Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον

Ἰωάννης ὁ Χρυσόστομος

Η Είσοδος στα Ιεροσόλυμα και οι Παραβολές της Απόρριψης του Ισραήλ (Ομιλίες ΞΣΤ΄-Ο΄)

Η θεραπεία των τυφλών, η θριαμβευτική είσοδος, ο καθαρισμός του ναού, και οι παραβολές των δύο υιών, των κακών γεωργών και των βασιλικών γάμων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 16 από 20

ΟΜΙΛΙΑ Ξϛʹ. Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱεριχὼ, ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί. Καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδὸν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραζον λέγοντες· Ἐλέησον ἡμᾶς, Κύριε, υἱὸς Δαυΐδ.

αʹ. Ὅρα πόθεν παρῆλθεν εἰς τὰ Ἱεροσόλυμα, καὶ ποῦ πρὸ τούτου διέτριβεν· ὃ καὶ μάλιστα ζητήσεως ἄξιον εἶναί μοι δοκεῖ, διατί μὴ καὶ πρώην ἐκεῖθεν ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν, ἀλλὰ διὰ τῆς Σαμαρείας. Ἀλλὰ τοῦτο μὲν τοῖς φιλομαθέσιν ἀφήσομεν. Εἰ γάρ τις ἀκριβῶς ἐξετάζειν ἐθέλοι, εὑρήσει τὸν Ἰωάννην αἰνιξάμενον αὐτὸ καλῶς, καὶ τὴν αἰτίαν τεθεικότα. Ἡμεῖς δὲ τῶν προκειμένων ἐχώμεθα, καὶ τῶν τυφλῶν τούτων ἀκούσωμεν, οἳ πολλῶν βλεπόντων ἦσαν ἀμείνους. Οὔτε γὰρ τὸν ὁδηγοῦντα ἔχοντες, οὔτε ἰδεῖν αὐτὸν δυνάμενοι ἐπιστάντα, ὅμως ἐφιλονείκουν ἐλθεῖν πρὸς αὐτὸν, καὶ μεγάλῃ ἤρξαντο φωνῇ κράζειν, καὶ ἐπιστομισθέντες μᾶλλον ἐβόων.

Τοιοῦτον γὰρ ψυχὴ καρτερική· δι᾽ αὐτῶν τῶν κωλυόντων αἴρεται. Ὁ δὲ Χριστὸς εἴα αὐτοὺς ἐπιστομίζεσθαι, ἵνα μειζόνως αὐτῶν ἡ προθυμία φαίνηται, καὶ μάθῃς ἀξίως αὐτοὺς ἀπολαύοντας τῆς θεραπείας. Διὰ τοῦτο οὐδὲ ἐρωτᾷ, Πιστεύετε; ὅπερ ἐπὶ πολλῶν ποιεῖ· ἡ γὰρ κραυγὴ καὶ ἡ πρόσοδος ἤρκει πᾶσι κατάδηλον ποιῆσαι τὴν πίστιν αὐτῶν. Ἐντεῦθεν μάνθανε, ἀγαπητὲ, ὅτι κἂν σφόδρα εὐτελεῖς ὦμεν καὶ ἀπεῤῥιμμένοι, μετὰ σπουδῆς δὲ προσίωμεν τῷ Θεῷ, καὶ δι᾽ ἡμῶν αὐτῶν δυνησόμεθα ἀνύειν ὅπερ ἂν αἰτῶμεν. Ὅρα γοῦν καὶ οὗτοι πῶς οὐδένα τῶν ἀποστόλων συνήγορον ἔχοντες, ἀλλὰ καὶ πολλοὺς τοὺς ἐπιστομίζοντας, ἴσχυσαν ὑπερβῆναι τὰ κωλύματα, καὶ πρὸς αὐτὸν ἐλθεῖν τὸν Ἰησοῦν.

Καίτοι παῤῥησίαν βίου οὐδεμίαν αὐτοῖς μαρτυρεῖ ὁ εὐαγγελιστὴς, ἀλλ᾽ ἤρκεσεν ἀντὶ πάντων αὐτοῖς ἡ προθυμία. Τούτους δὴ καὶ ἡμεῖς ζηλώσωμεν. Κἂν ἀναβάλληται τὴν δόσιν ὁ Θεὸς, κἂν πολλοὶ οἱ ἀπάγοντες, μὴ ἀποστῶμεν αἰτοῦντες. Ταύτῃ γὰρ μάλιστα τὸν Θεὸν ἐπισπασόμεθα. Ὅρα γοῦν καὶ ἐνταῦθα πῶς τὴν σφοδρὰν αὐτῶν προθυμίαν οὐχ ἡ πενία, οὐχ ἡ πήρωσις, οὐ τὸ μὴ ἀκουσθῆναι, οὐ τὸ παρὰ τῶν ὄχλων ἐπιτιμηθῆναι, οὐκ ἄλλο οὐδὲν διεκώλυσε. Τοιοῦτόν ἐστι ψυχὴ ζέουσα καὶ πονουμένη. Τί οὖν ὁ Χριστός; Ἐφώνησεν αὐτοὺς καὶ εἶπε· Τί θέλετε ποιήσω ὑμῖν; Λέγουσιν αὐτῷ· Κύριε, ἵνα ἀνοιγῶσιν ἡμῶν οἱ ὀφθαλμοί. Τίνος ἕνεκεν αὐτοὺς ἐρωτᾷ; Ἵνα μή τις νομίσῃ, ὅτι ἄλλα βουλομένοις λαβεῖν ἄλλα δίδωσι. Καὶ γὰρ ἔθος αὐτῷ πανταχοῦ πρότερον τὴν ἀρετὴν τῶν θεραπευομένων κατάδηλον ποιεῖν καὶ ἐκκαλύπτειν ἅπασι, καὶ τότε ἐπάγειν τὴν ἰατρείαν· δι᾽ ἓν μὲν, ἵνα καὶ τοὺς ἄλλους εἰς ζῆλον ἀγάγῃ· δι᾽ ἕτερον δὲ, ἵνα δείξῃ τῆς δωρεᾶς ἀξίως ἀπολαύοντας.

Τοῦτο γοῦν καὶ ἐπὶ τῆς Χαναναίας ἐποίησε γυναικὸς, τοῦτο καὶ ἐπὶ τοῦ ἑκατοντάρχου, τοῦτο καὶ ἐπὶ τῆς αἱμοῤῥοούσης· μᾶλλον δὲ ἡ θαυμασία γυνὴ ἐκείνη καὶ προὔλαβε τοῦ Δεσπότου τὴν πεῦσιν· ἀλλ᾽ ὅμως οὐδὲ οὕτως αὐτὴν παρέδραμεν, ἀλλὰ καὶ μετὰ τὴν ἰατρείαν κατάδηλον αὐτὴν ποιεῖ. Οὕτως αὐτῷ πανταχοῦ περισπούδαστον ἦν ἀνακηρύττειν τῶν προσιόντων αὐτῷ τὰ κατορθώματα, καὶ πολλῷ μείζονα ἀποφαίνειν τῶν ὄντων· ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ. Εἶτα, ἐπειδὴ εἶπον ὅπερ ἐβούλοντο, σπλαγχνισθεὶς ἥψατο αὐτῶν. Αὕτη γὰρ μόνον ἡ αἰτία τῆς ἰατρείας, δι᾽ ἣν καὶ εἰς τὸν κόσμον ἦλθεν. Ἀλλ᾽ ὅμως εἰ καὶ ἔλεος ἦν καὶ χάρις, τοὺς ἀξίους ἐπιζητεῖ. Ὅτι δὲ ἄξιοι, δῆλον καὶ ἐξ ὧν ἐβόησαν, καὶ ἐξ ὧν λαβόντες οὐκ ἀπεπήδησαν, ὃ πολλοὶ ποιοῦσι, μετὰ τὰς εὐεργεσίας ἀγνωμονοῦντες. Ἀλλ᾽ οὐκ ἐκεῖνοι τοιοῦτοι· ἀλλὰ καὶ πρὸ τῆς δόσεως καρτερικοὶ, καὶ μετὰ τὴν δόσιν εὐγνώμονες· καὶ γὰρ ἠκολούθησαν αὐτῷ. Καὶ ὅτε ἤγγισεν εἰς Ἱεροσόλυμα, καὶ ἦλθεν εἰς Βηθφαγῆ πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, ἀπέστειλε δύο τῶν μαθητῶν αὐτοῦ, λέγων· Πορεύεσθε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὑρήσετε ὄνον δεδεμένην, καὶ πῶλον μετ᾽ αὐτῆς· λύσαντες ἀγάγετέ μοι. Καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε, ὅτι Ὁ Κύριος αὐτῶν χρείαν ἔχει· καὶ εὐθέως ἀποστέλλει αὐτούς.

Τοῦτο δὲ γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου Ζαχαρίου· Εἴπατε τῇ θυγατρὶ Σιὼν, Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος, καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου. Καίτοι πολλάκις ἐπέβη τῶν Ἱεροσολύμων πρότερον, ἀλλ᾽ οὐδέποτε μετὰ τοσαύτης περιφανείας. Τί οὖν τὸ αἴτιον; Προοίμια ἦν τότε τῆς οἰκονομίας· καὶ οὔτε αὐτὸς σφόδρα κατάδηλος ἦν, οὔτε ὁ καιρὸς τοῦ παθεῖν ἐγγύς· διόπερ ἀδιαφορώτερον αὐτοῖς ἀνεμίγνυτο, καὶ μᾶλλον κρύπτων ἑαυτόν.

Οὔτε γὰρ ἂν ἐθαυμάσθη φαινόμενος οὕτω, καὶ εἰς μείζονα ἂν αὐτοὺς ἐξήγαγεν ὀργήν. Ἐπειδὴ δὲ καὶ τῆς αὐτοῦ δυνάμεως πεῖραν ἔδωκεν ἱκανὴν, καὶ ὁ σταυρὸς ἐπὶ θύραις ἦν, μειζόνως ἐκλάμπει λοιπὸν, καὶ μετὰ πλείονος ἅπαντα πράττει περιφανείας τὰ μέλλοντα αὐτοὺς ἐκκαίειν. Δυνατὸν μὲν γὰρ ἦν καὶ παρὰ τὴν ἀρχὴν τοῦτο γενέσθαι· ἀλλ᾽ οὐ χρήσιμον, οὐδὲ λυσιτελὲς οὕτω.

Σὺ δέ μοι θέα ὅσα θαύματα γίνεται, καὶ ὅσαι πληροῦνται προφητεῖαι. Εἶπεν, ὅτι Εὑρήσετε ὄνον· προεῖπεν ὅτι οὐδεὶς κωλύσει, ἀλλ᾽ ὅτι ἀκούσαντες σιγήσουσι. Τοῦτο δὲ οὐ μικρὸν κρῖμα Ἰουδαίων, εἰ τοὺς οὐδέποτε γνωρίμους αὐτῷ, οὐδὲ φανέντας, πείθει τὰ αὐτῶν προέσθαι καὶ μηδὲν ἀντειπεῖν, καὶ διὰ τῶν μαθητῶν· οὗτοι δὲ αὐτῷ θαυματουργοῦντι παρόντες οὐκ ἐπείσθησαν.

βʹ. Μηδὲ μικρὸν εἶναι νομίσῃς τὸ γεγενημένον. Τίς γὰρ αὐτοὺς ἔπεισε, τῶν ἰδίων ἀφαιρουμένων, καὶ ταῦτα πένητας ὄντας ἴσως καὶ γεωργοὺς, μὴ ἀντειπεῖν; τί λέγω μὴ ἀντειπεῖν; μὴ ἐρέσθαι, ἢ καὶ ἐρομένους σιγῆσαι καὶ παραχωρῆσαι; Καὶ γὰρ ἀμφότερα ὁμοίως θαυμαστὰ ἦν. καὶ εἰ μηδὲν εἶπον, ἑλκομένων τῶν ὑποζυγίων, καὶ εἰ εἰπόντες καὶ ἀκούσαντες, ὅτι ὁ Κύριος αὐτῶν χρείαν ἔχει, παρεχώρησαν καὶ οὐκ ἀντέστησαν, καὶ ταῦτα οὐκ αὐτὸν ὁρῶντες, ἀλλὰ τοὺς μαθητάς. Ἀπὸ τούτων αὐτοὺς παιδεύει, ὅτι καὶ Ἰουδαίους ἐδύνατο καὶ ἄκοντας κωλῦσαι διόλου μέλλοντας αὐτῷ ἐπιέναι, καὶ ἀφώνους καταστῆσαι, ἀλλ᾽ οὐκ ἠθέλησε. Καὶ ἕτερον δὲ μετὰ τούτων διδάσκει τοὺς μαθητὰς, ὅπερ ἂν αἰτήσῃ διδόναι· κἂν αὐτὴν κελεύσῃ τὴν ψυχὴν προέσθαι. καὶ ταύτην παρέχειν, καὶ μὴ ἀντιλέγειν. Εἰ γὰρ οἱ ἄγνωστοι αὐτῷ παρεχώρησαν, πολλῷ μᾶλλον αὐτοὺς ἁπάντων ἐξίστασθαι δεῖ. Πρὸς δὲ τοῖς εἰρημένοις καὶ ἑτέραν πάλιν προφητείαν ἐπλήρου διπλῆν· τὴν μὲν δι᾽ ἔργων, τὴν δὲ διὰ ῥημάτων. Καὶ ἡ μὲν διὰ τῶν ἔργων ἦν, ἡ διὰ τῆς καθέδρας τοῦ ὄνου· ἡ δὲ διὰ τῶν ῥημάτων, ἡ τοῦ προφήτου Ζαχαρίου· καὶ γὰρ εἶπεν, ὅτι καθεδεῖται ὁ βασιλεὺς ἐπὶ ὄνου. Καὶ καθίσας αὐτὸς καὶ πληρώσας αὐτὴν, ἑτέραν πάλιν ἐδίδου προφητείας ἀρχὴν, δι᾽ ὧν ἐποίει τὰ μέλλοντα προδιατυπῶν. Πῶς καὶ τίνι τρόπῳ;

Τῶν ἀκαθάρτων ἐθνῶν τὴν κλῆσιν προανεφώνει, καὶ ὅτι αὐτοῖς ἐπαναπαύσεται, καὶ εἴξουσιν αὐτῷ καὶ ἕψονται· καὶ προφητεία διεδέχετο προφητείαν. Ἐμοὶ δὲ οὐ διὰ τοῦτο δοκεῖ μόνον ἐπὶ τὸν ὄνον καθίσαι, ἀλλὰ καὶ μέτρον ἡμῖν φιλοσοφίας παρέχων Οὐ γὰρ δὴ μόνον προφητείας ἐπλήρου, οὐδὲ δόγματα ἐφύτευε τὰ τῆς ἀληθείας, ἀλλὰ καὶ τὸν βίον ἡμῖν διώρθου δι᾽ αὐτῶν τούτων, πανταχοῦ κανόνας ἡμῖν τιθεὶς τῆς ἀναγκαίας χρείας, καὶ διὰ πάντων τὴν ζωὴν κατορθῶν τὴν ἡμετέραν. Διά τοι τοῦτο καὶ ἡνίκα τίκτεσθαι ἔμελλεν οὐκ ἐπεζήτησε λαμπρὰν οἰκίαν, οὐδὲ μητέρα πλουσίαν καὶ περιφανῆ, ἀλλὰ πτωχὴν, καὶ μνηστῆρα τέκτονα ἔχουσαν, καὶ ἐν καλύβῃ γεννᾶται, καὶ ἐν φάτνῃ τίθεται· καὶ μαθητὰς ἐκλέγων, οὐ ῥήτορας καὶ σοφοὺς, οὐδὲ εὐπόρους καὶ εὐγενεῖς, ἀλλὰ πένητας καὶ ἐκ πενήτων καὶ πάντοθεν ἀσήμους ἐξέλεξε· καὶ τράπεζαν παρατιθέμενος, ποτὲ μὲν κριθίνους ἄρτους παρατίθεται, ποτὲ δὲ πρὸς αὐτὸν τὸν καιρὸν ἐξ ἀγορᾶς τοὺς μαθητὰς ὠνεῖσθαι κελεύων; καὶ στιβάδα ποιῶν, ἀπὸ χόρτου ποιεῖ· καὶ ἱμάτια ἀμφιεννύμενος, εὐτελῆ καὶ τῶν πολλῶν οὐδὲν διαφέροντα περιβάλλεται· οἰκίαν δὲ οὐδὲ ἔσχεν. Εἰ δὲ καὶ μεταβῆναι ἐκ τόπου εἰς τόπον ἔδει, ὁδοιπορῶν τοῦτο ποιεῖ, καὶ οὕτως ὁδοιπορῶν, ὡς καὶ κοπιᾷν.

Καὶ καθήμενος οὐ θρόνου δεῖται, οὐδὲ προσκεφαλαίου, ἀλλ᾽ ἐπὶ τοῦ ἐδάφους, ποτὲ μὲν ἐν τῷ ὄρει, ποτὲ δὲ παρὰ τὴν πηγήν· καὶ οὐ παρὰ τὴν πηγὴν μόνον, ἀλλὰ καὶ μόνος, καὶ Σαμαρείτιδι διαλέγεται. Πάλιν λύπης μέτρα τιθεὶς, ἡνίκα θρηνῆσαι ἔδει, δακρύει ἠρέμα, πανταχοῦ κανόνας, ὅπερ ἔφην, καὶ ὅρους πηγνὺς, μέχρι ποῦ προβαίνειν δεῖ, καὶ περαιτέρω μηκέτι. Διὰ δὴ τοῦτο καὶ νῦν, ἐπειδὴ συνέβαινέ τινας ἀσθενεστέρους ὄντας ὑποζυγίων δεῖσθαι, κἀνταῦθα μέτρον ἔθηκε, δεικνὺς ὅτι οὐχ ἵππους, οὐδὲ ἡμιόνους ζεύξαντας φέρεσθαι δεῖ, ἀλλὰ ὄνῳ κεχρῆσθαι, καὶ περαιτέρω μὴ προβαίνειν, καὶ πανταχοῦ τῆς χρείας εἶναι. Ἴδωμεν δὲ καὶ τὴν προφητείαν, τὴν διὰ τῶν ῥημάτων, τὴν διὰ τῶν πραγμάτων. Τίς οὖν ἡ προφητεία;

Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον· οὐχὶ ἅρματα ἐλαύνων, ὡς οἱ λοιποὶ βασιλεῖς· οὐ φόρους ἀπαιτῶν, οὐ σοβῶν καὶ δορυφόρους περιάγων· ἀλλὰ πολλὴν τὴν ἐπιείκειαν κἀντεῦθεν ἐπιδεικνύμενος. Ἐρώτησον τοίνυν τὸν Ἰουδαῖον· ποῖος βασιλεὺς ἐπὶ ὄνου ὀχούμενος ἦλθεν εἰς Ἱερουσαλήμ; Ἀλλ᾽ οὐκ ἂν ἔχοι εἰπεῖν, ἀλλ᾽ ἢ τοῦτον μόνον. Ἐποίει δὲ ταῦτα, ὅπερ ἔφην, τὰ μέλλοντα προδηλῶν. Ἐνταῦθα γὰρ ἡ Ἐκκλησία δηλοῦται διὰ τοῦ πώλου, καὶ ὁ λαὸς ὁ νέος, ὁ ποτὲ μὲν ἀκάθαρτος, μετὰ δὲ τὸ καθίσαι τὸν Ἰησοῦν καθαρὸς γενόμενος.

Καὶ ὅρα διόλου τὴν εἰκόνα σωζομένην. Οἱ γὰρ μαθηταὶ λύουσι τὰ ὑποζύγια. Διὰ γὰρ τῶν ἀποστόλων κἀκεῖνοι καὶ ἡμεῖς ἐκλήθημεν· διὰ τῶν ἀποστόλων προσήχθημεν. Ἐπειδὴ δὲ καὶ ἡ ἡμετέρα εὐδοκίμησις ἐκείνους παρεζήλωσε, διὰ τοῦτο φαίνεται ἡ ὄνος ἀκολουθοῦσα τῷ πώλῳ Μετὰ γὰρ τὸ καθίσαι τὸν Χριστὸν ἐπὶ τὰ ἔθνη, τότε ἥξουσι κἀκεῖνοι παραζηλοῦντες. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· Ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν, ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ· καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται.

Ὅτι γὰρ προφητεία ἦν, δῆλον ἐκ τῶν εἰρημένων. Οὐ γὰρ ἂν ἐμέλησε τῷ προφήτῃ μετὰ τοσαύτης ἀκριβείας τοῦ ὄνου τὴν ἡλικίαν εἰπεῖν, εἰ μὴ τοῦτο ἦν. Οὐ ταῦτα δὲ μόνον δηλοῦνται διὰ τῶν εἰρημένων. ἀλλ᾽ ὅτι καὶ μετ᾽ εὐκολίας αὐτοὺς ἄξουσιν οἱ ἀπόστολοι. Ὥσπερ γὰρ ἐνταῦθα οὐδεὶς ἀντεῖπεν εἰς τὸ κατασχεῖν, οὕτως οὐδὲ ἐπὶ τῶν ἐθνῶν οὐδεὶς ἠδυνήθη διακωλῦσαι τῶν κατεχόντων αὐτοὺς ἔμπροσθεν. Οὐ κάθηται δὲ ἐπὶ γυμνὸν τὸν πῶλον, ἀλλ᾽ ἐπὶ τὰ ἱμάτια τῶν ἀποστόλων. Ἐπειδὴ γὰρ τὸν πῶλον ἔλαβον, ἅπαντα λοιπὸν προΐενται, καθὼς καὶ Παῦλος ἔλεγεν· Ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. Σκόπει δὲ τὸ εὐήνιον τοῦ πώλου, πῶς ἀδάμαστος ὢν καὶ χαλινοῦ ἄπειρος, οὐκ ἐσκίρτησεν, ἀλλ᾽ εὐτάκτως ἐφέρετο. Ὃ καὶ αὐτὸ προφητεία τοῦ μέλλοντος ἦν, δηλοῦσα τὸ καταπειθὲς τῶν ἐθνῶν, καὶ τὴν ἀθρόαν εἰς εὐταξίαν μεταβολήν. Καὶ γὰρ πάντα τὸ ῥῆμα εἰργάσατο τὸ λέγον· Λύσαντες ἀγάγετέ μοι· ὥστε τὰ ἄτακτα εὔτακτα, καὶ τὰ ἀκάθαρτα γενέσθαι λοιπὸν καθαρά.

γʹ. Ἀλλ᾽ ὅρα τὸ ταπεινὸν τῶν Ἰουδαίων. Τοσαῦτα θαύματα εἰργάσατο, καὶ οὐδέποτε αὐτὸν οὕτως ἐξεπλάγησαν· ἐπειδὴ δὲ εἶδον ὄχλον συντρέχοντα, τότε θαυμάζουσιν. Ἐσείσθη γὰρ πᾶσα ἡ πόλις λέγουσα· Τίς ἐστιν οὗτος; Οἱ δὲ ὄχλοι ἔλεγον· Οὗτός ἐστιν Ἰησοῦς ὁ προφήτης, ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας.

Καὶ ὅτε ἔδοξαν μέγα τι λέγειν, τότε χαμαίζηλος ἦν αὐτῶν ἡ γνώμη, καὶ ταπεινὴ καὶ σεσυρμένη. Ταῦτα δὲ αὐτὸς ἐποίει, οὐ πομπήν τινα ἐπιδεικνύμενος, ἀλλ᾽ ὁμοῦ μὲν, ὅπερ εἶπον, καὶ προφητείαν πληρῶν, καὶ φιλοσοφίαν παιδεύων, ὁμοῦ δὲ καὶ τοὺς μαθητὰς παραμυθούμενος λυπουμένους διὰ τὸν θάνατον, καὶ δεικνὺς ὅτι ταῦτα πάντα πάσχει ἑκών. Σὺ δέ μοι θαύμασον τοῦ προφήτου τὴν ἀκρίβειαν, πῶς πάντα προεῖπε· καὶ τὰ μὲν ὁ Δαυῒδ, τὰ δὲ ὁ Ζαχαρίας προανεφώνησεν. Οὕτω καὶ ἡμεῖς ποιῶμεν, καὶ ὑμνῶμεν, καὶ τὰ ἱμάτια προώμεθα τοῖς αὐτὸν φέρουσι. Τίνος γὰρ ἂν εἴημεν ἄξιοι, ὅταν οἱ μὲν τὴν ὄνον περιβάλλωσιν εἰς ἢν ἐκάθητο, οἱ δὲ τοῖς ποσὶν αὐτῆς ὑποστρωννύωσι τὰ ἱμάτια, ἡμεῖς δὲ αὐτὸν γυμνὸν ὁρῶντες, καὶ οὐδὲ ἀποδῦναι κελευόμενοι, ἀλλ᾽ ἀπὸ τῶν κειμένων δαπανᾷν, μηδὲ οὕτως ὦμεν φιλότιμοι; κἀκεῖνοι μὲν παρακολουθῶσιν ἔμπροσθεν καὶ ὄπισθεν, ἡμεῖς δὲ καὶ προσιόντα παραπεμπώμεθα καὶ διακρουώμεθα καὶ ὑβρίζωμεν; Πόσης ταῦτα κολάσεως ἄξια; πόσης τιμωρίας; Προσέρχεταί σοι δεόμενος ὁ Δεσπότης, καὶ οὐδὲ ἀκοῦσαι βούλει τῆς ἱκετηρίας, ἀλλ᾽ ἐγκαλεῖς καὶ ἐπιτιμᾷς, καὶ ταῦτα ἀκούσας τοιούτων ῥημάτων.

