεῦθεν λαβόντες τὴν ἀρχὴν, συνέθηκαν ἀπὸ τῆς τῶν ἄστρων κινήσεως τὰ μέλλοντα ἔσεσθαι· ἀλλ᾽ ἀντιστρόφως, ἀστέρα πρὸ πολλοῦ τοῦ χρόνου θεασάμενοι φανέντα ἐπὶ τῆς αὐτῶν χώρας, ἔρχονται ὀψόμενοι τὸν τεχθέντα· ὅπερ καὶ αὐτὸ τοῦ προτέρου σφόδρα ἀπορώτερον ἂν εἴη. Τίς γὰρ αὐτοὺς ἔπεισε λόγος, ποίων ἀγαθῶν ἐλπὶς, τὸν ἐκ τοσούτου διαστήματος προσκυνῆσαι βασιλέα; Εἰ μὲν γὰρ αὐτῶν ἔμελλε βασιλεύειν, μάλιστα μὲν οὐδὲ οὕτω λόγον εἶχε τὸ γινόμενον. Καὶ γὰρ εἰ μὲν ἐν βασιλικαῖς αὐλαῖς ἐτίκτετο, καὶ πατρὸς αὐτῷ βασιλέως παρόντος, εἰκότως ἄν τις ἔφη τούτους, βουλομένους τὸν πατέρα θεραπεῦσαι, προσκυνῆσαι τὸ τεχθὲν παιδίον, καὶ ταύτῃ πολλὴν ἑαυτοῖς ὑπόθεσιν προαποθέσθαι εὐνοίας. Νυνὶ δὲ οὐδὲ αὐτῶν προσδοκῶντες ἔσεσθαι βασιλέα, ἀλλὰ ἔθνους ἀλλοκότου καὶ πολὺ τῆς αὐτῶν ἀφεστηκότος χώρας, οὔτε ἄνδρα ὁρῶντες ἤδη γενόμενον, τίνος ἕνεκεν τοσαύτην στέλλονται ἀποδημίαν, καὶ δῶρα προσφέρουσι, καὶ ταῦτα μέλλοντες μετὰ κινδύνων ἅπαντα πράττειν;
Καὶ γὰρ καὶ Ἡρώδης ἀκούσας διεταράχθη, καὶ ὁ δῆμος ἅπας ἐθορυβεῖτο, ταῦτα ἀκούσαντες παρ᾽ αὐτῶν. Ἀλλ᾽ οὐ προῄδεσαν οὗτοι ταῦτα. Ἀλλ᾽ οὐκ ἂν ἔχοι λόγον. Εἰ γὰρ καὶ σφόδρα ἦσαν ἀνόητοι, τοῦτο οὐκ ἂν ἠγνόησαν, ὅτι εἰς πόλιν βασιλευομένην ἐλθόντες, καὶ τοιαῦτα κηρύξαντες, καὶ βασιλέα ἕτερον παρὰ τὸν τότε ὄντα δείξαντες, οὐχὶ μυρίους καθ᾽ ἑαυτῶν ἂν ἐπεσπάσαντο θανάτους. Τί δὲ ὅλως καὶ προσεκύνουν ἐν σπαργάνοις ὄντα; Εἰ μὲν γὰρ ἀνὴρ ἦν, εἶχεν ἄν τις εἰπεῖν, ὅτι προσδοκῶντες τὴν παρ᾽ αὐτοῦ βοήθειαν εἰς προὖπτον ἑαυτοὺς ἔῤῥιψαν κίνδυνον, ὅπερ καὶ αὐτὸ τῆς ἐσχάτης ἀλογίας ἦν, τὸν Πέρσην, τὸν βάρβαρον, καὶ οὐδὲν κοινὸν ἔχοντα πρὸς τὸ Ἰουδαίων ἔθνος, βούλεσθαι μὲν τῆς οἰκίας ἀφίστασθαι, καὶ πατρίδα καὶ συγγενεῖς καὶ οἰκείους ἀφιέναι, ἑτέρᾳ δὲ ἑαυτοὺς ὑποβάλλειν βασιλείᾳ.
βʹ. Εἰ δὲ τοῦτο ἀνόητον, τὸ μετὰ τοῦτο ἀνοητότερον πολλῷ πλέον. Ποῖον δὴ τοῦτο; Τὸ μακρὰν οὕτως ἀποδημίαν ἐλθόντας, καὶ προσκυνήσαντας, καὶ ταράξαντας πάντας, ἀπελθεῖν εὐθέως. Τί δὲ ὅλως καὶ βασιλείας σύμβολον εἶδον, καλύβην καὶ φάτνην, καὶ παιδίον ἐν σπαργάνοις, καὶ μητέρα πτωχὴν ἰδόντες; Τίνι δὲ καὶ τὰ δῶρα προσέφερον, καὶ τίνος ἕνεκεν; Ἆρα νόμος ἦν καὶ ἔθος, τοὺς πανταχοῦ τικτομένους βασιλέας οὕτω θεραπεύειν; καὶ πᾶσαν περιῄεσαν ἀεὶ τὴν οἰκουμένην, οὓς ᾔδεσαν ἐσομένους βασιλέας ἀπὸ μικρῶν καὶ εὐτελῶν, πρὶν ἐπὶ τὸν θρόνον τὸν βασιλικὸν ἀναβῆναι, προσκυνοῦντες; Ἀλλ᾽ οὐκ ἂν ἔχοι τις τοῦτο εἰπεῖν.
Τίνος δὲ ἕνεκεν καὶ προσεκύνουν; Εἰ μὲν τῶν παρόντων ἕνεκεν, καὶ τί προσεδόκων παρὰ παιδίου καὶ μητρὸς εὐτελοῦς λήψεσθαι; εἰ δὲ τῶν μελλόντων ἕνεκεν, καὶ πόθεν ᾔδεσαν ὅτι ἀπομνημονεύσει τῶν τότε γινομένων ὁ παῖς ἐν σπαργάνοις προσκυνηθείς; Εἰ δὲ ἡ μήτηρ ἔμελλεν ἀναμιμνήσκειν αὐτὸν, οὐδὲ οὕτω τιμῆς, ἀλλὰ κολάσεως ἦσαν ἄξιοι, εἰς προὖπτον ἐμβάλλοντες αὐτὸν κίνδυνον. Ἐντεῦθεν γοῦν ὁ Ἡρώδης ταραχθεὶς, καὶ ἐζήτει, καὶ περιειργάζετο, καὶ ἀνελεῖν ἐπεχείρει. Καὶ πανταχοῦ δὲ ὁ τὸν μέλλοντα βασιλεύειν κατάδηλον ποιῶν, ἐκ πρώτης ἡλικίας ἰδιώτην ὄντα, οὐδὲν ἕτερον ἢ σφαγῇ παραδίδωσι, καὶ μυρίους ἀνάπτει πολέμους αὐτῷ. Εἶδες ὅσα τὰ ἄτοπα φαίνεται, εἰ κατὰ ἀνθρωπίνην ἀκολουθίαν καὶ κοινὴν συνήθειαν ταῦτα ἐξετάσαιμεν; Οὐδὲ γὰρ ταῦτα μόνον, ἀλλὰ καὶ πλείονα τούτων ἐνῆν εἰπεῖν, ζήτησιν ἔχοντα πλείω τῶν εἰρημένων.
Ἀλλ᾽ ἵνα μὴ συνάπτοντες ἀπορίας ἀπορίαις ἰλιγγιᾷν ὑμᾶς ποιῶμεν, φέρε δὴ λοιπὸν ἐπὶ τὴν λύσιν τῶν ζητουμένων ἔλθωμεν, ἀρχὴν τῆς λύσεως ἀπὸ τοῦ ἀστέρος αὐτοῦ ποιούμενοι. Ἂν γὰρ μάθωμεν τίς ὁ ἀστὴρ, καὶ ποταπὸς, καὶ εἰ τῶν πολλῶν εἷς, ἢ ξένος παρὰ τοὺς ἄλλους, καὶ εἰ φύσει ἀστὴρ, ἢ ὄψει μόνον ἀστὴρ, εὐκόλως καὶ τὰ ἄλλα πάντα εἰσόμεθα. Πόθεν οὖν ταῦτα ἔσται δῆλα; Ἀπὸ τῶν γεγραμμένων αὐτῶν.
Ὅτι γὰρ οὐ τῶν πολλῶν εἷς ὁ ἀστὴρ οὗτος ἦν, μᾶλλον δὲ οὐδὲ ἀστὴρ, ὡς ἔμοιγε δοκεῖ, ἀλλὰ δύναμίς τις ἀόρατος εἰς ταύτην μετασχηματισθεῖσα τὴν ὄψιν, πρῶτον ἀπὸ τῆς πορείας αὐτῆς δῆλον. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἀστήρ τις ταύτην βαδίζων τὴν ὁδόν· ἀλλὰ κἂν ἥλιον εἴπῃς, κἂν σελήνην, κἂν τοὺς ἄλλους ἅπαντας ἀστέρας, ἐξ ἀνατολῶν ἐπὶ δύσιν ὁρῶμεν χωροῦντας· οὗτος δὲ ἀπὸ ἄρκτου πρὸς μεσημβρίαν ἐφέρετο· οὕτω γὰρ ἡ Παλαιστίνη πρὸς τὴν Περσίδα κεῖται. Δεύτερον, καὶ ἀπὸ τοῦ καιροῦ τοῦτο ἔστιν ἰδεῖν.
Οὐ γὰρ ἐν νυκτὶ φαίνεται, ἀλλ᾽ ἐν ἡμέρᾳ μέσῃ, ἡλίου λάμποντος· ὅπερ οὐκ ἔστι δυνάμεως ἀστέρος, ἀλλ᾽ οὐδὲ σελήνης· ἡ γὰρ τοσοῦτον πάντων ὑπερέχουσα, τῆς ἀκτῖνος φανείσης τῆς ἡλιακῆς, κρύπτεται εὐθέως καὶ ἀφανίζεται. Οὗτος δὲ τῇ τῆς οἰκείας λαμπρότητος ὑπερβολῇ καὶ τὰς ἀκτῖνας ἐνίκησε τὰς ἡλιακὰς, φανότερος ἐκείνων φανεὶς, καὶ ἐν τοσούτῳ φωτὶ μεῖζον λάμψας. Τρίτον, ἀπὸ τοῦ φαίνεσθαι καὶ πάλιν κρύπτεσθαι. Τὴν μὲν γὰρ ἕως Παλαιστίνης ὁδὸν ἐφαίνετο χειραγωγῶν· ἐπειδὴ δὲ ἐπέβησαν τῶν Ἱεροσολύμων, ἔκρυψεν ἑαυτόν· εἶτα πάλιν ὅτε τὸν Ἡρώδην ἀφέντες, διδάξαντες αὐτὸν ὑπὲρ ὧν ἦλθον, ἔμελλον ἀπιέναι, δείκνυσιν ἑαυτόν· ὅπερ οὐκ ἔστιν ἄστρου κινήσεως, ἀλλὰ δυνάμεώς τινος λογικωτάτης. Οὐδὲ γὰρ ἰδίαν τινὰ πορείαν εἶχεν, ἀλλ᾽ ὅτε μὲν ἔδει βαδίσαι αὐτοὺς, ἐβάδιζεν· ὅτε δὲ στῆναι, ἵστατο, πρὸς τὸ δέον πάντα οἰκονομῶν· καθάπερ ὁ στῦλος τῆς νεφέλης, καὶ καθίζων καὶ ἐγείρων τὸ στρατόπεδον τῶν Ἰουδαίων, ἡνίκα ἐχρῆν. Τέταρτον, ἀπὸ τοῦ τρόπου τῆς δείξεως τοῦτο ἄν τις καταμάθοι σαφῶς. Οὐ γὰρ ἄνω μένων τὸν τόπον ἐδείκνυ· οὐδὲ γὰρ δυνατὸν ἦν αὐτοῖς οὕτω μαθεῖν· ἀλλὰ κάτω καταβὰς τοῦτο ἐποίει. Ἴστε γὰρ, ὅτι τόπον οὕτω μικρὸν, καὶ ὅσον εἰκὸς καλύβην κατασχεῖν, μᾶλλον δὲ ὅσον εἰκὸς σῶμα παιδίου μικροῦ κατέχειν, οὐχ οἷόν τε ἀστέρα γνωρίζειν.
Ἐπειδὴ γὰρ ἄπειρον τὸ ὕψος, οὐκ ἤρκει οὕτω στενὸν τόπον χαρακτηρίσαι καὶ γνωρίσαι τοῖς βουλομένοις ἰδεῖν. Καὶ τοῦτο ἀπὸ τῆς σελήνης ἴδοι τις ἄν· ἢ τοσοῦτον ὑπερφερὴς οὖσα τῶν ἄστρων, πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην οἰκοῦσι, καὶ εἰς τοσοῦτον πλάτος γῆς ἐκκεχυμένοις, ἅπασιν ἐγγὺς εἶναι δοκεῖ.
Πῶς οὖν ὁ ἀστὴρ, εἰπέ μοι, τόπον οὕτω στενὸν φάτνης καὶ καλύβης ἐδείκνυ, εἰ μὴ τὸ ὑψηλὸν ἐκεῖνο ἀφεὶς κάτω κατέβη, καὶ ὑπὲρ αὐτῆς ἔστη τῆς κεφαλῆς τοῦ παιδίου; Ὅπερ οὖν καὶ ὁ εὐαγγελιστὴς αἰνιττόμενος ἔλεγεν· Ἰδοὺ ὁ ἀστὴρ προῆγεν αὐτοὺς, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον. Ὁρᾷς δι᾽ ὅσων δείκνυται οὐ τῶν πολλῶν εἷς ὢν οὗτος ὁ ἀστὴρ, οὐδὲ κατὰ τὴν ἀκολουθίαν τῆς ἔξω γενέσεως δεικνὺς ἑαυτόν;
γʹ. Καὶ τίνος ἕνεκεν ἐφάνη; Ὥστε καθικέσθαι τῆς Ἰουδαίων ἀναισθησίας, καὶ πᾶσαν αὐτοῖς ἀποκλεῖσαι ἀπολογίας ἀφορμὴν ἀγνωμονοῦσιν. Ἐπειδὴ γὰρ ὁ παραγενόμενος, τὴν μὲν παλαιὰν ἀναπαύειν ἔμελλε πολιτείαν, τὴν δὲ οἰκουμένην εἰς τὴν αὑτοῦ προσκύνησιν καλεῖν, καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ προσκυνεῖσθαι πάσῃ, ἐκ προοιμίων εὐθέως τοῖς ἔθνεσιν ἀνοίγει τὴν θύραν, διὰ τῶν ἀλλοτρίων τοὺς οἰκείους παιδεῦσαι θέλων. Ἐπειδὴ γὰρ τῶν προφητῶν συνεχῶς ἀκούοντες λεγόντων περὶ τῆς αὐτοῦ παρουσίας, οὐ σφόδρα προσεῖχον, ἐποίησε καὶ βαρβάρους ἐλθεῖν ἀπὸ γῆς μακρᾶς, τὸν παρ᾽ αὐτοῖς βασιλέα ἐπιζητοῦντας, καὶ παρὰ Περσικῆς πρώτης φωνῆς μανθάνουσιν, ἃ παρὰ τῶν προφητῶν μαθεῖν οὐκ ἠνέσχοντο· ἵνα, ἂν μὲν εὐγνωμονῶσι, μεγίστην ἔχωσι τοῦ πείθεσθαι πρόφασιν· ἐὰν δὲ φιλονεικῶσι, πάσης ὦσιν ἀπεστερημένοι λοιπὸν ἀπολογίας. Τί γὰρ ἂν ἔχοιεν εἰπεῖν, μὴ δεξάμενοι τὸν Χριστὸν μετὰ τοὺς τοσούτους προφήτας, ὅταν ἴδωσι μάγους ἀπὸ ὄψεως ἑνὸς ἄστρου τοῦτον δεξαμένους, καὶ προσκυνήσαντας τὸν φανέντα;
Ὅπερ οὖν ἐπὶ τῶν Νινευϊτῶν ἐποίησε, πέμψας τὸν Ἰωνᾶν, καὶ ὅπερ ἐπὶ τῆς Σαμαρείτιδος καὶ τῆς Χαναναίας, τοῦτο καὶ ἐπὶ τῶν μάγων. Διὰ τοῦτο καὶ ἔλεγεν· Ἄνδρες Νινευῗται ἀναστήσονται, καὶ κατακρινοῦσι· καὶ, Βασίλισσα νότου ἀναστήσεται, καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην· ὅτι ἐκεῖνοι μὲν τοῖς ἐλάττοσιν ἐπίστευσαν, οὗτοι δὲ οὐδὲ τοῖς μείζοσι. Καὶ τίνος ἕνεκεν διὰ τοιαύτης αὐτοὺς εἵλκυσεν ὄψεως, φησίν. Ἀλλὰ πῶς ἐχρῆν; Προφήτας πέμψαι; Ἀλλ᾽ οὐκ ἂν οἱ μάγοι προφητῶν ἠνέσχοντο.
Ἀλλὰ φωνὴν ἄνωθεν ἀφεῖναι; Ἀλλ᾽ οὐκ ἂν προσέσχον. Ἀλλ᾽ ἄγγελον ἀποστεῖλαι; Ἀλλὰ καὶ τοῦτον ἂν παρέδραμον. Διὰ δὴ τοῦτο πάντα ἐκεῖνα ἀφεὶς ὁ Θεὸς, διὰ τῶν συνήθων αὐτοὺς καλεῖ, σφόδρα συγκαταβαίνων, καὶ δείκνυσιν ἄστρον μέγα καὶ ἐξηλλαγμένον, ὥστε καὶ τῷ μεγέθει καὶ τῷ κάλλει τῆς ὄψεως αὐτοὺς ἐκπλῆξαι, καὶ τῷ τρόπῳ τῆς πορείας.
Ταῦτα καὶ ὁ Παῦλος μιμούμενος ἀπὸ βωμοῦ τοῖς Ἕλλησι διαλέγεται, καὶ ποιητῶν παράγει μαρτυρίας εἰς μέσον· καὶ μετὰ περιτομῆς τοῖς Ἰουδαίοις δημηγορεῖ, καὶ ἀπὸ θυσιῶν πρὸς τοὺς ἐν νόμῳ ζῶντας τὴν ἀρχὴν ποιεῖται τῆς διδασκαλίας. Ἐπειδὴ γὰρ ἑκάστῳ τὰ συνήθη φίλα, καὶ ὁ Θεὸς καὶ οἱ παρ᾽ αὐτοῦ πεμφθέντες ἄνθρωποι πρὸς τὴν τῆς οἰκουμένης σωτηρίαν οὕτω τὰ πράγματα μεταχειρίζουσι. Μὴ τοίνυν ἀνάξιον εἶναι νομίσῃς αὐτοῦ, τὸ δι᾽ ἀστέρος αὐτοὺς καλέσαι· ἐπεὶ οὕτω καὶ τὰ Ἰουδαϊκὰ πάντα διαβαλεῖς, καὶ τὰς θυσίας, καὶ τοὺς καθαρμοὺς, καὶ τὰς νεομηνίας, καὶ τὴν κιβωτὸν, καὶ τὸν ναὸν δὲ αὐτόν.