Εἰ δὲ ἕνα ἄρτον διδοὺς καὶ ἀργύριον ὀλίγον, οὕτω βάναυσος εἶ καὶ ὀλίγωρος καὶ ὀκνηρὸς, εἰ πάντα κενῶσαι ἔδει, τίς ἂν ἐγένου; Οὐχ ὁρᾷς τοὺς ἐν τῷ θεάτρῳ φιλοτίμους, ὅσα ταῖς πόρναις προΐενται; σὺ δὲ οὐδὲ τὸ ἥμισυ τούτων δίδως, οὐδὲ τὸ πολλοστὸν πολλάκις. Ἀλλ᾽ ὁ μὲν διάβολος κελεύει δοῦναι τοῖς τυχοῦσι, γέενναν προξενῶν, καὶ δίδως· ὁ δὲ Χριστὸς τοῖς δεομένοις, βασιλείαν ἐπαγγελλόμενος, καὶ οὐ μόνον οὐ δίδως, ἀλλὰ καὶ ὑβρίζεις· καὶ αἱρῇ μᾶλλον ὑπακοῦσαι τῷ διαβόλῳ, ἵνα κολασθῇς, ἢ πεισθῆναι τῷ Χριστῷ καὶ σωθῆναι. Καὶ τί ταύτης χεῖρον γένοιτ᾽ ἂν τῆς παραπληξίας; Ὁ μὲν γέενναν προξενεῖ, ὁ δὲ βασιλείαν· καὶ τοῦτον ἀφέντες, ἐκείνῳ προστρέχετε. Καὶ τὸν μὲν προσιόντα παραπέμπεσθε, τὸν δὲ μακρὰν ὄντα προσκαλεῖσθε. Καὶ ταὐτὸν γίνεται, οἷον ἂν εἰ βασιλεὺς μὲν ἁλουργίδα ἔχων, καὶ διάδημα προτεινόμενος μὴ πείθοι, λῃστὴς δὲ μάχαιραν ἐπισείων, καὶ θάνατον ἀπειλῶν πείθοι. Ταῦτ᾽ οὖν ἐννοοῦντες, ἀγαπητοὶ, διαβλέψωμεν ὀψὲ γοῦν ποτε, καὶ ἀνανήψωμεν.

Καὶ γὰρ ἐγὼ λοιπὸν αἰσχύνομαι περὶ ἐλεημοσύνης διαλεγόμενος, διὰ τὸ πολλάκις περὶ ταύτης τῆς ὑποθέσεως εἰπὼν, μηδὲν ἄξιον ἀνῦσαι τῆς παραινέσεως. Γέγονε μὲν γάρ τι πλέον, οὐ τοσοῦτον δὲ ὅσον ἐβουλόμην. Ὁρῶ μὲν γὰρ σπείροντας ὑμᾶς, οὐ δαψιλεῖ δὲ τῇ δεξιᾷ. Διὸ καὶ φοβοῦμαι μήπως καὶ φειδομένως θερίσητε. Ὅτι γὰρ φειδομένως σπείρομεν, ἐξετάσωμεν, εἰ δοκεῖ, τίνες πλείους ἐν τῇ πόλει, πένητες ἢ πλούσιοι· καὶ τίνες οὔτε πένητες, οὔτε πλούσιοι, ἀλλ᾽ οἱ μέσην χώραν ἔχοντες. Οἷον, ἔστι τὸ δέκατον μέρος πλουσίων, καὶ τὸ δέκατον πενήτων τῶν οὐδὲν ὅλως ἐχόντων· οἱ δὲ λοιποὶ τῶν μέσων εἰσί. Διέλωμεν τοίνυν εἰς τοὺς δεομένους τὸ πᾶν πλῆθος τῆς πόλεως, καὶ ὄψεσθε τὴν αἰσχύνην ὅση. Οἱ μὲν γὰρ σφόδρα πλουτοῦντες ὀλίγοι· οἱ δὲ μετ᾽ ἐκείνους πολλοί· πάλιν οἱ πένητες πολλῷ τούτων ἐλάττους. Ἀλλ᾽ ὅμως τοσούτων ὄντων τῶν δυναμένων τοὺς πεινῶντας τρέφειν, πολλοὶ πεινῶντες καθεύδουσιν· οὐ διὰ τὸ μὴ δύνασθαι μετ᾽ εὐκολίας αὐτοῖς ἐπαρκεῖν τοὺς ἔχοντας, ἀλλὰ διὰ τὴν πολλὴν αὐτῶν ὠμότητα καὶ ἀπανθρωπίαν. Εἰ γὰρ διέλοιντο οἵ τε πλουτοῦντες, οἵ τε μετ᾽ ἐκείνους, τοὺς δεομένους ἄρτων καὶ ἐνδυμάτων, μόλις ἂν πεντήκοντα ἀνδράσιν ἢ καὶ ἑκατὸν λάχοι πένης εἷς. Ἀλλ᾽ ὅμως καὶ ἐν τοσαύτῃ ἀφθονίᾳ τῶν προστησομένων ὄντες, ὀδύρονται καθ᾽ ἑκάστην ἡμέραν.

Καὶ ἵνα μάθῃς αὐτῶν τὴν ἀπανθρωπίαν, ἑνὸς τῶν ἐσχάτων εὐπόρων καὶ τῶν μὴ σφόδρα πλουτούντων πρόσοδον ἡ Ἐκκλησία ἔχουσα, ἐννόησον ὅσαις ἐπαρκεῖ καθ᾽ ἑκάστην ἡμέραν χήραις, ὅσαις παρθένοις· καὶ γὰρ εἰς τὸν τῶν τρισχιλίων ἀριθμὸν ὁ κατάλογος αὐτῶν ἔφθασε. Μετὰ τούτων τοῖς τὸ δεσμωτήριον οἰκοῦσι, τοῖς ἐν τῷ ξενοδοχείῳ κάμνουσι, τοῖς ὑγιαίνουσι, τοῖς ἀποδημοῦσι, τοῖς τὰ σώματα λελωβημένοις, τοῖς τῷ θυσιαστηρίῳ προσεδρεύουσι, καὶ τροφῆς καὶ ἐνδυμάτων ἕνεκεν, τοῖς ἁπλῶς προσιοῦσι καθ᾽ ἑκάστην ἡμέραν· καὶ οὐδὲν αὐτῇ τὰ τῆς οὐσίας ἠλάττωται. Ὥστε εἰ δέκα ἄνδρες μόνον οὕτως ἠθέλησαν ἀναλίσκειν, οὐδεὶς ἂν ἦν πένης.

δʹ. Καὶ τί ἔμελλον, φησὶν, οἱ παῖδες ἡμῶν διαδέχεσθαι; Τὸ κεφάλαιον ἔμενε, καὶ ἡ πρόσοδος πάλιν πλείων ἐγίνετο, ἐν οὐρανῷ θησαυριζομένων αὐτοῖς τῶν κτημάτων. Ἀλλ᾽ οὐ βούλεσθε οὕτω; Κἂν ἐξ ἡμισείας, κἂν ἀπὸ τρίτης μοίρας, κἂν ἀπὸ τετάρτης, κἂν ἀπὸ δεκάτης.

Διὰ γὰρ τὴν τοῦ Θεοῦ χάριν δέκα πόλεων πένητας δυνατὸν ἦν θρέψαι τὴν πόλιν τὴν ἡμετέραν. Καὶ εἰ βούλεσθε, ποιήσωμέν τινα τούτων συλλογισμόν· μᾶλλον δὲ οὐδὲ συλλογισμοῦ χρεία· καὶ γὰρ αὐτόθεν κατάδηλός ἐστιν ἡ εὐκολία τοῦ πράγματος. Ὁρᾶτε γοῦν εἰς τὰς λειτουργίας τὰς πολιτικὰς, ὅσα οἰκία μία ἀναλίσκουσα πολλάκις οὐκ ὤκνησεν, ἀλλ᾽ οὐδὲ μικρὸν ᾔσθετο τῆς δαπάνης· ἢν εἰ τῶν πλουσίων ἕκαστος εἰς τοὺς πένητας λειτουργεῖν λειτουργίαν ἐβούλετο, ἐν βραχείᾳ καιροῦ ῥοπῇ ἥρπασεν ἂν τὸν οὐρανόν. Τίς οὖν ἂν εἴη συγγνώμη, ποία ἀπολογίας σκιὰ, ὅταν μηδὲ ὧν ἀφίστασθαι μέλλομεν πάντως ἀπαγόμενοι ἐντεῦθεν, μηδὲ τούτων μεταδιδῶμεν τοῖς δεομένοις μετὰ δαψιλείας τοσαύτης, μεθ᾽ ὅσης τοῖς ἐπὶ τῆς σκηνῆς ἕτεροι, καὶ ταῦτα τοσαῦτα μέλλοντες καρποῦσθαι ἐκ τούτων; Ἔδει μὲν γὰρ, εἰ καὶ διαπαντὸς ἐνταῦθα ἦμεν, μηδὲ οὕτω φείδεσθαι τῆς καλῆς ταύτης δαπάνης ὅταν δὲ μικρὸν ὕστερον ἐντεῦθεν ἀπαγώμεθα, καὶ πάντων ἀφελκώμεθα γυμνοὶ, ποίαν ἕξομεν ἀπολογίαν, μηδὲ ἀπὸ τῶν προσόδων παρέχοντες τοῖς λιμώττουσι καὶ ἀγχομένοις; Οὐδὲ γὰρ ἀναγκάζω σε τὰ ὄντα μειῶσαι· οὐκ ἐπειδὴ μὴ βούλομαι, ἀλλ᾽ ἐπειδὴ σφόδρα ὀκνοῦντα ὁρῶ. Οὐ τοίνυν τοῦτό φημι· ἀλλ᾽ ἀπὸ τῶν καρπῶν ἀνάλωσον, καὶ μηδὲν θησαυρίσῃς ἐντεῦθεν.

Ἀρκεῖ σοι ὥσπερ ἐκ πηγῆς ἔχειν ἐπιῤῥέοντα τὰ χρήματα τῶν προσόδων· ποίησον κοινωνοὺς τοὺς πένητας, καὶ γενοῦ καλὸς οἰκονόμος τῶν παρὰ τοῦ Θεοῦ σοι δοθέντων.

Ἀλλὰ τελέσματα δίδωμι, φησί. Διὰ τοῦτο οὖν καταφρονεῖς, ὅτι ἐνταῦθα οὐδεὶς ἀπαιτεῖ; κἀκείνῳ μὲν τῷ, κἂν ἐνέγκῃ, κἂν μὴ ἐνέγκῃ ἡ γῆ, λαμβάνοντι μετὰ ἀνάγκης καὶ στρεβλοῦντι οὐ τολμᾷς ἀντειπεῖν· τῷ δὲ οὕτως ἡμέρῳ, καὶ τότε ἀπαιτοῦντι, ὅταν ἐνέγκῃ ἡ γῆ, οὐδὲ μέχρι λόγου ἀποκρίνῃ; Καὶ τίς σε ἐξαιρήσεται τῶν ἀκαρτερήτων ἐκείνων κολάσεων; Οὐκ ἔστιν οὐδείς. Εἰ γὰρ ἐπειδὴ ἐκεῖ πάντως ἕψεται τιμωρία χαλεπωτάτη μὴ δόντι, διὰ τοῦτο γίνῃ σπουδαῖος περὶ τὴν ἔκτισιν, ἐννόησον ὅτι καὶ ἐνταῦθα χαλεπωτέρα· οὐ τὸ δεθῆναι, οὐδὲ τὸ εἰς δεσμωτήριον ἐμπεσεῖν, ἀλλὰ τὸ ἀπελθεῖν εἰς τὸ πῦρ τὸ αἰώνιον. Πάντων οὖν ἕνεκεν ταῦτα πρῶτον καταθῶμεν τὰ τελέσματα. Καὶ γὰρ πολλὴ ἡ εὐκολία, καὶ μείζων ὁ μισθὸς, καὶ πλείων ἡ ἐμπορία, καὶ χείρων ἡ κόλασις ἀγνωμονοῦσιν ἡμῖν. Κόλασις γὰρ διαδέχεται τέλος οὐκ ἔχουσα. Εἰ δὲ τοὺς στρατιώτας μοι λέγεις τοὺς ὑπὲρ σοῦ πολεμοῦντας βαρβάροις, ἔστι καὶ ἐνταῦθα στρατόπεδον, τὸ τῶν πτωχῶν, καὶ πόλεμος, ὃν ὑπὲρ σοῦ πολεμοῦσιν οἱ πένητες. Ὅταν γὰρ λάβωσιν, εὐχόμενοι τὸν Θεὸν ἵλεω ποιοῦσιν· ἵλεω δὲ ποιοῦντες, ἀποκρούονται ἀντὶ βαρβάρων τὰς τῶν δαιμόνων ἐπιβουλάς· οὐκ ἀφιᾶσι σφοδρὸν εἶναι τὸν πονηρὸν, οὐδὲ ἐπιτίθεσθαι συνεχῶς, ἀλλ᾽ ἐκλύουσιν αὐτοῦ τὴν ἰσχύν.

εʹ. Ὁρῶν τοίνυν τοὺς στρατιώτας τούτους καθ᾽ ἑκάστην ἡμέραν πυκτεύοντας ὑπὲρ σοῦ τῷ διαβόλῳ διὰ τῶν δεήσεων καὶ τῶν εὐχῶν, ἀπαίτησον σαυτὸν τὴν καλὴν ταύτην εἰσφορὰν, τὰς ἐκείνων τροφάς. Καὶ γὰρ ἥμερος ὢν ὁ Βασιλεὺς οὗτος, οὐκ ἔδωκέ σοι τοὺς ἀπαιτοῦντας, ἀλλ᾽ ἑκόντα βούλεται καταθεῖναι· κἂν κατὰ μικρὸν καταβάλῃς, δέχεται· κἂν ἀπορῶν διὰ πολλοῦ χρόνου καταθῇς, οὐ κατεπείγει τὸν οὐκ ἔχοντα. Μὴ δὴ τῆς μακροθυμίας αὐτοῦ καταφρονῶμεν, ἀλλὰ θησαυρίζωμεν ἑαυτοῖς μὴ ὀργὴν, ἀλλὰ σωτηρίαν· μὴ θάνατον, ἀλλὰ ζωήν· μὴ κόλασιν καὶ τιμωρίαν, ἀλλὰ τιμὰς καὶ στεφάνους.

Οὐκ ἔστιν ἐνταῦθα δοῦναι μισθὸν τῆς μετακομιδῆς τῶν εἰσφερομένων, οὐκ ἔστιν ἐνταῦθα καμεῖν ἐξαργυρίζοντας. Ἂν καταβάλῃς αὐτὰ, αὐτὸς αὐτὰ μετατίθησιν εἰς τὸν οὐρανὸν ὁ Δεσπότης· αὐτός σοι τὴν πραγματείαν κατασκευάζει κερδαλεωτέραν. Οὐκ ἔστιν ἐνταῦθα παράπομπον εὑρεῖν τῶν καταβληθέντων· μόνον κατάβαλε, καὶ εὐθέως ἄνεισιν· οὐχ ἵνα στρατιῶται ἕτεροι τραφῶσιν, ἀλλ᾽ ἵνα σοὶ μένῃ μετ᾽ ἐμπορίας πολλῆς.

Ἐνταῦθα μὲν γὰρ ἅπερ ἂν δῷς, ἀναλαβεῖν οὐκ ἔνι· ἐκεῖ δὲ μετὰ πολλῆς ἀπολήψῃ πάλιν αὐτὰ τῆς τιμῆς, καὶ κερδανεῖς μείζω καὶ πνευματικώτερα κέρδη. Ἐνταῦθα τὰ διδόμενα ἀπαίτησίς ἐστιν· ἐκεῖ χρῆσις καὶ δάνειον καὶ ὄφλημα. Καὶ γὰρ χειρόγραφά σοι ἐποίησεν ὁ Θεός· Ὁ γὰρ ἐλεῶν, φησὶ, πτωχὸν, δανείζει Θεῷ. Ἔδωκέ σοι καὶ ἀῤῥαβῶνα καὶ ἐγγυητὰς, καὶ ταῦτα Θεὸς ὤν.

Ποῖον ἀῤῥαβῶνα; Τὰ ἐν τῷ παρόντι βίῳ, τὰ αἰσθητὰ, τὰ πνευματικὰ, τὰ προοίμια τῶν μελλόντων. Τί τοίνυν ἀναβάλλῃ καὶ ὀκνεῖς, τοσαῦτα ἤδη λαβὼν, τοσαῦτα προσδοκῶν; Ἃ μὲν γὰρ ἔλαβες, ἔστι ταῦτα· σῶμα αὐτός σοι διέπλασε· ψυχὴν αὐτός σοι ἐνέθηκεν· ἐτίμησέ σε λόγῳ μόνον τῶν ἐπὶ γῆς· τῶν ὁρωμένων σοι ἁπάντων τὴν χρῆσιν ἔδωκεν· ἐχαρίσατό σοι τὴν ἑαυτοῦ γνῶσιν· τὸν Υἱὸν ἐπέδωκεν ὑπὲρ σοῦ· βάπτισμα τοσούτων γέμον ἀγαθῶν ἐδωρήσατο· ἔδωκέ σοι τράπεζαν ἱεράν· ἐπηγγείλατο βασιλείαν καὶ τὰ ἀπόῤῥητα ἀγαθά.

Τοσαῦτα τοίνυν λαβὼν, τοσαῦτα μέλλων λαμβάνειν (πάλιν γὰρ τὸ αὐτὸ ἐρῶ, περὶ χρήματα ἀπολλύμενα μικρολογῇ; καὶ ποίαν ἕξεις συγγνώμην; Ἀλλὰ τοὺς παῖδας πάντως ὁρᾷς, καὶ διὰ τούτους ἀναδύῃ; Καὶ μὴν κἀκείνους παίδευσον τοιαῦτα κερδαίνειν κέρδη. Καὶ γὰρ εἰ ἀργύριον ἦν σοι δεδανεισμένον καὶ τόκους φέρον, εἶτα ὀφειλέτης εὐγνώμων ἦν, μυριάκις ἂν εἵλου ἀντὶ τοῦ χρυσίου τὸ γραμματεῖον καταλιπεῖν τῷ παιδὶ, ὥστε αὐτῷ τὰς προσόδους γενέσθαι πολλὰς, καὶ μὴ ἀναγκάζεσθαι περιϊέναι καὶ ζητεῖν ἑτέρους τοὺς δανεισομένους. Καὶ νῦν τοῦτο δὸς τὸ χειρόγραφον τοῖς παιδίοις, καὶ κατάλιπε τὸν Θεὸν αὐτοῖς ὀφειλέτην. Σὺ δὲ τοὺς μὲν ἀγροὺς οὐ πωλεῖς καὶ δίδως τοῖς παιδίοις, ἀλλ᾽ ἐᾷς, ὅπως ἡ πρόσοδος μένῃ, καὶ ὁ τῶν χρημάτων πλεονασμὸς αὐτοῖς γένηται πλείων ἐντεῦθεν· τὸ δὲ χειρόγραφον τοῦτο, παντὸς ἀγροῦ καὶ προσόδων εὐπορώτερον, καὶ τοσούτους φέρον καρποὺς, τοῦτο δέδοικας καταλιπεῖν; καὶ πόσης ἂν εἴη τοῦτο εὐηθείας τε καὶ παραπληξίας; Καὶ ταῦτα εἰδὼς ὅτι κἂν αὐτοῖς αὐτὸ καταλίπῃς, καὶ αὐτὸς αὐτὸ λαβὼν ἀπελεύσῃ πάλιν. Τοιαῦτα γὰρ τὰ πνευματικά· πολλὴν ἔχει τὴν φιλοτιμίαν.

Μὴ δὴ πτωχεύωμεν, μηδὲ ἀπάνθρωποι καὶ ὠμοὶ περὶ ἡμᾶς αὐτοὺς γινώμεθα, ἀλλ᾽ ἐμπορευσώμεθα τὴν καλὴν ταύτην πραγματείαν· ἵνα καὶ αὐτοὶ λαβόντες αὐτὴν ἀπέλθωμεν, καὶ τοῖς υἱοῖς τοῖς ἑαυτῶν καταλείψωμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΞΖʹ. Καὶ εἰσελθὼν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, ἐξέβαλε πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς, καὶ λέγει αὐτοῖς· Γέγραπται· Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.

αʹ. Τοῦτο καὶ Ἰωάννης φησίν· ἀλλ᾽ ἐκεῖνος μὲν ἐν ἀρχῇ τοῦ Εὐαγγελίου, οὗτος δὲ πρὸς τῷ τέλει. Ὅθεν εἰκὸς δεύτερον γεγενῆσθαι τοῦτο, καὶ κατὰ διαφόρους καιρούς. Καὶ δῆλον καὶ ἀπὸ τῶν χρόνων, καὶ ἀπὸ τῆς ἀποκρίσεως.

Ἐκεῖ μὲν γὰρ ἐν αὐτῷ τῷ Πάσχα παρεγένετο· ἐνταῦθα δὲ πρὸ πολλοῦ. Κἀκεῖ μὲν λέγουσιν Ἰουδαῖοι· Τί σημεῖον δεικνύεις ἡμῖν; ἐνταῦθα δὲ σιγῶσι, καίτοι ἐπιτιμηθέντες, διὰ τὸ ἤδη θαυμάζεσθαι αὐτὸν παρὰ πᾶσι. Τοῦτο δὲ κατηγορία μείζων Ἰουδαίων, ὅτι καὶ ἅπαξ καὶ δὶς τοῦτο αὐτοῦ ποιήσαντος, ἐνέμενον ἔτι τῇ καπηλείᾳ, καὶ ἀντίθεον αὐτὸν εἶναι ἔλεγον, δέον κἀντεῦθεν μαθεῖν αὐτοῦ τὴν πρὸς τὸν Πατέρα τιμὴν, καὶ τὴν οἰκείαν ἰσχύν. Καὶ γὰρ καὶ ἐθαυματούργησε, καὶ ἑώρων τοὺς λόγους τοῖς πράγμασι συμφωνοῦντας. Ἀλλ᾽ οὐδὲ οὕτως ἐπείθοντο, ἀλλ᾽ ἠγανάκτουν· καὶ ταῦτα τοῦ προφήτου βοῶντος ἀκούοντες, καὶ τῶν παιδίων παρὰ καιρὸν ἡλικίας ἀνακηρυττόντων αὐτόν. Διόπερ καὶ αὐτὸς τὸν Ἡσαΐαν αὐτοῖς ἐπιτειχίζει κατήγορον, λέγων· Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται. Οὐ ταύτῃ δὲ μόνον δείκνυσιν αὐτοῦ τὴν ἐξουσίαν, ἀλλὰ καὶ τῷ θεραπεῦσαι ποικίλα νοσήματα· Προσῆλθον γὰρ αὐτῷ χωλοὶ καὶ τυφλοὶ, καὶ ἐθεράπευσεν αὐτούς· καὶ τὴν δύναμιν αὐτοῦ καὶ τὴν ἐξουσίαν ἐνδείκνυται. Οἱ δὲ οὐδὲ οὕτως ἐπείθοντο, ἀλλὰ μετὰ τῶν λοιπῶν θαυμάτων καὶ τῶν παίδων ἀκούοντες ἀνακηρυττόντων αὐτὸν ἀπεπνίγοντο, καί φασιν· Οὐκ ἀκούεις τί οὗτοι λέγουσι;

Καὶ μὴν τοῦτο τοῦ Χριστοῦ ἦν εἰπεῖν πρὸς αὐτούς· Οὐκ ἀκούετε τί οὗτοι λέγουσιν; ὡς γὰρ Θεῷ ᾖδον ἐκεῖνοι Τί οὖν αὐτός; Ἐπειδὴ τοῖς φανεροῖς ἀντέλεγον, ἐπιπληκτικώτερον κέχρηται τῇ διορθώσει, λέγων· Οὐδέποτε ἀνέγνωτε· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; Καὶ καλῶς εἶπεν, Ἐκ στόματος.

Οὐ γὰρ τῆς διανοίας αὐτῶν ἦν τὸ λεγόμενον, ἀλλὰ τῆς αὐτοῦ δυνάμεως τρανούσης τὸ τῆς γλώττης ἐκείνων ἄωρον. Τοῦτο δὲ καὶ τύπος τῶν ἐθνῶν ἦν, τῶν ψελλιζόντων καὶ ἀθρόον ἠχησάντων μεγάλα μετὰ διανοίας καὶ πίστεως. Καὶ τοῖς ἀποστόλοις δὲ ἐντεῦθεν οὐ μικρὰ παράκλησις. Ἵνα γὰρ μὴ διαπορῶσι, πῶς ἰδιῶται ὄντες δυνήσονται τὸ κήρυγμα καταγγεῖλαι, προλαβόντες οἱ παῖδες πᾶσαν αὐτῶν ἐξέβαλον τὴν ἀγωνίαν, ὅτι δώσει καὶ αὐτοῖς λόγον ὁ τούτους ποιήσας ὑμνεῖν.

Οὐ ταύτῃ δὲ μόνον, ἀλλ᾽ ὅτι καὶ τῆς φύσεώς ἐστι δημιουργὸς, ἐδήλου τὸ θαῦμα. Οἱ μὲν οὖν παῖδες, καίτοι ἄωρον ἔχοντες τὴν ἡλικίαν, εὔσημα ἐφθέγγοντο καὶ τοῖς ἄνω συνῳδά· οἱ δὲ ἄνδρες παραφροσύνης γέμοντα καὶ μανίας. Τοιοῦτον γὰρ ἡ κακία. Ἐπεὶ οὖν πολλὰ ἦν αὐτοὺς τὰ παροξύνοντα, τὰ παρὰ τῶν ὄχλων, τὰ παρὰ τῆς ἐκβολῆς τῶν πωλούντων, τὰ τῶν θαυμάτων, τὰ τῶν παιδίων, πάλιν αὐτοὺς καταλιμπάνει, χαλῶν αὐτῶν τὸν ὄγκον τοῦ πάθους, καὶ μὴ βουλόμενος ἄρχεσθαι τῆς διδασκαλίας, ἵνα μὴ ζέοντες τῷ φθόνῳ δυσχεραίνωσιν ἐπιπλέον πρὸς τὰ λεγόμενα.