Καὶ γὰρ ἐξ Ἑλληνικῆς ταῦτα παχύτητος ἔλαβε τὴν ἀρχήν. Ἀλλ᾽ ὅμως ὁ Θεὸς διὰ τὴν τῶν πλανηθέντων σωτηρίαν ἠνέσχετο διὰ τούτων θεραπευθῆναι, δι᾽ ὧν οἱ ἔξωθεν δαίμονας ἐθεράπευον, μικρὸν παραλλάξας αὐτά· ἵνα αὐτοὺς κατὰ μικρὸν τῆς συνηθείας ἀποσπάσας ἐπὶ τὴν ὑψηλὴν ἀγάγῃ φιλοσοφίαν. Ὃ δὴ καὶ ἐπὶ τῶν μάγων ἐποίησε, δι᾽ ὄψεως ἄστρου καλέσαι αὐτοὺς ἀνασχόμενος, ἵνα λοιπὸν ὑψηλοτέρους ἐργάσηται. Ἐπεὶ οὖν ἤγαγε καὶ ἐχειραγώγησε, καὶ πρὸς τὴν φάτνην ἔστησεν, οὐκέτι δι᾽ ἄστρου, ἀλλὰ δι᾽ ἀγγέλου λοιπὸν αὐτοῖς διαλέγεται, οὕτω κατὰ μικρὸν βελτίους ἐγένοντο. Τοῦτο καὶ ἐπὶ τῶν Ἀσκαλωνιτῶν καὶ Γαζαίων ἐποίησε. Καὶ γὰρ αἱ πέντε πόλεις ἐκεῖναι, ἐπειδὴ τῆς κιβωτοῦ παραγενομένης ἐπλήγησαν καιρίαν πληγὴν, καὶ ἀπαλλαγὴν οὐδεμίαν εὕρισκον τῶν ἐπικειμένων κακῶν, τοὺς μάντεις καλέσαντες, καὶ ἐκκλησίαν συναγαγόντες, ἐζήτουν λύσιν εὑρεῖν τῆς θεηλάτου πληγῆς ἐκείνης.
Εἶτα τῶν μάντεων εἰπόντων, ὅτι δαμάλεις ἀδαμάστους καὶ πρωτοτοκούσας ὑποζεῦξαι τῇ κιβωτῷ χρὴ, καὶ μηδενὸς χειραγωγοῦντος ἀφεῖναι βαδίζειν· οὕτω γὰρ ἔσται κατάδηλον, εἴτε θεήλατος ἦν ἡ πληγὴ, εἴτε ἐκ περιφορᾶς τινος ἡ νόσος (ἂν μὲν γὰρ, φησὶ, τὸν ζυγὸν ὑπὸ τῆς ἀπειρίας συντρίψωσιν, ἢ πρὸς τὰς δαμάλεις μυκωμένας ἐπιστραφῶσι, συντυχία τὸ γεγενημένον ἐστίν· ἂν δὲ ὀρθὰ βαδίσωσι, καὶ οὔτε πρὸς τὸν μυκηθμὸν τῶν παιδίων πάσχουσαί τι, οὔτε ὑπὸ τῆς ἀγνοίας τῆς κατὰ τὴν ὁδὸν, πλανηθῶσιν, εὔδηλον ὅτι ἡ τοῦ Θεοῦ χείρ ἐστιν ἡ ἁψαμένη τῶν πόλεων τούτων)· ἐπεὶ οὖν ταῦτα τῶν μάντεων εἰπόντων, ἐπείσθησαν οἱ τὰς πόλεις οἰκοῦντες ἐκείνας, καὶ ἐποίησαν ὡς ἐκελεύσθησαν, καὶ ὁ Θεὸς τῇ τῶν μάντεων ἠκολούθησε γνώμῃ, συγκαταβαίνων πάλιν, καὶ οὐκ ἐνόμισεν ἀνάξιον εἶναι αὐτοῦ τῶν μάντεων τὴν πρόῤῥησιν εἰς ἔργον ἐξαγαγεῖν, καὶ ποιῆσαι πιστοὺς εἶναι δοκεῖν, ἐν οἷς τότε εἰρήκασι. Καὶ γὰρ μεῖζον τὸ κατορθούμενον ἦν, τῷ καὶ αὐτοὺς τοὺς ἐναντίους μαρτυρῆσαι τῇ τοῦ Θεοῦ δυνάμει, καὶ τὴν περὶ αὐτοῦ ψῆφον τοὺς αὐτῶν διδασκάλους ἐξενεγκεῖν.
Καὶ ἕτερα δὲ πολλὰ τοιαῦτα ἴδοι τις ἂν οἰκονομοῦντα τὸν Θεόν. Καὶ γὰρ καὶ τὸ ἐπὶ τῆς ἐγγαστριμύθου τούτῳ προσέοικε τῆς οἰκονομίας τῷ τρόπῳ, ὃ καὶ ὑμεῖς λοιπὸν ἀπὸ τῶν εἰρημένων ἐπιλῦσαι δυνήσεσθε. Τοῦ μὲν οὖν ἀστέρος ἕνεκεν παρὰ μὲν ἡμῶν ταῦτα εἴρηται, παρὰ δὲ ὑμῶν καὶ πλείονα λεχθῆναι δύναιτ᾽ ἄν· Δίδου γὰρ, φησὶ, σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται.
δʹ. Δεῖ δὲ λοιπὸν ἐπὶ τὴν ἀρχὴν τῶν ἀναγνωσθέντων ἐλθεῖν. Τίς δὲ ἡ ἀρχή; Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν ἔρχονται εἰς Ἱεροσόλυμα. Μάγοι μὲν ἀστέρος κατάρχοντος ἠκολούθησαν· οὗτοι δὲ οὐδὲ προφητῶν ἐνηχούντων ἐπίστευσαν. Τίνος δὲ ἕνεκεν ἡμῖν καὶ τὸν χρόνον λέγει, καὶ τὸν τόπον, Ἐν Βηθλεὲμ εἰπὼν, καὶ Ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως; τίνος δὲ χάριν καὶ τὸ ἀξίωμα προστίθησι; Τὸ ἀξίωμα μὲν, ἐπειδὴ καὶ ἕτερος ἦν Ἡρώδης, ὁ τὸν Ἰωάννην ἀνελών· ἀλλ᾽ ἐκεῖνος τετράρχης ἦν, οὗτος δὲ βασιλεύς.
Τὸν τόπον δὲ καὶ τὸν χρόνον τίθησι, προφητείας ἡμᾶς ἀναμιμνήσκων παλαιᾶς· ὧν τὴν μὲν ὁ Μιχαίας προεφήτευσε λέγων· Καὶ σὺ, Βηθλεὲμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· τὴν δὲ ὁ πατριάρχης Ἰακὼβ, ἀκριβῶς ἡμῖν χαρακτηρίζων τὸν χρόνον, καὶ μέγα τὸ παράσημον τῆς αὐτοῦ παρουσίας τιθείς· Οὐκ ἐκλείψει γὰρ, φησὶν, ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς προσδοκία ἐθνῶν. Ἄξιον δὲ κἀκεῖνο ζητῆσαι, πόθεν εἰς τοιαύτην ἦλθον ἔννοιαν, καὶ τίς αὐτοὺς εἰς τοῦτο διήγειρεν. Οὐ γὰρ δὴ τοῦ ἀστέρος ἐμοὶ δοκεῖ τὸ ἔργον εἶναι μόνον, ἀλλὰ καὶ τοῦ Θεοῦ τοῦ τὴν ψυχὴν αὐτῶν κινήσαντος· ὅπερ καὶ ἐπὶ Κύρου πεποίηκε, παρασκευάζων αὐτὸν ἀφεῖναι τοὺς Ἰουδαίους. Οὐχ οὕτω μέντοι τοῦτο εἰργάσατο, ὥστε τὸ αὐτεξούσιον λυμήνασθαι· ἐπεὶ καὶ Παῦλον καλέσας ἄνωθεν διὰ φωνῆς, καὶ τὴν αὐτοῦ χάριν καὶ τὴν ἐκείνου ὑπακοὴν δήλην ἐποίησε. Καὶ τίνος ἕνεκεν μὴ πᾶσι τοῖς μάγοις τοῦτο, φησὶν, ἀπεκάλυψεν; Ὅτι οὐδὲ πάντες πιστεύειν ἔμελλον, ἀλλ᾽ οὗτοι τῶν ἄλλων ἦσαν ἐπιτηδειότεροι· ἐπεὶ καὶ μυρία ἔθνη ἀπώλοντο, καὶ Νινευΐταις ὁ προφήτης ἐπέμπετο μόνοις, καὶ δύο ἦσαν λῃσταὶ ἐν τῷ σταυρῷ, καὶ ὁ εἷς διεσώθη μόνος. Ὅρα γοῦν τούτων τὴν ἀρετὴν, οὐκ ἀφ᾽ ὧν ἦλθον, ἀλλὰ καὶ ἀφ᾽ ὧν παῤῥησιάζονται.
Καὶ γὰρ ἵνα μὴ δόξωσιν ὑποβολιμαῖοί τινες εἶναι, λέγουσι τὸν ὁδηγήσαντα, καὶ τῆς ὁδοῦ τὸ μῆκος, καὶ τὴν παῤῥησίαν ἐλθόντες ἐνδείκνυνται· Ἤλθομεν γὰρ, φησὶ, προσκυνῆσαι αὐτῷ· καὶ οὔτε τοῦ δήμου τὸν θυμὸν, οὔτε τοῦ βασιλέως τὴν τυραννίδα ἐδεδοίκεισαν. Ὅθεν ἔμοιγε δοκοῦσιν οὗτοι καὶ οἴκοι διδάσκαλοι γενέσθαι τῶν ἐγχωρίων. Οἱ γὰρ ἐνταῦθα μὴ παραιτησάμενοι τοῦτο εἰπεῖν, πολλῷ μᾶλλον εἰς τὴν αὐτῶν ἐπαῤῥησιάσαντο, ἅτε καὶ τὸν χρησμὸν τὸν παρὰ τοῦ ἀγγέλου λαβόντες, καὶ τὴν παρὰ τοῦ προφήτου μαρτυρίαν. Ἀκούσας δὲ Ἡρώδης, φησὶν, ἐταράχθη, καὶ πᾶσα Ἱεροσόλυμα μετ᾽ αὐτοῦ. Ὁ μὲν Ἡρώδης εἰκότως, ἅτε βασιλεὺς ὢν, καὶ δεδοικὼς ὑπέρ τε ἑαυτοῦ καὶ τῶν παίδων· τὰ δὲ Ἱεροσόλυμα τίνος ἕνεκεν; Καίτοι σωτῆρα, καὶ εὐεργέτην, καὶ ἐλευθερωτὴν ἄνωθεν αὐτὸν οἱ προφῆται προὔλεγον. Τίνος οὖν ἕνεκεν ἐταράχθησαν;
Ἀπὸ τῆς αὐτῆς γνώμης, ἀφ᾽ ἧς καὶ ἔμπροσθεν τὸν Θεὸν εὐεργετοῦντα ἀπεστρέφοντο, καὶ τῶν Αἰγυπτιακῶν ἐμέμνηντο κρεῶν, τοσαύτης ἀπολαύοντες ἐλευθερίας. Σὺ δέ μοι σκόπει τῶν προφητῶν τὴν ἀκρίβειαν. Καὶ γὰρ καὶ αὐτὸ τοῦτο προανεφώνησεν ὁ προφήτης ἄνωθεν λέγων· Θελήσουσιν, εἰ ἐγενήθησαν πυρίκαυστοι· ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν. Ἀλλ᾽ ὅμως ταραχθέντες, οὐ ζητοῦσι τὸ συμβὰν ἰδεῖν, οὐδὲ τοῖς μάγοις ἀκολουθοῦσι καὶ περιεργάζονται· οὕτως ὁμοῦ καὶ φιλόνεικοι καὶ ῥᾴθυμοι μάλιστα πάντων ἦσαν. Δέον γὰρ αὐτοὺς καὶ ἐγκαλλωπίζεσθαι, ὅτι παρ᾽ αὐτοῖς ὁ βασιλεὺς ἐτέχθη, καὶ τὴν Περσῶν εἵλκυσε χώραν, καὶ μέλλουσιν ἔχειν ἅπαντας ὑποχειρίους, ἅτε τῶν πραγμάτων ἐπὶ τὸ βέλτιον προελθόντων, καὶ ἀπὸ προοιμίου λαμπρᾶς οὕτω τῆς ἀρχῆς γενομένης, οἱ δὲ οὐδὲ ταύτῃ γίνονται ἀμείνους. Καίτοι ἄρτι τῆς αἰχμαλωσίας ἦσαν τῆς ἐκεῖθεν ἀπαλλαγέντες· καὶ εἰκὸς ἦν αὐτοὺς ἐννοεῖν, εἰ καὶ μηδὲν τῶν ἀποῤῥήτων καὶ ὑψηλῶν ᾔδεσαν, ἀλλ᾽ ἀπὸ τῶν παρόντων ἐψηφίσαντο μόνον, ὅτι εἰ τεχθέντα οὕτω τρέμουσιν ἡμῶν τὸν βασιλέα, πολλῷ μᾶλλον αὐξηθέντα φοβηθήσονται, καὶ ὑπακούσουσι, καὶ τῶν βαρβαρικῶν ἔσται λαμπρότερα τὰ ἡμέτερα.
Ἀλλ᾽ οὐδὲν τούτων αὐτοὺς διανίστησι· τοσαύτη ἦν αὐτῶν ἡ νωθεία, μετὰ ταύτης δὲ καὶ ἡ βασκανία· ἅπερ ἀμφότερα δεῖ μετὰ ἀκριβείας ἐξορίζειν τῆς ἡμετέρας διανοίας, καὶ πυρὸς εἶναι σφοδρότερον τὸν μέλλοντα ἐπὶ τῆς τοιαύτης παρατάξεως ἵστασθαι. Διὸ καὶ ὁ Χριστὸς ἔλεγε· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ ἤθελον εἰ ἤδη ἀνήφθη.
Καὶ τὸ Πνεῦμα διὰ τοῦτο ἐν πυρὶ φαίνεται. εʹ. Ἀλλ᾽ ἡμεῖς τέφρας ψυχρότεροι γεγόναμεν, καὶ τῶν τεθνηκότων νεκρότεροι· καὶ ταῦτα Παῦλον ὁρῶντες ὑπὲρ τὸν οὐρανὸν ἱπτάμενον, καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, καὶ φλογὸς ἁπάσης σφοδρότερον ἅπαντα νικῶντα καὶ ὑπερβαίνοντα, τὰ κάτω, τὰ ἄνω, τὰ παρόντα, τὰ μέλλοντα, τὰ ὄντα, τὰ οὐκ ὄντα. Εἰ δὲ μεῖζόν σου ἐκεῖνο τὸ ὑπόδειγμα, μάλιστα μὲν οὖν καὶ οὗτος νωθείας ὁ λόγος (τί γάρ σου πλέον εἶχεν ὁ Παῦλος, ὅτι ἀδύνατον τὸν πρὸς ἐκεῖνόν σοι φῂς εἶναι ζῆλον;)· πλὴν ἀλλ᾽ ἵνα μὴ φιλονεικῶμεν, τὸν Παῦλον ἀφέντες, τοὺς πρώτους πιστεύσαντας ἐννοήσωμεν, οἳ καὶ χρήματα, καὶ κτήματα, καὶ φροντίδα καὶ σχολὴν ἅπασαν βιωτικὴν ἐξέβαλον, καὶ ὅλους ἑαυτοὺς ἀνέθηκαν τῷ Θεῷ, καθ᾽ ἑκάστην νύκτα καὶ ἡμέραν τῇ τοῦ λόγου διδασκαλίᾳ προσεδρεύοντες. Τοιοῦτον γὰρ τὸ πῦρ τὸ πνευματικόν· οὐδεμίαν ἐπιθυμίαν ἀφίησιν ἔχειν τῶν ἐνταῦθα, ἀλλ᾽ εἰς ἕτερον ἡμᾶς μεθίστησιν ἔρωτα. Διὰ τοῦτο ὁ τοιούτων ἐρῶν πραγμάτων, κἂν τὰ ὄντα προέσθαι δέῃ, κἂν τρυφῆς, κἂν δόξης καταγελάσαι, κἂν αὐτὴν ἐκδοῦναι τὴν ψυχὴν, μετὰ πάσης εὐκολίας ταῦτα πάντα ποιεῖ.
Ἡ γὰρ τοῦ πυρὸς ἐκείνου θερμότης εἰς τὴν ψυχὴν εἰσιοῦσα, πᾶσαν ἐκβάλλει νωθείαν, καὶ πτεροῦ ποιεῖ κουφότερον τὸν ἁλόντα· καὶ πάντων τῶν ὁρωμένων ὑπερορῶν λοιπὸν, ὁ τοιοῦτος ἐν κατανύξει μένει διηνεκεῖ, πηγὰς συνεχεῖς ἀφιεὶς δακρύων, καὶ πολλὴν ἐντεῦθεν καρπούμενος τὴν ἡδονήν. Οὐδὲν γὰρ οὕτως συγκολλᾷ καὶ ἑνοῖ τῷ Θεῷ, ὡς τὰ τοιαῦτα δάκρυα. Ὁ τοιοῦτος κἂν ἐν μέσαις πόλεσιν ᾖ κατοικῶν, ὡς ἐν ἐρημίᾳ διατρίβει καὶ ὄρεσι καὶ νάπαις, οὐδένα τῶν παρόντων ὁρῶν, οὐδὲ κόρον τῶν τοιούτων λαμβάνων θρήνων, ἄν τε ὑπὲρ ἑαυτοῦ, ἄν τε ὑπὲρ τῶν ἑτέροις πεπλημμελημένων δακρύῃ. Διὰ τοῦτο πρὸ τῶν ἄλλων τούτους ἐμακάριζεν ὁ Θεὸς, Μακάριοι οἱ πενθοῦντες, λέγων.
Καὶ πῶς ὁ Παῦλός φησι· Χαίρετε ἐν Κυρίῳ πάντοτε; Τὴν ἐκ τῶν δακρύων τούτων λέγων ἡδονήν. Ὥσπερ γὰρ ἡ διὰ κόσμον χαρὰ λύπην ἔχει συγκεκληρωμένην, οὕτω τὰ κατὰ Θεὸν δάκρυα χαρὰν βλαστάνει διηνεκῆ καὶ ἀμάραντον. Οὕτω καὶ ἡ πόρνη παρθένων ἐγένετο σεμνοτέρα, τούτῳ κατασχεθεῖσα τῷ πυρί. Ἐπειδὴ γὰρ διεθερμάνθη τῇ μετανοίᾳ, ἐξεβακχεύθη λοιπὸν τῷ περὶ τὸν Χριστὸν πόθῳ, τὰς τρίχας λύουσα, καὶ τοὺς ἁγίους βρέχουσα πόδας τοῖς δάκρυσι, καὶ ταῖς ἰδίαις αὐτοὺς ἀπομάσσουσα κόμαις, καὶ τὸ μύρον κενοῦσα. Καὶ ταῦτα μὲν ἅπαντα ἔξωθεν ἐγίνετο· τὰ δὲ ἐν τῇ διανοίᾳ τελούμενα πολλῷ τούτων θερμότερα ἦν, ἃ μόνος αὐτὸς ἔβλεπεν ὁ Θεός. Διὰ δὴ τοῦτο ἕκαστος ἀκούων, συγχαίρει τε αὐτῇ, καὶ εὐφραίνεται τοῖς ἐκείνης κατορθώμασι, καὶ πάντων ἀπαλλάττει τῶν ἐγκλημάτων αὐτήν.
Εἰ δὲ ἡμεῖς οἱ πονηροὶ ταύτην φέρομεν τὴν ψῆφον, ἐννόησον τίνος ἀπέλαυσε παρὰ τοῦ φιλανθρώπου Θεοῦ, καὶ πόσα, καὶ πρὸ τῶν τοῦ Θεοῦ δωρεῶν, ἀπὸ τῆς μετανοίας ἐκαρπώσατο ἀγαθά. Καθάπερ γὰρ ὑετοῦ καταῤῥαγέντος σφοδροῦ αἰθρία γίνεται καθαρὰ, οὕτω καὶ δακρύων καταφερομένων γαλήνη γίνεται καὶ εὐδία, καὶ τὸ ἐκ τῶν ἁμαρτημάτων ἀφανίζεται σκότος. Καὶ ὥσπερ ἐξ ὕδατος καὶ πνεύματος, οὕτως ἀπὸ δακρύων καὶ ἐξομολογήσεως καθαιρόμεθα πάλιν, ἂν μὴ πρὸς ἐπίδειξιν τοῦτο ποιῶμεν καὶ πρὸς φιλοτιμίαν. Τὴν γὰρ οὕτω δακρύουσαν τῆς καλλωπιζομένης καὶ ὑπογραφαῖς καὶ ἐπιτρίμμασι μᾶλλον κατηγορεῖσθαι φαίην ἂν εἶναι δίκαιον. Ἐγὼ γὰρ ἐκεῖνα ζητῶ τὰ δάκρυα τὰ μὴ πρὸς ἐπίδειξιν, ἀλλὰ πρὸς κατάνυξιν γινόμενα· τὰ λάθρα καὶ ἐν τοῖς ταμιείοις, καὶ μηδενὸς ὁρῶντος, ἀλλ᾽ ἠρέμα καὶ ἀψοφητὶ στάζοντα· τὰ ἀπὸ βάθους διανοίας, τὰ ἐν τῷ θλίβεσθαι καὶ ὀδυνᾶσθαι, τὰ διὰ τὸν Θεὸν μόνον γινόμενα, οἷα τὰ τῆς Ἄννης ἦν· Τὰ γὰρ χείλη αὐτῆς, φησὶν, ἐκινεῖτο, καὶ ἡ φωνὴ αὐτῆς οὐκ ἠκούετο.
Ἀλλὰ τὰ δάκρυα μόνα σάλπιγγος λαμπροτέραν ἠφίει φωνήν. Διὰ δὴ τοῦτο καὶ τὴν μήτραν ἀνέῳξεν ὁ Θεὸς, καὶ τὴν σκληρὰν πέτραν ἁπαλὴν ἄρουραν εἰργάσατο. ϛʹ. Ἂν οὕτω καὶ αὐτὸς δακρύῃς, μιμητὴς τοῦ Δεσπότου σου γέγονας. Καὶ γὰρ καὶ αὐτὸς ἐδάκρυσε, καὶ ἐπὶ Λαζάρου καὶ ἐπὶ τῆς πόλεως, καὶ ἐπὶ τοῦ Ἰούδα διεταράχθη. Καὶ τοῦτο μὲν πολλάκις ἔστιν ἰδεῖν αὐτὸν ποιοῦντα, γελῶντα δὲ οὐδαμοῦ· ἀλλ᾽ οὐδὲ μειδιῶντα ἠρέμα· οὐκοῦν τῶν εὐαγγελιστῶν οὐδεὶς εἴρηκε.
Διὰ τοῦτο καὶ Παῦλος, ὅτι μὲν ἐδάκρυσε, καὶ τριετίαν νύκτα καὶ ἡμέραν τοῦτο ἐποίει καὶ αὐτὸς περὶ ἑαυτοῦ, καὶ ἕτεροι περὶ αὐτοῦ τοῦτο λέγουσιν· ὅτι δὲ ἐγέλασεν, οὐδαμοῦ οὔτε αὐτὸς εἴρηκεν, οὔτε ἄλλος οὐδὲ εἷς τῶν ἁγίων, οὔτε περὶ ἑαυτοῦ, οὔτε περὶ ἑτέρου τινὸς τοιούτου· ἀλλὰ περὶ Σάῤῥας μόνης τοῦτο εἴρηται, ἡνίκα ἐπετιμήθη· καὶ περὶ τοῦ υἱοῦ Νῶε, ὅτε ἀντ᾽ ἐλευθέρου δοῦλος γέγονε. Καὶ ταῦτα λέγω, οὐ τὸν γέλωτα ἐκκόπτων, ἀλλὰ τὴν διάχυσιν ἀναιρῶν. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, θρύπτῃ καὶ διαῤῥέεις, τοσαύταις εὐθύναις ἔνοχος ὢν ἔτι, καὶ φοβερῷ μέλλων παραστήσεσθαι δικαστηρίῳ, καὶ πάντων παρέχειν λόγον μετὰ ἀκριβείας τῶν ἐνταῦθα γεγενημένων; Καὶ γὰρ ὧν ἑκόντες καὶ ὧν ἄκοντες ἡμάρτομεν, δώσομεν λόγον· Ὃς γὰρ ἂν ἀρνήσηταί με, φησὶν, ἔμπροσθεν τῶν ἀνθρώπων, κἀγὼ ἀρνήσομαι αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου.
Καίτοιγε ἀκούσιος ἡ τοιαύτη ἄρνησις, ἀλλ᾽ ὅμως οὐ διαφεύγει τὴν κόλασιν, ἀλλὰ καὶ ταύτης διδόαμεν εὐθύνας· καὶ ὧν ἴσμεν, καὶ ὧν οὐκ ἴσμεν· Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, φησὶν, ἀλλ᾽ οὐκ ἐν τούτῳ δεδικαίωμαι. Καὶ ὧν κατὰ ἄγνοιαν, καὶ ὧν κατὰ γνῶσιν· Μαρτυρῶ γὰρ αὐτοῖς, φησὶν, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν· ἀλλ᾽ ὅμως οὐκ ἀρκεῖ τοῦτο εἰς ἀπολογίαν αὐτοῖς. Καὶ Κορινθίοις δὲ ἐπιστέλλων ἔλεγε· Φοβοῦμαι μήπως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν. Τοσούτων τοίνυν μέλλων διδόναι εὐθύνας, κάθῃ γελῶν, καὶ ἀστεῖα λέγων, καὶ τρυφῇ προσέχων; Ἂν γὰρ μὴ ταῦτα ποιήσω, φησὶν, ἀλλὰ πενθήσω, τί τὸ ὄφελος; Μέγιστον μὲν οὖν, καὶ τοσοῦτον ὅσον οὐδὲ τῷ λόγῳ παραστῆσαι δυνατόν.
Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν δικαστηρίων, ὅσα ἂν δακρύσῃς, οὐκ ἐκφεύξῃ τὴν κόλασιν μετὰ τὴν ἀπόφασιν· ἐνταῦθα δὲ, ἂν στυγνάσῃς μόνον, ἔλυσας τὴν ψῆφον, καὶ συγγνώμης ἀπέλαυσας. Διὰ τοῦτο πολλὰ περὶ πένθους ἡμῖν ὁ Χριστὸς διαλέγεται, καὶ μακαρίζει τοὺς πενθοῦντας, καὶ ταλανίζει τοὺς γελῶντας. Οὐ γάρ ἐστι τὸ θέατρον τοῦτο γέλωτος, οὐδὲ διὰ τοῦτο συνήλθομεν, ἵνα ἀνακαγχάζωμεν, ἀλλ᾽ ἵνα στενάζωμεν, καὶ βασιλείαν ἐκ τοῦ στεναγμοῦ τούτου κληρονομήσωμεν. Σὺ δὲ βασιλεῖ μὲν παρεστὼς, οὐδὲ ἁπλῶς μειδιᾶσαι ἀνέχῃ· τὸν δὲ τῶν ἀγγέλων Δεσπότην ἔχων ἔνοικον οὐχ ἕστηκας μετὰ τρόμου καὶ σωφροσύνης τῆς προσηκούσης, ἀλλὰ γελᾷς, αὐτοῦ πολλάκις ὀργιζομένου; καὶ οὐκ ἐννοεῖς ὅτι τῶν ἁμαρτημάτων ταύτῃ μειζόνως παροξύνεις αὐτόν; Οὐ γὰρ οὕτω τοὺς ἁμαρτάνοντας, ὡς τοὺς μετὰ τὴν ἁμαρτίαν μὴ συστελλομένους ἀποστρέφεσθαι εἴωθεν ὁ Θεός. Ἀλλ᾽ ὅμως οὕτως εἰσὶν ἀναισθήτως τινὲς διακείμενοι, ὡς καὶ μετὰ ταῦτα τὰ ῥήματα λέγειν· ἐμοὶ δὲ μὴ γένοιτο δακρῦσαί ποτε, ἀλλὰ δῴη μοι γελᾷν καὶ παίζειν ὁ Θεὸς πάντα τὸν χρόνον. Καὶ τί ταύτης τῆς διανοίας παιδικώτερον γένοιτ᾽ ἄν; οὐ γὰρ ὁ Θεὸς δίδωσι παίζειν, ἀλλ᾽ ὁ διάβολος. Ἄκουσον γοῦν, οἱ παίζοντες τί ἔπαθον· Ἐκάθισε, φησὶν, ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Τοιοῦτοι ἦσαν οἱ ἐν Σοδόμοις, τοιοῦτοι οἱ ἐπὶ τοῦ κατακλυσμοῦ.
Καὶ γὰρ καὶ περὶ ἐκείνων φησὶν, Ὅτι ἐν ὑπερηφανίᾳ, καὶ ἐν εὐθηνίαις, καὶ ἐν πλησμονῇ ἄρτων ἐσπατάλων. Καὶ οἱ κατὰ τὸν Νῶε ὄντες τὴν κιβωτὸν ἐπὶ τοσούτοις ὁρῶντες κατασκευαζομένην ἔτεσιν, ἀναλγήτως εὐφραίνοντο, μηδὲν τῶν μελλόντων προορώμενοι. Διὰ τοῦτο καὶ πάντας αὐτοὺς ἐπελθὼν παρέσυρεν ὁ κατακλυσμὸς, καὶ τὸ κοινὸν τῆς οἰκουμένης ναυάγιον τότε εἰργάσατο.
ζʹ. Μὴ τοίνυν αἴτει παρὰ τοῦ Θεοῦ ταῦτα, ἃ παρὰ τοῦ διαβόλου λαμβάνεις. Τοῦ γὰρ Θεοῦ, δοῦναι καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην, νήφουσαν, σωφρονοῦσαν καὶ κατεσταλμένην, μετανοοῦσαν καὶ κατανενυγμένην. Ταῦτα ἐκείνου τὰ δῶρα, ἐπειδὴ καὶ τούτου ἡμῖν χρεία μάλιστα. Καὶ γὰρ ἀγὼν ἐφέστηκε χαλεπὸς, καὶ πρὸς τὰς ἀοράτους ἡμῖν δυνάμεις ἡ πάλη, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἡ μάχη, πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας ὁ πόλεμος· καὶ ἀγαπητὸν σπουδάζοντας ἡμᾶς καὶ νήφοντας καὶ διεγηγερμένους, δυνηθῆναι τὴν ἀγρίαν ἐκείνην φάλαγγα ἐνεγκεῖν. Ἂν δὲ γελῶμεν καὶ παίζωμεν, καὶ διαπαντὸς ῥᾳθυμῶμεν, καὶ πρὸ τῆς συμβολῆς ὑπὸ τῆς οἰκείας καταπεσούμεθα ῥᾳθυμίας. Οὐ τοίνυν ἡμέτερον τὸ γελᾷν διηνεκῶς καὶ θρύπτεσθαι καὶ τρυφᾷν, ἀλλὰ τῶν ἐπὶ σκηνῆς, τῶν πορνευομένων γυναικῶν, τῶν εἰς τοῦτο ἐξυρημένων ἀνδρῶν, τῶν παρασίτων, τῶν κολάκων· οὐ τῶν ἐπὶ τὸν οὐρανὸν κεκλημένων, οὐ τῶν εἰς τὴν ἄνω πόλιν ἐγγεγραμμένων, οὐ τῶν ὅπλα βασταζόντων πνευματικὰ, ἀλλὰ τῶν τῷ διαβόλῳ τελουμένων. Ἐκεῖνος γάρ ἐστιν, ἐκεῖνος, ὁ καὶ τέχνην τὸ πρᾶγμα ποιήσας, ἵνα τοὺς στρατιώτας ἐκλύσῃ τοῦ Χριστοῦ, καὶ μαλακώτερα αὐτῶν ποιήσῃ τῆς προθυμίας τὰ νεῦρα.
Διὰ τοῦτο καὶ θέατρα ᾠκοδόμησεν ἐν ταῖς πόλεσι, καὶ τοὺς γελωτοποιοὺς ἐκείνους ἀσκήσας, διὰ τῆς ἐκείνων λύμης κατὰ τῆς πόλεως ἁπάσης τὸν τοιοῦτον ἐνσκήπτει λοιμόν· ἃ φεύγειν ὁ Παῦλος ἐκέλευσε, τὴν μωρολογίαν καὶ τὴν εὐτραπελίαν, ταῦτα διώκειν ἀναπείθων.
Καὶ τὸ δὴ χαλεπώτερον τούτων ἡ τοῦ γέλωτός ἐστιν ὑπόθεσις. Ὅταν μὲν γὰρ βλάσφημόν τι εἴπωσιν ἢ αἰσχρὸν οἱ μῖμοι τῶν γελοίων ἐκείνων, τότε πολλοὶ τῶν ἀνοητοτέρων γελῶσι καὶ τέρπονται, ὑπὲρ ὧν αὐτοὺς λιθάζειν ἐχρῆν, ὑπὲρ τούτων κροτοῦντες, καὶ τὴν κάμινον τοῦ πυρὸς διὰ τῆς ἡδονῆς ταύτης κατὰ τῆς ἑαυτῶν ἕλκοντες κεφαλῆς. Οἱ γὰρ ἐπαινοῦντες τοὺς ταῦτα λέγοντας, οὗτοι μάλιστά εἰσιν οἱ λέγειν ἀναπείθοντες· διὸ καὶ τῆς κολάσεως τῆς ἐπὶ τούτοις κειμένης δικαιότερον ἂν εἶεν ὑπεύθυνοι. Εἰ γὰρ μηδεὶς ἦν ὁ τὰ τοιαῦτα θεώμενος, οὐδ᾽ ἂν ὁ ἀγωνιζόμενος ἦν· ὅταν δὲ ἴδωσιν ὑμᾶς καὶ ἐργαστήρια καὶ τέχνας καὶ τὴν ἐκ τούτων πρόσοδον, καὶ πάντα ἁπλῶς ὑπὲρ τῆς ἐκεῖ διατριβῆς ἀφέντας, μείζονα δέχονται τὴν προθυμίαν, καὶ πλείονα περὶ ταῦτα ποιοῦνται σπουδήν. Καὶ ταῦτα οὐκ ἐκείνους ἀπαλλάττων ἐγκλημάτων λέγω, ἀλλ᾽ ἵνα ὑμεῖς μάθητε, ὅτι τὴν ἀρχὴν καὶ τὴν ῥίζαν τῆς τοιαύτης παρανομίας ὑμεῖς μάλιστά ἐστε οἱ παρέχοντες, οἱ τὴν ἡμέραν ἅπασαν εἰς ταῦτα καταναλίσκοντες, καὶ τὰ σεμνὰ τοῦ γάμου πράγματα ἐκπομπεύοντες, καὶ τὸ μυστήριον τὸ μέγα παραδειγματίζοντες.
Οὐδὲ γὰρ οὕτως ἐκεῖνος ὁ ταῦτα ὑποκρινόμενός ἐστιν ὁ πλημμελῶν, ὡς πρὸ ἐκείνου σὺ, ὁ ταῦτα κελεύων ποιεῖν· μᾶλλον δὲ οὐ κελεύων μόνον, ἀλλὰ καὶ σπουδάζων, καὶ εὐφραινόμενος, καὶ γελῶν, καὶ ἐπαινῶν τὰ γινόμενα, καὶ παντὶ τρόπῳ συγκροτῶν τὰ τοιαῦτα ἐργαστήρια τῶν δαιμόνων. Ποίοις οὖν ὀφθαλμοῖς, εἰπέ μοι, λοιπὸν τὴν γυναῖκα ἐπὶ τῆς οἰκίας ὄψει, ἰδὼν αὐτὴν ὑβριζομένην ἐκεῖ; Πῶς δὲ οὐκ ἐρυθριᾷς ἀναμιμνησκόμενος τῆς συνοίκου, ἡνίκα ἂν τὴν φύσιν αὐτὴν παραδειγματιζομένην ἴδῃς;
ηʹ. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι ὑπόκρισίς ἐστι τὰ γινόμενα· ἡ γὰρ ὑπόκρισις αὕτη πολλοὺς εἰργάσατο μοιχοὺς, καὶ πολλὰς ἀνέτρεψεν οἰκίας. Καὶ διὰ τοῦτο μάλιστα στένω, ὅτι οὐδὲ δοκεῖ πονηρὸν εἶναι τὸ γινόμενον, ἀλλὰ καὶ κρότοι καὶ κραυγὴ καὶ γέλως πολὺς, μοιχείας τολμωμένης τοσαύτης. Τί λέγεις;
Ὑπόκρισις τὰ γινόμενα; Δι᾽ αὐτὸ μὲν οὖν τοῦτο μυρίων ἂν εἶεν ἐκεῖνοι θανάτων ἄξιοι, ὅτι ἃ φεύγειν οἱ νόμοι κελεύουσιν ἅπαντες, ταῦτα μιμεῖσθαι ἐσπουδάκασιν ἐκεῖνοι. Εἰ γὰρ αὐτὸ κακὸν, καὶ ἡ μίμησις τούτου κακόν. Καὶ οὔπω λέγω, πόσους ἐργάζονται μοιχοὺς οἱ τὰ τοιαῦτα τῆς μοιχείας ὑποκρινόμενοι δράματα, πῶς ἰταμοὺς καὶ ἀναισχύντους κατασκευάζοντι τοὺς τῶν τοιούτων θεωρούς· οὐδὲν γὰρ πορνικώτερον καὶ ἰταμώτερον ὀφθαλμοῦ τοιαῦτα βλέπειν ἀνεχομένου. Σὺ δὲ ἐν ἀγορᾷ μὲν οὐκ ἂν ἕλοιο γυναῖκα γυμνουμένην ἰδεῖν, μᾶλλον δὲ οὐδὲ ἐν οἰκίᾳ, ἀλλὰ καὶ ὕβριν τὸ πρᾶγμα καλεῖς· ἐπὶ δὲ τὸ θέατρον ἀναβαίνεις, ἵνα τὸ κοινὸν τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν ἐνυβρίσῃς γένος, καὶ τοὺς σαυτοῦ αἰσχύνῃς ὀφθαλμούς; Μὴ γὰρ δὴ τοῦτο εἴπῃς, ὅτι πόρνη ἐστὶν ἡ γυμνουμένη, ἀλλ᾽ ὅτι ἡ αὐτὴ φύσις καὶ σῶμα τὸ αὐτὸ καὶ τῆς πόρνης καὶ τῆς ἐλευθέρας. Εἰ γὰρ οὐδὲν ἄτοπον τοῦτο, τίνος ἕνεκεν ἐπ᾽ ἀγορᾶς ἂν ἴδῃς τοῦτο γινόμενον, καὶ αὐτὸς ἀποπηδᾷς, καὶ τὴν ἀσχημονοῦσαν ἐλαύνεις; ἢ ὅταν μὲν διῃρημένοι ὦμεν, τότε ἄτοπον τὸ τοιοῦτον· ὅταν δὲ συνηγμένοι καὶ πάντες ὁμοῦ καθήμενοι, οὐκέτι ὁμοίως αἰσχρόν; Ἀλλὰ γέλως ταῦτα καὶ ὄνειδος, καὶ ἐσχάτης παραπληξίας ῥήματα· καὶ βέλτιον πηλῷ καὶ βορβόρῳ τὴν ὄψιν ἀναχρῶσαι πᾶσαν, ἢ τοιαύτην θεωρῆσαι παρανομίαν.
Οὔτε γὰρ οὕτως ὀφθαλμῷ βλάβη βόρβορος, ὡς ἀκόλαστος ὄψις, καὶ γεγυμνωμένης γυναικὸς θεωρία. Ἄκουσον γοῦν τί τὴν γύμνωσιν ἐποίησεν ἐξ ἀρχῆς, καὶ φοβήθητι τῆς τοιαύτης ἀσχημοσύνης τὴν ὑπόθεσιν. Τί οὖν ἐποίησε τὴν γύμνωσιν; Ἡ παρακοὴ, καὶ ἡ τοῦ διαβόλου συμβουλή.