Πρωΐας δὲ ἐπανάγων εἰς τὴν πόλιν, ἐπείνασε. Πῶς πρωΐας πεινᾷ; Ὅτε συνεχώρησε τῇ σαρκὶ, τότε ἐπιδείκνυται αὐτῆς τὸ πάθος. Καὶ ἰδὼν συκῆν ἐπὶ τῆς ὁδοῦ, ἦλθεν ἐπ᾽ αὐτὴν, καὶ οὐδὲν εὗρεν εἰ μὴ φύλλα μόνον. Ἄλλος φησὶν εὐαγγελιστὴς, ὅτι Οὐδέπω καιρὸς ἦν· εἰ δὲ καιρὸς οὐκ ἦν, πῶς ἕτερος εὐαγγελιστής φησιν, Ἦλθεν, εἰ ἄρα εὕροι καρπὸν ἐν αὐτῇ; Ὅθεν δῆλον, ὅτι τῆς ὑπονοίας τῶν μαθητῶν ἦν τοῦτο, ἀτελέστερον ἔτι διακειμένων. Καὶ γὰρ τὰς ὑπονοίας τῶν μαθητῶν πολλαχοῦ γράφουσιν οἱ εὐαγγελισταί. Ὥσπερ οὖν τοῦτο τῆς ὑπονοίας αὐτῶν ἦν, οὕτω καὶ τὸ νομίζειν διὰ τοῦτο αὐτὴν κατηρᾶσθαι, διὰ τὸ μὴ ἔχειν καρπόν. Τίνος οὖν ἕνεκεν κατηράθη; Τῶν μαθητῶν ἕνεκεν, ἵνα θαῤῥῶσιν.

Ἐπειδὴ γὰρ πανταχοῦ μὲν εὐηργέτει, οὐδένα δὲ ἐκόλασεν· ἔδει δὲ καὶ τῆς τιμωρητικῆς αὐτοῦ δυνάμεως ἀπόδειξιν παρασχεῖν, ἵνα μάθωσι καὶ οἱ μαθηταὶ καὶ οἱ Ἰουδαῖοι, ὅτι δυνάμενος ξηρᾶναι τοὺς σταυροῦντας αὐτὸν, ἑκὼν συγχωρεῖ, καὶ οὐ ξηραίνει· οὐκ ἐβούλετο δὲ τοῦτο εἰς ἀνθρώπους ἐνδείξασθαι· εἰς τὸ φυτὸν τῆς ἐνεργείας αὐτοῦ τῆς τιμωρητικῆς τὴν ἀπόδειξιν παρέσχετο.

Ὅταν δὲ εἰς τόπους, ἢ εἰς φυτὰ, ἢ εἰς ἄλογα γίνηταί τι τοιοῦτον, μὴ ἀκριβολογοῦ, μηδὲ λέγε· Πῶς οὖν δικαίως ἐξηράνθη ἡ συκῆ, εἰ καιρὸς οὐκ ἦν; τοῦτο γὰρ ἐσχάτης ληρωδίας λέγειν· ἀλλὰ τὸ θαῦμα ὅρα, καὶ θαύμαζε καὶ δόξαζε τὸν θαυματουργόν. Ἐπεὶ καὶ ἐπὶ τῶν χοίρων πολλοὶ τοῦτο εἰρήκασι τῶν καταποντισθέντων, τὸν τοῦ δικαίου γυμνάζοντες λόγον· ἀλλ᾽ οὐδὲ ἐνταῦθα προσεκτέον αὐτοῖς· καὶ γὰρ καὶ ταῦτα ἄλογα, ὥσπερ ἐκεῖνο φυτὸν ἄψυχον. Τίνος οὖν ἕνεκεν περίκειται τοιοῦτον σχῆμα τῷ πράγματι, καὶ τῆς κατάρας αὕτη ἡ πρόφασις; Ὅπερ ἔφην, τῆς τῶν μαθητῶν ὑπονοίας τοῦτο ἦν. Εἰ δὲ μηδέπω καιρὸς ἦν, εἰκῆ τινες τὸν νόμον δηλοῦσθαι ἐνταῦθα λέγουσι. Καὶ γὰρ τούτου καρπὸς ἦν ἡ πίστις, καὶ τότε ἦν ὁ καιρὸς τοῦ καρποῦ τούτου, καὶ ἤνεγκε γοῦν αὐτόν. Ἤδη γὰρ αἱ χῶραι λευκαί εἰσι πρὸς θερισμὸν, φησί· καὶ, Ἀπέστειλα ὑμᾶς θερίζειν ἃ οὐχ ὑμεῖς κεκοπιάκατε.

βʹ. Οὐκ ἄρα τούτων τι αἰνίττεται ἐνταῦθα, ἀλλ᾽ ὅπερ ἔφην ἐστὶ, τὴν δύναμιν ἐπιδείκνυται τὴν τιμωρητικήν· καὶ τοῦτο ἐκ τοῦ λέγειν, Οὔπω γὰρ ἦν καιρὸς, δείκνυσι· δηλῶν ὅτι προηγουμένως εἰς τοῦτο ἦλθεν, οὐ διὰ τὴν πείνην, ἀλλὰ διὰ τοὺς μαθητὰς, οἳ καὶ σφόδρα ἐθαύμασαν, καίτοι πολλῶν ἤδη σημείων γενομένων μειζόνων· ἀλλ᾽ ὅπερ ἔφην, ξένον τοῦτο ἦν· νῦν γὰρ πρῶτον τὴν τιμωρητικὴν ἐπεδείξατο δύναμιν. Διὸ οὐδὲ ἐν ἄλλῳ φυτῷ, ἀλλ᾽ ἐν τῷ πάντων ὑγροτάτῳ τὸ θαῦμα ἐποίησεν, ὥστε κἀντεῦθεν μεῖζον φανῆναι τὸ θαῦμα. Καὶ ἵνα μάθῃς, ὅτι δι᾽ αὐτοὺς τοῦτο γέγονεν, ἵνα εἰς τὸ θαῤῥεῖν αὐτοὺς ἀλείψῃ, ἄκουε τῶν ἑξῆς ὧν λέγει. Τί δέ φησιν;

Καὶ ὑμεῖς μείζονα ἐργάσεσθε, ἐὰν θέλητε πιστεύειν, καὶ εὐχῇ θαῤῥεῖν. Ὁρᾷς ὅτι τὸ πᾶν δι᾽ αὐτοὺς γέγονεν, ὥστε μὴ δεδοικέναι καὶ τρέμειν ἐπιβουλάς; Διὸ καὶ δεύτερον τοῦτο λέγει, εὐχῇ προσηλῶν καὶ πίστει. Οὐ γὰρ δὴ τοῦτο ἐργάσεσθε μόνον, φησὶν, ἀλλὰ καὶ ὄρη μεταστήσετε, καὶ ἕτερα πλείονα ποιήσετε, πίστει καὶ εὐχῇ θαῤῥοῦντες.

Ἀλλ᾽ οἱ ἀλαζόνες Ἰουδαῖοι καὶ τετυφωμένοι, διακόψαι βουλόμενοι τὴν διδασκαλίαν αὐτοῦ, προσελθόντες ἠρώτων· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Ἐπειδὴ γὰρ τοῖς σημείοις ἐπισκῆψαι οὐκ εἶχον, τὴν τῶν καπηλευόντων ἐν τῷ ἱερῷ προφέρουσιν αὐτῷ διόρθωσιν.

Τοῦτο δὲ καὶ παρὰ τῷ Ἰωάννῃ φαίνονται ἐρωτῶντες, εἰ καὶ μὴ τούτοις τοῖς ῥήμασιν, ἀλλὰ τῇ αὐτῇ γνώμῃ. Καὶ γὰρ ἐκεῖ λέγουσι· Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; Ἀλλ᾽ ἐκεῖ μὲν ἀποκρίνεται αὐτοῖς λέγων· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· ἐνταῦθα δὲ εἰς ἀπορίαν αὐτοὺς ἐμβάλλει.

Ὅθεν δῆλον, ὅτι τότε μὲν ἀρχὴ καὶ προοίμιον ἦν τῶν θαυμάτων, ἐνταῦθα δὲ τέλος. Ὃ δὲ λέγουσι, τοῦτό ἐστι· Τὸν διδασκαλικὸν ἐδέξω θρόνον; ἱερεὺς ἐχειροτονήθης, ὅτι τοσαύτην ἐξουσίαν ἐπεδείξω; φησί. Καὶ μὴν οὐδὲν ἐποίησεν αὐθάδειαν ἔχον, ἀλλὰ τῆς εὐταξίας προενόησε τοῦ ἱεροῦ· ἀλλ᾽ ὅμως οὐδὲν ἔχοντες εἰπεῖν, τούτῳ ἐπισκήπτουσι.

Καὶ ὅτε μὲν ἐξέβαλεν, οὐκ ἐτόλμησαν εἰπεῖν οὐδὲν, διὰ τὰ θαύματα· ἐπειδὴ δὲ ὤφθη, τότε ἐπιτιμῶσι. Τί οὖν αὐτός; Οὐκ ἐξ εὐθείας αὐτοῖς ἀποκρίνεται, δεικνὺς ὅτι εἰ ἤθελον ἰδεῖν αὐτοῦ τὴν ἐξουσίαν, ἠδύναντο· ἀλλ᾽ ἀντερωτᾷ αὐτοὺς λέγων· Τὸ βάπτισμα Ἰωάννου πόθεν ἐστίν; ἐξ οὐρανοῦ, ἢ ἐξ ἀνθρώπων; Καὶ ποία αὕτη ἀκολουθία; Μεγίστη μὲν οὖν. Εἰ γὰρ εἶπον, Ἐξ οὐρανοῦ, εἶπεν ἂν αὐτοῖς· Διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; Εἰ γὰρ ἐπίστευσαν, οὐκ ἂν ἠρώτησαν ταῦτα.

Περὶ γὰρ αὐτοῦ ἐκεῖνος εἶπεν, ὅτι Οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ· καὶ, Ἰδοὺ ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· καὶ, Οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· καὶ, Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστί· καὶ, ὅτι Τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ. Ὥστε εἰ ἐπίστευσαν ἐκείνῳ, οὐδὲν ἦν τὸ κωλύον αὐτοὺς εἰδέναι ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖ. Εἶτα ἐπειδὴ κακουργοῦντες ἔλεγον, Οὐκ ἴσμεν, οὐκ εἶπεν, Οὐδὲ ἐγὼ οὐκ οἶδα· ἀλλὰ τί; Οὐδὲ ἐγὼ λέγω ὑμῖν. Εἰ μὲν γὰρ ἠγνόουν, διδάσκεσθαι αὐτοὺς ἔδει· ἐπειδὴ δὲ ἐκακούργουν, εἰκότως οὐδὲν αὐτοῖς ἀποκρίνεται. Καὶ πῶς οὐκ εἶπον, ὅτι Ἐξ ἀνθρώπων τὸ βάπτισμα; Ἐφοβοῦντο τοὺς ὄχλους, φησίν. Εἶδες διεστραμμένην καρδίαν;

Πανταχοῦ τοῦ Θεοῦ καταφρονοῦσι, καὶ διὰ τοὺς ἀνθρώπους ἅπαντα πράττουσι. Καὶ γὰρ καὶ τοῦτον δι᾽ αὐτοὺς ἐφοβοῦντο, οὐκ αἰδούμενοι τὸν ἄνδρα, ἀλλὰ διὰ τοὺς ἀνθρώπους· καὶ τῷ Χριστῷ πιστεύειν διὰ τοὺς ἀνθρώπους οὐκ ἤθελον· καὶ πάντα ἐντεῦθεν αὐτοῖς ἐτίκτετο τὰ κακά. Εἶτά φησι· Τί ὑμῖν δοκεῖ; Ἄνθρωπος εἶχε υἱοὺς δύο, καὶ λέγει τῷ πρώτῳ· Ὕπαγε, σήμερον ἐργάζου εἰς τὸν ἀμπελῶνα. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθε. Καὶ προσελθὼν τῷ δευτέρῳ, εἶπεν ὡσαύτως. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἐγὼ, κύριε· καὶ οὐκ ἀπῆλθε. Τίς οὖν ἐκ τῶν δύο ἐποίησε τοῦ πατρὸς τὸ θέλημα;

Λέγουσιν, Ὁ πρῶτος. Πάλιν διὰ παραβολῶν αὐτοὺς ἐλέγχει, τήν τε αὐτῶν ἀγνωμοσύνην, καὶ τὸ τῶν σφόδρα κατεγνωσμένων καταπειθὲς αἰνιττόμενος. Τὰ γὰρ τέκνα ταῦτα τὰ δύο τοῦτο δηλοῖ, ὃ καὶ ἐπὶ τῶν ἐθνῶν καὶ ἐπὶ Ἰουδαίων γέγονε. Καὶ γὰρ ἐκεῖνοι οὐχ ὑποσχόμενοι ἀκούσεσθαι, οὐδὲ γενόμενοι ἀκροαταὶ τοῦ νόμου, διὰ τῶν ἔργων ἐπεδείξαντο τὴν ὑπακοήν· καὶ οὗτοι εἰπόντες, Πάντα ὅσα ἂν εἴπῃ ὁ Θεὸς, ποιήσομεν καὶ ἀκουσόμεθα, διὰ τῶν ἔργων παρήκουσαν. Διά τοι τοῦτο ἵνα μὴ νομίσωσι τὸν νόμον αὐτοὺς ὠφελεῖν, δείκνυσιν ὅτι αὐτὸ μὲν οὖν τοῦτο αὐτοὺς καταδικάζει· ὅπερ οὖν καὶ ὁ Παῦλός φησιν, ὅτι Οὐχ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ᾽ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται.

Διὰ τοῦτο ἵνα καὶ αὐτοκατακρίτους ποιήσῃ παρ᾽ αὐτῶν ἐξενεχθῆναι παρασκευάζει τὴν ψῆφον· ὅπερ καὶ ἐν τῇ ἐπιούσῃ παραβολῇ ποιεῖ τοῦ ἀμπελῶνος. γʹ. Καὶ ἵνα τοῦτο γένηται, ἐπ᾽ ἄλλου προσώπου γυμνάζει τὸ ἔγκλημα. Ἐπειδὴ γὰρ ἐξ εὐθείας οὐκ ἠθέλησαν ὁμολογῆσαι, διὰ παραβολῆς αὐτοὺς ἐμβάλλει λοιπὸν εἰς ὅπερ ἐβούλετο. Ὅτε δὲ οὐ συνιέντες τὰ λεγόμενα τὴν ψῆφον ἐξήνεγκαν, τότε ἀποκαλύπτει τὸ συνεσκιασμένον λοιπὸν, καὶ λέγει· Ὅτι τελῶναι καὶ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἦλθε γὰρ ὁ Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελήθητε ὕστερον, τοῦ πιστεῦσαι αὐτῷ. Εἰ μὲν γὰρ εἶπεν ἁπλῶς, Πόρναι προάγουσιν ὑμᾶς, ἔδοξεν ἂν φορτικὸς εἶναι αὐτοῖς ὁ λόγος· νυνὶ δὲ, μετὰ τὴν αὐτῶν ψῆφον ἀποφαινόμενος, ἀνεπαχθὴς εἶναι δοκεῖ. Διὰ τοῦτο καὶ τὴν αἰτίαν προστίθησι.

Τίς δὲ ἦν αὕτη; Ἦλθεν Ἰωάννης, φησὶ, πρὸς ὑμᾶς, οὐ πρὸς ἐκείνους· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ Ἐν ὁδῷ δικαιοσύνης. Οὐδὲ γὰρ τοῦτο ἔχετε ἐγκαλεῖν, ὅτι ἠμελημένος τις ἦν, καὶ οὐδὲν ὠφελῶν· ἀλλὰ καὶ ὁ βίος ἀνεπίληπτος, καὶ ἡ πρόνοια πολλὴ, καὶ οὐ προσέσχετε αὐτῷ. Καὶ μετὰ τούτου καὶ ἕτερον ἔγκλημα, ὅτι τελῶναι προσέσχον· καὶ μετὰ τούτου πάλιν ἄλλο, ὅτι οὐδὲ μετ᾽ ἐκείνους ὑμεῖς. Ἔδει μὲν γὰρ καὶ πρὸ αὐτῶν· τὸ δὲ μηδὲ μετ᾽ αὐτοὺς, πάσης συγγνώμης ἐστερημένον ἦν· καὶ ἄφατος κἀκείνων ἔπαινος, καὶ τούτων κατηγορία. Πρὸς ὑμᾶς ἦλθε, καὶ οὐ προσήκασθε· οὐκ ἦλθε πρὸς ἐκείνους, καὶ ἐδέξαντο· καὶ οὐδὲ ἐκείνους ἔσχετε διδασκάλους. Ὅρα διὰ πόσων ἐκείνων δείκνυται τὸ ἐγκώμιον, καὶ τούτων ἡ κατηγορία. Πρὸς ὑμᾶς ἦλθεν, οὐ πρὸς ἐκείνους. Ὑμεῖς οὐκ ἐπιστεύσατε· τοῦτο ἐκείνους οὐκ ἐσκανδάλισεν. Αὐτοὶ ἐπίστευσαν· τοῦτο ὑμᾶς οὐκ ὠφέλησε. Τὸ δὲ, Προάγουσιν, οὐχ ὡς τούτων ἑπομένων, ἀλλ᾽ ὡς ἐλπίδα ἐχόντων, ἐὰν ἐθέλωσιν. Οὐδὲν γὰρ οὕτως ὡς ζηλοτυπία διεγείρει τοὺς παχυτέρους. Διὰ τοῦτο ἀεὶ λέγει· Οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι.

Διὰ τοῦτο καὶ πόρνας παρήγαγε καὶ τελώνας, ἵνα παραζηλώσωσι. Καὶ γὰρ τὰ δύο ταῦτα ἄκρα ἁμαρτήματα, ἐξ ἔρωτος χαλεποῦ τικτόμενα, τὸ μὲν ἀπὸ σωμάτων, τὸ δὲ ἀπὸ χρημάτων ἐπιθυμίας. Δείκνυσι δὲ, ὅτι τοῦτο μάλιστά ἐστιν ἀκοῦσαι νόμου Θεοῦ, τὸ Ἰωάννῃ πιστεῦσαι.

Οὐκ ἄρα χάριτος μόνης τὸ εἰσελθεῖν πόρνας, ἀλλὰ καὶ δικαιοσύνης. Οὐ γὰρ πόρναι μένουσαι εἰσῆλθον, ἀλλ᾽ ὑπακούσασαι καὶ πιστεύσασαι καὶ καθαρισθεῖσαι καὶ μεταβαλόμεναι, οὕτως εἰσῆλθον. Εἶδες πῶς ἀνεπαχθῆ τὸν λόγον ἐποίησε καὶ τομώτερον, ἀπὸ τῆς παραβολῆς, ἀπὸ τῆς τῶν πορνῶν ἐπαγωγῆς; Οὐδὲ γὰρ εἶπεν εὐθέως, Διατί οὐκ ἐπιστεύσατε Ἰωάννῃ; ἀλλ᾽, ὃ πολλῷ πληκτικώτερον ἦν, τοὺς τελώνας καὶ τὰς πόρνας προθεὶς, τότε τοῦτο ἐπήγαγεν, ἀπὸ τῆς τῶν πραγμάτων ἀκολουθίας διελέγχων αὐτῶν τὸ ἀσύγγνωστον, καὶ δεικνὺς, ὅτι διὰ φόβον ἀνθρώπων πάντα ποιοῦσι καὶ δόξαν κενήν. Καὶ γὰρ τὸν Χριστὸν οὐχ ὡμολόγουν διὰ φόβον, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· καὶ τὸν Ἰωάννην πάλιν οὐκ ἐτόλμων κακίζειν· οὐδὲ τοῦτο δι᾽ εὐλάβειαν, ἀλλὰ διὰ φόβον.

Ἅπερ ἅπαντα ἤλεγξε διὰ τῶν εἰρημένων, καὶ χαλεπωτέραν ὕστερον ἐπήγαγε τὴν πληγὴν, εἰπών· Ὑμεῖς δὲ εἰδότες οὐ μετεμελήθητε ὕστερον, τοῦ πιστεῦσαι αὐτῷ. Κακὸν μὲν γὰρ καὶ τὸ παρὰ τὴν ἀρχὴν μὴ ἑλέσθαι τὸ καλόν· μείζων δὲ κατηγορία, τὸ μηδὲ μεταθέσθαι.

Μάλιστα γὰρ τοῦτο ἐργάζεται πολλοὺς πονηροὺς, ὃ καὶ νῦν πάσχοντας ἐνίους ὁρῶ ὑπὸ ἀναισθησίας ἐσχάτης. Ἀλλὰ μηδεὶς ἔστω τοιοῦτος· ἀλλὰ κἂν εἰς ἔσχατον κατενεχθῇ κακίας, μὴ ἀπογινωσκέτω τὴν ἐπὶ τὸ βέλτιον μεταβολήν. Ῥᾴδιον γὰρ ἐξ αὐτῶν τῶν βαράθρων τῆς πονηρίας ἀνενεγκεῖν.

Ἢ οὐκ ἠκούσατε πῶς ἐκείνη ἡ πόρνη, ἡ ἐπὶ ἀσελγείᾳ πάντας παρελάσασα, πάντας ἀπέκρυψεν ἐν εὐλαβείᾳ; Οὐ τὴν ἐν τοῖς Εὐαγγελίοις λέγω, ἀλλὰ τὴν ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας, τὴν ἐκ Φοινίκης τῆς παρανομωτάτης πόλεως. Καὶ γὰρ αὕτη πόρνη ποτὲ παρ᾽ ἡμῖν ἦν, τὰ πρωτεῖα ἐπὶ τῆς σκηνῆς ἔχουσα, καὶ πολὺ τὸ ὄνομα αὐτῆς πανταχοῦ, οὐκ ἐν τῇ πόλει τῇ ἡμετέρᾳ μόνον, ἀλλὰ καὶ μέχρι Κιλίκων καὶ Καππαδοκῶν. Καὶ πολλὰς μὲν ἐκένωσεν οὐσίας, πολλοὺς δὲ εἷλεν ὀρφανούς· πολλοὶ δὲ αὐτὴν καὶ εἰς γοητείαν διέβαλλον, ὡς οὐ τῇ τοῦ σώματος ὥρᾳ μόνον, ἀλλὰ καὶ τοῖς φαρμάκοις ἐκεῖνα τὰ δίκτυα πλέκουσαν. Εἷλέ ποτε καὶ βασιλίδος ἀδελφὸν αὕτη ἡ πόρνη· καὶ γὰρ πολλὴ ἦν αὐτῆς ἡ τυραννίς. Ἀλλ᾽ ἀθρόον οὐκ οἶδ᾽ ὅπως, μᾶλλον δὲ οἶδα σαφῶς· βουληθεῖσα γὰρ καὶ μεταβληθεῖσα, καὶ τοῦ Θεοῦ τὴν χάριν ἐπισπασαμένη· κατεφρόνησεν ἁπάντων ἐκείνων, καὶ ῥίψασα τοῦ διαβόλου τὰς μαγγανείας, πρὸς τὸν οὐρανὸν ἀνέδραμε. Καίτοιγε οὐδὲν αἰσχρότερον αὐτῆς ἦν, ὅτε ἐπὶ τῆς σκηνῆς ἦν· ἀλλ᾽ ὅμως ὕστερον πολλὰς παρήλασε τῇ τῆς ἐγκρατείας ὑπερβολῇ, καὶ σάκκον περιθεμένη, πάντα τὸν χρόνον οὕτως ἠσκεῖτο. Ταύτης ἕνεκεν καὶ ὕπαρχος ἠνωχλήθη, καὶ στρατιῶται ὡπλίσθησαν, καὶ μεταστῆσαι πρὸς τὴν σκηνὴν αὐτὴν οὐκ ἴσχυσαν, οὐδὲ ἐξαγαγεῖν τῶν ὑποδεξαμένων αὐτὴν παρθένων.

Αὕτη μυστηρίων καταξιωθεῖσα τῶν ἀποῤῥήτων, καὶ τῆς χάριτος ἀξίαν ἐπιδειξαμένη σπουδὴν, οὕτω τὸν βίον κατέλυσεν, ἅπαντα ἀπονιψαμένη διὰ τῆς χάριτος, καὶ μετὰ τὸ βάπτισμα πολλὴν ἐπιδειξαμένη τὴν φιλοσοφίαν.

Οὐδὲ γὰρ ψιλῆς ὄψεως μετέδωκε τοῖς ποτε ἐρασταῖς ἐπὶ τοῦτο ἐλθοῦσιν, ἀποκλείσασα ἑαυτὴν, καὶ ἔτη πολλὰ καθάπερ ἐν δεσμωτηρίῳ διατελέσασα. Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι· οὕτω πανταχοῦ πεπυρωμένης ἡμῖν ψυχῆς δεῖ, καὶ τὸ κωλύον οὐδὲν γενέσθαι μέγαν καὶ θαυμαστόν.

δʹ. Μηδεὶς τοίνυν τῶν ἐν κακίᾳ ἀπογινωσκέτω· μηδεὶς ἐν ἀρετῇ ὢν νυσταζέτω. Μήτε οὗτος θαῤῥείτω· πολλάκις γὰρ αὐτὸν ἡ πόρνη παρελεύσεται· μήτε ἐκεῖνος ἀπογινωσκέτω· δυνατὸν γὰρ αὐτῷ καὶ τοὺς πρώτους παρελθεῖν. Ἄκουσον τί φησιν ὁ Θεὸς πρὸς τὴν Ἱερουσαλήμ· Εἶπον μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα, Πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψεν.