Οὕτως ἄνωθεν καὶ ἐξ ἀρχῆς, ἐκείνου τοῦτο γέγονε τὸ ἐπιτήδευμα. Ἀλλ᾽ ἐκεῖνοι μὲν κἂν ᾐσχύνοντο γυμνοὶ ὄντες· ὑμεῖς δὲ καὶ ἐγκαλλωπίζεσθε, κατὰ τὸ ἀποστολικὸν ἐκεῖνο, Ἐν τῇ αἰσχύνῃ τὴν δόξαν ἔχοντες. Πῶς οὖν ὄψεταί σε λοιπὸν ἡ γυνὴ ἀπὸ τῆς τοιαύτης ἐπανελθόντα παρανομίας; πῶς δέξεται; πῶς προσερεῖ, οὕτως ἀτίμως τὸ κοινὸν τῆς γυναικείας παραδειγματίσαντα φύσεως, καὶ αἰχμάλωτον ὑπὸ τῆς τοιαύτης ὄψεως καὶ δοῦλον γεγενημένον τῆς πορνευθείσης γυναικός; Εἰ δὲ ἀλγεῖτε ταῦτα ἀκούοντες, χάριν ὑμῖν ἔχω πολλήν· Τίς γάρ ἐστιν ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Μὴ δὴ παύσησθέ ποτε στένοντες ἐπὶ τούτοις καὶ δακνόμενοι· καὶ γὰρ προοίμιον ὑμῖν ἔσται τῆς ἐπὶ τὰ κρείττω μεταβολῆς ἡ ἐκ τῶν τοιούτων ὀδύνη.
Διὰ τοῦτο κἀγὼ σφοδρότερον τὸν λόγον ἐποιησάμην, ἵνα βαθυτέραν δοὺς τὴν τομὴν, ἀπαλλάξω τῆς σηπεδόνος τῶν μεθυσκόντων ὑμᾶς· ἵνα πρὸς καθαρὰν ἐπαναγάγω ψυχῆς ὑγείαν· ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαύοντας διὰ πάντων, καὶ τῶν κειμένων ἐπάθλων τοῖς κατορθώμασι τούτοις ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Ζʹ. Καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ, ἐπυνθάνετο παρ᾽ αὐτῶν, ποῦ ὁ Χριστὸς γεννᾶται. Οἱ δὲ εἶπον αὐτῷ· Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. αʹ. Εἶδες ἅπαντα εἰς ἔλεγχον γινόμενα Ἰουδαϊκόν;
Ἕως μὲν γὰρ αὐτὸν οὐκ ἐθεώρουν, οὐδὲ ὑπὸ τῆς βασκανίας ἡλίσκοντο, μετὰ ἀληθείας τὰς μαρτυρίας διηγόρευον· ἐπειδὴ δὲ εἶδον τὴν ἀπὸ τῶν θαυμάτων ἐγγινομένην δόξαν, ὑπὸ τοῦ φθόνου κατασχεθέντες λοιπὸν προὔδωκαν τὴν ἀλήθειαν.
Ἀλλ᾽ ἡ ἀλήθεια διὰ πάντων ᾔρετο, καὶ ὑπὸ τῶν ἐχθρῶν μειζόνως συνεκροτεῖτο. Ὅρα γοῦν καὶ ἐνταῦθα πῶς θαυμαστὰ καὶ παράδοξα οἰκονομεῖται πράγματα. Ὁμοῦ τε γὰρ καὶ μανθάνουσί τι πλέον παρ᾽ ἀλλήλων, καὶ διδάσκουσιν ἀλλήλους, οἵ τε βάρβαροι καὶ οἱ Ἰουδαῖοι. Οἱ μὲν γὰρ Ἰουδαῖοι παρὰ τῶν μάγων ἤκουον, ὅτι καὶ ἀστὴρ αὐτὸν ἐπὶ τῆς Περσῶν ἐκήρυξε χώρας· οἱ δὲ μάγοι παρὰ τῶν Ἰουδαίων ἐμάνθανον, ὅτι τοῦτον, ὃν ὁ ἀστὴρ ἐκήρυξε, καὶ προφῆται πρὸ πολλῶν ἄνωθεν διηγόρευον χρόνων· καὶ τῆς ἐρωτήσεως ἡ ὑπόθεσις διδασκαλίας σαφεστέρας τε καὶ ἀκριβεστέρας ἑκατέροις ἀπόδειξις γέγονε· καὶ οἱ τῆς ἀληθείας ἐχθροὶ τὰ ὑπὲρ τῆς ἀληθείας καὶ ἄκοντες ἀναγκάζονται ἀναγινώσκειν γράμματα, καὶ τὴν προφητείαν ἑρμηνεύειν, εἰ καὶ μὴ πᾶσαν. Εἰπόντες γὰρ τὴν Βηθλεὲμ, καὶ ὅτι ἐξ αὐτῆς ἐξελεύσεται ὁ ποιμαίνων τὸν Ἰσραὴλ, λοιπὸν οὐκέτι προσέθηκαν τὸ ἑξῆς, κολακεύοντες τὸν βασιλέα.
Τί δὲ τοῦτο ἦν; Ὅτι Αἱ ἔξοδοι αὐτοῦ ἀπ᾽ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Καὶ τίνος ἕνεκεν, φησὶν, εἰ ἐκεῖθεν ἔμελλε παραγίνεσθαι, ἐν Ναζαρὲτ μετὰ τὸν τόκον διῆγε, καὶ συνεσκίαζε τὴν προφητείαν; Καὶ μὴν οὐ συνεσκίασεν, ἀλλὰ καὶ μᾶλλον ἐξεκάλυψε.
Τὸ γὰρ, ἐκεῖ τῆς μητρὸς οἰκούσης διαπαντὸς, ἐνταῦθα γεννηθῆναι δείκνυσιν ἐξ οἰκονομίας τὸ πρᾶγμα γινόμενον. Διά τοι τοῦτο οὐδὲ εὐθέως τεχθεὶς ἐξῆλθεν ἐκεῖθεν, ἀλλ᾽ ἐποίησεν ἡμέρας τεσσαράκοντα, τοῖς βουλομένοις περιεργάζεσθαι διδοὺς μετὰ ἀκριβείας ἐξετάζειν ἅπαντα. Καὶ γὰρ πολλὰ ἦν τὰ κινοῦντα πρὸς τὴν τοιαύτην ζήτησιν, εἴ γε προσέχειν ἐβούλοντο. Καὶ γὰρ ἐλθόντων τῶν μάγων, ἀνεπτερώθη πᾶσα ἡ πόλις, καὶ μετὰ τῆς πόλεως ὁ βασιλεὺς, καὶ ὁ προφήτης εἰς μέσον παρήγετο, καὶ δικαστήριον μέγιστον συνεκροτεῖτο, καὶ ἕτερα δὲ πλείονα γέγονεν αὐτόθι, ἅπερ ὁ Λουκᾶς μετὰ ἀκριβείας διηγεῖται ἅπαντα· οἷον τὰ κατὰ τὴν Ἄνναν, καὶ τὸν Συμεὼν, καὶ τὸν Ζαχαρίαν, καὶ τοὺς ἀγγέλους, καὶ τοὺς ποιμένας, ἅπερ ἅπαντα τοῖς προσέχουσιν ἱκανὰ ἦν παρασχεῖν ἀφορμὰς τὸ γεγενημένον εὑρεῖν. Εἰ γὰρ ἀπὸ Περσίδος ἐλθόντες οἱ μάγοι οὐκ ἠγνόησαν τὸν τόπον, πολλῷ μᾶλλον οἱ ἐκεῖ διατρίβοντες ταῦτα μαθεῖν ἠδύναντο.
Ἔδειξε μὲν οὖν ἐξ ἀρχῆς ἑαυτὸν διὰ πολλῶν θαυμάτων· ἐπειδὴ δὲ οὐκ ἠθέλησαν ἰδεῖν, κρύψας τὸν μεταξὺ χρόνον ἑαυτὸν, πάλιν ἐξ ἑτέρας ἀπεκάλυψε λαμπροτέρας ἀρχῆς. Οὐδὲ γὰρ οἱ μάγοι λοιπὸν, οὐδὲ ὁ ἀστὴρ, ἀλλ᾽ ὁ Πατὴρ ἄνωθεν ἐκήρυττεν ἐπὶ τῶν Ἰορδανείων ῥείθρων· καὶ τὸ Πνεῦμα δὲ ἐπεφοίτα, τὴν φωνὴν ἐκείνην ἕλκον ἐπὶ τὴν κεφαλὴν τοῦ βαπτιζομένου· καὶ Ἰωάννης μετὰ παῤῥησίας ἁπάσης πανταχοῦ τῆς Ἰουδαίας ἐβόα, τὴν οἰκουμένην, τὴν ἀοίκητον τῆς τοιαύτης διδασκαλίας πληρῶν· καὶ ἡ τῶν θαυμάτων δὲ μαρτυρία, καὶ γῆ, καὶ θάλαττα, καὶ ἡ κτίσις ἅπασα λαμπρὰν ὑπὲρ αὐτοῦ ἠφίει φωνήν.
Παρὰ δὲ τὸν καιρὸν τῶν ὠδίνων τοσαῦτα ἐγίνετο, ὅσα εἰκὸς ἠρέμα δεῖξαι τὸν παραγεγονότα. Ἵνα γὰρ μὴ λέγωσιν οἱ Ἰουδαῖοι, ὅτι οὐκ ἴσμεν πότε ἐτέχθη, οὐδὲ ἐν ποίῳ χωρίῳ, τά τε κατὰ τοὺς μάγους πάντα ᾠκονομήθη, καὶ τὰ ἄλλα ἅπερ εἰρήκαμεν· ὥστε οὐδεμίαν αἰτίαν ἂν ἔχοιεν εἰπεῖν, μὴ ζητήσαντες τὸ γεγενημένον.
βʹ. Σκόπει δὲ καὶ τῆς προφητείας τὴν ἀκρίβειαν. Οὐ γὰρ εἶπεν, ὅτι ἐν Βηθλεὲμ μενεῖ, ἀλλ᾽, ἐξελεύσεται. Ὥστε καὶ τοῦτο προφητείας ἦν, τὸ γεννηθῆναι ἐκεῖ μόνον. Τινὲς δὲ αὐτῶν ἀναισχυντοῦντές φασι, περὶ τοῦ Ζοροβάβελ ταῦτα εἰρῆσθαι· καὶ πῶς ἂν ἔχοιεν λόγον; Οὐ γὰρ δὴ, αἱ ἔξοδοι αὐτοῦ ἀπ᾽ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Πῶς δὲ τὸ ἐν ἀρχῇ λεχθὲν, ὅτι Ἐκ σοῦ ἐξελεύσεται, ἁρμόσειεν ἂν ἐκείνῳ; Οὐ γὰρ ἐν τῇ Ἰουδαίᾳ, ἀλλ᾽ ἐν τῇ Βαβυλῶνι ἐτέχθη· ὅθεν καὶ Ζοροβάβελ ἐκλήθη, διὰ τὸ ἐκεῖ σπαρῆναι. Καὶ ὅσοι τὴν Σύρων ἴσασι γλῶτταν, ἴσασι τὸ λεγόμενον.
Μετὰ δὲ τῶν εἰρημένων, καὶ ὁ μετὰ ταῦτα χρόνος ἅπας ἱκανὸς συστῆσαι τὴν μαρτυρίαν. Τί γάρ φησιν; Οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· καὶ τὴν αἰτίαν προστίθησι τῆς περιφανείας, λέγων, ὅτι, ἐκ σοῦ ἐξελεύσεται. Οὐδεὶς δὲ ἕτερος λαμπρὸν καὶ περιφανὲς ἐκεῖνο τὸ χωρίον ἐποίησεν, ἀλλ᾽ ἢ μόνος αὐτός. Μετὰ γοῦν τὸν τόκον ἐκεῖνον, ἀπὸ τῶν περάτων τῆς οἰκουμένης ἔρχονται ὀψόμενοι τὴν φάτνην καὶ τῆς καλύβης τὸν τόπον· ὅπερ ἄνωθεν ὁ προφήτης προανεφώνησε, λέγων· Οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· τουτέστιν, ἐν τοῖς φυλάρχοις. Τοῦτο δὲ εἰπὼν καὶ τὴν Ἱερουσαλὴμ περιέλαβεν. Ἀλλ᾽ οὐδὲ οὕτω προσεῖχον, καίτοι τῆς ὠφελείας εἰς αὐτοὺς διαβαινούσης. Καὶ γὰρ διὰ τοῦτο οὐδαμοῦ περὶ τῆς ἀξίας αὐτοῦ διαλέγονται οἱ προφῆται ἐν ἀρχῇ τοσοῦτον, ὅσον περὶ τῆς εὐεργεσίας τῆς παρ᾽ αὐτοῦ γενομένης εἰς αὐτούς. Καὶ γὰρ ἡνίκα ἔτικτεν ἡ παρθένος· Καλέσεις, φησὶ, τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· καὶ ἐπάγει λέγων· Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Καὶ οἱ μάγοι δὲ οὐκ ἔλεγον, ποῦ ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ἀλλ᾽ Ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων. Καὶ ἐνταῦθα πάλιν οὐκ εἶπεν, ὅτι ἐκ σοῦ ἐξελεύσεται ὁ Υἱὸς τοῦ Θεοῦ· ἀλλ᾽ Ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.
Ἔδει γὰρ καὶ συγκαταβατικώτερον διαλέγεσθαι ἐν προοιμίοις, ἵνα μὴ σκανδαλίζωνται, καὶ τὰ περὶ τῆς σωτηρίας αὐτῶν κηρύττειν, ἵνα τούτῳ μᾶλλον ἐνάγωνται. Ὅσαι γοῦν πρῶται φέρονται μαρτυρίαι, καὶ ὧν εὐθέως παρὰ τὴν γέννησιν καιρὸς ἦν, οὐδὲν μέγα, οὐδὲ ὑψηλὸν περὶ αὐτοῦ λέγουσιν, οὐδὲ οἷον αἱ μετὰ τὴν τῶν σημείων ἐπίδειξιν· ἐκεῖναι γὰρ τρανότερον περὶ τῆς αὐτοῦ ἀξίας διαλέγονται.
Ὅτε γοῦν μετὰ πολλὰ θαύματα παιδία ὕμνους εἰς αὐτὸν ᾖδον, ἄκουσον τί φησιν ὁ Προφήτης· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον· καὶ πάλιν· Ὅτι ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου· ὅπερ δημιουργὸν αὐτὸν δείκνυσι τοῦ παντὸς ὄντα. Καὶ ἡ μετὰ τὴν ἀνάληψιν δὲ παραχθεῖσα μαρτυρία τὸ πρὸς τὸν Πατέρα ὁμότιμον δηλοῖ· Εἶπε γὰρ, φησὶν, ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. Καὶ ὁ Ἡσαΐας δέ φησιν, ὅτι· Ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσι. Πῶς δέ φησι τὴν Βηθλεὲμ ἐν τοῖς ἡγεμόσιν Ἰούδα οὐκ εἶναι ἐλαχίστην; οὐδὲ γὰρ ἐν Παλαιστίνῃ μόνον, ἀλλὰ καὶ ἐν τῇ οἰκουμένῃ πάσῃ περίβλεπτος γέγονεν ἡ κώμη. Ἀλλὰ τέως πρὸς Ἰουδαίους ὁ λόγος· διὸ καὶ ἐπήγαγε· Ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ· καίτοιγε τὴν οἰκουμένην ἐποίμανεν· ἀλλ᾽, ὅπερ ἔφην, οὐ βούλεται σκανδαλίσαι τέως τὸν περὶ τῶν ἐθνῶν ἐκκαλύπτων λόγον.
Καὶ πῶς οὐκ ἐποίμανε, φησὶ, τὸν λαὸν τὸν Ἰουδαϊκόν; Μάλιστα μὲν καὶ αὐτὸ γέγονε· τὸν γὰρ Ἰσραὴλ ἐνταῦθα εἰπὼν, τοὺς αὐτῷ πεπιστευκότας ἐξ Ἰουδαίων ᾐνίξατο. Καὶ τοῦτο ἑρμηνεύων ὁ Παῦλος ἔλεγεν· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, ἀλλ᾽ ὅσοι διὰ πίστεως καὶ ἐπαγγελίας ἐγεννήθησαν.
Εἰ δὲ μὴ πάντας ἐποίμανε, τοῦτο αὐτῶν ἔγκλημα καὶ κατηγορία. Δέον γὰρ αὐτοὺς προσκυνῆσαι μετὰ τῶν μάγων, καὶ δοξάσαι τὸν Θεὸν, ὅτι ἐπέστη καιρὸς τοιοῦτος, πάντα λύων αὐτῶν τὰ ἁμαρτήματα· καὶ γὰρ οὐδὲν περὶ δικαστηρίων ἤκουσαν, οὐδὲ εὐθυνῶν, ἀλλὰ περὶ ἡμέρου καὶ πράου ποιμένος· οἱ δὲ τοὐναντίον ποιοῦσι, καὶ ταράττονται, καὶ θορυβοῦσι, καὶ μυρίας μετὰ ταῦτα κατασκευάζουσιν ἐπιβουλάς. Τότε Ἡρώδης καλέσας λάθρα τοὺς μάγους, ἠκρίβωσε παρ᾽ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος· ἐπιχειρῶν ἀνελεῖν τὸ τεχθὲν, ὅπερ ἐσχάτης ἀνοίας ἦν, οὐχὶ μανίας μόνον. Καὶ γὰρ τὰ εἰρημένα καὶ τὰ γεγενημένα ἱκανὰ ἦν ἀποστῆσαι αὐτὸν πάσης τῆς τοιαύτης ἐπιχειρήσεως. Οὐδὲ γὰρ κατὰ ἄνθρωπον ἦν τὰ συμβάντα. Τὸ γὰρ ἀστέρα καλέσαι τοὺς μάγους ἄνωθεν, καὶ τὸ βαρβάρους ἄνδρας τοσαύτην ἀποδημίαν στείλασθαι, ὥστε προσκυνῆσαι τὸν ἐν σπαργάνοις καὶ φάτνῃ κείμενον, καὶ τὸ προφήτας δὲ ἄνωθεν ταῦτα πάντα προαναφωνεῖν, καὶ τὰ ἄλλα πάντα, μείζονα ἢ κατὰ ἄνθρωπον ἦν· ἀλλ᾽ ὅμως οὐδὲν αὐτὸν τούτων κατεῖχε.
γʹ. Τοιοῦτον γὰρ ἡ πονηρία· ἑαυτῇ περιπίπτει, καὶ ἀνηνύτοις ἀεὶ πράγμασιν ἐπιχειρεῖ. Σκόπει δὲ τὴν ἄνοιαν. Εἰ μὲν ἐπίστευε τῇ προφητείᾳ, καὶ ἀκίνητον αὐτὴν εἶναι ἐνόμιζεν, εὔδηλον ὅτι ἀδυνάτοις ἐπεχείρει πράγμασιν· εἰ δὲ ἠπίστει πάλιν, καὶ οὐ προσεδόκα ἐκβήσεσθαι τὰ λεγόμενα, δεδοικέναι καὶ φοβεῖσθαι οὐκ ἐχρῆν, οὐδὲ διὰ τοῦτο ἐπιβουλεύειν· ὥστε ἑκατέρωθεν περιττὸς ὁ δόλος ἦν. Καὶ τοῦτο δὲ ἀνοίας ἐσχάτης, τὸ νομίσαι τοὺς μάγους αὐτὸν προτιμήσειν τοῦ τεχθέντος, ὑπὲρ οὗ τοσαύτην ἦλθον ἀποδημίαν.