Ὅταν ἐπανέλθωμεν εἰς τὴν σφοδρὰν ἀγάπην τοῦ Θεοῦ, οὐ μέμνηται τῶν προτέρων. Οὐκ ἔστιν ὡς ἄνθρωπος ὁ Θεός· οὐ γὰρ ὀνειδίζει τὰ παρελθόντα, οὐδὲ λέγει, Διατί τοσοῦτον ἀπελείφθης χρόνον, ἂν μετανοήσωμεν· ἀλλ᾽ ἀγαπᾷ, ὅταν προσέλθωμεν· μόνον ὡς χρὴ προσέλθωμεν. Κολληθῶμεν αὐτῷ σφοδρῶς, καὶ προσηλώσωμεν τῷ φόβῳ αὐτοῦ τὰς καρδίας ἡμῶν. Τοιαῦτα γέγονεν οὐκ ἐν τῇ Καινῇ μόνον πράγματα, ἀλλὰ καὶ ἐν τῇ Παλαιᾷ. Τί γὰρ τοῦ Μανασσῆ χεῖρον; Ἀλλ᾽ ἠδυνήθη τὸν Θεὸν ἐξιλεώσασθαι. Τί τοῦ Σολομῶνος μακαριώτερον; ἀλλ᾽ ἀπονυστάξας ἔπεσε. Μᾶλλον δὲ καὶ ἀμφότερα ἐν ἑνὶ ἔχω δεῖξαι γενόμενα, ἐν τῷ πατρὶ τῷ τούτου· καὶ γὰρ καὶ καλὸς καὶ κακός ποτε γέγονεν ὁ αὐτός. Τί τοῦ Ἰούδα μακαριώτερον; ἀλλ᾽ ἐγένετο προδότης. Τί τοῦ Ματθαίου ἀθλιώτερον; ἀλλ᾽ ἐγένετο εὐαγγελιστής.

Τί τοῦ Παύλου χεῖρον, ἀλλ᾽ ἐγένετο ἀπόστολος. Τί τοῦ Σίμωνος ζηλωτότερον; ἀλλ᾽ ἐγένετο καὶ αὐτὸς ἁπάντων ἀθλιώτερος. Πόσας τοιαύτας ἑτέρας βούλει ἰδεῖν μεταβολὰς, καὶ πάλαι γεγενημένας, καὶ νῦν γινομένας καθ᾽ ἑκάστην ἡμέραν; Διὰ δὴ τοῦτο λέγω, μήτε ὁ ἐπὶ τῆς σκηνῆς ἀπογινωσκέτω, μήτε ὁ ἐν τῇ Ἐκκλησίᾳ θαῤῥείτω. Πρὸς μὲν γὰρ τοῦτόν φησιν, Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· πρὸς δὲ ἐκεῖνον, Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; καὶ, Τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε. Πάλιν πρὸς τούτους φησὶ, Γρηγορεῖτε· πρὸς δὲ ἐκείνους, Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν. Οὗτοι μὲν γὰρ φυλάξαι δέονται ὅπερ ἔχουσιν, ἐκεῖνοι δὲ γενέσθαι ὅπερ οὐκ εἰσίν· οὗτοι διατηρῆσαι τὴν ὑγίειαν, ἐκεῖνοι τῆς ἀῤῥωστίας ἀπαλλαγῆναι· κάμνουσι γάρ· ἀλλὰ πολλοὶ καὶ τῶν καμνόντων ὑγιαίνουσι, καὶ τῶν ὑγιαινόντων ῥᾳθυμήσαντες ἀῤῥωστοῦσι. Πρὸς μὲν οὖν ἐκείνους φησίν· Ἴδε, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται· πρὸς δὲ τούτους· Θέλεις ὑγιὴς γενέσθαι; ἐγερθεὶς ἆρον τὴν κλίνην σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Δεινὴ γὰρ, δεινὴ παράλυσις ἁμαρτία· μᾶλλον δὲ οὐ παράλυσις μόνον ἐστὶν, ἀλλὰ καὶ ἄλλο τι χαλεπώτερον. Οὐ γὰρ ἐν ἀργίᾳ μόνον ἀγαθῶν ἐστιν ὁ τοιοῦτος, ἀλλὰ καὶ ἐν ἐνεργείᾳ κακῶν.

Ἀλλ᾽ ὅμως κἂν οὕτω διακείμενος ᾖς, καὶ θελήσῃς μικρὸν διαναστῆναι, πάντα λύεται τὰ δεινά. Κἂν τριακονταοκτὼ ἔτη ἔχῃς, σπουδάσῃς δὲ γενέσθαι ὑγιὴς, οὐδεὶς ὁ κωλύων. Πάρεστι καὶ νῦν ὁ Χριστὸς, καὶ λέγει, Ἆρον τὴν κλίνην σου· μόνον θέλησον διαναστῆναι· μὴ ἀπογνῷς. Οὐκ ἔχεις ἄνθρωπον; ἀλλ᾽ ἔχεις Θεόν. Οὐκ ἔχεις τὸν βάλλοντά σε εἰς τὴν κολυμβήθραν; ἀλλ᾽ ἔχεις τὸν οὐκ ἀφιέντα σε δεηθῆναι κολυμβήθρας. Οὐκ ἔχεις τὸν ἐκεῖ σε ῥίπτοντα; ἀλλ᾽ ἔχεις τὸν κελεύοντά σοι ἆραι τὴν κλίνην. Οὐκ ἔστιν εἰπεῖν, Ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Ἂν γὰρ θελήσῃς κατελθεῖν εἰς τὴν πηγὴν, οὐδεὶς ὁ κωλύων. Οὐκ ἀναλίσκεται, οὐ δαπανᾶται ἡ χάρις· πηγή τίς ἐστιν ἀναβλύζουσα διηνεκῶς· ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες θεραπευόμεθα καὶ ψυχὴν καὶ σῶμα. Προσερχώμεθα τοίνυν καὶ νῦν. Καὶ γὰρ Ῥαὰβ πόρνη ἦν, ἀλλ᾽ ἐσώθη· καὶ ὁ λῃστὴς ἀνδροφόνος ἦν, ἀλλὰ παραδείσου πολίτης ἐγένετο· καὶ ὁ μὲν Ἰούδας μετὰ τοῦ Διδασκάλου ὢν, ἀπώλετο· ὁ δὲ λῃστὴς ἐν σταυρῷ ὢν, μαθητὴς ἐγένετο. Ταῦτα τοῦ Θεοῦ τὰ παράδοξα. Οὕτως οἱ μάγοι εὐδοκίμησαν· οὕτως ὁ τελώνης εὐαγγελιστὴς ἐγένετο· οὕτως ὁ βλάσφημος, ἀπόστολος.

εʹ. Ταῦτα ὅρα, καὶ μηδέποτε ἀπογνῷς, ἀλλ᾽ ἀεὶ θάῤῥει καὶ διανάστησον σαυτόν. Ἅψαι μόνον τῆς ἐκεῖ φερούσης ὁδοῦ, καὶ προβήσῃ ταχέως. Μὴ τὰς θύρας ἀποκλείσῃς, μὴ τὴν εἴσοδον φράξῃς. Βραχὺς ὁ παρὼν καιρὸς, ὀλίγος ὁ πόνος. Εἰ δὲ καὶ πολὺς ἦν, οὐδὲ οὕτως ἀπαγορεύειν ἔδει. Κἂν γὰρ μὴ κάμῃς τὸν κάλλιστον τοῦτον κάματον τὸν ἐν τῇ μετανοίᾳ καὶ τῇ ἀρετῇ, ἐν τῷ κόσμῳ πάντως καμῇ καὶ ταλαιπωρήσεις ἑτέρως. Εἰ δὲ καὶ ἐνταῦθα κἀκεῖ κάματος, διατί μὴ τοῦτον αἱρούμεθα τὸν πολὺν ἔχοντα τὸν καρπὸν καὶ μεγάλην τὴν ἀμοιβήν; Καίτοιγε οὐδὲ ὁ αὐτὸς κάματος οὗτος κἀκεῖνος. Ἐν μὲν γὰρ τοῖς βιωτικοῖς καὶ κίνδυνοι συνεχεῖς, καὶ ζημίαι ἐπάλληλοι, καὶ ἡ ἐλπὶς ἄδηλος, καὶ δουλοπρέπεια πολλὴ, καὶ χρημάτων καὶ σωμάτων καὶ ψυχῆς δαπάνη· καὶ τότε ἡ τῶν καρπῶν ἀντίδοσις πολὺ τῆς ἐλπίδος καταδεεστέρα, ἂν ἄρα βλαστήσῃ. Οὐδὲ γὰρ πανταχοῦ φέρει καρπὸν ὁ τῶν βιωτικῶν πραγμάτων ἱδρώς· πλὴν ἀλλὰ καὶ ὅταν μὴ διαπέσῃ, ἀλλὰ καὶ πολλὴν ἐνέγκῃ τὴν φορὰν, ἐν βραχεῖ παραμένει τῷ χρόνῳ. Ὅταν γὰρ γηράσῃς, καὶ μηκέτι λοιπὸν ἀκριβῆ τῆς ἀπολαύσεως τὴν αἴσθησιν ἔχῃς, τότε σοι φέρει τὰς ἀμοιβὰς ὁ πόνος. Καὶ ὁ μὲν πόνος ἐν ἀκμάζοντι σώματι, ὁ δὲ καρπὸς καὶ ἡ τρυφὴ ἐν γεγηρακότι καὶ παρειμένῳ, ὅταν καὶ τὴν αἴσθησιν ὁ χρόνος καταμαράνῃ· καίτοι εἰ μὴ κατεμάρανεν, ἡ τῆς τελευτῆς ἐλπὶς οὐκ ἠφίει τρυφᾷν.

Ἐκεῖ δὲ οὐχ οὕτως, ἀλλ᾽ ὁ μὲν πόνος, ἐν φθορᾷ καὶ τελευτῶντι σώματι· ὁ δὲ στέφανος, ἐν ἀκηράτῳ καὶ ἀθανάτῳ καὶ τέλος οὐκ ἔχοντι. Καὶ ὁ μὲν πόνος καὶ πρῶτος καὶ βραχύς· ἡ δὲ ἀντίδοσις καὶ ὑστέρα καὶ ἄπειρος, ἵνα μετὰ ἀδείας ἀναπαύῃ λοιπὸν, μηδὲν προσδοκῶν ἀηδές. Οὐ γὰρ ἔστι μεταβολὴν δεῖσαι λοιπὸν, οὐδὲ ἔκπτωσιν, καθάπερ ἐνταῦθα.

Ποῖα οὖν ταῦτα ἀγαθὰ, τὰ μήτε ἀσφαλῆ, καὶ βραχέα καὶ πήλινα, καὶ πρὶν ἢ φανῆναι ἀφανιζόμενα, καὶ μετὰ πολλῶν κτώμενα πόνων; Ποῖα δὲ ἐκείνων ἀγαθὰ ἴσα, τῶν ἀκινήτων, τῶν ἀγηράτων, τῶν μηδένα μόχθον ἐχόντων, τῶν καὶ ἐν τῷ καιρῷ τῶν ἀγώνων τοὺς στεφάνους σοι κομιζόντων; Ὁ γὰρ χρημάτων καταφρονῶν, καὶ ἐντεῦθεν ἤδη λαμβάνει τὸν μισθὸν, φροντίδος ἀπαλλαττόμενος, βασκανίας, συκοφαντίας, ἐπιβουλῆς, φθόνου. Ὁ σώφρων, καὶ κοσμίως ζῶν, καὶ πρὸ τῆς ἐντεῦθεν ἀποδημίας στεφανοῦται καὶ τρυφᾷ, ἀσχημοσύνης, γέλωτος, κινδύνων κατηγορίας, τῶν ἄλλων ἁπάντων ἀπαλλαττόμενος δεινῶν. Τὰ ἄλλα πάντα ὁμοίως τῆς ἀρετῆς μέρη ἐντεῦθεν ἤδη ἡμῖν δίδωσι τὴν ἀμοιβήν. Ἵν᾽ οὖν καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, φύγωμεν κακίαν καὶ ἑλώμεθα ἀρετήν. Οὕτω γὰρ καὶ ἐνταῦθα τρυφήσομεν, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα στεφάνων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΞΗʹ. Ἄλλην παραβολὴν ἀκούσατε. Ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκε, καὶ ὤρυξε ληνὸν, καὶ ᾠκοδόμησε πύργον· καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. Ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ, λαβεῖν τοὺς καρπούς. Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους, οὓς μὲν ἔδειραν, οὓς δὲ ἀπέκτειναν, οὓς δὲ ἐλιθοβόλησαν. Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. Ὕστερον ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ, λέγων· Ἴσως ἐντραπήσονται τὸν υἱόν μου. Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν, εἶπον ἐν ἑαυτοῖς· Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. Καὶ ἐκβαλόντες ἔξω τοῦ ἀμπελῶνος, ἀπέκτειναν. Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; Λέγουσιν αὐτῷ· Κακοὺς κακῶς ἀπολέσει αὐτοὺς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται γεωργοῖς ἑτέροις, οἵτινες ἀποδώσουσι τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς Γραφαῖς· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;

αʹ. Πολλὰ ἀπὸ τῆς παραβολῆς ταύτης αἰνίττεται· τοῦ Θεοῦ τὴν πρόνοιαν, τὴν εἰς αὐτοὺς ἄνωθεν γεγενημένην· τὸ ἐξ ἀρχῆς αὐτῶν φονικόν· τὸ μηδὲν παραλειφθῆναι τῶν ἡκόντων εἰς ἐπιμέλειαν· τὸ καὶ προφητῶν σφαγέντων μὴ ἀποστραφῆναι αὐτοὺς, ἀλλὰ καὶ τὸν Υἱὸν πέμψαι· τὸ καὶ τῆς Καινῆς καὶ τῆς Παλαιᾶς ἕνα καὶ τὸν αὐτὸν εἶναι Θεόν· τὸ μεγάλα αὐτοῦ τὸν θάνατον κατορθώσειν· τὸ τὴν ἐσχάτην δίκην τοῦ σταυροῦ καὶ τοῦ τολμήματος αὐτοὺς ὑπομένειν· τῶν ἐθνῶν τὴν κλῆσιν, τῶν Ἰουδαίων τὴν ἔκπτωσιν. Διὰ τοῦτο αὐτὴν μετὰ τὴν ἔμπροσθεν τίθησιν, ἵνα δείξῃ κἀντεῦθεν τὸ ἔγκλημα μεῖζον καὶ σφόδρα ἀσύγγνωστον. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι τοσαύτης τυχόντες ἐπιμελείας, πορνῶν καὶ τελωνῶν ἡττήθησαν, καὶ παρὰ τοσοῦτον. Θέα δὲ καὶ αὐτοῦ τὴν πρόνοιαν τὴν πολλὴν, καὶ τὴν τούτων ἀργίαν τὴν ἄφατον. Καὶ γὰρ ἃ τῶν γεωργῶν ἦν, αὐτὸς ἐποίησε· τὸ φραγμὸν περιθεῖναι, τὸ φυτεῦσαι τὸν ἀμπελῶνα, τὰ ἄλλα πάντα· καὶ μικρὸν αὐτοῖς κατέλιπε, τὸ ἐπιμελεῖσθαι τῶν ὄντων, καὶ διαφυλάξαι τὰ δοθέντα. Οὐδὲν γὰρ ἦν ἐλλειφθὲν, ἀλλὰ πάντα ἀπηρτισμένα· καὶ οὐδὲ οὕτως ἐκέρδαναν, καὶ ταῦτα τοσούτων ἀπολαύσαντες παρ᾽ αὐτοῦ. Ὅτε γὰρ ἐξ Αἰγύπτου ἐξῆλθον, καὶ νόμον ἔδωκε, καὶ πόλιν ἀνέστησε, καὶ ναὸν ᾠκοδόμησε, καὶ θυσιαστήριον κατεσκεύασε.

Καὶ ἀπεδήμησε· τουτέστιν, ἐμακροθύμησεν, οὐκ ἀεὶ τοῖς ἁμαρτήμασι παραπόδας ἐπάγων τὰς τιμωρίας· τὴν γὰρ ἀποδημίαν τὴν πολλὴν αὐτοῦ μακροθυμίαν φησί. Καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ, τουτέστι, τοὺς προφήτας, τὸν καρπὸν λαβεῖν, τουτέστι, τὴν ὑπακοὴν, τὴν διὰ τῶν ἔργων ἐπίδειξιν.

Οἱ δὲ κἀνταῦθα τὴν κακίαν ἐπεδείξαντο, οὐ τῷ μὴ δοῦναι τὸν καρπὸν τοσαύτης ἀπολαύσαντας ἐπιμελείας, ὅπερ ἀργίας ἦν, ἀλλὰ καὶ τῷ δυσχερᾶναι πρὸς τοὺς ἐλθόντας. Τοὺς γὰρ οὐκ ἔχοντας δοῦναι καὶ ὀφείλοντας, οὐκ ἀγανακτεῖν ἐχρῆν, οὐδὲ δυσχεραίνειν, ἀλλὰ παρακαλεῖν. Οἱ δὲ οὐ μόνον ἠγανάκτησαν, ἀλλὰ καὶ αἱμάτων τὰς χεῖρας ἐνέπλησαν· καὶ δίκην ὀφείλοντες, αὐτοὶ δίκην ἀπῄτουν.

Διὰ τοῦτο καὶ δευτέρους ἔπεμψε καὶ τρίτους, ἵνα δειχθῇ καὶ ἡ τούτων κακία, καὶ ἡ τοῦ πέμψαντος φιλανθρωπία. Καὶ διατί μὴ τὸν υἱὸν εὐθέως ἀπέστειλεν; Ἵνα ἐκ τῶν εἰς ἐκείνους γενομένων καταγνόντες ἑαυτῶν, καὶ τὸν θυμὸν ἀφέντες, ἐκεῖνον ἐντραπῶσιν ἐλθόντα.

Εἰσὶ δὲ καὶ ἕτεροι λόγοι· ἀλλὰ τέως ἐπὶ τὰ ἑξῆς ἴωμεν. Τί δέ ἐστι τὸ, Ἴσως ἐντραπήσονται; Οὐχὶ ἀγνοοῦντος, ἄπαγε· ἀλλὰ θέλοντος δεῖξαι τὸ ἁμάρτημα μέγα, καὶ ἀπολογίας πάσης ἐστερημένον. Ἐπεὶ αὐτὸς εἰδὼς, ὅτι ἀναιρήσουσιν, ἔπεμψε. Λέγει δὲ, Ἐντραπήσονται, τὸ γενέσθαι ὀφεῖλον ἀπαγγέλλων· ὅτι ἔδει αὐτοὺς ἐντραπῆναι.

Ἐπεὶ καὶ ἀλλαχοῦ φησιν, Ἐὰν ἄρα ἀκούσωσιν· οὐδὲ ἐκεῖ ἀγνοῶν· ἀλλ᾽ ἵνα μὴ λέγωσί τινες τῶν ἀγνωμόνων, ὅτι ἡ πρόῤῥησις αὐτοῦ γέγονεν ἀναγκαστικὴ τῆς παρακοῆς, διὰ τοῦτο οὕτω σχηματίζει τὰς λέξεις, Ἐὰν ἄρα, λέγων, καὶ, Ἴσως. Εἰ γὰρ καὶ περὶ τοὺς δούλους ἀγνώμονες ἐγένοντο, τὸ τοῦ υἱοῦ ἀξίωμα αἰδεσθῆναι ἐχρῆν. Τί οὖν οὗτοι; Δέον προσδραμεῖν, δέον αἰτῆσαι συγγνώμην ἐπὶ τοῖς πεπλημμελημένοις, καὶ ἐπαγωνίζονται τοῖς προτέροις, ἐπαποδύονται τοῖς μιάσμασιν, ἀεὶ τὰ πρότερα τοῖς δευτέροις ἀποκρύπτοντες· ὃ καὶ αὐτὸς δηλῶν ἔλεγε· Πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. Ἄνωθεν γὰρ αὐτοῖς ταῦτα ἐνεκάλουν οἱ προφῆται λέγοντες· Αἱ χεῖρες ὑμῶν αἵματος πλήρεις· καὶ, Αἵματα ἐφ᾽ αἵμασι μίσγουσι· καὶ, Οἰκοδομοῦντες Σιὼν ἐν αἵμασιν. Ἀλλ᾽ οὐκ ἐσωφρονίζοντο· καίτοι ταύτην λαβόντες πρώτην τὴν ἐντολὴν, τὸ, Οὐ φονεύσεις, καὶ μυρίων ἑτέρων κελευσθέντες ἀπέχεσθαι διὰ τοῦτο, καὶ διὰ πολλῶν καὶ παντοδαπῶν εἰς τὴν φυλακὴν τῆς ἐντολῆς ταύτης ἐναγόμενοι. Ἀλλ᾽ ὅμως τὴν πονηρὰν ἐκείνην οὐκ ἀπέθεντο συνήθειαν· ἀλλὰ τί λέγουσιν ἰδόντες αὐτόν; Δεῦτε, ἀποκτείνωμεν αὐτόν. Τίνος ἕνεκεν, καὶ διατί; τί ποτε ἔχοντες ἐγκαλεῖν, ἢ μικρὸν, ἢ μέγα; Ὅτι ἐτίμησεν ὑμᾶς, καὶ Θεὸς ὢν, ἄνθρωπος ἐγένετο δι᾽ ὑμᾶς, καὶ τὰ μυρία ἐκεῖνα εἰργάσατο θαύματα; ἀλλ᾽ ὅτι τὰ ἁμαρτήματα συνεχώρει; ἀλλ᾽ ὅτι ἐπὶ βασιλείαν ἐκάλει;

Ὅρα δὲ μετὰ τῆς ἀσεβείας καὶ τὴν ἄνοιαν πολλὴν οὖσαν, καὶ τὴν αἰτίαν τῆς σφαγῆς πολλῆς γέμουσαν παραπληξίας. Ἀποκτείνωμεν γὰρ αὐτὸν, φησὶ, καὶ ἡμῶν ἔσται ἡ κληρονομία.

Καὶ ποῦ ἀποκτεῖναι βουλεύονται; Ἔξω τοῦ ἀμπελῶνος. βʹ. Εἶδες πῶς προφητεύει καὶ τὸν τόπον, ἔνθα ἔμελλε σφάττεσθαι; Καὶ ἐκβαλόντες ἀπέκτειναν. Καὶ ὁ μὲν Λουκᾶς φησιν, ὅτι αὐτὸς ἀπεφήνατο ὃ παθεῖν ἔδει τούτους, κἀκεῖνοι εἶπον, Μὴ γένοιτο· καὶ τὴν μαρτυρίαν ἐπήγαγεν. Ἐμβλέψας γὰρ αὐτοῖς εἶπε· Τί οὖν ἐστι τὸ γεγραμμένον, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· καὶ πᾶς ὁ πεσὼν ἐπ᾽ αὐτὸν συνθλασθήσεται; Ὁ δὲ Ματθαῖος, ὅτι αὐτοὶ τὴν ψῆφον ἐξήνεγκαν. Ἀλλ᾽ οὐκ ἔστι τοῦτο ἐναντιολογίας. Καὶ γὰρ ἀμφότερα γέγονε· καὶ τὴν ψῆφον αὐτοὶ ἐξήνεγκαν καθ᾽ ἑαυτῶν, καὶ πάλιν αἰσθόμενοι τῶν εἰρημένων εἶπον, Μὴ γένοιτο· καὶ τὸν προφήτην αὐτοῖς ἐπετείχισε, πείθων αὐτοὺς, ὅτι πάντως ἔσται τοῦτο. Ἀλλ᾽ ὅμως οὐδὲ οὕτω τὰ ἔθνη σαφῶς ἀπεκάλυψεν, ὥστε μηδεμίαν αὐτοῖς παρασχεῖν λαβὴν, ἀλλ᾽ ᾐνίξατο εἰπὼν, Δώσει τὸν ἀμπελῶνα ἄλλοις. Διὰ τοῦτο δὴ καὶ διὰ παραβολῆς εἴρηκεν, ἵνα αὐτοὶ τὴν ψῆφον ἐξενέγκωσιν· ὅπερ καὶ ἐπὶ τοῦ Δαυῒδ γέγονεν, ὅτε ἔκρινε τὴν παραβολὴν τοῦ Νάθαν. Σὺ δέ μοι σκόπει κἀντεῦθεν πῶς δικαία ἡ ψῆφος, ὅταν αὐτοὶ οἱ μέλλοντες κολάζεσθαι ἑαυτοὺς καταδικάζωσιν.

Εἶτα ἵνα μάθωσιν, ὅτι οὐ μόνον ἡ τοῦ δικαίου φύσις ταῦτα ἀπῄτει, ἀλλὰ καὶ ἄνωθεν ἡ τοῦ Πνεύματος χάρις προὔλεγε ταῦτα, καὶ ὁ Θεὸς οὕτως ἐψηφίζετο, καὶ προφητείαν ἐπήγαγε, καὶ ἐντρεπτικῶς αὐτοῖς ἐπιτιμᾷ λέγων· Οὐδέποτε ἀνέγνωτε, ὅτι Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν· διὰ πάντων δεικνὺς, ὅτι οἱ μὲν ἐκβάλλεσθαι ἔμελλον ἀπιστοῦντες, τὰ δὲ ἔθνη εἰσάγεσθαι.

Τοῦτο καὶ διὰ τῆς Χαναναίας, τοῦτο καὶ διὰ τοῦ ὄνου, καὶ διὰ τοῦ ἑκατοντάρχου, καὶ δι᾽ ἄλλων πολλῶν παραβολῶν ᾐνίξατο· τοῦτο καὶ νῦν. Διὸ καὶ ἐπήγαγε· Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν· προδηλῶν, ὅτι τὰ ἔθνη πιστεύοντα, καὶ Ἰουδαίων ὅσοι ἂν καὶ αὐτοὶ πιστεύσωσιν, ἔσονται ἓν, καίτοι τοσούτου τοῦ μέσου ὄντος ἔμπροσθεν. Εἶτα, ἵνα μάθωσιν ὅτι οὐδὲν τῷ Θεῷ ἐναντίον τῶν γινομένων ἦν, ἀλλὰ καὶ σφόδρα εὐαπόδεκτον τὸ συμβαῖνον, καὶ παράδοξον, καὶ τῶν ὁρώντων ἕκαστον ἐκπλῆττον· (καὶ γὰρ ἦν θαῦμα σφόδρα ἄφατον·) ἐπήγαγε λέγων· Παρὰ Κυρίου ἐγένετο αὕτη. Λίθον δὲ ἑαυτὸν καλεῖ, καὶ οἰκοδόμους τοὺς διδασκάλους τῶν Ἰουδαίων· ὃ καὶ Ἰεζεκιήλ φησιν· Οἱ οἰκοδομοῦντες τὸν τοῖχον, καὶ ἀλείφοντες ἀναρτύτως. Πῶς δὲ ἀπεδοκίμασαν;

Λέγοντες, Οὗτος οὐκ ἔστιν ἀπὸ τοῦ Θεοῦ· Οὗτος πλανᾷ τὸν ὄχλον· καὶ πάλιν, Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις. Εἶτα, ἵνα γνῶσιν ὅτι οὐ μέχρι τοῦ ἐκβληθῆναι αὐτοὺς ἡ ζημία, ἐπήγαγε καὶ τὰς κολάσεις, λέγων· Πᾶς ὁ πίπτων ἐπὶ τὸν λίθον τοῦτον, συνθλασθήσεται· ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ, λικμήσει αὐτόν.

Δύο φησὶν ἀπωλείας ἐνταῦθα· μίαν μὲν, τὴν ἀπὸ τοῦ προσκόψαι καὶ σκανδαλισθῆναι· τοῦτο γάρ ἐστιν, Ὁ πίπτων ἐπὶ τὸν λίθον τοῦτον· ἑτέραν δὲ, τὴν ἀπὸ τῆς ἁλώσεως αὐτῶν, καὶ τῆς συμφορᾶς καὶ πανωλεθρίας, ἣν καὶ σαφῶς προεδήλωσεν εἰπὼν, Λικμήσει αὐτόν.

Διὰ τούτων καὶ τὴν ἀνάστασιν ᾐνίξατο τὴν ἑαυτοῦ. Ὁ μὲν οὖν προφήτης Ἡσαΐας τὸν ἀμπελῶνα αἰτιᾶσθαί φησιν αὐτόν· ἐνταῦθα δὲ καὶ τοὺς ἄρχοντας τοῦ λαοῦ διαβάλλει. Καὶ ἐκεῖ μέν φησι· Τί ἔδει με ποιῆσαι τῷ ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα; καὶ ἀλλαχοῦ πάλιν· Τί εὗρον οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα; καὶ πάλιν, Λαός μου, τί ἐποίησά σοι; ἢ τί ἐλύπησά σε; δεικνὺς αὐτῶν τὴν ἀχάριστον γνώμην, καὶ ὅτι πάντων ἀπολαύοντες, τοῖς ἐναντίοις ἠμείβοντο· ἐνταῦθα δὲ μετὰ πλείονος τίθησιν αὐτὸ ὑπερβολῆς. Οὐ γὰρ αὐτὸς ἀποφαίνεται λέγων· Τί ἔδει με ποιῆσαι, καὶ οὐκ ἐποίησα; ἀλλ᾽ αὐτοὺς ἐκείνους εἰσάγει ψηφιζομένους, ὅτι οὐδὲν ἐνέλιπε, καὶ καταδικάζοντας ἑαυτούς. Ὅταν γὰρ εἴπωσιν, ὅτι Κακοὺς κακῶς ἀπολέσει αὐτοὺς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἑτέροις γεωργοῖς, οὐδὲν ἕτερον ἢ τοῦτο λέγουσι, μετὰ πολλῆς τῆς περιουσίας τὴν ψῆφον ἐκφέροντες. Τοῦτο καὶ Στέφανος αὐτοῖς ὀνειδίζει, ὃ καὶ μάλιστα αὐτοὺς ἔδακνεν, ὅτι πολλῆς ἀπολαύσαντες ἀεὶ προνοίας, τοῖς ἐναντίοις ἠμείβοντο τὸν εὐεργέτην· ὅπερ καὶ αὐτὸ μέγιστον ἦν σημεῖον τοῦ μὴ τὸν κολάζοντα, ἀλλὰ τοὺς κολαζομένους αἰτίους εἶναι τῆς τιμωρίας τῆς ἐπαγομένης αὐτοῖς. Τοῦτο δὴ καὶ ἐνταῦθα δείκνυται διὰ τῆς παραβολῆς, διὰ τῆς προφητείας.

Οὐδὲ γὰρ ἠρκέσθη τῇ παραβολῇ μόνον, ἀλλὰ καὶ προφητείαν διπλῆν ἐπήγαγε, τὴν μὲν τοῦ Δαυῒδ, τὴν δὲ παρ᾽ ἑαυτοῦ. Τί οὖν ἐχρῆν ταῦτα ἀκούσαντας ποιεῖν; οὐχὶ προσκυνῆσαι; οὐχὶ θαυμάσαι τὴν κηδεμονίαν, τὴν ἔμπροσθεν, τὴν μετὰ ταῦτα; Εἰ δὲ μηδενὶ τούτων ἐγένοντο βελτίους, τῷ γοῦν φόβῳ τῆς κολάσεως οὐκ ἔδει γενέσθαι σωφρονεστέρους; Ἀλλ᾽ οὐκ ἐγένοντο· ἀλλὰ τί μετὰ ταῦτα; Ἀκούσαντες, φησὶν, ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει. Καὶ ζητοῦντες αὐτὸν κρατῆσαι, ἐφοβήθησαν διὰ τοὺς ὄχλους, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. ᾘσθάνοντο γὰρ λοιπὸν, ὅτι αὐτοὺς ᾐνίττετο. Ποτὲ μὲν οὖν κατεχόμενος, διὰ μέσου αὐτῶν ἀναχωρεῖ, καὶ οὐχ ὁρᾶται· ποτὲ δὲ φαινόμενος ὠδίνουσαν αὐτῶν τὴν ἐπιθυμίαν ἐπέχει. Ὃ καὶ θαυμάζοντες ἔλεγον· Οὐχ οὗτός ἐστιν Ἰησοῦς; ἴδε παῤῥησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσιν. Ἐνταῦθα δὲ, ἐπειδὴ τῷ φόβῳ τοῦ πλήθους κατείχοντο, ἀρκεῖται τούτῳ, καὶ οὐ παραδοξοποιεῖ, ὥσπερ ἔμπροσθεν, διὰ μέσου ἀναχωρῶν καὶ μὴ φαινόμενος. Οὐ γὰρ ἐβούλετο πάντα ὑπὲρ ἄνθρωπον ποιεῖν, ὥστε πιστευθῆναι τὴν οἰκονομίαν.

Οἱ δὲ οὐδὲ ἀπὸ τοῦ πλήθους ἐσωφρονίζοντο, οὐδὲ ἀπὸ τῶν εἰρημένων· οὐ τὴν τῶν προφητῶν μαρτυρίαν, οὐ τὴν ἑαυτῶν ᾐδοῦντο ψῆφον, οὐ τὴν τῶν πολλῶν γνώμην· οὕτω καθάπαξ αὐτοὺς ἡ φιλαρχία καὶ ὁ τῆς κενοδοξίας ἐπήρωσεν ἔρως, καὶ τὸ τὰ πρόσκαιρα ζητεῖν.

γʹ. Οὐδὲν γὰρ οὕτως ἐπὶ κεφαλὴν ὠθεῖ, καὶ κατὰ κρημνῶν φέρει· οὐδὲν οὕτω ποιεῖ τῶν μελλόντων ἐκπίπτειν, ὡς τὸ προσηλῶσθαι τοῖς ἐπικήροις τούτοις· οὐδὲν οὕτω ποιεῖ καὶ τούτων κἀκείνων ἀπολαύειν, ὡς τὸ πάντων ἐκεῖνα προτιμᾷν. Ζητεῖτε γὰρ, φησὶν ὁ Χριστὸς, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Καίτοι εἰ μηδὲ τοῦτο προσέκειτο, οὐδὲ οὕτως αὐτῶν ἐφίεσθαι ἔδει. Νῦν δὲ ἐν τῷ λαβεῖν ἐκεῖνα, καὶ ταῦτα ἔστι προσλαβεῖν· καὶ οὐδὲ οὕτως ἔνιοι πείθονται· ἀλλὰ λίθοις ἀναισθήτοις ἐοίκασι, καὶ σκιὰς διώκουσιν ἡδονῆς. Τί γὰρ ἡδὺ τῶν ἐν τῷ παρόντι βίῳ; τί δὲ τερπνόν; Μετὰ γὰρ παῤῥησίας ὑμῖν πλείονος διαλεχθῆναι βούλομαι σήμερον· ἀλλὰ ἀνάσχεσθε, ἵνα μάθητε ὅτι ὁ δοκῶν οὗτος φορτικὸς εἶναι βίος καὶ ἐπαχθὴς, ὁ τῶν μοναχῶν λέγω καὶ τῶν ἐσταυρωμένων, πολὺ τούτου τοῦ δοκοῦντος εἶναι προσηνοῦς καὶ ἁπαλωτέρου γλυκύτερός ἐστι καὶ ποθεινότερος. Καὶ τούτου μάρτυρες ὑμεῖς, οἱ θάνατον πολλάκις αἰτήσαντες ἐν ταῖς καταλαβούσαις ὑμᾶς περιστάσεσι καὶ ἀθυμίαις, καὶ ἐκείνους μακαρίσαντες τοὺς ἐν ὄρεσι, τοὺς ἐν σπηλαίοις, τοὺς μὴ γεγαμηκότας, τὸν ἀπράγμονα βίον ζῶντας, οἵ τε ἐν ταῖς τέχναις, οἵ τε ἐν ταῖς στρατείαις, οἵ τε ἁπλῶς ζῶντες καὶ εἰκῆ, καὶ ἐν τῇ σκηνῇ διημερεύοντες καὶ ταῖς ὀρχήστραις.

Καὶ γὰρ ἐκεῖθεν, εἰ καὶ μυρίαι ἡδοναὶ βρύειν δοκοῦσι καὶ εὐφροσύνης πηγαὶ, ἀλλὰ μυρία τίκτεται πικρότερα βέλη. Ἂν γὰρ ἁλῷ τις ἔρωτι κόρης τινὸς τῶν ὀρχουμένων ἐκεῖ, ὑπὲρ μυρίας στρατείας, ὑπὲρ μυρίας ἀποδημίας χαλεπωτέραν ὑποστήσεται βάσανον, πάσης πόλεως πολιορκουμένης ἀθλιώτερον διακείμενος. Πλὴν ἀλλ᾽ ἵνα μὴ ἐκεῖνα ἐξετάσωμεν τέως, τῷ συνειδότι ταῦτα ἀφέντες τῶν ἑαλωκότων, φέρε περὶ τοῦ τῶν πολλῶν διαλεχθῶμεν βίου· καὶ τοσοῦτον εὑρήσομεν τὸ μέσον ἑκατέρας τῆς ζωῆς ταύτης, ὅσον λιμένος καὶ πελάγους συνεχῶς ἀνέμοις διακοπτομένου τὸ διάφορον. Σκόπει δὲ ἀπὸ τῶν καταγωγίων εὐθέως τὰ προοίμια τῆς εὐημερίας. Ἀγορὰς γὰρ καὶ πόλεις καὶ τοὺς ἐν μέσῳ φυγόντες θορύβους, τὸν ἐν ὄρεσι βίον εἵλοντο, τὸν οὐδὲν ἔχοντα κοινὸν πρὸς τὰ παρόντα, τὸν οὐδὲν ἀνθρώπινον ὑπομένοντα, οὐ λύπην βιωτικὴν, οὐκ ὀδύνην, οὐ φροντίδα τοσαύτην, οὐ κινδύνους, οὐκ ἐπιβουλὰς, οὐ βασκανίαν, οὐ ζηλοτυπίαν, οὐκ ἔρωτας ἀτόπους, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Ἐντεῦθεν ἤδη τὰ τῆς βασιλείας μελετῶσι, νάπαις ὁμιλοῦντες καὶ ὄρεσι καὶ πηγαῖς, καὶ ἡσυχίᾳ καὶ ἠρεμίᾳ πολλῇ, καὶ πρὸ τούτων ἁπάντων τῷ Θεῷ. Καὶ παντὸς μὲν θορύβου τὸ δωμάτιον αὐτοῖς καθαρὸν, παντὸς δὲ πάθους ἡ ψυχὴ καὶ νοσήματος ἐλευθέρα, λεπτὴ καὶ κούφη, καὶ τοῦ λεπτοτάτου ἀέρος σφόδρα καθαρωτέρα.

Ἔργον δὲ αὐτοῖς, ὅπερ ἦν καὶ τῷ Ἀδὰμ παρὰ τὴν ἀρχὴν καὶ πρὸ τῆς ἁμαρτίας, ὅτε τὴν δόξαν ἠμφιεσμένος ἦν, καὶ τῷ Θεῷ μετὰ παῤῥησίας ὡμίλει, καὶ τὸ χωρίον ἐκεῖνο τὸ πολλῆς γέμον μακαριότητος ᾤκει. Τί γὰρ οὗτοι χεῖρον ἐκείνου διάκεινται, ὅτε πρὸ τῆς παρακοῆς ἐτέθη ἐργάζεσθαι τὸν παράδεισον; Οὐδεμία φροντὶς ἦν αὐτῷ βιωτική; ἀλλ᾽ οὐδὲ τούτοις. Θεῷ διελέγετο μετὰ καθαροῦ συνειδότος; τοῦτο καὶ οὗτοι· μᾶλλον δὲ καὶ πολλῷ μείζονα ἔχουσι παῤῥησίαν ἐκείνου, ὅσῳ καὶ μείζονος ἀπολελαύκασι χάριτος διὰ τῆς τοῦ Πνεύματος χορηγίας.

Ἐχρῆν μὲν οὖν ὑμᾶς ὄψει ταῦτα παραλαμβάνειν· ἐπειδὴ δὲ οὐ βούλεσθε, ἀλλ᾽ ἐν θορύβοις καὶ ἀγοραῖς διατρίβετε, κἂν λόγῳ γοῦν διδάξωμεν ὑμᾶς, ἓν μέρος ἀπολαβόντες αὐτῶν τῆς διαγωγῆς· πάντα γὰρ οὐ δυνατὸν ἐπελθεῖν τὸν ἐκείνων βίον. Οὗτοι οἱ φωστῆρες τῆς οἰκουμένης, ἐπειδὰν ἥλιος ἀνίσχῃ, μᾶλλον δὲ πολλῷ πρὸ τῆς ἀκτῖνος, ἀπὸ τῆς εὐνῆς ἀναστάντες, ὑγιεῖς καὶ ἐγρηγορότες καὶ νήφοντες· (οὔτε γὰρ λύπη τις καὶ φροντὶς, οὔτε καρηβαρία καὶ πόνος καὶ πραγμάτων ὄχλος, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδὲν αὐτοῖς ἐνοχλεῖ, ἀλλ᾽ ὡς ἄγγελοι διάγουσιν ἐν οὐρανῷ) ἀναστάντες τοίνυν εὐθέως ἀπὸ τῆς εὐνῆς φαιδροὶ καὶ γεγηθότες; καὶ χορὸν ἕνα στησάμενοι, ἐν φαιδρῷ τῷ συνειδότι συμφώνως ἅπαντες ὥσπερ ἐξ ἑνὸς στόματος, ὕμνους εἰς τὸν τῶν ὅλων ᾄδουσι Θεὸν, γεραίροντές τε αὐτὸν, καὶ χάριν εἰδότες ὑπὲρ ἁπάντων αὐτῷ, τῶν τε ἰδίων, τῶν τε κοινῶν εὐεργετημάτων.

Ὥστε, εἰ δοκεῖ, τὸν Ἀδὰμ ἀφέντες, ἐρωτήσομεν τί τῶν ἀγγέλων οὗτος διέστηκεν ὁ χορὸς τῶν ἐπὶ γῆς ᾀδόντων καὶ λεγόντων· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη. ἐν ἀνθρώποις εὐδοκία. Καὶ ἡ στολὴ δὲ αὐτοῖς τῆς ἀνδρίας ἀξία. Οὐ γὰρ δὴ κατὰ τοὺς ἑλκεχίτωνας καὶ ἐκνενευρισμένους καὶ διακλωμένους εἰσὶν ἐστολισμένοι· ἀλλὰ κατὰ τοὺς μακαρίους ἐκείνους ἀγγέλους, τὸν Ἠλίαν, τὸν Ἐλισσαῖον, τὸν Ἰωάννην, κατὰ τοὺς ἀποστόλους· τῶν ἱματίων κατεσκευασμένων αὐτοῖς, τοῖς μὲν ἀπὸ τριχῶν αἰγῶν, τοῖς δὲ ἀπὸ τριχῶν καμήλων· εἰσὶ δὲ οἷς Καὶ δέρματα ἤρκεσε μόνον, καὶ ταῦτα πάλαι πεπονηκότα. Εἶτα ἐπειδὰν τὰς ᾠδὰς ἐκείνας εἴπωσι, τὰ γόνατα κάμψαντες, τὸν ὑμνηθέντα Θεὸν παρακαλοῦσιν ὑπὲρ πραγμάτων, ὧν ἔνιοι οὐδὲ εἰς ἔννοιαν ταχέως ἔρχονται. Αἰτοῦσι γὰρ τῶν μὲν παρόντων οὐδέν· οὐδεὶς γὰρ αὐτοῖς τούτων λόγος· τὸ δὲ μετὰ παῤῥησίας στῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ φοβεροῦ, ὅταν ἔλθῃ κρῖναι ζῶντας καὶ νεκροὺς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ· καὶ τὸ μηδένα ἀκοῦσαι τῆς φοβερᾶς ἐκείνης φωνῆς τῆς λεγούσης, Οὐκ οἶδα ὑμᾶς· καὶ ὥστε μετὰ καθαροῦ συνειδότος καὶ πολλῶν τῶν κατορθωμάτων τὸν ἐπίμοχθον τοῦτον διανύσαι βίον, καὶ τὸ χαλεπὸν πλεῦσαι πέλαγος ἐξ οὐρίας. Ἡγεῖται δὲ αὐτοῖς τῆς εὐχῆς, ὁ πατὴρ καὶ ὁ προεστηκώς.

Εἶτα ἀναστάντες καὶ τελέσαντες τὰς ἁγίας ἐκείνας καὶ συνεχεῖς εὐχὰς, ἀνισχούσης τῆς ἀκτῖνος, εἰς ἔργον ἄπεισιν ἕκαστος, πολλὴν πρόσοδον ἐντεῦθεν τοῖς δεομένοις συνάγοντες.

δʹ. Ποῦ νῦν εἰσιν οἱ τοῖς διαβολικοῖς ἑαυτοὺς ἐκδιδόντες χοροῖς καὶ τοῖς ᾄσμασι τοῖς πορνικοῖς, καὶ ἐν θεάτροις καθήμενοι; Αἰσχύνομαι μὲν γὰρ μεμνημένος ἐκείνων· πλὴν διὰ τὴν ἀσθένειαν ὑμῶν ἀνάγκη καὶ τοῦτο ποιῆσαι. Καὶ γὰρ ὁ Παῦλός φησιν· Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. Καὶ ἡμεῖς τοίνυν, φέρε παρεξετάσωμεν τὸν χορὸν τὸν ἐκ τῶν πορνευομένων γυναικῶν καὶ τῶν ἡταιρηκότων νέων συνεστῶτα ἐν τῇ σκηνῇ. καὶ τοῦτον αὐτὸν τὸν τῶν μακαρίων τούτων, εἰς ἡδονῆς λόγον δι᾽ ἣν μάλιστα πολλοὶ τῶν ῥᾳθύμων νέων ἁλίσκονται ταῖς ἐκείνων παγίσι. Τοσοῦτον γὰρ τὸ μέσον εὑρήσομεν, ὅσον εἰ ἀγγέλων τις ἤκουσεν ᾀδόντων ἄνω τὴν παναρμόνιον μελῳδίαν ἐκείνην, καὶ κυνῶν καὶ χοίρων ἐπὶ τῆς κοπρίας κατωρυομένων καὶ γρυζόντων.

Διὰ τούτων μὲν γὰρ τῶν στομάτων ὁ Χριστὸς, δι᾽ ἐκείνων δὲ τῆς γλώττης ὁ διάβολος φθέγγεται. Ἀλλὰ σύριγγες συνηχοῦσιν ἐκείνοις ἀσήμῳ φωνῇ καὶ ἀτερπεῖ τῇ ὄψει, τῶν γνάθων αὐτοῖς φυσωμένων, καὶ τῶν νεύρων διασπωμένων; Ἀλλ᾽ ἐνταῦθα ἡ τοῦ Πνεύματος ἐνηχεῖ χάρις, ἀντὶ αὐλοῦ καὶ κιθάρας καὶ σύριγγος τοῖς τῶν ἁγίων στόμασι κεχρημένη. Μᾶλλον δὲ ὅσα ἂν εἴπωμεν, οὐ δυνατὸν παραστῆσαι τὴν ἡδονὴν διὰ τοὺς τῷ πηλῷ καὶ τῇ πλινθείᾳ προσηλωμένους. Διὰ τοῦτο καὶ ἐβουλόμην τινὰ τῶν περὶ ταῦτα μαινομένων λαβεῖν, καὶ ἀπαγαγεῖν ἐκεῖ, καὶ δεῖξαι τῶν ἁγίων τὸν χορὸν τούτων, καὶ οὐκ ἂν ἐδέησέ μοι λόγου λοιπόν. Πλὴν κἂν πρὸς πηλίνους διαλεγώμεθα, πειρασόμεθα καὶ τῷ λόγῳ κἂν μετὰ μικρὸν αὐτοὺς ἀνασπάσαι τῆς ἰλύος καὶ τῶν τελμάτων. Ἐκεῖθεν μὲν γὰρ εὐθέως πῦρ δέχεται ἔρωτος ἀτόπου ὁ ἀκροατής· ὡς γὰρ οὐκ ἀρκούσης τῆς ὄψεως τῆς πόρνης φλέξαι τὴν διάνοιαν, καὶ τὴν ἀπὸ τῆς φωνῆς προστιθέασι λύμην· ἐνταῦθα δὲ, κἂν ἔχῃ τι τοιοῦτον ἡ ψυχὴ, ἀποτίθεται εὐθέως. Οὐχ ἡ φωνὴ δὲ μόνον, οὐδὲ ἡ ὄψις, ἀλλὰ καὶ τὰ ἱμάτια μᾶλλον τούτων θορυβεῖ τοὺς ὁρῶντας.

Κἂν πένης ᾖ τις τῶν παχυτέρων καὶ ἠμελημένων, ἀπὸ τῆς θεωρίας μυρία ἀποδυσπετήσει πολλάκις, καὶ πρὸς ἑαυτὸν ἐρεῖ, ὅτι Ἡ μὲν πόρνη καὶ ὁ ἡταιρηκὼς, μαγείρων τέκνα καὶ σκυτοτόμων, πολλάκις δὲ καὶ οἰκετῶν, ἐν τοσαύτῃ ζῶσι τρυφῇ· ἐγὼ δὲ ἐλεύθερος καὶ ἐς ἐλευθέρων, δικαίους πόνους αἱρούμενος, οὐδὲ ὄναρ ταῦτα φαντασθῆναι δύναμαι· καὶ οὕτως ἐμπρησθεὶς ὑπὸ τῆς ἀθυμίας ἄπεισιν. Ἐπὶ δὲ τῶν μοναχῶν οὐδὲν τοιοῦτον, ἀλλὰ καὶ τοὐναντίον ἅπαν. Ὅταν γὰρ ἴδῃ πλουσίων παῖδας καὶ προγόνων περιφανῶν ἐκγόνους τοιαῦτα ἠμφιεσμένους ἱμάτια, οἷα οὐδὲ οἱ ἔσχατοι τῶν πενήτων. καὶ ἐπὶ τούτῳ χαίροντας, ἐννοήσατε πόσην τῆς πενίας παραμυθίαν δεξάμενος ἄπεισι. Κἂν πλούσιος ᾖ, σωφρονισθεὶς ἀναχωρεῖ, βελτίων γενόμενος. Πάλιν ἐν μὲν τῷ θεάτρῳ ὅταν ἴδωσι χρυσία περικειμένην τὴν πόρνην, ὁ μὲν πένης οἰμώξεται καὶ θρηνήσει, τὴν ἑαυτοῦ γυναῖκα οὐδὲν τοιοῦτον ἔχουσαν βλέπων· οἱ δὲ πλουτοῦντες ὑπερόψονται καὶ διαπτύσουσιν ἀπὸ τῆς θέας ταύτης τὰς συνοικούσας αὐτοῖς. Ὅταν γὰρ καὶ σχῆμα, καὶ βλέμμα, καὶ φωνὴν, καὶ βάδισιν, πάντα διακεκλασμένα ἐκείνη παρέχῃ τοῖς ὁρῶσιν, ἐμπρησθέντες ἀναχωροῦσι, καὶ αἰχμάλωτοι λοιπὸν εἰς τὰς οἰκίας εἰσέρχονται τὰς ἑαυτῶν.