Εἰ γὰρ πρὶν ἰδεῖν οὕτως ἦσαν ἐκκεκαυμένοι τῷ πόθῳ, μετὰ τὸ θεάσασθαι καὶ πιστωθῆναι παρὰ τῆς προφητείας, πῶς ἤλπιζεν αὐτοὺς πεῖσαι προδοῦναι τὸ παιδίον αὐτῷ; Ἀλλ᾽ ὅμως καὶ τοσούτων ὄντων τῶν ἀπαγόντων αὐτὸν, ἐπεχείρει, Καὶ καλέσας λάθρα τοὺς μάγους, ἐπυνθάνετο παρ᾽ αὐτῶν. Καὶ γὰρ ἐνόμιζεν Ἰουδαίους κήδεσθαι τοῦ παιδίου· καὶ οὐκ ἂν προσεδόκησεν εἰς τοῦτο μανίας ἐξολισθαίνειν αὐτοὺς, ὡς τὸν προστάτην καὶ Σωτῆρα, καὶ ἐπ᾽ ἐλευθερίᾳ τοῦ ἔθνους παραγενόμενον βούλεσθαι ἐκδιδόναι τοῖς ἐχθροῖς. Διὰ τοῦτο καὶ λάθρα καλεῖ, καὶ ζητεῖ τὸν χρόνον, οὐ τοῦ παιδίου, ἀλλὰ τοῦ ἀστέρος, ἐκ πολλῆς τῆς περιουσίας τιθεὶς τὸ θήραμα. Καὶ γὰρ πρὸ πολλοῦ χρόνου δοκεῖ μοι ὁ ἀστὴρ φανῆναι. Ἐπειδὴ γὰρ πολὺν κατὰ τὴν ὁδοιπορίαν ἔμελλον ἀναλίσκειν οἱ μάγοι χρόνον, ἵνα εὐθέως ἐπιστῶσι τῷ τεχθέντι· ἔδει γὰρ ἐν αὐτοῖς προσκυνηθῆναι τοῖς σπαργάνοις αὐτὸν, ὥστε τὸ θαυμαστὸν καὶ παράδοξον φανῆναι τοῦ πράγματος, πρὸ πολλοῦ τοῦ χρόνου δείκνυσιν ἑαυτὸν ὁ ἀστήρ. Εἰ γὰρ ἡνίκα ἐτέχθη ἐν Παλαιστίνῃ, τότε αὐτοῖς ὤφθη ἐν τῇ ἀνατολῇ, πολὺν κατὰ τὴν ὁδοιπορίαν διατρίβοντες χρόνον, οὐκ ἂν ἐν σπαργάνοις εἶδον αὐτὸν παραγενόμενοι. Εἰ δὲ ἀπὸ διετοῦς ἀναιρεῖ καὶ κατωτέρω, μὴ θαυμάσωμεν· ὁ γὰρ θυμὸς καὶ τὸ δέος ὑπὲρ πλείονος ἀσφαλείας καὶ πλείονα προσετίθει χρόνον, ὥστε μηδένα διαφυγεῖν.
Καλέσας οὖν αὐτοὺς, φησί· Πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου· ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. Εἶδες τὴν ἄνοιαν; Εἰ μὲν γὰρ ἐξ ἀληθείας ταῦτα λέγεις, τίνος ἕνεκεν λάθρα ἐρωτᾷς; εἰ δὲ ἐπιβουλεῦσαι βουλόμενος, πῶς οὐ συνεῖδες, ὡς ἐκ τοῦ λάθρα ἐρωτᾶσθαι δυνήσονται συνιδεῖν οἱ μάγοι τὸν δόλον;
Ἀλλ᾽, ὅπερ ἔφην, ψυχὴ ὑπὸ πονηρίας ἁλοῦσα, πάντων ἀνοητοτέρα γίνεται. Καὶ οὐκ εἶπεν, ἀπελθόντες μάθετε περὶ τοῦ βασιλέως, ἀλλὰ Περὶ τοῦ παιδίου· οὐδὲ γὰρ τὸ ὄνομα τῆς ἀρχῆς καλέσαι ἠνέσχετο. Ἀλλ᾽ οἱ μάγοι τούτων οὐδὲν συνιδόντες ὑπὸ πολλῆς εὐλαβείας· οὐ γὰρ ἂν προσεδόκησαν, ὅτι εἰς τοσοῦτον πονηρίας ἐξῆλθεν ἂν ἐκεῖνος, καὶ οὕτω θαυμαστῇ οἰκονομίᾳ ἐπιβουλεῦσαι ἐπεχείρησεν· Ἀπέρχονται τούτων οὐδὲν ὑφορώμενοι, ἀλλ᾽ ἐκ τῶν καθ᾽ ἑαυτοὺς καὶ τὰ τῶν ἄλλων στοχαζόμενοι ἅπαντα.
Καὶ ἰδοὺ ὁ ἀστὴρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτούς. Διὰ γὰρ τοῦτο καὶ ἐκρύβη, ἵνα ἀπολέσαντες τὸν χειραγωγοῦντα, εἰς ἀνάγκην ἐμπέσωσιν ἐρωτῆσαι τοὺς Ἰουδαίους, καὶ πᾶσι κατάδηλον τὸ πρᾶγμα γένηται. Ἐπειδὴ γὰρ ἠρώτησαν καὶ διδασκάλους ἔσχον τοὺς ἐχθροὺς, φαίνεται πάλιν αὐτοῖς. Καὶ σκόπει ἀκολουθίαν ἀρίστην γινομένην.
Ἀπὸ μὲν γὰρ τοῦ ἀστέρος δέχεται αὐτοὺς ὁ τῶν Ἰουδαίων δῆμος καὶ ὁ βασιλεὺς, καὶ τὸν προφήτην εἰσάγουσι διδάσκοντα τὸ φαινόμενον. Ἀπὸ δὲ τοῦ προφήτου πάλιν ἄγγελος αὐτοὺς παραλαβὼν πάντα ἐδίδαξε· τέως δὲ ἀπὸ Ἱεροσολύμων εἰς Βηθλεὲμ διὰ τοῦ ἀστέρος βαδίζουσιν· ὁ γὰρ ἀστὴρ πάλιν κἀκεῖθεν συνώδευσεν· ἵνα μάθῃς κἀντεῦθεν, ὅτι οὐ τῶν πολλῶν εἷς ἦν οὗτος· οὐδὲ γὰρ ἔχει ταύτην τὴν φύσιν ἀστὴρ οὐδὲ εἷς. Καὶ οὐχ ἁπλῶς ἐβάδιζεν, ἀλλὰ προῆγεν αὐτοὺς ἕλκων καὶ χειραγωγῶν ἐν ἡμέρᾳ μέσῃ.
δʹ. Καὶ τί τοῦ ἀστέρος τούτου ἔδει, φησὶ, λοιπὸν τοῦ χωρίου γνωρισθέντος; Ἵνα καὶ τὸ παιδίον ὀφθῇ. Οὐδὲ γὰρ ἦν τι τὸ δηλοῦν αὐτό· ἐπειδὴ οὐδὲ ἡ οἰκία περιφανὴς ἦν, οὔτε ἡ μήτηρ λαμπρὰ καὶ ἐπίσημος. Ἔδει τοίνυν τοῦ ἀστέρος τοῦ ἐπιστήσοντος αὐτοὺς τῷ τόπῳ. Διὸ καὶ ἀπὸ Ἱεροσολύμων ἐξελθοῦσι φαίνεται, καὶ οὐ πρότερον ἵσταται, ἕως τὴν φάτνην κατέλαβε. Καὶ θαῦμα συνήπτετο θαύματι· καὶ γὰρ ἀμφότερα παράδοξα ἦν, καὶ τὸ τοὺς μάγους προσκυνεῖν, καὶ τὸ τὸν ἀστέρα προάγειν, καὶ ἱκανὰ καὶ τοὺς σφόδρα λιθίνους ἐπισπάσασθαι. Εἰ μὲν γὰρ εἶπον οἱ μάγοι, ὅτι προφητῶν ἤκουσαν ταῦτα λεγόντων, ἢ ὅτι ἄγγελοι κατ᾽ ἰδίαν αὐτοῖς διελέχθησαν, κἂν ἠπιστήθησαν· νῦν δὲ τῆς ὄψεως τοῦ ἀστέρος ἄνωθεν φαινομένης, καὶ οἱ σφόδρα ἀναισχυντοῦντες ἐπεστομίζοντο.
Εἶτα ἐπειδὴ ἐπέστη τῷ παιδίῳ, ἔστη πάλιν ὁ ἀστήρ· ὅπερ καὶ αὐτὸ μείζονος δυνάμεως ἣ κατὰ ἀστέρα ἦν, τὸ νῦν μὲν κρύπτεσθαι, νῦν δὲ φαίνεσθαι, καὶ φανέντα ἵστασθαι. Ἐντεῦθεν κἀκεῖνοι προσθήκην πίστεως ἐλάμβανον. Διὰ τοῦτο καὶ ἐχάρησαν, ὅτι τὸ ζητούμενον εὗρον, ὅτι ἄγγελοι ἀληθείας γεγόνασιν, ὅτι οὐκ εἰκῆ τοσαύτην ἦλθον ὁδόν· οὕτω πολύν τινα πόθον περὶ τὸν Χριστὸν εἶχον. Καὶ γὰρ ἐλθὼν κατ᾽ αὐτῆς ἔστη τῆς κεφαλῆς, δεικνὺς ὅτι θεῖόν ἐστι τὸ γέννημα· καὶ σταθεὶς, ἐπὶ τὴν προσκύνησιν ἄγει, οὐχ ἁπλῶς βαρβάρους, ἀλλὰ τοὺς σοφωτέρους παρ᾽ ἐκείνοις. Ὁρᾷς ὅτι εἰκότως ἀστὴρ ἐφάνη; Καὶ γὰρ μετὰ τὴν προφητείαν, καὶ μετὰ τὴν τῶν ἀρχιερέων καὶ γραμματέων ἐξήγησιν, ἔτι τούτῳ προσεῖχον.
Αἰσχυνέσθω Μαρκίων, αἰσχυνέσθω Παῦλος ὁ Σαμοσατεὺς, μὴ βουληθέντες ἰδεῖν ἅπερ οἱ μάγοι εἶδον, οἱ τῆς Ἐκκλησίας πρόγονοι· οὐδὲ γὰρ αἰσχύνομαι οὕτως αὐτοὺς καλῶν. Αἰσχυνέσθω Μαρκίων, ὁρῶν Θεὸν ἐν σαρκὶ προσκυνούμενον. Αἰσχυνέσθω Παῦλος. ὁρῶν οὐχ ὡς ἄνθρωπον προσκυνούμενον ἁπλῶς. Ἀλλ᾽ ὅτι μὲν ἐν σαρκὶ, τὰ σπάργανα δείκνυσι καὶ ἡ φάτνη· ὅτι δὲ οὐχ ὡς ψιλὸν ἄνθρωπον προσεκύνουν, δηλοῦσιν ἐν ἀώρῳ τῆς ἡλικίας τοιαῦτα δῶρα προσάγοντες, ἃ Θεῷ προσάγειν εἰκὸς ἦν. Αἰσχυνέσθωσαν μετ᾽ αὐτῶν καὶ Ἰουδαῖοι, βαρβάρους καὶ μάγους ὁρῶντες αὐτοὺς φθάνοντας, καὶ οὐδὲ μετ᾽ ἐκείνους ἐλθεῖν ἀνεχόμενοι.
Καὶ γὰρ τύπος ἦν τῶν μελλόντων τὰ τότε γινόμενα καὶ ἐξ αὐτῶν τῶν προοιμίων ἐδηλοῦτο, ὅτι φθάσει τὸν δῆμον τὸν ἐκείνων τὰ ἔθνη. Καὶ πῶς, φησὶν, οὐκ ἐξ ἀρχῆς, ἀλλὰ μετὰ ταῦτα ἔλεγε· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη; Ὅτι τοῦ μέλλοντος, ὅπερ ἔφην, γίνεσθαι τύπος ἦν τὸ συμβαῖνον, καὶ προαναφώνησίς τις. Τὸ μὲν γὰρ ἀκόλουθον ἦν, Ἰουδαίους προσελθεῖν πρώτους· ἐπειδὴ δὲ ἑκόντες προὔδωκαν τὴν οἰκείαν εὐεργεσίαν, ἀντιστρόφως τὰ πράγματα γέγονεν. Ἐπεὶ οὐδὲ ἐνταῦθα πρὸ τῶν Ἰουδαίων ἔδει τοὺς μάγους ἐλθεῖν· οὐδὲ τοὺς ἐκ τοσούτου διαστήματος προλαβεῖν τοὺς παρ᾽ αὐτὴν τὴν πόλιν καθημένους· οὐδὲ τοὺς οὐδὲν ἀκηκοότας φθάσαι τοὺς προφητείαις συντραφέντας τοσαύταις. Ἐπειδὴ δὲ μεθ᾽ ὑπερβολῆς τὰ οἰκεῖα ἠγνόησαν καλὰ, οἱ ἀπὸ Περσίδος τοὺς ἐν Ἱεροσολύμοις προλαμβάνουσιν· ὅπερ οὖν καὶ ὁ Παῦλός φησιν· Ὑμῖν ἀναγκαῖον ἦν πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Κυρίου· ἐπειδὴ δὲ ἀναξίους ἑαυτοὺς ἐκρίνατε, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Εἰ γὰρ καὶ μὴ πρὸ τούτου ἐπείθοντο, παρὰ γοῦν τῶν μάγων ἀκούσαντας ἔδει δραμεῖν· ἀλλ᾽ οὐκ ἠθέλησαν· διὰ τοῦτο, καθευδόντων ἐκείνων, οὗτοι προτρέχουσιν.
εʹ. Ἀκολουθήσωμεν τοίνυν καὶ ἡμεῖς τοῖς μάγοις, καὶ τῆς βαρβάρου συνηθείας ἀπαλλαγῶμεν, καὶ πολὺ τὸ διάστημα ποιήσωμεν, ἵνα ἴδωμεν τὸν Χριστόν· ἐπεὶ κἀκεῖνοι εἰ μὴ μακρὰν τῆς αὐτῶν ἐγένοντο χώρας, οὐκ ἂν αὐτὸν εἶδον. Ἀποστῶμεν τῶν γηΐνων πραγμάτων. Καὶ γὰρ οἱ μάγοι, ἕως μὲν ἦσαν ἐν τῇ Περσίδι, τὸν ἀστέρα ἑώρων· ἐπειδὴ δὲ ἀπέστησαν τῆς Περσίδος, τὸν ἥλιον τῆς δικαιοσύνης ἐθεάσαντο· μᾶλλον δὲ οὐδὲ τὸν ἀστέρα ἂν εἶδον, εἰ μὴ προθύμως ἐκεῖθεν ἀνέστησαν. Ἀναστῶμεν οὖν καὶ ἡμεῖς· κἂν πάντες ταράττωνται, ἡμεῖς ἐπὶ τὴν οἰκίαν τοῦ παιδίου τρέχωμεν· κἂν βασιλεῖς, κἂν δῆμοι, κἂν τύραννοι τὴν ὁδὸν ταύτην ἐκκόπτωσι, μὴ καταλύωμεν τὸν πόθον. Οὕτω γὰρ πάντα τὰ ἐπικείμενα διακρουσόμεθα δεινά. Ἐπεὶ καὶ οὗτοι, εἰ μὴ τὸ παιδίον εἶδον, οὐκ ἂν τὸν κίνδυνον ἐξέφυγον τὸν παρὰ τοῦ βασιλέως.
Πρὶν ἢ τὸ παιδίον ἰδεῖν, φόβοι καὶ κίνδυνοι καὶ ταραχαὶ πάντοθεν ἐπέκειντο· μετὰ δὲ τὴν προσκύνησιν, γαλήνη καὶ ἀσφάλεια· καὶ οὐκέτι ἀστὴρ, ἀλλ᾽ ἄγγελος αὐτοὺς δέχεται, ἱερέας ἀπὸ τῆς προσκυνήσεως γενομένους· καὶ γὰρ καὶ δῶρα προσέφερον.
Ἀφεὶς τοίνυν καὶ σὺ τὸν Ἰουδαϊκὸν λαὸν, τὴν ταραττομένην πόλιν, τὸν φονῶντα τύραννον, τὴν βιωτικὴν φαντασίαν, σπεῦσον ἐπὶ τὴν Βηθλεὲμ, ὅπου ὁ οἶκος τοῦ ἄρτου τοῦ πνευματικοῦ. Κἂν γὰρ ποιμὴν ᾖς, καὶ ἐνταῦθα ἔλθῃς, ὄψει τὸ παιδίον ἐν καταλύματι. Κἂν βασιλεὺς ᾖς, καὶ μὴ παραγένῃ, οὐδέν σοι τῆς πορφυρίδος ὄφελος· κἂν μάγος ᾖς, οὐδέν σε κωλύσει τοῦτο, μόνον ἂν ἐπὶ τῷ τιμῆσαι ἔλθῃς καὶ προσκυνῆσαι, καὶ μὴ καταπατῆσαι τὸν Υἱὸν τοῦ Θεοῦ· ἂν μετὰ τρόμου καὶ χαρᾶς τοῦτο ποιῇς· ἔστι γὰρ ταῦτα ὁμοῦ συνελθεῖν ἀμφότερα. Ἀλλ᾽ ὅρα μὴ κατὰ τὸν Ἡρώδην γένῃ, καὶ εἴπῃς· Ὅπως ἐλθὼν προσκυνήσω αὐτὸν, καὶ ἐλθὼν ἀνελεῖν βουληθῇς. Τούτῳ γὰρ ἐοίκασιν οἱ τῶν μυστηρίων ἀναξίως μετέχοντες.
Ἔνοχος γὰρ ὁ τοιοῦτος ἔσεται, φησὶ, τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου Καὶ γὰρ ἔχουσιν ἐν ἑαυτοῖς τὸν τύραννον ἀλγοῦντα τῇ βασιλείᾳ τοῦ Χριστοῦ, τὸν ἐκείνου τοῦ Ἡρώδου παρανομώτερον, μαμωνᾶν. Οὗτος γὰρ βούλεται κρατεῖν, καὶ πέμπει τοὺς οἰκείους τοὺς ἑαυτοῦ, προσκυνήσοντας μὲν σχήματι, σφάττοντας δὲ ἐν τῷ προσκυνεῖν. Φοβηθῶμεν τοίνυν μή ποτε σχῆμα μὲν ἱκετῶν καὶ προσκυνητῶν ἔχωμεν, ἐν δὲ τῷ ἔργῳ τὰ ἐναντία ἐπιδειξώμεθα.
Καὶ πάντα ἀπὸ τῶν χειρῶν ῥίψωμεν, προσκυνεῖν μέλλοντες. Κἂν χρυσὸν ἔχωμεν, αὐτῷ προσενέγκωμεν, καὶ μὴ κατορύξωμεν. Εἰ γὰρ οἱ βάρβαροι τότε ἐκεῖνοι εἰς τιμὴν προσήνεγκαν, τίς ἔσῃ μηδὲ τῷ χρείαν ἔχοντι διδούς; εἰ ἐκεῖνοι τοσαύτην ἦλθον ὁδὸν, ἵνα τεχθέντα ἴδωσι, ποίαν ἕξεις ἀπολογίαν σὺ, μηδὲ στενωπὸν ἕνα ἀπιὼν, ἵνα ἀῤῥωστοῦντα ἐπισκέψῃ καὶ δεδεμένον; Καίτοιγε κάμνοντας καὶ δεδεμένους, καὶ τοὺς ἐχθροὺς ἐλεοῦμεν· σὺ δὲ οὐδὲ τὸν εὐεργέτην τὸν σὸν καὶ Δεσπότην. Κἀκεῖνοι μὲν χρυσίον προσήνεγκαν· σὺ δὲ ἄρτον μόλις δίδως. Ἐκεῖνοι εἶδον τὸν ἀστέρα, καὶ ἐχάρησαν· σὺ δὲ αὐτὸν ὁρῶν τὸν Χριστὸν ξένον ὄντα καὶ γυμνὸν οὐκ ἐπικάμπτῃ.
Τίς γὰρ ὑμῶν διὰ τὸν Χριστὸν τοσαύτην ἀποδημίαν ἀπεδήμησε τῶν μυρία εὐεργετηθέντων, ὅσην ἐκεῖνοι οἱ βάρβαροι, μᾶλλον δὲ οἱ φιλοσόφων φιλοσοφώτεροι; Καὶ τί λέγω τοσαύτην ὁδόν; Πολλαὶ γὰρ τῶν γυναικῶν οὕτως ἡμῖν μαλακίζονται, ὡς μηδὲ ἄμφοδον ἓν ὑπερβῆναι, καὶ ἰδεῖν αὐτὸν ἐπὶ τῆς φάτνης τῆς πνευματικῆς, εἰ μὴ ἡμιόνων ἐπιλάβοιντο. Ἕτεροι δὲ ἐπειδὴ βαδίζειν ἔχουσιν, οἱ μὲν βιωτικῶν πραγμάτων ὄχλον, οἱ δὲ θέατρα τῆς ἐνταῦθα ἀφίξεως προτιθέασι.