Ἐντεῦθεν αἱ ὕβρεις καὶ αἱ ἀτιμίαι, ἐντεῦθεν αἱ ἀπέχθειαι, οἱ πόλεμοι, οἱ θάνατοι οἱ καθημερινοί· ἐντεῦθεν ἀβίωτος τοῖς ἁλοῦσιν ὁ βίος, καὶ ἡ συνοικοῦσα λοιπὸν ἀηδὴς, καὶ τὰ παιδία οὐχ ὁμοίως ποθεινὰ, καὶ πάντα ἄνω καὶ κάτω τὰ τῆς οἰκίας, καὶ ὑπ᾽ αὐτῆς λοιπὸν τῆς ἀκτῖνος ἐνοχλεῖσθαι δοκεῖ. Ἀλλ᾽ οὐκ ἀπὸ τῶν χορῶν τούτων ἀηδία τις τοιαύτη· ἀλλ᾽ ἥμερον καὶ πρᾶον δέξεται ἡ γυνὴ τὸν ἄνδρα, πάσης ἡδονῆς ἀτόπου ἀπηλλαγμένον, καὶ εὐκολώτερον αὐτῷ χρήσεται, ἢ πρὸ τούτου. Τοιαῦτα ὁ μὲν χορὸς ἐκεῖνος τίκτει κακὰ, οὗτος δὲ ἀγαθά· ὁ μὲν ἀπὸ προβάτων λύκους ποιῶν, οὗτος δὲ ἀπὸ λύκων ἀρνειοὺς ἐργαζόμενος. Ἀλλ᾽ οὔπω περὶ τῆς ἡδονῆς οὐδὲν οὐδέπω τάχα εἰρήκαμεν. Καὶ τί γένοιτ᾽ ἂν ἥδιον τοῦ μὴ θορυβεῖσθαι μηδὲ ὀδυνᾶσθαι τὴν διάνοιαν, μηδὲ ἀθυμεῖν καὶ στένειν; Πλὴν ἀλλὰ καὶ περαιτέρω τὸν λόγον προαγάγωμεν, καὶ ἑκατέρας τῆς ᾠδῆς καὶ τῆς θέας τὴν ἀπόλαυσιν ἐξετάσωμεν· καὶ ὀψόμεθα τὴν μὲν μέχρις ἑσπέρας μένουσαν, ἕως ἂν ἐν τῷ θεάτρῳ καθέζηται ὁ θεατὴς, μετὰ δὲ ταῦτα κέντρου παντὸς χαλεπώτερον ἀνιῶσαν αὐτόν· ἐνταῦθα δὲ διηνεκῶς ἐνακμάζουσαν ταῖς ψυχαῖς τῶν ἑωρακότων. Καὶ γὰρ καὶ τῶν ἀνδρῶν τὸν τύπον, καὶ τοῦ τόπου τὸ τερπνὸν, καὶ τῆς διαγωγῆς τὸ γλυκὺ, καὶ τῆς πολιτείας τὸ καθαρὸν, καὶ τῆς καλλίστης ᾠδῆς καὶ πνευματικῆς τὴν χάριν, ἔχουσιν ἑαυτοῖς διαπαντὸς ἐνιζάνοντα.

Οἱ γοῦν τούτων ἀπολαύοντες διηνεκῶς τῶν λιμένων, ὥσπερ τινὰ χειμῶνα λοιπὸν φεύγουσι τῶν πολλῶν τοὺς θορύβους.

Οὐκ ᾄδοντες δὲ μόνον καὶ εὐχόμενοι, ἀλλὰ καὶ ταῖς βίβλοις προσηλωμένοι, τερπνόν τι θέαμα τοῖς ὁρῶσίν εἰσιν. Ἐπειδὰν γὰρ τὸν χορὸν διαλύσωσιν, ὁ μὲν τὸν Ἡσαΐαν λαβὼν ἐκείνῳ διαλέγεται, ὁ δὲ τοῖς ἀποστόλοις ὁμιλεῖ, ἕτερος τὰ παρ᾽ ἑτέρων πονηθέντα ἔπεισι, καὶ φιλοσοφεῖ περὶ Θεοῦ, περὶ τοῦδε τοῦ παντὸς, περὶ τῶν ὁρωμένων, περὶ τῶν ἀοράτων, περὶ αἰσθητῶν, περὶ νοητῶν, περὶ τῆς εὐτελείας τούτου τοῦ βίου, περὶ τῆς τοῦ μέλλοντος μεγαλειότητος.

εʹ. Καὶ τρέφονται τροφὴν ἀρίστην, οὐ σάρκας ἀλόγων ἑψημένας παρατιθέμενοι, ἀλλὰ λόγια Θεοῦ ὑπὲρ μέλι καὶ κηρίον, μέλι θαυμάσιον, καὶ πολλῷ κρεῖττον ἢ κατὰ τὴν ἔρημον ὁ Ἰωάννης τὸ παλαιὸν ἐσιτεῖτο. Τὸ γὰρ μέλι τοῦτο οὐ μέλιτταί τινες ἄγριαι τοῖς ἄνθεσιν ἐφιζάνουσαι συλλέγουσιν, οὐδὲ δρόσον πεπαίνουσαι τοῖς σίμβλοις ἐνιᾶσιν· ἀλλ᾽ ἡ τοῦ Πνεύματος κατασκευάζουσα χάρις, ἀντὶ κηρίων καὶ σίμβλων καὶ συρίγγων ταῖς τῶν ἁγίων ἐναποτίθεται ψυχαῖς, ὥστε εἶναι τῷ βουλομένῳ μετὰ ἀδείας ἐσθίειν διηνεκῶς. Ταύτας δὴ οὖν τὰς μελίττας καὶ αὐτοὶ μιμούμενοι, περιΐπτανται τοῖς κηρίοις τῶν ἁγίων βιβλίων, πολλὴν ἐντεῦθεν δρεπόμενοι τὴν ἡδονήν.

Καὶ εἰ βούλει μαθεῖν τὴν τράπεζαν τὴν ἐκείνων, ἐγγὺς γενοῦ, καὶ ὄψει τοιαῦτα ἐρευγομένους αὐτοὺς, προσηνῆ πάντα καὶ ἡδέα, καὶ εὐωδίας γέμοντα πνευματικῆς. Οὐδὲν αἰσχρὸν ἐκεῖνα τὰ στόματα ἐξενεγκεῖν δύναται ῥῆμα, οὐδὲν εὐτράπελον, οὐδὲν τραχὺ, ἀλλὰ πάντα τῶν οὐρανῶν ἄξια. Οὐκ ἄν τις ἁμάρτοι, τὰ μὲν στόματα τῶν πολλῶν τῶν ἐν ἀγοραῖς συρομένων καὶ πρὸς τὰ βιωτικὰ λυσσώντων, βορβόρου τινὸς ὀχετοῖς παραβάλλων, τὰ δὲ τούτων, πηγαῖς μέλι ῥεούσαις καὶ νάματα προχεούσαις καθαρά. Εἰ δέ τις ἐδυσχέρανεν, ὅτι τὰ τῶν πολλῶν βορβόρου τινὸς προσεῖπον ὀχετοὺς, ἴστω ὅτι σφόδρα φειδόμενος εἶπον. Ἡ γὰρ Γραφὴ οὐδὲ τούτῳ κέχρηται τῷ μέτρῳ, ἀλλ᾽ ἑτέρῳ πολλῷ σφοδροτέρῳ παραδείγματι. Ἰὸς γὰρ, φησὶν, ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, καὶ τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν.

Ἀλλ᾽ οὐ τὰ ἐκείνων τοιαῦτα, ἀλλ᾽ εὐωδίας γέμει πολλῆς. Καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα· τὰ δὲ ἐκεῖ ποῖος ἡμῖν παραστήσει λόγος; ποία ἐννοήσει διάνοια; τὴν λῆξιν τὴν ἀγγελικὴν, τὴν μακαριότητα τὴν ἄφραστον, τὰ ἀπόῤῥητα ἀγαθά; Τάχα πολλοὶ διεθερμάνθητε νῦν, καὶ εἰς ἐπιθυμίαν ἐνεπέσετε τῆς καλῆς ταύτης πολιτείας· ἀλλὰ τί τὸ κέρδος, ὅταν ἐνταῦθα ὄντες μόνον τοῦτο ἔχητε τὸ πῦρ, ἐξελθόντες δὲ σβέσητε τὴν φλόγα, καὶ καταμαρανθῇ οὗτος ὁ πόθος; Πῶς οὖν, ἵνα μὴ τοῦτο γένηται; Ὡς ἔστι σοι θερμὸς οὗτος ὁ ἔρως, ἄπελθε πρὸς αὐτοὺς ἐκείνους τοὺς ἀγγέλους, ἀνάκαυσον αὐτὸν πλέον. Οὐ γὰρ οὕτως ὁ παρ᾽ ἡμῶν λόγος δυνήσεταί σε ἀνάψαι, ὡς ἡ τῶν πραγμάτων θέα. Μὴ εἴπῃς, Διαλεχθῶ τῇ γυναικὶ, καὶ διαλύσω τὰ πράγματα πρῶτον. Ἀρχὴ ῥᾳθυμίας αὕτη ἡ ἀναβολή. Ἄκουσον ὅτι συντάξασθαι τοῖς ἐν τῇ οἰκίᾳ ἠθέλησέ τις, καὶ οὐκ εἴασεν ὁ προφήτης. Καὶ τί λέγω συντάξασθαι; Θάψαι πατέρα ἠθέλησεν ὁ μαθητὴς, καὶ οὐδὲ τοῦτο συνεχώρησεν ὁ Χριστός. Καίτοι τί σοι πρᾶγμα ἀναγκαῖον οὕτως εἶναι δοκεῖ, ὡς κηδεία πατρός; ἀλλ᾽ οὐδὲ τοῦτο ἐπέτρεψε. Τί δήποτε; Ὅτι σφοδρὸς ἐφέστηκεν ὁ διάβολος, παρείσδυσίν τινα βουλόμενος λαβεῖν· κἂν ὀλίγης ἀσχολίας ἐπιλάβηται καὶ ἀναβολῆς, μεγάλην ἐργάζεται ῥᾳθυμίαν. Διὰ τοῦτο παραινεῖ τις, Μὴ ἀναβάλλου ἡμέραν ἐξ ἡμέρας.

Οὕτω γὰρ δυνήσῃ τὰ πλείονα κατορθοῦν, οὕτω καὶ τὰ κατὰ τὴν οἰκίαν σοι καλῶς διακείσεται· Ζητεῖτε γὰρ, φησὶ, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Εἰ γὰρ ἡμεῖς τοὺς τὰ ἑαυτῶν ὑπερορῶντας, καὶ τῶν ἡμετέρων τὴν ἐπιμέλειαν προτιθέντας, ἐν πολλῇ καθιστῶμεν ἀμεριμνίᾳ· πολλῷ μᾶλλον ὁ Θεὸς, ὁ καὶ χωρὶς τούτων κηδόμενος καὶ προνοῶν. Μὴ τοίνυν φροντίσῃς τῶν σῶν, ἀλλὰ ἄφες αὐτὰ τῷ Θεῷ. Ἂν γὰρ σὺ φροντίσῃς, ὡς ἄνθρωπος φροντίζεις· ἂν δὲ ὁ Θεὸς προνοήσῃ, ὡς Θεὸς προνοεῖ. Μὴ φροντίσῃς αὐτῶν ἀφεὶς τὰ μείζω, ἐπεὶ αὐτὸς οὐ σφόδρα αὐτῶν προνοήσει.

Ἵν᾽ οὖν σφόδρα αὐτῶν προνοῇ, αὐτῷ μόνῳ πάντα ἐπίτρεψον. Ἂν γὰρ καὶ αὐτὸς αὐτὰ μεταχειρίσῃ, ἀφεὶς τὰ πνευματικὰ οὐ πολλὴν αὐτῶν αὐτὸς ποιήσεται πρόνοιαν· Ἵν᾽ οὖν καὶ σοὶ ταῦτα εὖ διακέηται, καὶ φροντίδος ἀπαλλαγῇς ἁπάσης, ἔχου τῶν πνευματικῶν, ὑπερόρα τῶν βιωτικῶν· οὕτω γὰρ καὶ τὴν γῆν ἕξεις μετὰ τῶν οὐρανῶν, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτεύξῃ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΞΘʹ. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πάλιν ἐν παραβολαῖς· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ. Καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν.

Πάλιν ἀπέστειλεν ἄλλους δούλους, λέγων· Εἴπατε τοῖς κεκλημένοις, Τὸ ἄριστόν μου ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὁ μὲν εἰς τὸν ἴδιον ἀγρὸν, ὁ δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ. Οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν, καὶ τὰ ἑξῆς.

αʹ. Εἶδες καὶ ἐν τῇ προτέρᾳ καὶ ἐν ταύτῃ τῇ παραβολῇ τοῦ υἱοῦ καὶ τῶν δούλων τὸ μέσον; εἶδες πολλὴν μὲν ἑκατέρων τῶν παραβολῶν τὴν συγγένειαν, πολλὴν δὲ καὶ τὴν διαφοράν; καὶ γὰρ αὕτη δείκνυσι καὶ τοῦ Θεοῦ τὴν μακροθυμίαν καὶ τὴν πρόνοιαν τὴν πολλὴν, καὶ τὴν Ἰουδαϊκὴν ἀγνωμοσύνην. Ἀλλ᾽ ἔχει τι καὶ πλέον ἐκείνης αὕτη. Προαναφωνεῖ μὲν γὰρ καὶ τὴν ἔκπτωσιν τῶν Ἰουδαίων, καὶ τὴν κλῆσιν τῶν ἐθνῶν· δείκνυσι δὲ μετὰ τούτου καὶ τοῦ βίου τὴν ἀκρίβειαν, καὶ ὅση τοῖς ἀμελοῦσιν ἡ δίκη κεῖται. Καὶ καλῶς αὕτη μετ᾽ ἐκείνην ἐστίν.

Ἐπειδὴ γὰρ εἶπε· Δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, δηλοῖ λοιπὸν ἐνταῦθα καὶ ποίῳ ἔθνει· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἄφατον εἰς τοὺς Ἰουδαίους πάλιν τὴν πρόνοιαν ἐπιδείκνυται. Ἐκεῖ μὲν γὰρ πρὸ τοῦ σταυροῦ φαίνεται καλῶν· ἐνταῦθα δὲ καὶ μετὰ τὸ σφαγῆναι ἐπίκειται ἐπισπώμενος αὐτούς. Καὶ ὅτε τὴν χαλεπωτάτην αὐτοὺς ἔδει δοῦναι δίκην, τότε καὶ εἰς γάμους αὐτοὺς ἕλκει, καὶ τῇ τιμῇ τῇ ἀνωτάτῳ τιμᾷ.

Καὶ ὅρα πῶς καὶ ἐκεῖ οὐ πρότερα τὰ ἔθνη, ἀλλ᾽ Ἰουδαίους, καὶ ἐνταῦθα πάλιν. Ἀλλ᾽ ὥσπερ ἐκεῖ, ὅτε οὐκ ἠθέλησαν αὐτὸν δέξασθαι, ἀλλὰ καὶ ἐλθόντα ἔσφαξαν, τότε ἔδωκε τὸν ἀμπελῶνα· οὕτω καὶ ἐνταῦθα, ὅτε μὴ ἠθέλησαν παραγενέσθαι ἐν τῷ γάμῳ, τότε ἑτέρους ἐκάλεσε.

Τί τοίνυν γένοιτ᾽ ἂν αὐτῶν ἀγνωμονέστερον, ὅταν ἐπὶ γάμους καλούμενοι ἀποπηδῶσι; Τίς γὰρ οὐκ ἂν ἕλοιτο ἐπὶ γάμους ἐλθεῖν, καὶ γάμους βασιλέως, καὶ βασιλέως υἱῷ ποιοῦντος γάμους; Καὶ τίνος ἕνεκεν γάμος εἴρηται; φησίν. Ἵνα μάθῃς τοῦ Θεοῦ τὴν κηδεμονίαν, τὸν πόθον τὸν περὶ ἡμᾶς, τῶν πραγμάτων τὴν φαιδρότητα, ὡς οὐδὲν λυπηρὸν ἐκεῖ, οὐδὲ σκυθρωπὸν, ἀλλὰ πάντα χαρᾶς γέμει πνευματικῆς. Διὰ τοῦτο καὶ νυμφίον αὐτὸν Ἰωάννης καλεῖ· διὰ τοῦτο καὶ ὁ Παῦλος λέγει· Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρί· καὶ πάλιν, Τὸ μυστήριον τοῦτο μέγα ἐστὶν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Τί οὖν οὐκ αὐτῷ ἁρμόζεσθαι λέγεται ἡ νύμφη, ἀλλὰ τῷ Υἱῷ; Ὅτι ἡ τῷ Υἱῷ ἁρμοζομένη τῷ Πατρὶ ἁρμόζεται. Καὶ γὰρ ἀδιάφορον τῇ Γραφῇ τοῦτο ἢ τοῦτο λέγεσθαι, διὰ τὸ ἀπαράλλακτον τῆς οὐσίας. Ἀπὸ τούτου καὶ τὴν ἀνάστασιν ἀνεκήρυξεν. Ἐπειδὴ γὰρ ἐν τοῖς ἔμπροσθεν τὸν θάνατον εἶπε, δείκνυσιν ὅτι καὶ μετὰ τὸν θάνατον τότε οἱ γάμοι, τότε ὁ νυμφίος. Ἀλλ᾽ οὐδὲ οὕτως οὗτοι γίνονται βελτίους, οὐδὲ ἡμερώτεροι· οὗ τί γένοιτ᾽ ἂν χεῖρον· Καὶ γὰρ αὕτη τρίτη κατηγορία. Πρώτη μὲν, ὅτι προφήτας ἀπέκτειναν· ἔπειτα, ὅτι τὸν Υἱόν· μετὰ ταῦτα, ὅτι καὶ ἀνελόντες, καὶ εἰς τοὺς γάμους τοῦ ἀναιρεθέντος καλούμενοι παρ᾽ αὐτοῦ τοῦ ἀναιρεθέντος οὐ παραγίνονται, ἀλλ᾽ αἰτίας πλάττουσι, ζεύγη βοῶν, καὶ ἀγροὺς, καὶ γυναῖκας.

Καίτοι δοκοῦσιν εὔλογοι αἱ προφάσεις εἶναι· ἀλλ᾽ ἐντεῦθεν μανθάνομεν, κἂν ἀναγκαῖα ᾖ τὰ κατέχοντα, πάντων προτιμότερα ποιεῖσθαι τὰ πνευματικά.

Καὶ καλεῖ οὐχὶ προσφάτως, ἀλλὰ πρὸ πολλοῦ τοῦ χρόνου. Εἴπατε γὰρ, φησὶ, τοῖς κεκλημένοις καὶ πάλιν, Καλέσατε τοὺς κεκλημένους· ὅπερ μείζονα τὴν κατηγορίαν ἐποίει. Καὶ πότε ἐκλήθησαν; Διὰ τῶν προφητῶν ἁπάντων, διὰ Ἰωάννου πάλιν· αὐτῷ γὰρ παρέπεμπεν ἅπαντας, λέγων· Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι· δι᾽ αὐτοῦ πάλιν τοῦ Υἱοῦ· Δεῦτε γὰρ πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· καὶ πάλιν.

Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Οὐ διὰ ῥημάτων δὲ μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων αὐτοὺς ἐκάλει, καὶ μετὰ τὴν ἀνάληψιν διὰ Πέτρου καὶ τῶν κατ᾽ αὐτόν. Ὁ γὰρ ἐνεργήσας, φησὶ, Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς, ἐνήργησε καὶ ἐμοὶ εἰς τὰ ἔθνη. Ἐπειδὴ γὰρ τὸν υἱὸν ἰδόντες ὠργίσθησαν καὶ ἀνεῖλον, διὰ τῶν δούλων καλεῖ πάλιν. Καὶ ἐπὶ τί καλεῖ; Ἐπὶ μόχθους καὶ πόνους καὶ ἱδρῶτας; Οὐχὶ, ἀλλ᾽ ἐπὶ τρυφήν· Οἱ ταῦροι γάρ μου, φησὶ, καὶ τὰ σιτιστὰ τεθυμένα. Ὅρα πόση ἡ πανδαισία· πόση ἡ φιλοτιμία. Καὶ οὐδὲ τοῦτο αὐτοὺς ἐνέτρεψεν, ἀλλ᾽ ὅσῳ μειζόνως ἐμακροθύμησε, τοσούτῳ μειζόνως ἐσκληρύνοντο.

Οὐδὲ γὰρ ἀσχολούμενοι, ἀλλ᾽ ἀμελήσαντες οὐκ ἦλθον. Πῶς οὖν οἱ μὲν γάμους, οἱ δὲ ζεύγη βοῶν προβάλλονται; ταῦτα γοῦν ἀσχολίας. Οὐδαμῶς· τῶν γὰρ πνευματικῶν καλούντων, οὐκ ἔστιν ἀσχολία οὐδεμία ἀναγκαία. Ἐμοὶ δὲ δοκοῦσι καὶ ταύταις ταῖς προφάσεσι κεχρῆσθαι, τῆς ἀμελείας παρακαλύμματα ταῦτα προβαλλόμενοι. Καὶ οὐ τοῦτο μόνον τὸ δεινὸν, ὅτι οὐκ ἦλθον, ἀλλὰ καὶ τὸ πολλῷ χαλεπώτερον καὶ μανικώτερον, τὸ καὶ συγκόψαι τοὺς ἐλθόντας, καὶ ὑβρίσαι, καὶ ἀνελεῖν· τοῦτο τοῦ προτέρου χεῖρον. Ἐκεῖνοι μὲν γὰρ ἦλθον ἀπαιτοῦντες πρόσοδον καὶ καρποὺς, καὶ ἐσφάγησαν· οὗτοι δὲ εἰς γάμους καλοῦντες τοῦ παρ᾽ αὐτῶν σφαγέντος, καὶ οὗτοι πάλιν φονεύονται. Τί ταύτης τῆς μανίας ἴσον; Τοῦτο καὶ Παῦλος ἐγκαλῶν αὐτοῖς ἔλεγε· Τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων.

Εἶτα ἵνα μὴ λέγωσιν, ὅτι Ἀντίθεός ἐστι, καὶ διὰ τοῦτο οὐ παραγινόμεθα, ἄκουσον τί λέγουσιν οἱ καλοῦντες· ὅτι Ὁ Πατήρ ἐστιν ὁ ποιῶν τοὺς γάμους, καὶ αὐτὸς ὁ καλῶν. Τί οὖν μετὰ ταῦτα; Ἐπειδὴ οὐκ ἠθέλησαν ἐλθεῖν, ἀλλὰ καὶ ἀνεῖλον τοὺς ἐπ᾽ αὐτοὺς ἐλθόντας, κατακαίει τὰς πόλεις, καὶ τὰ στρατόπεδα πέμψας, ἀνεῖλεν αὐτούς. Ταῦτα δὲ λέγει, προδηλῶν τὰ ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου γενόμενα, καὶ ὅτι καὶ τὸν Πατέρα παρώξυναν αὐτῷ μὴ πιστεύσαντες· αὐτὸς γοῦν ἐστιν ὁ ἐπεξελθών. Διά τοι τοῦτο οὐκ εὐθέως ἀναιρεθέντος τοῦ Χριστοῦ γέγονεν ἡ ἅλωσις, ἀλλὰ μετὰ τεσσαράκοντα ἔτη, ἵνα δείξῃ αὐτοῦ τὴν μακροθυμίαν· ὅτε ἀπέκτειναν τὸν Στέφανον, ὅτε ἀνεῖλον Ἰάκωβον, ὅτε ὕβρισαν τοὺς ἀποστόλους. Εἶδες πραγμάτων ἀλήθειαν καὶ τάχος; Ἔτι γὰρ Ἰωάννου ζῶντος, καὶ ἑτέρων πολλῶν τῶν τῷ Χριστῷ συγγενομένων, ταῦτα ἐξέβαινε. καὶ μάρτυρες ἦσαν τῶν γινομένων οἱ ταῦτα ἀκούσαντες.

Ὅρα τοίνυν κηδεμονίαν ἄφατον. Ἐφύτευσεν ἀμπελῶνα, πάντα ἐποίησε καὶ ἀπήρτισε· τῶν οἰκετῶν ἀναιρεθέντων, ἑτέρους ἀπέστειλε δούλους· ἐκείνων σφαγέντων, τὸν Υἱὸν ἔπεμψε· καὶ τούτου ἀναιρεθέντος, καλεῖ αὐτοὺς εἰς τοὺς γάμους· οὐκ ἠθέλησαν ἐλθεῖν. Εἶτα πέμπει ἑτέρους δούλους· οἱ δὲ καὶ τούτους ἀνεῖλον.

Τότε λοιπὸν αὐτοὺς ἀναιρεῖ, ἅτε ἀνίατα νοσοῦντας. Ὅτι γὰρ ἀνίατα ἐνόσουν, οὐ τὰ γεγενημένα ἔδειξε μόνον, ἀλλ᾽ ὅτι καὶ πορνῶν καὶ τελωνῶν πιστευσάντων, αὐτοὶ ταῦτα ἐποίησαν. Ὥστε οὐκ ἀφ᾽ ὧν ἐτόλμησαν μόνον, ἀλλὰ καὶ ἀφ᾽ ὧν ἕτεροι κατώρθωσαν· κατακρίνονται οὗτοι. Εἰ δὲ λέγοι τις, ὅτι οὐ τότε ἐκλήθησαν οἱ ἐξ ἐθνῶν, ὅτε ἐμαστίχθησαν καὶ μυρία ἔπαθον οἱ ἀπόστολοι, ἀλλ᾽ εὐθέως μετὰ τὴν ἀνάστασιν· (τότε γάρ φησιν αὐτοῖς, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη·) εἴποιμεν ἂν, ὅτι καὶ πρὸ τοῦ σταυροῦ καὶ μετὰ τὸν σταυρὸν αὐτοῖς διελέγοντο πρώτοις. Καὶ γὰρ πρὸ τοῦ σταυροῦ φησιν αὐτοῖς· Πορεύεσθε ἐπὶ τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· καὶ μετὰ τὸν σταυρὸν οὐκ ἐκώλυσεν, ἀλλὰ καὶ ἐκέλευσεν αὐτοῖς διαλέγεσθαι.

Εἰ γὰρ καὶ εἶπε, Μαθητεύσατε πάντα τὰ ἔθνη· ἀλλὰ μέλλων εἰς τὸν οὐρανὸν ἀναβαίνειν, ἐδήλωσεν ὅτι ἐκείνοις διαλέξονται πρώτοις. Λήψεσθε γὰρ δύναμιν, φησὶν, ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ᾽ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς· καὶ ὁ Παῦλος πάλιν· Ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς, ἐνήργησε καὶ ἐμοὶ εἰς τὰ ἔθνη. Διὰ τοῦτο καὶ οἱ ἀπόστολοι πρὸς τοὺς Ἰουδαίους πρῶτον ἐχώρησαν, καὶ πολὺν ἐν Ἱερουσαλὴμ διατρίψαντες χρόνον εἶτα ὑπ᾽ αὐτῶν ἐλαθέντες, οὕτω διεσπάρησαν εἰς τὰ ἔθνη.

βʹ. Σὺ δὲ ὅρα κἀντεῦθεν τὴν φιλοτιμίαν. Ὅσους ἐὰν εὕρητε, φησὶ, καλέσατε εἰς τοὺς γάμους. Πρὸ τούτου μὲν γὰρ, ὅπερ ἔφην, καὶ Ἰουδαίοις καὶ Ἕλλησι διελέγοντο, ἐπὶ πλεῖον ἐν τῇ Ἰουδαίᾳ διατρίβοντες· ἐπειδὴ δὲ ἐπέμενον ἐπιβουλεύοντες αὐτοῖς, ἄκουσον Παύλου τὴν παραβολὴν ἑρμηνεύοντος ταύτην, καὶ λέγοντος οὕτως Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ. Ἐπειδὴ δὲ ἀναξίους ἑαυτοὺς ἐκρίνατε, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Διὰ τοῦτό φησι καὶ αὐτός· Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι. ᾜδει μὲν οὖν καὶ πρὸ τούτου τοῦτο· ἀλλ᾽ ἵνα μηδεμίαν αὐτοῖς καταλίπῃ ἀναισχύντου τινὸς ἀντιλογίας πρόφασιν, καίπερ εἰδὼς, πρὸς αὐτοὺς πρώτους καὶ ἦλθε καὶ ἔπεμψεν, ἐκείνους τε ἐπιστομίζων, καὶ ἡμᾶς παιδεύων τὰ παρ᾽ ἑαυτῶν ἅπαντα πληροῦν, κἂν μηδεὶς μηδὲν κερδαίνειν μέλλῃ. Ἐπεὶ οὖν οὐκ ἦσαν ἄξιοι, Πορεύεσθε, φησὶν, εἰς τὰς τριόδους, καὶ ὅσους ἐὰν εὕρητε, καλέσατε· καὶ τοὺς τυχόντας καὶ τοὺς ἀπεῤῥιμμένους. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγεν, ὅτι Πόρναι καὶ τελῶναι κληρονομήσουσι τὸν οὐρανόν· καὶ, Οἱ πρῶτοι ἔσχατοι ἔσονται, καὶ οἱ ἔσχατοι πρῶτοι· δείκνυσιν ὅτι δικαίως ταῦτα γίνεται· ὃ μάλιστα πάντων ἔδακνεν Ἰουδαίους, καὶ τῆς κατασκαφῆς χαλεπώτερον μᾶλλον ἔκνιζε, τὸ εἰς τὰ ἐκείνων, καὶ πολλῷ μείζω τῶν ἐκείνων, τοὺς ἐξ ἐθνῶν ὁρᾷν εἰσαγομένους.

Εἶτα ἵνα μηδὲ οὗτοι τῇ πίστει θαῤῥήσωσι μόνῃ, καὶ περὶ τῆς κρίσεως αὐτοῖς διαλέγεται τῆς ἐπὶ ταῖς πονηραῖς πράξεσι, τοῖς μὲν οὐδέπω πεπιστευκόσι περὶ τοῦ προσελθεῖν τῇ πίστει, τοῖς δὲ πεπιστευκόσι περὶ τῆς κατὰ τὸν βίον ἐπιμελείας.

Ἔνδυμα γὰρ βίος ἐστὶ καὶ πρᾶξις. Καὶ μὴν χάριτος ἦν ἡ κλῆσις· τίνος οὖν ἕνεκεν ἀκριβολογεῖται; Ὅτι τὸ μὲν κληθῆναι καὶ καθαρθῆναι, χάριτος ἦν· τὸ δὲ κληθέντα καὶ καθαρὰ ἐνδυσάμενον μεῖναι τοιαῦτα διατηροῦντα, τῆς τῶν κληθέντων σπουδῆς. Τὸ κληθῆναι οὐκ ἀπὸ τῆς ἀξίας γέγονεν, ἀλλ᾽ ἀπὸ τῆς χάριτος. Ἔδει τοίνυν ἀμείψασθαι τὴν χάριν καὶ μὴ τοσαύτην ἐπιδείξασθαι πονηρίαν μετὰ τὴν τιμήν. Ἀλλ᾽ οὐκ ἀπήλαυσα, φησὶν, ὅσον Ἰουδαῖοι. Καὶ μὴν πολλῷ μειζόνων ἀπήλαυσας ἀγαθῶν. Ἃ γὰρ διὰ παντὸς τοῦ χρόνου παρεσκευάζετο ἐκείνοις, ταῦτα ἀθρόον ἔλαβες σὺ, οὐκ ὢν ἄξιος. Διὸ καὶ Παῦλος λέγει· Τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν. Ἃ γὰρ ἐκείνοις ὠφείλετο, ταῦτα ἔλαβες Διὸ καὶ πολλὴ κεῖται ἡ δίκη τοῖς ἐῤῥᾳθυμηκόσι. Καθάπερ γὰρ ἐκεῖνοι τῷ μὴ ἐλθεῖν ὕβρισαν, οὕτω καὶ σὺ τῷ οὕτω κατακλιθῆναι μετὰ βίου διεφθαρμένου. Τὸ γὰρ ῥυπαροῖς ἱματίοις εἰσελθεῖν τοῦτό ἐστι· βίον ἀκάθαρτον ἔχοντα ἀπελθεῖν ἐντεῦθεν· διὸ καὶ ἐφιμοῦτο. Ὁρᾷς πῶς, καίτοι οὕτω τοῦ πράγματος ὄντος καταδήλου, οὐ πρότερον κολάζει, ἕως ἂν αὐτὸς ὁ ἡμαρτηκὼς τὴν ψῆφον ἐξενέγκῃ;

Τῷ γὰρ μηδὲν ἔχειν ἀντειπεῖν κατέκρινεν ἑαυτὸν, καὶ οὕτω πρὸς τὰς ἀποῤῥήτους αἴρεται κολάσεις. Μὴ γὰρ δὴ σκότος ἀκούσας, τούτῳ νομίσῃς αὐτὸν τιμωρεῖσθαι, τῷ εἰς ἀφεγγὲς πέμπεσθαι χωρίον μόνον, ἀλλ᾽ ὅπου καὶ ὁ κλαυθμὸς, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Τοῦτο δὲ λέγει, τὰς ἀκαρτερήτους ἐνδεικνύμενος ὀδύνας.

Ἀκούσατε ὅσοι μυστηρίων ἀπολαύσαντες, καὶ τοῖς γάμοις παραγενόμενοι, ῥυπαραῖς τὴν ψυχὴν περιβάλλετε πράξεσιν. Ἀκούσατε πόθεν ἐκλήθητε. Ἀπὸ τῆς τριόδου. Τί ὄντες; Χωλοὶ καὶ ἀνάπηροι κατὰ ψυχὴν, ὃ πολλῷ χαλεπώτερον τῆς τοῦ σώματος λώβης. Αἰδέσθητε τὴν φιλανθρωπίαν τοῦ καλέσαντος, καὶ μηδεὶς μενέτω ῥυπαρὰ ἔχων ἱμάτια, ἀλλ᾽ ἕκαστος ἡμῶν περιεργαζέσθω τὴν στολὴν τῆς ψυχῆς. Ἀκούσατε, γυναῖκες· ἀκούσατε, ἄνδρες. Οὐ τούτων ἡμῖν δεῖ τῶν ἱματίων τῶν χρυσοπάστων [τῶν τὰ ἔξωθεν ἡμῖν καλλωπιζόντων,] ἀλλ᾽ ἐκείνων τῶν [τὰ] ἔνδον. Ἕως ἂν ταῦτα ἔχωμεν, ἐκεῖνα περιθέσθαι δύσκολον. Οὐκ ἔστιν ὁμοῦ καὶ ψυχὴν καὶ σῶμα καλλωπίζειν. Οὐκ ἔστιν ὁμοῦ καὶ μαμωνᾷ δουλεύειν, καὶ Χριστῷ ὑπακούειν ὡς χρή. Ἀποθώμεθα τοίνυν ταύτην τὴν τυραννίδα τὴν χαλεπήν. Οὐδὲ γὰρ εἴ τις τὸν μὲν οἶκον ἐκόσμει, παραπετάσματα χρυσᾶ κρεμάσας, σὲ δὲ ἐν ῥακίοις γυμνὸν ἐποίει καθῆσθαι, πράως ἂν ἤνεγκας. Ἀλλ᾽ ἰδοὺ νῦν τοῦτο σὺ σαυτὸν ἐργάζῃ, τὴν μὲν οἰκίαν τῆς ψυχῆς σου, τὸ σῶμα λέγω, μυρίοις παραπετάσμασι καλλωπίζων, ἐκείνην δὲ ἐν ῥακίοις ἀφεὶς καθῆσθαι. Οὐκ οἶσθα, ὅτι τὸν βασιλέα τῆς πόλεως μᾶλλον κοσμεῖσθαι δεῖ; Διά τοι τοῦτο τῇ μὲν πόλει παραπετάσματα ἐκ λίνου κατεσκεύασται, τῷ δὲ βασιλεῖ ἁλουργὶς καὶ διάδημα.

Οὕτω καὶ σὺ, τὸ μὲν σῶμα πολλῷ φαυλοτέρᾳ περίβαλε στολῇ, τὸν δὲ νοῦν ἁλουργίδα ἔνδυσον, καὶ στέφανον ἐπίθες αὐτῷ, καὶ κάθισον ἐπὶ ὀχήματος ὑψηλοῦ καὶ περιφανοῦς. Νῦν γὰρ τοὐναντίον ποιεῖς, τὴν μὲν πόλιν καλλωπίζων ποικίλως, τὸν δὲ βασιλέα νοῦν ἀφεὶς σύρεσθαι δεδεμένον ὀπίσω τῶν ἀλόγων παθῶν.

Οὐκ ἐννοεῖς, ὅτι εἰς γάμον ἐκλήθης, καὶ Θεοῦ γάμον; οὐ λογίζῃ πῶς εἰς ταύτας τὰς παστάδας τὴν κληθεῖσαν ψυχὴν εἰσιέναι χρὴ, κροσσωτοῖς χρυσοῖς περιβεβλημένην, πεποικιλμένην; γʹ. Βούλει σοι δείξω τοὺς οὕτως ἐστολισμένους; τοὺς ἔνδυμα ἔχοντας γάμου; Ἀναμνήσθητι τῶν ἁγίων ἐκείνων, ὑπὲρ ὧν πρώην ὑμῖν διελέχθην, τῶν τὰ τρίχινα ἐχόντων ἱμάτια, τῶν τὰς ἐρήμους οἰκούντων. Οὗτοι μάλιστά εἰσιν οἱ τὰ ἐνδύματα τῶν γάμων ἐκείνων ἔχοντες· καὶ δῆλον ἐντεῦθεν· Ὅσας ἂν αὐτοῖς δῷς πορφυρίδας, οὐκ ἂν ἕλοιντο λαβεῖν· ἀλλ᾽ ὥσπερ βασιλεὺς, εἰ τοῦ πτωχοῦ τὰ ῥάκιά τις λαβὼν, κελεύει ταῦτα αὐτὸν ἐνδυθῆναι, βδελύξαιτο ἂν τὴν στολήν· οὕτω καὶ ἐκεῖνοι τὴν ἁλουργίδα τὴν ἐκείνου. Οὐδαμόθεν δὲ ἑτέρωθεν τοῦτο πάσχουσιν, ἀλλ᾽ ἢ διὰ τὸ εἰδέναι τὸ κάλλος τῆς ἑαυτῶν στολῆς. Διὰ τοῦτο καὶ τὴν ἁλουργὸν ἐκείνην χλανίδα διαπτύουσιν ὡς ἀράχνην. Ταῦτα γὰρ αὐτοὺς ὁ σάκκος ἐδίδαξε· καὶ γάρ εἰσιν αὐτοῦ τοῦ βασιλεύοντος ὑψηλότεροι πολλῷ καὶ λαμπρότεροι. Κἂν δυνηθῇς τὰς πύλας ἀναπτύξαι τοῦ νοῦ, καὶ τὴν ψυχὴν αὐτῶν κατιδεῖν, καὶ τὸν ἔνδον ἅπαντα κόσμον, κἂν εἰς τὴν γῆν καταπέσοις, οὐ φέρων τῆς εὐμορφίας τὴν λαμπηδόνα, καὶ τὴν αἴγλην τῶν ἱματίων ἐκείνων, καὶ τὴν ἀστραπὴν τοῦ συνειδότος αὐτῶν.

Ἔχομεν γὰρ εἰπεῖν καὶ παλαιοὺς ἄνδρας μεγάλους καὶ θαυμαστούς· ἀλλ᾽ ἐπειδὴ τοὺς παχυτέρους τὰ ὁρώμενα ὑποδείγματα μᾶλλον ἐνάγει, διὰ τοῦτο ὑμᾶς καὶ ἐπὶ τὰς σκηνὰς πέμπω τῶν ἁγίων ἐκείνων. Οὐδὲν γὰρ ἔχουσι λυπηρὸν, ἀλλ᾽ ἅτε ἐν οὐρανοῖς πηξάμενοι τὰς καλύβας, οὕτω πόῤῥω τῶν ἐν τῷ παρόντι βίῳ μοχθηρῶν ἐσκήνωνται, στρατοπεδευόμενοι κατὰ τοῦ διαβόλου, καὶ ὥσπερ χορεύοντες, οὕτω πολεμοῦσιν αὐτῷ. Διά τοι τοῦτο καλύβας πηξάμενοι, πόλεις καὶ ἀγορὰς καὶ οἰκίας ἔφυγον. Τὸν γὰρ πολεμοῦντα οὐκ ἔνι ἐν οἰκίᾳ καθῆσθαι, ἀλλὰ σχεδιάσαντα τὴν οἴκησιν, ὡς μέλλοντα εὐθέως ἀπανίστασθαι, οὕτω κατοικεῖν. Τοιοῦτοι ἐκεῖνοι πάντες, ἀπεναντίας ἡμῖν.

Ἡμεῖς μὲν γὰρ οὐχ ὡς ἐν στρατοπέδῳ, ἀλλ᾽ ὡς ἐν πόλει εἰρηνικῇ ζῶμεν. Τίς γὰρ ἐπὶ στρατοπέδου ποτὲ θεμελίους καταβάλλεται, καὶ οἰκίαν οἰκοδομεῖται, ἢν μικρὸν ὕστερον ἀπολιμπάνειν μέλλει; Οὐκ ἔστιν οὐδείς· ἀλλὰ κἂν ἐπιχειρήσῃ τις, ὡς προδότης ἀναιρεῖται. Τίς ἐπὶ στρατοπέδου πλέθρα γῆς ὠνεῖται, καὶ πραγματείας συντίθησιν; Οὐκ ἔστιν οὐδείς· καὶ μάλα εἰκότως. Πολεμῆσαι γὰρ, φησὶ, παραγέγονας, οὐ καπηλεῦσαι. Τί τοίνυν φιλοπονεῖς περὶ τὸν τόπον, ὃν μικρὸν ὕστερον ἀφήσεις;

Ὅταν ἀπέλθωμεν εἰς τὴν πατρίδα, ταῦτα ποίει. Ταῦτα καὶ σοὶ λέγω νῦν ἐγώ. Ὅταν ἀναχωρήσωμεν εἰς τὴν πόλιν τὴν ἄνω, ταῦτα ποίει· μᾶλλον δὲ οὐδέν σοι δεῖ πόνων ἐκεῖ· λοιπὸν ὁ βασιλεύς σοι πάντα ἐργάσεται.

Ἐνταῦθα δὲ ἀρκεῖ τάφρον περιελάσαι μόνον, καὶ χάρακα πήξασθαι· οἰκοδομῆς δὲ οὐδεμία χρεία. Ἄκουσον οἷος τῶν ἁμαξοβίων Σκυθῶν ὁ βίος, οἵαν τοὺς νομάδας φασὶν ἔχειν διαγωγήν. Οὕτω τοὺς Χριστιανοὺς ζῇν ἔδει· περιϊέναι τὴν οἰκουμένην, πολεμοῦντας τῷ διαβόλῳ, αἰχμαλώτους ῥυομένους τοὺς ὑπ᾽ ἐκείνου κατεχομένους, καὶ πάντων ἀπηλλάχθαι τῶν βιωτικῶν.

Τί κατασκευάζεις οἰκίαν. ἄνθρωπε, ἵνα μᾶλλον σαυτὸν δήσῃς; Τί κατορύττεις θησαυρὸν, καὶ καλεῖς κατὰ σαυτοῦ τὸν πολέμιον; τί περιβάλλεις τείχη, καὶ σαυτῷ κατασκευάζεις φυλακήν; Εἰ δὲ δύσκολα ταῦτα εἶναί σοι δοκεῖ, ἀπέλθωμεν πρὸς τὰς ἐκείνων σκηνὰς, ἵνα διὰ τῶν ἔργων μάθωμεν τὴν εὐκολίαν. Καλύβας γὰρ ἐκεῖνοι πηξάμενοι, κἂν ἀποστῆναι δέῃ τούτων, οὕτως ἀφίστανται, ὥσπερ οἱ στρατιῶται ἐν εἰρήνῃ τὸ στρατόπεδον ἀφέντες. Καὶ γὰρ οὕτως ἐσκήνωνται, μᾶλλον δὲ καὶ πολλῷ ἥδιον. Καὶ γὰρ ἥδιον ἰδεῖν ἐρημίαν σκηνὰς ἔχουσαν μοναχῶν συνεχεῖς, ἢ στρατιώτας ἐν στρατοπέδῳ παραπετάσματα τείνοντας, καὶ δόρατα πηγνυμένους, καὶ τῆς τῶν δοράτων αἰχμῆς φάρη κροκωτὰ ἐξαρτῶντας, καὶ πλῆθος ἀνθρώπων χαλκᾶς ἐχόντων κεφαλὰς, καὶ πολὺ τῶν ἀσπίδων ἀστράπτοντας τοὺς ὀμφαλοὺς, καὶ σιδήρῳ τεθωρακισμένους ὅλους διόλου, καὶ βασίλεια ἐσχεδιασμένα, καὶ πεδίον ἡπλωμένον πολὺ, καὶ ἀριστοποιουμένους καὶ αὐλοῦντας. Οὐδὲ γὰρ οὕτω τερπνὸν τὸ θέατρον τοῦτο, οἷον ὃ ἐγὼ λέγω νῦν. Ἂν γὰρ ἀπέλθωμεν εἰς τὴν ἔρημον, καὶ ἴδωμεν τῶν τοῦ Χριστοῦ στρατιωτῶν τὰς σκηνὰς, οὐ παραπετάσματα τεινόμενα ὀψόμεθα, οὐδὲ αἰχμὰς δοράτων, οὐδὲ πέπλους χρυσοῦς θόλον βασιλικὴν ποιοῦντας, ἀλλ᾽ οἷον ἂν εἴ τις ἐν γῇ πολλῷ ταύτης μακροτέρᾳ καὶ ἀπείρῳ πολλοὺς ἔτεινεν οὐρανοὺς καινὸν καὶ φρικῶδες ἂν ἔδειξε τὸ θέατρον, οὕτω καὶ ἐκεῖ θεάσασθαι ἔνι.

Οὐδὲν γὰρ αὐτῶν τὰ καταγώγια χεῖρον τῶν οὐρανῶν διάκεινται· καὶ γὰρ ἄγγελοι κατάγονται πρὸς αὐτοὺς, καὶ ὁ τῶν ἀγγέλων Δεσπότης. Εἰ γὰρ πρὸς τὸν Ἀβραὰμ ἦλθον, ἄνδρα γυναῖκα ἔχοντα καὶ παιδία τρέφοντα, ἐπειδὴ φιλόξενον εἶδον· ὅταν πολλῷ πλείονα εὕρωσιν ἀρετὴν, καὶ ἄνθρωπον σώματος ἀπαλλαγέντα, καὶ ἐν σαρκὶ σαρκὸς ὑπερορῶντα, πολλῷ μᾶλλον ἐνταῦθα διατρίβουσι, καὶ χορεύουσι τὴν αὐτοῖς πρέπουσαν χορείαν. Καὶ γὰρ τράπεζα παρ᾽ ἐκείνοις πάσης πλεονεξίας καθαρὰ, καὶ φιλοσοφίας μεστή.

Οὐχ αἱμάτων χείμαῤῥοι παρ᾽ αὐτοῖς, οὐδὲ κρεῶν κατακοπαὶ, οὐδὲ καρηβαρίαι, οὐδὲ καρυκεῖαι, οὐδὲ κνῖσαι παρ᾽ αὐτοῖς ἀηδεῖς, οὐδὲ καπνὸς ἀτερπὴς, οὐδὲ δρόμοι καὶ θόρυβοι καὶ ταραχαὶ καὶ κραυγαὶ ἐπαχθεῖς· ἀλλ᾽ ἄρτος καὶ ὕδωρ· τὸ μὲν ἐκ πηγῆς καθαρᾶς, τὸ δὲ ἀπὸ πόνων δικαίων. Εἰ δέ που καὶ φιλοτιμότερον ἑστιάσασθαι βουληθεῖεν, ἀκρόδρυα ἡ φιλοτιμία γίνεται· καὶ μείζων ἐνταῦθα ἡ ἡδονὴ, ἢ ἐν ταῖς βασιλικαῖς τραπέζαις.

Οὐδεὶς ἐνταῦθα φόβος καὶ τρόμος, οὐκ ἄρχων ἐνεκάλεσεν, οὐ γυνὴ παρώξυνεν, οὐ παιδίον εἰς ἀθυμίαν ἐνέβαλεν, οὐ γέλως ἄτακτος ἐξέλυσεν, οὐ κολάκων πλῆθος ἐφύσησεν· ἀλλ᾽ ἀγγέλων ἐστὶν ἡ τράπεζα, πάσης τοιαύτης ταραχῆς ἀπηλλαγμένη. Καὶ στιβὰς αὐτοῖς χόρτος ἁπλῶς ὑπόκειται, καθάπερ ἐν ἐρήμῳ ἀριστοποιῶν ὁ Χριστὸς ἐποίησε. Πολλοὶ δὲ οὐδὲ ὑπωρόφιοι τοῦτο ποιοῦσιν, ἀλλ᾽ ἀντὶ στέγης τὸν οὐρανὸν ἔχουσι, καὶ τὴν σελήνην ἀντὶ φωτὸς λύχνου οὐ δεομένου ἐλαίου, οὐδὲ τοῦ διακονησομένου· ἐκείνοις μόνοις ἀξίως ἄνωθεν αὕτη φαίνει.

δʹ. Ταύτην καὶ ἄγγελοι ἐκ τοῦ οὐρανοῦ τὴν τράπεζαν θεωροῦντες, τέρπονται καὶ ἥδονται. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαίρουσιν, ἐπὶ δικαίοις τοσούτοις μιμουμένοις αὐτοὺς τί οὐκ ἐργάσονται; Οὐκ ἔστιν ἐκεῖ δεσπότης καὶ δοῦλος· πάντες δοῦλοι, πάντες ἐλεύθεροι.

Καὶ μὴ νομίσῃς αἴνιγμα εἶναι τὸ εἰρημένον· καὶ γὰρ δοῦλοι ἀλλήλων, καὶ δεσπόται ἀλλήλων εἰσίν. Οὐκ ἔστιν ἑσπέρας καταλαβούσης ἐν κατηφείᾳ γενέσθαι, ὅπερ πολλοὶ τῶν ἀνθρώπων πάσχουσι, τὰς ἐκ τῶν μεθημερινῶν κακῶν ἀναλογιζόμενοι φροντίδας. Οὐκ ἔστι μετὰ τὸ δεῖπνον μεριμνῆσαι λῃστὰς, καὶ ἀποκλεῖσαι θύρας, καὶ ἐπιθεῖναι μοχλοὺς, οὐδὲ τἄλλα δεῖσαι, ἃ πολλοὶ δεδοίκασι, τοὺς λύχνους μετὰ ἀκριβείας κοιμίζοντες, μή που σπινθὴρ ἐμπρήσῃ τὴν οἰκίαν. Καὶ ἡ διάλεξις δὲ αὐτοῖς τῆς αὐτῆς γέμει γαλήνης.