Καὶ οἱ μὲν βάρβαροι πρὶν ἰδεῖν αὐτὸν τοσαύτην ἤνυσαν ὁδὸν δι᾽ αὐτόν· σὺ δὲ οὐδὲ μετὰ τὸ ἰδεῖν ἐκείνους ζηλοῖς, ἀλλὰ ἀφεὶς αὐτὸν μετὰ τὸ ἰδεῖν, τρέχεις ἵνα τὸν μῖμον ἴδῃς (τῶν γὰρ αὐτῶν ἅπτομαι πάλιν ὧν καὶ πρώην)· καὶ κείμενον τὸν Χριστὸν ὁρῶν ἐπὶ φάτνης, καταλιμπάνεις, ἵνα γυναῖκας ἐπὶ σκηνῆς ἴδῃς. Πόσων οὐκ ἄξια ταῦτα σκηπτῶν;
ϛʹ. Εἰπὲ γάρ μοι, εἴ τίς σε εἰς βασίλεια εἰσαγαγεῖν ἐπηγγέλλετο, καὶ δείξειν τὸν βασιλέα καθήμενον, ἆρα ἂν εἴλου τὸ θέατρον ἀντὶ τούτων ἰδεῖν; Καίτοιγε οὐδὲν οὐδὲ ἐκεῖθεν κερδᾶναι ἦν. Ἐνταῦθα δὲ πηγὴ πυρὸς πνευματικὴ ἀπὸ ταύτης ἀναβλύζει τῆς τραπέζης· καὶ σὺ ταύτην ἀφεὶς, κατατρέχεις εἰς τὸ θέατρον, ἰδεῖν νηχομένας γυναῖκας καὶ φύσιν παραδειγματιζομένην, καταλιπὼν τὸν Χριστὸν παρὰ τὴν πηγὴν καθήμενον; Καὶ γὰρ καὶ νῦν παρὰ τὴν πηγὴν κάθηται, οὐ Σαμαρείτιδι διαλεγόμενος, ἀλλ᾽ ὁλοκλήρῳ πόλει· τάχα δὲ καὶ νῦν Σαμαρείτιδι μόνῃ.
Οὐδεὶς γὰρ αὐτῷ πάρεστιν οὐδὲ νῦν· ἀλλ᾽ οἱ μὲν τοῖς σώμασι μόνοις, οἱ δὲ οὐδὲ αὐτοῖς. Ἀλλ᾽ ὅμως αὐτὸς οὐκ ἀναχωρεῖ, ἀλλὰ μένει, καὶ παρ᾽ ἡμῶν αἰτεῖ πιεῖν, οὐχ ὕδωρ, ἀλλ᾽ ἁγιωσύνην· τὰ γὰρ ἅγια τοῖς ἁγίοις δίδωσιν. Οὐδὲ γὰρ ὕδωρ ἀπὸ ταύτης ἡμῖν παρέχει τῆς πηγῆς, ἀλλ᾽ αἷμα ζῶν· καὶ μὴν θανάτου ἐστὶ σύμβολον, ἀλλὰ ζωῆς γέγονεν αἴτιον. Σὺ δὲ ἀφεὶς τὴν πηγὴν τοῦ αἵματος, τὸ ποτήριον τὸ φρικῶδες, εἰς πηγὴν ἀπέρχῃ διαβολικὴν, ὥστε νηχομένην πόρνην ἰδεῖν, καὶ ναυάγιον ὑπομεῖναι ψυχῆς. Τὸ γὰρ ὕδωρ ἐκεῖνο πέλαγος ἀσελγείας ἐστὶν, οὐ σώματα ποιοῦν ὑποβρύχια, ἀλλὰ ψυχῶν ναυάγια ἐργαζόμενον. Ἀλλ᾽ ἡ μὲν νήχεται γυμνουμένη τὸ σῶμα, σὺ δὲ ὁρῶν καταποντίζῃ πρὸς τὸν τῆς ἀσελγείας βυθόν. Τοιαύτη γὰρ ἡ τοῦ διαβόλου σαγήνη· οὐκ εἰς αὐτὸ κατιόντας τὸ ὕδωρ, ἀλλ᾽ ἄνωθεν καθημένους τῶν ἐκεῖ καλινδουμένων μᾶλλον ὑποβρυχίους ποιεῖ, καὶ χαλεπώτερον ἀποπνίγει τοῦ Φαραὼ, τοῦ μετὰ τῶν ἵππων καὶ τῶν ἁρμάτων καταποντισθέντος τότε. Καὶ εἴγε ἦν ψυχὰς ἰδεῖν, πολλᾶς ἂν ὑμῖν ἔδειξα ἐπιπλεούσας τοῖς ὕδασι τούτοις, ὥσπερ τῶν Αἰγυπτίων τότε τὰ σώματα.
Ἀλλὰ τὸ χαλεπώτερον ἐκεῖνό ἐστιν, ὅτι καὶ τέρψιν τὴν τοιαύτην πανωλεθρίαν καλοῦσι, καὶ τὸ πέλαγος τῆς ἀπωλείας ἡδονῆς εὔριπον ὀνομάζουσι. Καίτοιγε εὐκολώτερον ἄν τις τὸ Αἰγαῖον καὶ Τυῤῥηνικὸν παραδράμοι πέλαγος μετὰ ἀσφαλείας, ἢ τὴν θεωρίαν ταύτην. Πρῶτον μὲν γὰρ δι᾽ ὅλης νυκτὸς προλαμβάνει τῇ προσδοκίᾳ τὰς ψυχὰς ὁ διάβολος εἶτα δείξας τὸ προσδοκηθὲν, ἔδησεν εὐθέως καὶ αἰχμαλώτους ἐποίησε. Μὴ γὰρ ἐπειδὴ μὴ ἐμίγης τῇ πόρνῃ, καθαρὸς εἶναι νομίσῃς τῆς ἁμαρτίας· τῇ γὰρ προθυμίᾳ τὸ πᾶν ἀπήρτισας. Εἰ μὲν γὰρ ὑπὸ ἐπιθυμίας κατέχῃ, μείζονα τὴν φλόγα ἀνῆψας· εἰ δὲ οὐδὲν πάσχεις πρὸς τὰ ὁρώμενα, μείζονος κατηγορίας εἶ ἄξιος, ἑτέροις σκάνδαλον γινόμενος τῇ τῶν θεαμάτων τούτων προτροπῇ, καὶ τὴν σεαυτοῦ καταισχύνων ὄψιν, καὶ μετὰ τῆς ὄψεως τὴν ψυχήν. Ἀλλὰ γὰρ ἵνα μὴ μόνον ἐπιτιμῶμεν, φέρε καὶ τρόπον ἐπινοήσωμεν διορθώσεως. Τίς οὖν ὁ τρόπος ἔσται; Ταῖς γυναιξὶν ὑμᾶς παραδοῦναι βούλομαι ταῖς ὑμετέραις, ἵνα αὗται ὑμᾶς παιδεύσωσιν. Ἔδει γὰρ, κατὰ τὸν τοῦ Παύλου νόμον, ὑμᾶς εἶναι τοὺς διδασκάλους· ἐπειδὴ δὲ ἡ τάξις ἀντεστράφη διὰ τῆς ἁμαρτίας, καὶ ἄνω μὲν τὸ σῶμα, κάτω δὲ ἡ κεφαλὴ γέγονε, κἂν ταύτην ἑλώμεθα τὴν ὁδόν. Εἰ δὲ αἰσχύνῃ διδάσκαλον ἔχων γυναῖκα, φύγε τὴν ἁμαρτίαν, καὶ δυνήσῃ ταχέως ἐπὶ τὸν θρόνον ἀναβῆναι τὸν παρὰ τοῦ Θεοῦ σοι δοθέντα.
Ὡς ἕως ἂν πλημμελῇς, οὐχὶ πρὸς γυναῖκα μόνον, ἀλλὰ καὶ πρὸς ἄλογά σε εὐτελέστερα πέμπει ἡ Γραφή· καὶ οὐκ αἰσχύνεται τὸν λόγῳ τετιμημένον τῷ μύρμηκι πέμπουσα μαθητήν. Οὐ γὰρ τῆς Γραφῆς τοῦτο κατηγορία, ἀλλὰ τῶν οὕτω τὴν ἑαυτῶν εὐγένειαν προδιδόντων. Τοῦτο δὴ καὶ ἡμεῖς ποιήσομεν· καὶ νῦν μέν σε τῇ γυναικὶ παραδώσομεν· ἂν δὲ ταύτης καταφρονήσῃς, καὶ εἰς τὸ τῶν ἀλόγων διδασκαλεῖον ἀποστελοῦμεν, καὶ δείξομεν πόσοι μὲν ὄρνιθες, πόσοι δὲ ἰχθύες, πόσα δὲ τετράποδα καὶ ἑρπετὰ σοῦ σεμνότερα καὶ σωφρονέστερα φαίνεται. Εἰ δὲ αἰσχύνῃ τὴν σύγκρισιν καὶ ἐρυθριᾷς, ἀνάβηθι πρὸς τὴν οἰκείαν εὐγένειαν, καὶ τὸ τῆς γεέννης πέλαγος καὶ τὸν τοῦ πυρὸς ποταμὸν φύγε, τὴν ἐν τῷ θεάτρῳ κολυμβήθραν. Αὕτη γὰρ ἡ κολυμβήθρα ἐκεῖνο τὸ πέλαγος προξενεῖ, καὶ τὴν ἄβυσσον ἐκείνην ἀνάπτει τῆς φλογός.
ζʹ. Εἰ γὰρ Ὁ ἐμβλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν· ὁ καὶ γυμνὴν ἀναγκαζόμενος ἰδεῖν, πῶς οὐ μυριάκις αἰχμάλωτος γίνεται; Οὐχ οὕτως ὁ ἐπὶ τοῦ Νῶε κατακλυσμὸς τὸ τῶν ἀνθρώπων ἀπώλεσε γένος, ὡς αὗται αἱ νηχόμεναι ἅπαντας ἐκεῖ μετὰ πολλῆς ἀποπνίγουσι τῆς αἰσχύνης. Ἐκεῖνος μὲν γὰρ ὁ ὑετὸς, εἰ καὶ θάνατον εἰργάσατο σώματος, ἀλλὰ τὴν τῆς ψυχῆς κακίαν ἀνέκοψεν· οὗτος δὲ τοὐναντίον ποιεῖ, τῶν σωμάτων μενόντων, τὴν ψυχὴν ἀπόλλυσιν. Ὑμεῖς δὲ ὅταν μὲν προεδρίας ᾖ λόγος, ἀξιοῦτε τῆς οἰκουμένης προκαθῆσθαι πάσης, ἐπειδὴ πρώτη ἡ πόλις ἡμῶν τὸ τῶν Χριστιανῶν ἀνεδήσατο ὄνομα· ἐν δὲ τῷ τῆς σωφροσύνης ἀγῶνι, καὶ τῶν ἀγροικοτέρων πόλεων ἔλαττον φέροντες οὐκ αἰσχύνεσθε; Ναὶ, φησί· καὶ τί κελεύεις ποιεῖν; Τὰ ὄρη καταλαμβάνειν καὶ μοναχοὺς γίνεσθαι; Διὰ γὰρ τοῦτο στένω, ὅτι μόνοις ἐκείνοις ἡγεῖσθε ἁρμόζειν κοσμιότητα καὶ σωφροσύνην· καίτοιγε ὁ Χριστὸς κοινοὺς τοὺς νόμους ἔθηκε. Καὶ γὰρ ὅταν λέγῃ, Ἐάν τις ἐμβλέψῃ γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, οὐ τῷ μονάζοντι λέγει, ἀλλὰ καὶ τῷ γυναῖκα ἔχοντι· καὶ γὰρ τὸ ὄρος ἐκεῖνο τότε πάντων τῶν τοιούτων πεπληρωμένον ἦν· Ἐννόησον τοίνυν ἐκεῖνο τὸ θέατρον, καὶ μίσησον τοῦτο τὸ διαβολικὸν, καὶ μὴ καταγνῷς τοῦ λόγου βαρύτητα.
Οὐδὲ γὰρ κωλύω γαμεῖν, οὐδὲ ἐμποδίζω τέρπεσθαι· ἀλλὰ μετὰ σωφροσύνης τοῦτο βούλομαι γίνεσθαι, οὐ μετὰ αἰσχύνης καὶ κατηγορίας καὶ μυρίων ἐγκλημάτων. Οὐ νομοθετῶ τὰ ὄρη καταλαμβάνειν καὶ τὰς ἐρημίας, ἀλλὰ χρηστὸν εἶναι καὶ ἐπιεικῆ καὶ σώφρονα, μέσην οἰκοῦντα τὴν πόλιν. Καὶ γὰρ πάντα ἡμῖν τὰ τῶν νόμων κοινὰ πρὸς τοὺς μοναχούς ἐστι, πλὴν τοῦ γάμου· μᾶλλον δὲ καὶ ἐν τούτῳ κελεύει ὁ Παῦλος ἐν ἅπασιν ἐξισοῦσθαι αὐτοῖς, λέγων· Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν. Ὥστε, φησὶν, οὐ κελεύω τὰς κορυφὰς τῶν ὀρέων καταλαμβάνειν· ἐβουλόμην μὲν γὰρ, διὰ τὸ τὰς πόλεις μιμεῖσθαι τὰ ἐν Σοδόμοις γινόμενα· πλὴν οὐκ ἀναγκάζω τοῦτο. Μένε οἰκίαν ἔχων καὶ παιδία καὶ γυναῖκα· ἀλλὰ μὴ ὕβριζε τὴν γυναῖκα, μηδὲ παραδειγμάτιζε τὰ παιδία, μηδὲ εἴσαγε εἰς τὴν οἰκίαν τὴν ἀπὸ τῶν θεάτρων λύμην. Οὐκ ἀκούεις Παύλου λέγοντος; Ὁ ἀνὴρ οὐκ ἐξουσιάζει τοῦ ἰδίου σώματος, ἀλλ᾽ ἡ γυνή· καὶ κοινοὺς ἀμφοτέροις τιθέντος νόμους; Σὺ δὲ, ἂν μὲν εἰς ἐκκλησίαν συνεχῶς ἐμβάλλῃ ἡ γυνὴ, βαρὺς κατήγορος γίνῃ· αὐτὸς δὲ εἰς θέατρα διημερεύων, οὐχ ἡγῇ κατηγορίας ἄξιος εἶναι· ἀλλὰ περὶ μὲν τὴν τῆς γυναικὸς σωφροσύνην οὕτως εἶ ἀκριβὴς, ὡς καὶ περιττὸς εἶναι καὶ ἄμετρος, καὶ μηδὲ τὰς ἀναγκαίας ἐξόδους συγχωρεῖν· σαυτῷ δὲ νομίζεις πάντα ἐξεῖναι.
Ἀλλ᾽ οὐκ ἐπιτρέπει σοι Παῦλος, ὁ καὶ τῇ γυναικὶ τὴν αὐτὴν ἐξουσίαν διδοὺς, καὶ γάρ· Τῇ γυναικὶ, φησὶν, ὁ ἀνὴρ τὴν ὀφειλομένην τιμὴν ἀποδιδότω. Ποία οὖν αὕτη ἡ τιμὴ, ὅταν ἐν τοῖς καιρίοις αὐτὴν ὑβρίζῃς, καὶ τὸ σῶμα αὐτῆς ταῖς πόρναις παρέχῃς; τὸ γὰρ σὸν ἐκείνης σῶμά ἐστιν· ὅταν θορύβους καὶ πολέμους εἰσάγῃς εἰς τὴν οἰκίαν; ὅταν τοιαῦτα ποιῇς ἐν ἀγορᾷ, ἃ διηγούμενος ἐν οἰκίᾳ καταισχύνεις μὲν τὴν ἀκούουσαν γυναῖκα, αἰσχύνεις δὲ τὴν παροῦσαν θυγατέρα, καὶ πρό γε ἐκείνων σαυτόν;
Ἀνάγκη γὰρ ἢ σιγᾷν, ἢ τοιαῦτα ἀσχημονεῖν, ἐφ᾽ οἷς καὶ τοὺς οἰκέτας μαστίζεσθαι δίκαιον. Τίνα οὖν ἕξεις ἀπολογίαν, εἰπέ μοι, ἃ μηδὲ εἰπεῖν καλὸν, ταῦτα βλέπων μετὰ πολλῆς τῆς σπουδῆς; ἃ μηδὲ διηγήσασθαι ἀνεκτὸν, ταῦτα πάντων προτιθείς;
Τέως μὲν οὖν, ὥστε μὴ γενέσθαι φορτικώτερος, ἐνταῦθα καταλύσω τὸν λόγον. Ἐὰν δὲ τοῖς αὐτοῖς ἐπιμείνητε, ὀξύτερον τὸ σιδήριον ποιήσας, βαθυτέραν δώσω τὴν τομήν· καὶ οὐ παύσομαι, ἕως ἂν διασκεδάσας τοῦ διαβόλου τὸ θέατρον, καθαρὸν ποιήσω τῆς Ἐκκλησίας τὸν σύλλογον. Οὕτω γὰρ καὶ τῆς παρούσης αἰσχύνης ἀπαλλαγησόμεθα, καὶ τὴν μέλλουσαν καρπωσόμεθα ζωὴν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Ηʹ. Καὶ εἰσελθόντες εἰς τὴν οἰκίαν, εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ· καὶ πεσόντες προσεκύνησαν αὐτῷ· καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν, καὶ λίβανον, καὶ σμύρναν.
αʹ. Πῶς οὖν φησιν ὁ Λουκᾶς, ὅτι ἐπὶ τῆς φάτνης κείμενον ἦν; Ὅτι τεκοῦσα μὲν εὐθέως αὐτὸ κατέκλινεν ἐκεῖ· ἅτε γὰρ πολλῶν συνιόντων διὰ τὴν ἀπογραφὴν, οὐκ ἦν οἰκίαν εὑρεῖν· ὅπερ οὖν καὶ ὁ Λουκᾶς ἐπισημαίνεται λέγων, ὅτι διὰ τὸ μὴ εἶναι τόπον, ἀνέκλινεν αὐτόν. Μετὰ δὲ ταῦτα ἀνείλετο, καὶ ἐπὶ τῶν γονάτων εἶχεν. Ὁμοῦ τε γὰρ ἐπέβη τῆς Βηθλεὲμ, καὶ τὰς ὠδῖνας ἔλυσεν· ἵνα μάθῃς κἀντεῦθεν τὴν οἰκονομίαν πᾶσαν, ἃ καὶ ὅτι οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχε ταῦτα ἐγίνετο, ἀλλὰ κατὰ πρόνοιάν τινα θείαν καὶ προφητείας ἀκολουθίαν ταῦτα πάντα ἐπληροῦτο.
Ἀλλὰ τί τὸ πεῖσαν αὐτοὺς προσκυνῆσαι; Οὔτε γὰρ ἡ Παρθένος ἐπίσημος ἦν, οὔτε ἡ οἰκία περιφανὴς, οὔτε ἄλλο τι τῶν ὁρωμένων ἱκανὸν ἐκπλῆξαι καὶ ἐπισπάσασθαι. Οἱ δὲ οὐ μόνον προσκυνοῦσιν, ἀλλὰ καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν, δῶρα προσάγουσι, καὶ δῶρα, οὐχ ὡς ἀνθρώπῳ, ἀλλ᾽ ὡς Θεῷ. Ὁ γὰρ λιβανωτὸς καὶ ἡ σμύρνα τούτου σύμβολον ἦν.
Τί οὖν τὸ πεῖσαν αὐτούς; Τὸ παρασκευάσαν οἴκοθεν ἀναστῆναι καὶ τοσαύτην ἐλθεῖν ὁδόν· τοῦτο δὲ ἦν ὅ τε ἀστὴρ, καὶ ἡ παρὰ τοῦ Θεοῦ γενομένη τῇ διανοίᾳ αὐτῶν ἔλλαμψις, κατὰ μικρὸν αὐτοὺς πρὸς τὴν τελειοτέραν ὁδηγοῦσα γνῶσιν. Οὐδὲ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, τῶν φαινομένων εὐτελῶν ὄντων ἁπάντων, τοσαύτην ἐπεδείξαντο τιμήν. Διὰ τοῦτο οὐδὲν τῶν αἰσθητῶν μέγα ἐκεῖ, ἀλλὰ φάτνη, καὶ καλύβη, καὶ μήτηρ πτωχή· ἵνα γυμνὴν τῶν μάγων ἴδῃς τὴν φιλοσοφίαν, καὶ μάθῃς ὅτι οὐχ ὡς ἀνθρώπῳ ψιλῷ, ἀλλ᾽ ὡς Θεῷ προσῄεσαν καὶ εὐεργέτῃ. Διόπερ οὐδενὶ τῶν ὁρωμένων ἔξωθεν ἐσκανδαλίζοντο, ἀλλὰ καὶ προσεκύνουν καὶ δῶρα προσῆγον, τῆς μὲν Ἰουδαϊκῆς ἀπηλλαγμένα παχύτητος· οὐδὲ γὰρ πρόβατα καὶ μόσχους ἔθυσαν· τῆς δὲ ἐκκλησιαστικῆς ἐγγὺς ὄντα φιλοσοφίας· ἐπίγνωσιν γὰρ καὶ ὑπακοὴν καὶ ἀγάπην αὐτῷ προσῆγον.
Χρηματισθέντες δὲ κατ᾽ ὄναρ, μὴ ἀνακάμψαι πρὸς Ἡρώδην, δι᾽ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν. Θέα κἀντεῦθεν τὴν πίστιν αὐτῶν, πῶς οὐκ ἐσκανδαλίσθησαν, ἀλλ᾽ εἰσὶν εὐήνιοι καὶ εὐγνώμονες, καὶ οὐ θορυβοῦνται, οὐδὲ διαλογίζονται πρὸς ἑαυτοὺς λέγοντες· Καὶ μὴν εἰ μέγα τὸ παιδίον ἐστὶ τοῦτο, καὶ ἔχει τινὰ ἰσχὺν, τίς χρεία φυγῆς καὶ λαθραίας ἀναχωρήσεως; καὶ τί δήποτε φανερῶς ἐλθόντας ἡμᾶς καὶ μετὰ παῤῥησίας, καὶ πρὸς δῆμον τοσοῦτον καὶ πρὸς βασιλέως μανίαν στάντας, ὡς δραπέτας καὶ φυγάδας ἐκπέμπει ὁ ἄγγελος τῆς πόλεως; Ἀλλ᾽ οὐδὲν τούτων οὔτε εἶπον, οὔτε ἐνενόησαν.
Τοῦτο γὰρ μάλιστα πίστεως, τὸ μὴ ζητεῖν εὐθύνας τῶν προστεταγμένων, ἀλλὰ πείθεσθαι τοῖς ἐπιταττομένοις μόνον. Ἀναχωρησάντων δὲ αὐτῶν, ἰδοὺ ἄγγελος Κυρίου φαίνεται τῷ Ἰωσὴφ κατ᾽ ὄναρ, λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον.
Ἄξιον ἐνταῦθα διαπορῆσαι καὶ ὑπὲρ τῶν μάγων, καὶ ὑπὲρ τοῦ παιδίου. Εἰ γὰρ καὶ ἐκεῖνοι μὴ ἐθορυβήθησαν, ἀλλὰ μετὰ πίστεως πάντα ἐδέξαντο, ἡμᾶς ἄξιον ζητῆσαι, διατί μὴ παρόντες σώζονται ἐκεῖνοι καὶ τὸ παιδίον, ἀλλ᾽ οἱ μὲν εἰς Περσίδα, τὸ δὲ εἰς Αἴγυπτον φυγαδεύεται μετὰ τῆς μητρός;
Ἀλλὰ τί; ἔδει αὐτὸν ἐμπεσεῖν εἰς τὰς χεῖρας τοῦ Ἡρώδου, καὶ ἐμπεσόντα μὴ κατακόπτεσθαι; Ἀλλ᾽ οὐκ ἂν ἐνομίσθη σάρκα ἀνειληφέναι· οὐκ ἂν ἐπιστεύθη τῆς οἰκονομίας τὸ μέγεθος. Εἰ γὰρ τούτων γινομένων, καὶ πολλῶν ἀνθρωπίνως οἰκονομουμένων, ἐτόλμησάν τινες εἰπεῖν ὅτι μῦθος ἡ τῆς σαρκὸς ἀνάληψις, ποῦ οὐκ ἂν ἐξέπεσον ἀσεβείας, εἰ πάντα θεοπρεπῶς καὶ κατὰ τὴν αὐτοῦ δύναμιν ἔπραττε; Τοὺς δὲ μάγους ἐκπέμπει ταχέως, ὁμοῦ μὲν διδασκάλους ἀποστέλλων τῇ Περσῶν χώρᾳ, ὁμοῦ δὲ ἐκκόπτων τοῦ τυράννου τὴν μανίαν, ἵνα μάθῃ ὅτι ἀνηνύτοις ἐπιχειρεῖ πράγμασι, καὶ τὸν θυμὸν σβέσῃ, καὶ τῆς ματαιοπονίας ἑαυτὸν ἀπαγάγῃ ταύτης. Οὐ γὰρ δὴ τὸ μετὰ παῤῥησίας περιγίνεσθαι τῶν ἐχθρῶν μόνον, ἀλλὰ καὶ τὸ μετ᾽ εὐκολίας αὐτοὺς ἀπατᾷν, τῆς αὐτοῦ δυνάμεως ἄξιον. Οὕτω γοῦν καὶ τοὺς Αἰγυπτίους ἐπὶ τῶν Ἰουδαίων ἠπάτησε, καὶ δυνάμενος φανερῶς τὸν ἐκείνων πλοῦτον εἰς τὰς τῶν Ἑβραίων μεταστῆσαι χεῖρας, λάθρα καὶ μετὰ ἀπάτης τοῦτο κελεύει ποιεῖν ὅπερ οὐκ ἔλαττον τῶν ἄλλων σημείων φοβερὸν αὐτὸν παρὰ τοῖς ἐναντίοις ἐποίησεν.
βʹ. Οἱ γοῦν Ἀσκαλωνῖται καὶ οἱ λοιποὶ πάντες, ἡνίκα τὴν κιβωτὸν ἔλαβον, καὶ πληγέντες λοιπὸν παρῄνουν τοῖς οἰκείοις μὴ πολεμεῖν, μηδὲ ἐξ ἐναντίας ἵστασθαι, μετὰ τῶν ἄλλων θαυμάτων καὶ τοῦτο εἰς μέσον ἦγον λέγοντες· Ἵνα τί βαρύνετε τὰς καρδίας ὑμῶν, καθὼς ἐβάρυνεν Αἴγυπτος καὶ Φαραώ; οὐχ ὅτε ἐνέπαιξεν αὐτοῖς, τότε ἐξαπέστειλε τὸν λαὸν αὐτοῦ καὶ ἀπῆλθον; Ταῦτα δὲ ἔλεγον, τῶν ἄλλων σημείων τῶν φανερῶς γενομένων οὐκ ἔλαττον καὶ τοῦτο νομίζοντες εἶναι, εἰς τὴν τῆς δυνάμεως αὐτοῦ καὶ τῆς μεγαλωσύνης ἀπόδειξιν. Ὃ δὴ καὶ ἐνταῦθα γέγονεν, ἱκανὸν ἐκπλῆξαι τὸν τύραννον. Ἐννόησον γὰρ οἷα πάσχειν εἰκὸς ἦν τὸν Ἡρώδην, καὶ πῶς ἀποπνίγεσθαι, ἀπατηθέντα παρὰ τῶν μάγων καὶ οὕτω καταγελασθέντα. Τί γὰρ, εἰ μὴ γέγονε βελτίων; Οὐ τοῦ ταῦτα οἰκονομήσαντος ἔγκλημα, ἀλλὰ τῆς ἐκείνου μανίας ἡ ὑπερβολὴ, μηδὲ τοῖς δυναμένοις αὐτὸν παραμυθήσασθαι καὶ ἀποστῆσαι τῆς πονηρίας εἴκοντος, ἀλλ᾽ ἐπεξιόντος περαιτέρω, ἵνα καὶ χαλεπωτέραν δέξηται δίκην τῆς τοιαύτης ἀνοίας. Καὶ τίνος ἕνεκέν φησιν, Εἰς Αἴγυπτον τὸ παιδίον πέμπεται;
Μάλιστα μὲν καὶ ὁ εὐαγγελιστὴς τὴν αἰτίαν εἴρηκεν· Ἵνα πληρωθῇ γὰρ, φησὶν, Ὅτι ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου· ἅμα δὲ καὶ χρηστῶν προοίμια λοιπὸν ἐλπίδων τῇ οἰκουμένῃ προανεφωνεῖτο. Ἐπειδὴ γὰρ Βαβυλὼν καὶ Αἴγυπτος μάλιστα τῆς γῆς ἁπάσης τῇ φλογὶ τῆς ἀσεβείας ἦσαν ἐκκεκαυμέναι, ἐκ προοιμίων δεικνὺς ὅτι ἀμφοτέρας διορθώσεται καὶ βελτίους ποιήσει, καὶ πείθων διὰ τούτων καὶ περὶ τῆς ὅλης οἰκουμένης τὰ χρηστὰ προσδοκᾷν, τῇ μὲν τοὺς μάγους ἀπέστειλε, τῇ δὲ αὐτὸς ἐπέβη μετὰ τῆς μητρός.
Πρὸς δὲ τοῖς εἰρημένοις καὶ ἕτερον ἐντεῦθεν παιδευόμεθα, οὐ μικρὸν εἰς φιλοσοφίαν ἡμῖν συντεῖνον. Ποῖον δὴ τοῦτο; Τὸ ἐκ προοιμίων πειρασμοὺς προσδοκᾷν καὶ ἐπιβουλάς. Ὅρα γοῦν ἀπὸ τῶν σπαργάνων εὐθέως τοῦτο γινόμενον. Καὶ γὰρ τεχθέντος αὐτοῦ, καὶ τύραννος μαίνεται, καὶ φυγὴ καὶ μετάστασις γίνεται πρὸς τὴν ὑπερορίαν, καὶ οὐδὲν ἀδικήσασα ἡ μήτηρ εἰς τὴν τῶν βαρβάρων φυγαδεύεται χώραν· ἵνα σὺ ταῦτα ἀκούων, ὅταν καταξιωθῇς διακονήσασθαί τινι πνευματικῷ πράγματι, εἶτα ἴδῃς σαυτὸν πάσχοντα τὰ ἀνήκεστα καὶ μυρίους ὑπομένοντα κινδύνους, μὴ διαταραχθῇς, μηδὲ εἴπῃς· Τί ποτε τοῦτό ἐστι; καὶ μὴν στεφανοῦσθαί με ἔδει καὶ ἀνακηρύττεσθαι, καὶ λαμπρὸν εἶναι καὶ περιφανῆ, πρόσταγμα πληροῦντα δεσποτικόν· ἀλλ᾽ ἔχων τοῦτο τὸ ὑπόδειγμα, φέρῃς πάντα γενναίως, εἰδὼς ὅτι μάλιστα αὕτη τῶν πνευματικῶν ἡ ἀκολουθία ἐστὶ, τὸ πανταχοῦ πειρασμοὺς συγκεκληρωμένους ἔχειν. Ὅρα γοῦν οὐκ ἐπὶ τῆς μητρὸς καὶ τοῦ παιδίου τοῦτο γινόμενον μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν βαρβάρων ἐκείνων. Καὶ γὰρ ἐκεῖνοι λάθρα ἀναχωροῦσιν ἐν τάξει φυγάδων· καὶ αὕτη πάλιν, οὐδέποτε τὴν οἰκίαν ὑπερβᾶσα, μακρὰν οὕτω ταλαιπωρίας ὁδὸν ὑπομένειν κελεύεται, διὰ τὸν θαυμαστὸν τοῦτον τόκον καὶ τὰς πνευματικὰς ὠδῖνας. Καὶ θέα τὸ παράδοξον πάλιν. Παλαιστίνη μὲν ἐπιβουλεύει, Αἴγυπτος δὲ ὑποδέχεται καὶ διασώζει τὸν ἐπιβουλευόμενον.
Οὐ γὰρ δὴ μόνον ἐπὶ τῶν παίδων τοῦ πατριάρχου τύποι συνέβαινον, ἀλλὰ καὶ ἐπ᾽ αὐτοῦ τοῦ Δεσπότου. Πολλὰ γοῦν διὰ τῶν ὑπ᾽ αὐτοῦ γινομένων τότε προανεκηρύττετο τῶν ὕστερον συμβαίνειν μελλόντων· ὅπερ οὖν καὶ ἐπὶ τῆς ὄνου καὶ ἐπὶ τοῦ πώλου γέγονε. Φανεὶς τοίνυν ὁ ἄγγελος, οὐχὶ τῇ Μαρίᾳ, ἀλλὰ τῷ Ἰωσὴφ διαλέγεται· καὶ τί φησιν; Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ.
Ἐνταῦθα οὐκέτι λέγει, Τὴν γυναῖκά σου, ἀλλὰ, Τὴν μητέρα αὐτοῦ. Ἐπειδὴ γὰρ ὁ τόκος ἐξέβη, καὶ ἡ ὑποψία ἐλύθη, καὶ ὁ ἀνὴρ ἐπιστώθη, μετὰ παῤῥησίας λοιπὸν διαλέγεται ὁ ἄγγελος, οὔτε παιδίον, οὔτε γυναῖκα αὐτοῦ καλῶν· ἀλλὰ, Παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ· καὶ φεῦγε εἰς Αἴγυπτον· καὶ τὴν αἰτίαν λέγει τῆς φυγῆς· Μέλλει γὰρ ὁ Ἡρώδης, φησὶ, ζητεῖν τὴν ψυχὴν τοῦ παιδίου.
γʹ. Ταῦτα ἀκούσας ὁ Ἰωσὴφ οὐκ ἐσκανδαλίσθη, οὐδὲ εἶπεν· Αἴνιγμα τὸ πρᾶγμά ἐστιν· οὐ πρώην ἔλεγες, ὅτι σώσει τὸν λαὸν αὐτοῦ; καὶ νῦν οὐδὲ ἑαυτὸν σώζει, ἀλλὰ φυγῆς ἡμῖν χρεία, καὶ ἀποδημίας, καὶ μακρᾶς μεταστάσεως· ἐναντία τῇ ὑποσχέσει τὰ γινόμενα.
Ἀλλ᾽ οὐδὲν τούτων λέγει· πιστὸς γὰρ ἦν ὁ ἀνήρ· οὐδὲ περιεργάζεται τῆς ἐπανόδου τὸν χρόνον, καὶ ταῦτα τοῦ ἀγγέλου ἀδιορίστως αὐτὸν τεθεικότος· Ἕως γὰρ ἂν εἴπω σοι, ἴσθι ἐκεῖ. Ἀλλ᾽ ὅμως οὐδὲ πρὸς τοῦτο ἐνάρκησεν, ἀλλ᾽ ὑπακούει καὶ πείθεται, πάντας μετὰ χαρᾶς τοὺς πειρασμοὺς ὑπομένων. Καὶ γὰρ ὁ φιλάνθρωπος Θεὸς τοῖς ἐπιπόνοις τούτοις καὶ ἡδέα ἀνέμιξεν· ὅπερ καὶ ἐπὶ πάντων τῶν ἁγίων ποιεῖ, οὔτε τοὺς κινδύνους, οὔτε τὰς ἀνέσεις συνεχεῖς τιθεὶς, ἀλλὰ καὶ διὰ τούτων καὶ δι᾽ ἐκείνων ὑφαίνων τὸν τῶν δικαίων βίον. Ὃ δὴ καὶ ἐνταῦθα πεποίηκε· σκόπει γάρ. Εἶδε κύουσαν τὴν Παρθένον· εἰς ταραχὴν αὐτὸν ἐνέβαλε τοῦτο, καὶ τὸν ἔσχατον θόρυβον· ἐπὶ μοιχείᾳ γὰρ τὴν κόρην ὑπώπτευεν· ἀλλ᾽ εὐθέως ἐπέστη ὁ ἄγγελος, τήν τε ὑποψίαν λύων, καὶ τὸν φόβον ἀναιρῶν τοῦτον· καὶ τὸ παιδίον τεχθὲν ὁρῶν, χαρὰν ἐκαρπώσατο μεγίστην. Πάλιν τὴν χαρὰν ταύτην κίνδυνος οὐ μικρὸς διαδέχεται, τῆς πόλεως ταραττομένης, καὶ τοῦ βασιλέως μαινομένου, καὶ τὸν τεχθέντα ἐπιζητοῦντος. Ἀλλὰ τὸν θόρυβον τοῦτον ἑτέρα πάλιν διεδέξατο χαρά· ὁ ἀστὴρ, καὶ ἡ τῶν μάγων προσκύνησις. Πάλιν μετὰ τὴν ἡδονὴν ταύτην φόβος καὶ κίνδυνος· Ζητεῖ γὰρ, φησὶν, Ἡρώδης τὴν ψυχὴν τοῦ παιδίου· καὶ δεῖ φυγεῖν καὶ μεθίστασθαι ἀνθρωπίνως. Θαυματουργεῖν γὰρ τέως οὐκ ἔδει. Εἰ γὰρ ἐκ πρώτης ἡλικίας θαύματα ἐπεδείξατο, οὐδ᾽ ἂν ἐνομίσθη ἄνθρωπος εἶναι.
Διά τοι τοῦτο οὐδὲ ἁπλῶς ναὸς πλάττεται, ἀλλὰ καὶ κύησις γίνεται, καὶ ἐννεαμηνιαῖος χρόνος, καὶ ὠδῖνες, καὶ τόκος, καὶ γαλακτοτροφία, καὶ διὰ παντὸς ἡσυχία τοῦ χρόνου, καὶ ἀναμένει τὴν ἀνδράσι πρέπουσαν ἡλικίαν· ἵνα διὰ πάντων εὐπαράδεκτον γένηται τῆς οἰκονομίας τὸ μυστήριον.
Τίνος οὖν ἕνεκεν καὶ ταῦτα τὰ σημεῖα ἐγένετο, φησὶν, ἐξ ἀρχῆς; Διὰ τὴν μητέρα, διὰ τὸν Ἰωσὴφ, διὰ τὸν Συμεὼν μέλλοντα ἀπιέναι λοιπὸν, διὰ τοὺς ποιμένας, διὰ τοὺς μάγους, διὰ τοὺς Ἰουδαίους. Εἰ γὰρ ἐβούλοντο προσέχειν μετὰ ἀκριβείας τοῖς γινομένοις, οὐ μικρὰ καὶ ἐντεῦθεν ἂν πρὸς τὰ μέλλοντα ἐκαρπώσαντο. Εἰ δὲ μὴ λέγουσιν οἱ Προφῆται τὰ περὶ τῶν μάγων, μὴ θορυβηθῇς· οὔτε γὰρ πάντα προεῖπον, οὔτε πάντα ἐσιώπησαν. Ὥσπερ γὰρ τὸ μηδὲν ἀκούσαντας ἰδεῖν παραγινόμενα τὰ πράγματα, πολλὴν ἐποίει τὴν ἔκπληξιν καὶ τὸν θόρυβον· οὕτω καὶ τὸ πάντα μαθεῖν καθεύδειν παρεσκεύαζε τὸν ἀκροατὴν, καὶ τοῖς εὐαγγελισταῖς οὐδὲν ἠφίει πλέον. Εἰ δὲ περὶ τῆς προφητείας ἀμφιβάλλοιεν Ἰουδαῖοι λέγοντες, τὸ, Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου, ἐπ᾽ αὐτῶν εἰρῆσθαι· εἴποιμεν ἂν πρὸς αὐτοὺς, ὅτι καὶ οὗτος προφητείας νόμος, τὸ πολλὰ πολλάκις λέγεσθαι μὲν ἐπ᾽ ἄλλων, πληροῦσθαι δὲ ἐφ᾽ ἑτέρων, οἷον τὸ ἐπὶ τοῦ Συμεὼν καὶ Λευῒ εἰρημένον ἐστί· Διαμεριῶ γὰρ αὐτοὺς, φησὶν, ἐν Ἰακὼβ, καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ. Καίτοιγε οὐκ ἐπ᾽ αὐτῶν τοῦτο γέγονεν, ἀλλ᾽ ἐπὶ τῶν ἐγγόνων· καὶ τὸ ἐπὶ τοῦ Χαναὰν δὲ παρὰ τοῦ Νῶε λεχθὲν, εἰς τοὺς Γαβαωνίτας τοὺς ἐγγόνους τοῦ Χαναὰν ἐξέβη.
Καὶ τὸ ἐπὶ τοῦ Ἰακὼβ οὕτως ἴδοι τις ἂν συμβάν· αἱ γὰρ εὐλογίαι ἐκεῖναι αἱ λέγουσαι, Γίνου Κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνησάτωσάν σε οἱ υἱοὶ τοῦ πατρός σου, οὐκ ἐπ᾽ αὐτοῦ τέλος ἔσχον, (πῶς γὰρ, τοῦ δεδοικότος καὶ τρέμοντος, καὶ μυριάκις αὐτὸν προσκυνοῦντος;) ἀλλ᾽ ἐπὶ τῶν ἐγγόνων τῶν αὐτοῦ.
Ὃ δὴ καὶ ἐνταῦθα εἴποι τις ἄν. Τίς γὰρ ἀληθέστερος Υἱὸς Θεοῦ λεχθείη; ὁ μόσχον προσκυνῶν, καὶ τῷ Βεελφεγὼρ τελούμενος, καὶ τοὺς υἱοὺς θύων τοῖς δαιμονίοις, ἢ ὁ φύσει Υἱὸς, καὶ τὸν γεγεννηκότα τιμῶν; Ὥστε εἰ μὴ παρεγένετο οὗτος, οὐκ ἂν ἡ προφητεία τέλος ἔλαβε τὸ προσῆκον.
δʹ. Ὅρα γοῦν πῶς αὐτὸ καὶ ὁ Εὐαγγελιστὴς αἰνίττεται λέγων, Ἵνα πληρωθῇ, δεικνὺς ὅτι οὐκ ἂν ἐπληρώθη, εἰ μὴ παραγέγονεν. Οὐχ ὡς ἔτυχε δὲ καὶ τὴν Παρθένον λαμπρὰν τοῦτο ποιεῖ καὶ περιφανῆ. Ὅπερ γὰρ εἶχεν ὁ δῆμος ἅπας ἐν ἐγκωμίου τάξει, τοῦτο καὶ αὐτὴ λοιπὸν ἔχειν ἠδύνατο. Ἐπειδὴ γὰρ μέγα ἐφρόνουν ἐπὶ τῷ ἀνελθεῖν ἐξ Αἰγύπτου, καὶ ἐκόμπαζον. Ὅπερ οὖν καὶ ὁ Προφήτης αἰνιττόμενος ἔλεγεν· Οὐχὶ τοὺς ἀλλοφύλους ἀνήγαγον ἐκ Καππαδοκίας, καὶ τοὺς Ἀσσυρίους ἐκ βόθρου; Ποιεῖ καὶ τῆς Παρθένου τὸ προτέρημα τοῦτο. Μᾶλλον δὲ καὶ ὁ λαὸς καὶ ὁ πατριάρχης καταβάντες ἐκεῖ καὶ ἀναβάντες ἐκεῖθεν, τὸν τῆς ἀνόδου ταύτης τύπον ἐπλήρουν. Καὶ γὰρ ἐκεῖνοι θάνατον φεύγοντες τὸν ἀπὸ τοῦ λιμοῦ, κατῄεσαν· καὶ οὗτος θάνατον τὸν ἐξ ἐπιβουλῆς. Ἀλλ᾽ ἐκεῖνοι μὲν κατελθόντες, τοῦ λιμοῦ τότε ἀπηλλάγησαν· οὗτος δὲ καταβὰς, τὴν χώραν πᾶσαν διὰ τῆς ἐπιβάσεως ἡγίασε. Σκόπει γοῦν πῶς μεταξὺ τῶν ταπεινῶν καὶ τὰ τῆς θεότητος ἐκκαλύπτεται. Καὶ γὰρ ὁ ἄγγελος εἰπὼν, Φεῦγε εἰς Αἴγυπτον, οὐκ ἐπηγγείλατο αὐτοῖς συνοδοιπορεῖν, οὔτε κατιοῦσιν, οὔτε ἀνιοῦσιν, αἰνιττόμενος ὅτι μέγαν ἔχουσι συνοδοιπόρον, τὸ τεχθὲν παιδίον· ὃς καὶ τὰ πράγματα πάντα μετέβαλεν ὁμοῦ φανεὶς, καὶ τοὺς ἐχθροὺς παρεσκεύασε πολλὰ πρὸς τὴν οἰκονομίαν διακονήσασθαι ταύτην.
Καὶ γὰρ μάγοι καὶ βάρβαροι τὴν πατρῴαν δεισιδαιμονίαν ἀφέντες, ἔρχονται προσκυνήσοντες· καὶ ὁ Αὔγουστος ὑπηρετεῖται τῷ ἐν Βηθλεὲμ τόκῳ, διὰ τοῦ προστάγματος τῆς ἀπογραφῆς· ἡ Αἴγυπτος διασώζει δεξαμένη φεύγοντα καὶ ἐπιβουλευόμενον, καὶ λαμβάνει τινὰ τῆς πρὸς αὐτὸν οἰκειώσεως ἀφορμήν· ἵν᾽ ὅταν μέλλῃ κηρυττόμενον αὐτὸν ἀκούειν παρὰ τῶν Ἀποστόλων, καὶ ἐπὶ τούτῳ καλλωπίζηται, ἅτε αὐτὸν δεξαμένη πρώτη.
Καὶ μὴν τῆς Παλαιστίνης ἦν τὸ προτέρημα τοῦτο μόνης· ἀλλ᾽ αὕτη θερμοτέρα ἐκείνης γέγονε. Καὶ νῦν ἐλθὼν εἰς τὴν ἔρημον τῆς Αἰγύπτου, παραδείσου παντὸς βελτίω τὴν ἔρημον ταύτην ὄψει γεγενημένην, καὶ χοροὺς ἀγγέλων μυρίους ἐν ἀνθρωπίνοις σχήμασι, καὶ δήμους μαρτύρων, καὶ συλλόγους παρθένων· καὶ πᾶσαν μὲν τοῦ διαβόλου τὴν τυραννίδα καταλελυμένην, τὴν δὲ τοῦ Χριστοῦ βασιλείαν διαλάμπουσαν.
Καὶ τὴν ποιητῶν καὶ σοφῶν καὶ μάγων μητέρα, καὶ τὴν πᾶν εἶδος μαγγανείας εὑροῦσαν καὶ τοῖς ἄλλοις διαδοῦσαν, ταύτην ὄψει νῦν ἐπὶ τοῖς ἁλιεῦσι καλλωπιζομένην, καὶ ἐκείνων μὲν καταφρονοῦσαν ἁπάντων, τὸν δὲ τελώνην καὶ σκηνοποιὸν πανταχοῦ περιφέρουσαν, καὶ τὸν σταυρὸν προβαλλομένην. Καὶ ταῦτα οὐκ ἐν ταῖς πόλεσι μόνον τὰ ἀγαθὰ, ἀλλὰ καὶ ἐν ταῖς ἐρήμοις μᾶλλον ἢ ἐν ταῖς πόλεσι. Καὶ γὰρ ἔστιν ἰδεῖν πανταχοῦ τῆς χώρας ἐκείνης τοῦ Χριστοῦ τὸ στρατόπεδον, καὶ τὴν βασιλικὴν ἀγέλην, καὶ τὴν τῶν ἄνω δυνάμεων πολιτείαν· καὶ ταῦτα οὐκ ἐπ᾽ ἀνδράσι μόνον, ἀλλὰ καὶ ἐν γυναικείᾳ φύσει κρατοῦντα εὕροι τις ἄν. Καὶ γὰρ καὶ ἐκεῖναι οὐχ ἧττον ἀνδρῶν φιλοσοφοῦσιν, οὐκ ἀσπίδα λαμβάνουσαι καὶ ἀναβαίνουσαι ἵππον, καθάπερ οἱ σεμνοὶ τῶν Ἑλλήνων κελεύουσι νομοθέται καὶ φιλόσοφοι, ἀλλ᾽ ἑτέραν πολὺ χαλεπωτέραν ἀναδεχόμεναι μάχην. Κοινὸς γὰρ αὐταῖς καὶ ἀνδράσιν ὁ πόλεμος πρὸς τὸν διάβολον καὶ τὰς ἐξουσίας· καὶ οὐδαμοῦ τὸ τῆς φύσεως ἁπαλὸν ἐμπόδιον γίνεται ταῖς τοιαύταις συμβολαῖς· οὐ γὰρ σωμάτων φύσει, ἀλλὰ ψυχῆς προαιρέσει ταῦτα κρίνεται τὰ παλαίσματα. Διὰ τοῦτο καὶ γυναῖκες ἀνδρῶν μᾶλλον ἠγωνίσαντο πολλάκις, καὶ φαιδρότερα τρόπαια ἔστησαν. Οὐχ οὕτως ἐστὶ λαμπρὸς ὁ οὐρανὸς τῷ ποικίλῳ τῶν ἄστρων χορῷ, ὡς ἡ ἔρημος Αἰγύπτου, τὰς σκηνὰς πανταχόθεν ἡμῖν δεικνύουσα τῶν μοναχῶν.
εʹ. Εἴ τις τὴν παλαιὰν Αἴγυπτον ἐκείνην, τὴν θεομάχον καὶ μαινομένην, τὴν τῶν αἰλούρων δούλην, τὴν κρόμμυα δεδοικυῖαν καὶ τρέμουσαν οἶδεν, οὗτος εἴσεται καλῶς τοῦ Χριστοῦ τὴν ἰσχύν. Μᾶλλον δὲ οὐ χρεία ἡμῖν παλαιῶν διηγημάτων· ἔτι γὰρ καὶ νῦν τῆς ἀνοήτου ἐκείνης λείψανα μένει πρὸς ἀπόδειξιν τῆς προτέρας μανίας. Ἀλλ᾽ ὅμως οὗτοι οἱ τὸ παλαιὸν πάντες πρὸς τοσαύτην ἀποῤῥαγέντες μανίαν, περὶ οὐρανοῦ καὶ τῶν ὑπὲρ οὐρανὸν φιλοσοφοῦσι πραγμάτων, καὶ καταγελῶσι τῶν πατρῴων ἐθῶν, καὶ τοὺς προγόνους ταλανίζουσι, καὶ τῶν φιλοσόφων οὐδένα ποιοῦνται λόγον. Ἔμαθον γὰρ διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι τὰ μὲν ἐκείνων γραϊδίων μεθυόντων ἐστὶν εὑρέματα, ἡ δὲ ὄντως φιλοσοφία καὶ τῶν οὐρανῶν ἀξία αὕτη ἐστὶν ἡ διὰ τῶν ἁλιέων αὐτοῖς καταγγελθεῖσα.
Διὰ δὴ τοῦτο μετὰ τῆς τοσαύτης ἀκριβείας τῶν δογμάτων, καὶ τὴν ἀπὸ τοῦ βίου πολλὴν ἐνδείκνυνται σπουδήν. Τὰ γὰρ ὄντα ἀποδυσάμενοι πάντα, καὶ τῷ κόσμῳ σταυρωθέντες παντὶ, καὶ περαιτέρω πάλιν ἐλαύνουσι, τῇ τοῦ σώματος ἐργασίᾳ πρὸς τὴν τῶν δεομένων ἀποχρώμενοι τροφήν. Οὐδὲ γὰρ ἐπειδὴ νηστεύουσι καὶ ἀγρυπνοῦσιν, ἀργεῖν μεθ᾽ ἡμέραν ἀξιοῦσιν· ἀλλὰ τὰς μὲν νύκτας τοῖς ἱεροῖς ὕμνοις καὶ ταῖς παννυχίσι, τὰς δὲ ἡμέρας εἰς εὐχάς τε ὁμοῦ καὶ τὴν ἀπὸ τῶν χειρῶν ἐργασίαν καταναλίσκουσι, τὸν ἀποστολικὸν μιμούμενοι ζῆλον. Εἰ γὰρ ἐκεῖνος, τῆς οἰκουμένης πρὸς αὐτὸν βλεπούσης, ἵνα τοὺς δεομένους διατρέφῃ, καὶ ἐργαστήριον κατέλαβε, καὶ τέχνην μετεχείρισε, καὶ οὐδὲ τὰς νύκτας ἐκάθευδε τοῦτο ποιῶν· πολλῷ μᾶλλον ἡμᾶς, φησὶ, τοὺς ἔρημον κατειληφότας, καὶ οὐδὲν κοινὸν πρὸς τοὺς ἐν ταῖς πόλεσι θορύβους ἔχοντας, τῇ τῆς ἡσυχίας σχολῇ εἰς ἐργασίαν πνευματικὴν καταχρήσασθαι δίκαιον. Αἰσχυνώμεθα τοίνυν ἅπαντες, καὶ οἱ πλουτοῦντες καὶ οἱ πενόμενοι, ὅταν ἐκεῖνοι μὲν μηδὲν ὅλως ἔχοντες, ἀλλ᾽ ἢ σῶμα μόνον καὶ χεῖρας, βιάζωνται καὶ φιλονεικῶσι πρόσοδον τοῖς δεομένοις ἐντεῦθεν εὑρεῖν· ἡμεῖς δὲ, μυρίων ἔνδον ἀποκειμένων, μηδὲ τῶν περιττῶν εἰς ταῦτα ἁπτώμεθα. Ποίαν οὖν ἕξομεν ἀπολογίαν, εἰπέ μοι; τίνα δὲ συγγνώμην; Καίτοιγε ἐννόησον, πῶς τὸ παλαιὸν ἦσαν οὗτοι καὶ φιλοχρήματοι, καὶ γαστρίμαργοι, μετὰ τῶν ἄλλων κακῶν.
Ἐκεῖ γὰρ ἦσαν οἱ λέβητες τῶν κρεῶν, ὧν οἱ Ἰουδαῖοι μέμνηνται· ἐκεῖ ἡ πολλὴ τῆς γαστρὸς τυραννίς· ἀλλ᾽ ὅμως ἐπειδὴ ἐβουλήθησαν, μετεβάλοντο, καὶ τὸ πῦρ τοῦ Χριστοῦ δεξάμενοι, πρὸς τὸν οὐρανὸν ἀθρόον μεθωρμίσαντο· καὶ θερμότεροι τῶν ἄλλων ὄντες, καὶ πρὸς ὀργὴν καὶ πρὸς ἡδονὴν σωμάτων προπετέστεροι, τὰς ἀσωμάτους δυνάμεις τῇ ἐπιεικείᾳ καὶ τῇ λοιπῇ τῆς φιλοσοφίας ἀπαθείᾳ μιμοῦνται. Καὶ εἴ τις ἐν τῇ χώρᾳ γέγονεν, οἶδεν ἃ λέγω.
Εἰ δέ τις οὐδέποτε ἐπέβη τῶν σκηνῶν ἐκείνων, ἐννοείτω τὸν μέχρι νῦν ἐν τοῖς ἁπάντων στόμασιν ὄντα, ὃν μετὰ τοὺς Ἀποστόλους ἡ Αἴγυπτος ἤνεγκε, τὸν μακάριον καὶ μέγαν Ἀντώνιον, καὶ λογιζέσθω ὅτι καὶ οὗτος ἐν ἐκείνῃ τῇ χώρᾳ γέγονεν, ἐν ᾗ καὶ Φαραώ· ἀλλ᾽ ὅμως οὐδὲν παρεβλάβη, ἀλλὰ καὶ θείας ὄψεως κατηξιώθη, καὶ τοιοῦτον ἐπεδείξατο βίον, οἷον οἱ τοῦ Χριστοῦ νόμοι ζητοῦσι. Καὶ τοῦτο εἴσεταί τις μετὰ ἀκριβείας, ἐντυχὼν τῷ βιβλίῳ τῷ τὴν ἱστορίαν ἔχοντι τῆς ἐκείνου ζωῆς, ἐν ᾧ καὶ πολλὴν ὄψεται τὴν προφητείαν. Καὶ γὰρ περὶ τῶν τὰ Ἀρείου νοσούντων προανεφώνησέ τε καὶ εἶπε τὴν ἐξ ἐκείνων μέλλουσαν γίνεσθαι βλάβην, τοῦ Θεοῦ δείξαντος αὐτῷ τότε, καὶ πρὸ τῶν ὀφθαλμῶν τὰ μέλλοντα ὑπογράψαντος ἅπαντα· ὃ δὴ μάλιστα μετὰ τῶν ἄλλων τῆς ἀληθείας ἐστὶν ἀπόδειξις, τὸ μηδένα τῶν ἔξωθεν αἱρέσεων ἄνδρα τοιοῦτον ἔχειν. Ἀλλ᾽ ἵνα μὴ παρ᾽ ἡμῶν ταῦτα ἀκούσητε, τοῖς γράμμασιν ἐγκύψαντες τοῖς τοῦ βιβλίου, πάντα μαθήσεσθε μετὰ ἀκριβείας, καὶ πολλὴν παιδευθήσεσθε τὴν φιλοσοφίαν ἐκεῖθεν. Τοῦτο δὲ παρακαλῶ, οὐχ ἵνα ἐπέλθωμεν τὰ γεγραμμένα μόνον, ἀλλ᾽ ἵνα καὶ ζηλώσωμεν, καὶ μήτε χώραν, μήτε ἀνατροφὴν, μήτε προγόνων πονηρίαν προβαλλώμεθα.
Ἂν γὰρ θέλωμεν ἑαυτοῖς προσέχειν, οὐδὲν τούτων ἡμῖν ἔσται κώλυμα. Ἐπεὶ καὶ Ἀβραὰμ ἀσεβῆ πατέρα ἔσχεν, ἀλλ᾽ οὐ διεδέξατο τὴν παρανομίαν· καὶ ὁ Ἐζεκίας τὸν Ἄχαζ, ἀλλ᾽ ὅμως οὗτος φίλος τῷ Θεῷ ἐγένετο· καὶ ὁ Ἰωσὴφ δὲ ἐν μέσῃ τότε Αἰγύπτῳ τοὺς τῆς σωφροσύνης ἀνεδήσατο στεφάνους· καὶ οἱ παῖδες δὲ οἱ τρεῖς ἐν Βαβυλῶνι μέσῃ, καὶ ἐν οἰκίᾳ μέσῃ, Συβαριτικῆς παρακειμένης τραπέζης, τὴν ἄκραν ἐπεδείξαντο φιλοσοφίαν· καὶ Μωϋσῆς δὲ ἐν Αἰγύπτῳ, καὶ ὁ Παῦλος ἐν τῇ οἰκουμένῃ· καὶ οὐδὲν οὐδενὶ τούτων ἐγένετο κώλυμα πρὸς τὸν τῆς ἀρετῆς δρόμον. Ταῦτ᾽ οὖν καὶ ἡμεῖς πάντα ἐννοοῦντες, τὰς μὲν περιττὰς ταύτας σκήψεις καὶ προφάσεις ἐκ μέσου ποιησώμεθα, τῶν δὲ ὑπὲρ τῆς ἀρετῆς ἱδρώτων ἁψώμεθα. Οὕτω γὰρ καὶ τὸν Θεὸν ἐπὶ μείζονα ἐπισπασόμεθα εὔνοιαν, καὶ πείσομεν συνεφάψασθαι τῶν ἀγώνων ἡμῖν, καὶ τῶν αἰωνίων ἀπολαύσομεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.