Οὐ γὰρ ταῦτα, ἅπερ ἡμεῖς διαλεγόμεθα, φθέγγονται, τὰ μηδὲν πρὸς ἡμᾶς· Ὁ δεῖνα γέγονεν ἄρχων, ὁ δεῖνα ἐπαύσατο τῆς ἀρχῆς, ὁ δεῖνα ἐτελεύτησε, καὶ τὸν κλῆρον διεδέξατο ἕτερος, καὶ ὅσα τοιαῦτα· ἀλλ᾽ ἀεὶ περὶ τῶν μελλόντων φθέγγονται καὶ φιλοσοφοῦσι· καὶ ὥσπερ ἑτέραν οἰκοῦντες οἰκουμένην, ὥσπερ εἰς αὐτὸν μεταστάντες τὸν οὐρανὸν, ὥσπερ ἐκεῖ ζῶντες οὕτω τὰ ἐκεῖ πάντα διαλέγονται, περὶ τῶν κόλπων τοῦ Ἀβραὰμ, περὶ τῶν στεφάνων τῶν ἁγίων, περὶ τῆς μετὰ Χριστοῦ χορείας· καὶ τῶν παρόντων αὐτοῖς οὐδὲ μνήμη τις, οὐδὲ λόγος· ἀλλ᾽ ὥσπερ ἡμεῖς οὐκ ἂν ἀξιώσαιμέν τι εἰπεῖν περὶ ὧν οἱ μύρμηκες κατὰ τὰς ὀπὰς καὶ τοὺς χηραμοὺς πράττουσιν, οὕτως οὐδὲ ἐκεῖνοι, τί ποιοῦμεν ἡμεῖς, ἀλλὰ περὶ τοῦ βασιλέως τοῦ ἄνω, περὶ τοῦ πολέμου τοῦ ἐν χερσὶ, περὶ τῶν τοῦ διαβόλου μηχανημάτων, περὶ τῶν κατορθωμάτων ὧν οἱ ἅγιοι κατώρθωσαν. Τί τοίνυν πρὸς ἐκείνους ἡμεῖς παραβαλλόμενοι μυρμήκων διενηνόχαμεν; Καθάπερ γὰρ ἐκεῖνοι τῶν σωματικῶν ἐπιμελοῦνται, οὕτω καὶ ἡμεῖς· καὶ εἴθε τούτων μόνων ἡμεῖς· νῦν δὲ καὶ πολλῷ χειρόνων. Οὐ γὰρ τῶν ἀναγκαίων ἐπιμελούμεθα μόνον, καθάπερ ἐκεῖνοι, ἀλλὰ καὶ τῶν περιττῶν. Οἱ μὲν γὰρ πόρον παντὸς ἐγκλήματος ἀπηλλαγμένον μετέρχονται· ἡμεῖς δὲ πᾶσαν πλεονεξίαν· καὶ οὐδὲ τὰ μυρμήκων μιμούμεθα, ἀλλὰ τὰ τῶν λύκων, τὰ τῶν παρδάλεων· μᾶλλον δὲ καὶ ἐκείνων χείρους.

Ἐκείνοις μὲν γὰρ ἡ φύσις οὕτως ἔδωκε τρέφεσθαι· ἡμᾶς δὲ λόγῳ καὶ ἰσονομίᾳ τετίμηκεν ὁ Θεὸς, καὶ τῶν θηρίων γεγόναμεν χείρους. Καὶ ἡμεῖς μὲν τῶν ἀλόγων χείρους, ἐκεῖνοι δὲ τῶν ἀγγέλων ἴσοι, ξένοι καὶ παρεπίδημοι τῶν ἐνταῦθα ὄντες· καὶ πάντα αὐτοῖς ἐνήλλακται πρὸς ἡμᾶς, καὶ ἐνδύματα, καὶ τροφὴ, καὶ οἰκία, καὶ ὑποδήματα, καὶ λαλιά. Καὶ εἴ τις ἐκείνων ἤκουσε διαλεγομένων καὶ ἡμῶν, τότε ἂν ἔγνω καλῶς πῶς οἱ μὲν οὐρανοπολῖται, ἡμεῖς δὲ οὐδὲ τῆς γῆς ἄξιοι. Διὰ δὴ τοῦτο, ἐπειδάν τις ἀξίωμα περιβεβλημένος ἀπέλθῃ πρὸς αὐτοὺς, τότε μάλιστα ἐλέγχεται ὁ τῦφος ἅπας. Ὁ γὰρ γηπόνος ἐκεῖνος, καὶ ὁ πάντων ἄπειρος τῶν βιωτικῶν, τοῦ στρατηγοῦ καὶ μέγα ἐπὶ τῇ ἀρχῇ φρονοῦντος πλησίον κάθηται ἐπὶ στιβάδος, ἐπὶ προσκεφαλαίου ῥυπῶντος.

Οὐ γάρ εἰσιν οἱ αἴροντες αὐτὸν, καὶ φυσῶντες· ἀλλὰ ταὐτὸν γίνεται, οἷον ἂν εἴ τις παρὰ χρυσοχόον ἔλθοι καὶ ῥοδωνιάν· καὶ γὰρ καὶ ἀπὸ τοῦ χρυσίου καὶ ἀπὸ τῶν ῥόδων δέχεταί τινα λαμπηδόνα· οὕτω κἀκεῖνοι, ἀπὸ τῆς αὐγῆς τῆς τούτων κερδαίνοντες μικρὸν, τῆς ἀπονοίας τῆς ἔμπροσθεν ἀπαλλάττονται. Καὶ ὥσπερ εἴ τις εἰς ὑψηλὸν ἔλθοι τόπον, κἂν σφόδρα βραχὺς ἦ, ὑψηλὸς φαίνεται· οὕτω καὶ οὗτοι, πρὸς τὰς ὑψηλὰς αὐτῶν ἐρχόμενοι διανοίας, τοιοῦτοι φαίνονται, ἕως ἂν ἐκεῖ μένωσι, κατελθόντες δὲ ταπεινοῦνται πάλιν, ἀπὸ τοῦ ὕψους ἐκείνου καταβαίνοντες. Οὐδὲν παρ᾽ ἐκείνοις βασιλεὺς, οὐδὲν ὕπαρχος· ἀλλ᾽ ὥσπερ ἡμεῖς τῶν παιδίων ταῦτα παιζόντων γελῶμεν οὕτω κἀκεῖνοι τὴν φλεγμονὴν τῶν ἔξω σοβούντων διαπτύουσι. Καὶ δῆλον ἐντεῦθεν· εἰ γάρ τις αὐτοῖς δοίη μετὰ ἀσφαλείας βασιλείαν, οὐκ ἄν ποτε ἕλοιντο· ἕλοιντο δ᾽ ἂν, εἰ μὴ μεῖζον αὐτῆς ἐφρόνουν, εἰ μὴ πρόσκαιρον τὸ πρᾶγμα εἶναι ἐνόμιζον. Τί οὖν; οὐκ αὐτομολήσομεν πρὸς τοσαύτην μακαριότητα; οὐχ ἥξομεν πρὸς τοὺς ἀγγέλους τούτους; οὐ ληψόμεθα καθαρὰ ἱμάτια, καὶ ἐμπομπεύσομεν τοῖς γάμοις τούτοις, ἀλλὰ μενοῦμεν προσαιτοῦντες, τῶν ἐν ταῖς τριόδοις πτωχῶν οὐδὲν ἄμεινον διακείμενοι, μᾶλλον δὲ πολλῷ χεῖρον καὶ ἀθλιώτερον;

Καὶ γὰρ ἐκείνων πολλῷ χείρους οἱ κακῶς πλουτοῦντες, καὶ βέλτιον ἐπαιτεῖν ἢ ἁρπάζειν· τὸ μὲν γὰρ ἔχει συγγνώμην, τὸ δὲ κόλασιν φέρει· καὶ ὁ μὲν οὐδὲν προσκρούει Θεῷ, οὗτος δὲ καὶ ἀνθρώποις καὶ Θεῷ· καὶ τοὺς μὲν πόνους ὑφίσταται τῆς ἁρπαγῆς, τὴν δὲ ἀπόλαυσιν ἕτεροι πολλάκις ἐκαρπώσαντο ἅπασαν.

Ταῦτ᾽ οὖν εἰδότες, καὶ ἀποθέμενοι τὴν πλεονεξίαν πᾶσαν, πλεονεκτήσωμεν τὰ ἄνω, μετὰ πολλῆς σπουδῆς τὴν βασιλείαν ἁρπάζοντες. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι ῥᾳθυμοῦντά τινα εἰς αὐτὴν εἰσελθεῖν. Γένοιτο δὲ πάντας σπουδαίους καὶ ἐγρηγορότας γεγονότας ταύτης ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Οʹ. Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. αʹ. Τότε, πότε; Ὅτε μάλιστα κατανυγῆναι ἔδει, ὅτε ἐκπλαγῆναι τὴν φιλανθρωπίαν, ὅτε φοβηθῆναι τὰ μέλλοντα, ὅτε ἀπὸ τῶν παρελθόντων καὶ περὶ τῶν μελλόντων πιστεῦσαι ἐχρῆν. Καὶ γὰρ ἐπὶ τῶν πραγμάτων τὰ εἰρημένα ἐβόα. Καὶ γὰρ τελῶναι καὶ πόρναι ἐπίστευσαν, καὶ προφῆται καὶ δίκαιοι ἀνῃρέθησαν, καὶ ἀπὸ τούτων ἐχρῆν καὶ περὶ τῆς ἀπωλείας ἑαυτῶν μὴ ἀντιλέγειν, ἀλλὰ καὶ πιστεύειν καὶ σωφρονίζεσθαι. Ἀλλ᾽ ὅμως οὐδὲ οὕτω λήγει τὰ τῆς κακίας αὐτῶν, ἀλλ᾽ ὠδίνει καὶ πρόεισι περαιτέρω. Καὶ ἐπειδὴ κατασχεῖν αὐτὸν οὐκ εἶχον (ἐφοβοῦντο γὰρ τοὺς ὄχλους), ἑτέραν ἦλθον ὁδὸν, ὡς δὴ εἰς κίνδυνον ἐμβαλοῦντες, καὶ δημοσίων ποιήσοντες ἀδικημάτων ὑπεύθυνον. Ἀποστέλλουσι γὰρ αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρωδιανῶν, λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων.

Εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ; Καὶ γὰρ φόρου λοιπὸν ἦσαν ὑποτελεῖς, τῶν πραγμάτων αὐτοῖς εἰς τὴν Ῥωμαίων ἀρχὴν μεταπεσόντων. Ἐπειδὴ οὖν εἶδον, ὅτι οἱ πρὸ τούτου διὰ τοῦτο ἀπέθανον, οἱ περὶ Θευδᾶν καὶ Ἰούδαν, ὡς ἀποστασίαν μελετήσαντες, ἐβούλοντο καὶ αὐτὸν διὰ τῶν λόγων τούτων εἰς τοιαύτην ὑποψίαν ἐμβαλεῖν. Διὰ τοῦτο καὶ τοὺς αὐτῶν μαθητὰς καὶ τοὺς Ἡρώδου στρατιώτας ἔπεμπον, διπλοῦν, ὡς ᾤοντο, τὸν κρημνὸν ἑκατέρωθεν ὀρύττοντες, καὶ πάντοθεν τιθέντες τὴν παγίδα, ἵν᾽, ὅπερ ἂν εἴπῃ, ἐπιλάβωνται· κἂν μὲν ὑπὲρ τῶν Ἡρωδιανῶν ἀποκρίνηται, αὐτοὶ ἐγκαλέσωσιν· ἂν δὲ ὑπὲρ αὐτῶν, ἐκεῖνοι κατηγορήσωσι. Καίτοιγε ἦν δεδωκὼς τὰ δίδραχμα· ἀλλ᾽ οὐκ ᾔδεσαν τοῦτο. Καὶ ἑκατέρωθεν μὲν αὐτὸν προσεδόκων αἱρήσειν, ἐπεθύμουν δὲ μᾶλλον κατὰ τῶν Ἡρωδιανῶν αὐτὸν εἰπεῖν τι. Διὸ καὶ τοὺς μαθητὰς πέμπουσιν, εἰς τοῦτο ὠθοῦντας αὐτὸν τῇ παρουσίᾳ, ἵνα παραδῶσι τῷ ἡγεμόνι ὡς τύραννον. Τοῦτο γὰρ καὶ ὁ Λουκᾶς αἰνιττόμενος ἐδήλου λέγων, ὅτι καὶ ἐπὶ τῶν ὄχλων ἠρώτων, ὡς μείζονα γενέσθαι τὴν μαρτυρίαν.

Ἐγένετο δὲ τοὐναντίον ἅπαν· ἐν πλείονι γὰρ θεάτρῳ τῆς αὐτῶν ἀνοίας παρεῖχον τὴν ἀπόδειξιν. Καὶ ὅρα τὴν κολακείαν, καὶ τὸν ἐγκεκρυμμένον δόλον. Οἴδαμεν, φησὶν, ὅτι ἀληθὴς εἶ. Πῶς οὖν ἐλέγετε, ὅτι Πλάνος ἐστὶ, καὶ, Πλανᾷ τὸν ὄχλον, καὶ, Δαιμόνιον ἔχει, καὶ, Οὐκ ἔστιν ἀπὸ Θεοῦ; πῶς πρὸ μικροῦ ἐβουλεύεσθε αὐτὸν ἀνελεῖν; Ἀλλὰ πάντα γίνονται, ἅπερ ἂν ἡ ἐπιβουλὴ ὑπαγορεύσῃ. Ἐπειδὴ γὰρ πρὸ μικροῦ εἰπόντες μετὰ αὐθαδείας, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; πρὸς τὴν ἐρώτησιν οὐκ ἔτυχον ἀποκρίσεως, προσδοκῶσιν αὐτὸν τῇ κολακείᾳ χαυνοῦν, καὶ πείθειν εἰπεῖν τι κατὰ τῶν καθεστώτων νόμων, καὶ τῇ κρατούσῃ πολιτείᾳ τὸ ὑπεναντίον.

Ὅθεν καὶ τὴν ἀλήθειαν μαρτυροῦσιν αὐτῷ, ὁμολογοῦντες τὸ ὄν· πλὴν οὐκ ὀρθῇ γνώμῃ, οὐδὲ ἑκόντες· καὶ προστιθέασι λέγοντες· Οὐ μέλει σοι περὶ οὐδενός. Ὅρα πῶς εἰσι δῆλοι βουλόμενοι εἰς τούτους μᾶλλον ἐμβαλεῖν αὐτὸν τοὺς λόγους, τοὺς ποιοῦντας αὐτὸν καὶ Ἡρώδῃ προσκροῦσαι, καὶ τυράννου ὑποψίαν λαβεῖν, ὡς κατεξανιστάμενον τῶν νόμων, ἵν᾽ ὡς στασιαστὴν καὶ τύραννον κολάσωσιν. Τὸ γὰρ, Οὐ μέλει σοι περὶ οὐδενὸς, καὶ, Οὐ βλέπεις εἰς πρόσωπον ἀνθρώπου, περὶ Ἡρώδου καὶ Καίσαρος ᾐνίττοντο λέγοντες· Εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; Νῦν τιμᾶτε, καὶ διδάσκαλον νομίζετε, ἐν οἷς τὰ περὶ τῆς σωτηρίας ὑμῶν διελέγετο καταφρονήσαντες καὶ ὑβρίσαντες πολλάκις. Ὅθεν καὶ σύμψηφοι γεγόνασι. Καὶ ὅρα τὸ κακοῦργον. Οὐ λέγουσιν, Εἰπὲ ἡμῖν τί τὸ καλὸν, τί τὸ συμφέρον, τί τὸ νόμιμον; ἀλλὰ, Τί σοι δοκεῖ; Οὕτω πρὸς ἓν τοῦτο ἔβλεπον, τὸ προδοῦναι αὐτὸν, καὶ ἐκπολεμῶσαι τῷ κρατοῦντι.

Καὶ ὁ Μάρκος δὲ τοῦτο δηλῶν, καὶ τὸ αὔθαδες αὐτῶν σαφέστερον ἐκκαλύπτων, καὶ τὴν φονικὴν αὐτῶν γνώμην, φησὶν αὐτοὺς εἰρηκέναι· Δῶμεν Καίσαρι κῆνσον, ἢ μὴ δῶμεν; Οὕτω θυμοῦ μὲν ἔπνεον, καὶ ὤδινον ἐπιβουλὴν, ὑπεκρίνοντο δὲ θεραπείαν. Τί οὖν αὐτός;

Τί με πειράζετε, ὑποκριταί; Εἶδες πῶς πληκτικώτερον αὐτοῖς διαλέγεται; Ἐπειδὴ γὰρ ἀπηρτισμένη καὶ πρόδηλος ἦν ἡ κακία, βαθυτέραν δίδωσι τὴν τομὴν, πρῶτον αὐτοὺς συγχέων, καὶ ἐπιστομίζων, τῷ τὰ ἀπόῤῥητα αὐτῶν εἰς μέσον ἀγαγεῖν, καὶ δῆλον ἅπασι ποιεῖν μεθ᾽ οἵας αὐτῷ προσέρχονται διανοίας. Ταῦτα δὲ ἐποίει, ἀναστέλλων αὐτῶν τὴν κακίαν, ὥστε μὴ πάλιν τοῖς αὐτοῖς ἐπιχειροῦντας καταβλάπτεσθαι. Καίτοιγε τὰ ῥήματα πολλῆς ἔγεμε θεραπείας· καὶ γὰρ καὶ διδάσκαλον ἐκάλουν, καὶ ἀλήθειαν ἐμαρτύρουν, καὶ τὸ ἀπροσωπόληπτον· ἀλλὰ Θεὸς ὢν, οὐδενὶ τούτων παρελογίζετο Ὅθεν κἀκείνους ἐχρῆν στοχάζεσθαι, ὅτι οὐ στοχασμοῦ ἡ ἐπίπληξις ἦν, ἀλλὰ σημεῖον τοῦ τὰ ἀπόῤῥητα αὐτῶν εἰδέναι.

βʹ. Οὐ μὴν μέχρι τῆς ἐπιπλήξεως ἔστη· καίτοιγε ἤρκει μόνον ἐλέγξαντα τὴν γνώμην αὐτῶν, καταισχῦναι αὐτῶν τὴν πονηρίαν· ἀλλ᾽ οὐχ ἵσταται μέχρι τούτου, ἀλλὰ καὶ ἑτέρως ἀποῤῥάπτει αὐτῶν τὰ στόματα. Ἐπιδείξατε γάρ μοι, φησὶ, τὸ νόμισμα τοῦ κήνσου. Καὶ ὡς ἐπέδειξαν, ὅπερ ἀεὶ ποιεῖ, διὰ τῆς ἐκείνων γλώττης ἐκφέρει τὴν ἀπόφασιν, καὶ αὐτοὺς ψηφίσασθαι παρασκευάζει, ὅτι ἔξεστιν· ὅπερ λαμπρὰ καὶ σαφὴς ἦν νίκη.

Ὥστε ὅταν ἐρωτᾷ, οὐκ ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ ταῖς οἰκείαις αὐτῶν ἀποκρίσεσιν ὑπευθύνους αὐτοὺς ποιῆσαι βουλόμενος. Ἐπειδὴ γὰρ ἐρωτηθέντες, Τίνος ἡ εἰκών; εἶπον, ὅτι Καίσαρος, φησίν· Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι.

Οὐ γάρ ἐστι τοῦτο δοῦναι, ἀλλ᾽ ἀποδοῦναι· καὶ τοῦτο καὶ ἀπὸ τῆς εἰκόνος καὶ ἀπὸ τῆς ἐπιγραφῆς δείκνυται. Εἶτα ἵνα μὴ εἴπωσιν, ὅτι Ἀνθρώποις ἡμᾶς ὑποτάττεις; ἐπήγαγε, Καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Ἔξεστι γὰρ καὶ ἀνθρώποις τὰ αὐτῶν πληροῦν, καὶ Θεῷ διδόναι τὰ τῷ Θεῷ παρ᾽ ἡμῶν ὀφειλόμενα. Διὸ καὶ Παῦλός φησιν· Ἀπόδοτε πᾶσι τὰς ὀφειλάς· τῷ τὸν φόρον, τὸν φόρον· τῷ τὸ τέλος, τὸ τέλος· τῷ τὸν φόβον, τὸν φόβον. Σὺ δὲ ὅταν ἀκούσῃς, Ἀπόδος τὰ τοῦ Καίσαρος Καίσαρι, ἐκεῖνα γίνωσκε λέγειν αὐτὸν μόνον, τὰ μηδὲν τὴν εὐσέβειαν παραβλάπτοντα· ὡς ἄν τι τοιοῦτον ᾖ, οὐκέτι Καίσαρος, ἀλλὰ τοῦ διαβόλου φόρος ἐστὶ καὶ τέλος τὸ τοιοῦτον. Ταῦτα ἀκούσαντες ἐπεστομίσθησαν καὶ ἐθαύμασαν τὴν σοφίαν. Οὐκοῦν πιστεῦσαι ἐχρῆν, οὐκοῦν ἐκπλαγῆναι. Καὶ γὰρ θεότητος αὐτοῖς παρέσχεν ἀπόδειξιν, τὰ ἀπόῤῥητα ἐκκαλύψας, καὶ μετ᾽ ἐπιεικείας αὐτοὺς ἐπεστόμισε. Τί οὖν; ἐπίστευσαν; Οὐδαμῶς· ἀλλ᾽ Ἀφέντες αὐτὸν ἀπῆλθον, καὶ μετ᾽ αὐτοὺς προσῆλθον οἱ Σαδδουκαῖοι. Ὢ τῆς ἀνοίας! Ἐκείνων ἐπιστομισθέντων οὗτοι προσβάλλουσι, δέον ὀκνηροτέρους γενέσθαι.

Ἀλλὰ τοιοῦτον ἡ θρασύτης, ἀναίσχυντον καὶ ἰταμὸν καὶ ἀδυνάτοις ἐπιχειροῦν. Διὰ τοῦτο καὶ ὁ εὐαγγελιστὴς ἐκπληττόμενος αὐτῶν τὴν ἄνοιαν, αὐτὸ τοῦτο ἐπισημαίνεται λέγων, ὅτι Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον.

Ἐν ἐκείνῃ, ποίᾳ; Ἐν ᾗ τὴν ἐκείνων κακουργίαν ἤλεγξεν, καὶ κατῄσχυνεν αὐτούς. Τίνες δέ εἰσιν οὗτοι; Αἵρεσις Ἰουδαίων ἑτέρα παρὰ τοὺς Φαρισαίους, κἀκείνων πολὺ καταδεεστέρα λέγουσα μὴ εἶναι ἀνάστασιν, μήτε ἄγγελον, μήτε πνεῦμα. Παχύτεροι γάρ τινες οὗτοι, καὶ περὶ τὰ σωματικὰ ἐπτοημένοι. Πολλαὶ γὰρ καὶ ἐπὶ Ἰουδαίων αἱρέσεις ἦσαν. Διὸ καὶ Παῦλος λέγει· Φαρισαῖός εἰμι, τῆς ἀκριβεστάτης αἱρέσεως παρ᾽ ἡμῖν.

Καὶ ἐξ εὐθείας μὲν οὐδὲν οὗτοι περὶ ἀναστάσεως λέγουσι· λόγον δέ τινα πλάττουσι, καὶ πρᾶγμα συντιθέασιν, ὡς ἔγωγε οἶμαι, οὐδὲ γεγενημένον, οἰόμενοι εἰς ἀπορίαν αὐτὸν ἐμβαλεῖν, καὶ θέλοντες ἀνατρέψαι ἀμφότερα, καὶ τὸ ἀνάστασιν εἶναι, καὶ τὸ τοιαύτην ἀνάστασιν. Πάλιν δὲ καὶ οὗτοι μετ᾽ ἐπιεικείας δῆθεν προσβάλλουσι, λέγοντες· Διδάσκαλε, Μωϋσῆς εἶπεν· Ἐὰν ἀποθάνῃ τις μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς τὴν γυναῖκα, καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ. Ἦσαν δὲ παρ᾽ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησε, καὶ μὴ ἔχων σπέρμα ἀφῆκε τὴν γυναῖκα τῷ ἀδελφῷ. Ὁμοίως καὶ ὁ δεύτερος, καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά. Ὕστερον δὲ ἀπέθανε καὶ ἡ γυνή. Ἐν τῇ οὖν ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται γυνή;

Ὅρα τούτοις διδασκαλικῶς ἀποκρινόμενον. Εἰ γὰρ καὶ ἀπὸ κακουργίας προσῆλθον, ἀλλ᾽ ὅμως καὶ ἀγνοίας ἡ ἐρώτησις ἦν μᾶλλον. Διὸ οὐδὲ λέγει αὐτοῖς. Ὑποκριταί. Εἶτα ἵνα μὴ ἐγκαλέσῃ, διατί ἑπτὰ μίαν ἔσχον, προστιθέασι τὸν Μωϋσέα· καίτοιγε, ὅπερ ἔφθην εἰπὼν, πλάσμα ἦν, ὡς ἔγωγε οἶμαι. Οὐ γὰρ ἂν ὁ τρίτος ἔλαβε, τοὺς δύο νυμφίους νεκροὺς γενομένους ἰδών· εἰ δὲ ὁ τρίτος, ἀλλ᾽ οὐχ ὁ τέταρτος, οὐδὲ ὁ πέμπτος· εἰ δὲ καὶ οὗτοι, πολλῷ μᾶλλον ὁ ἕκτος ἢ ὁ ἕβδομος οὐκ ἂν προσῆλθον, ἀλλ᾽ οἰωνίσαντο ἂν τὴν γυναῖκα. Τοιοῦτοι γὰρ οἱ Ἰουδαῖοι.

Εἰ γὰρ νῦν πολλοὶ τοῦτο πάσχουσι, πολλῷ μᾶλλον τότε ἐκεῖνοι· ὅπου γε καὶ χωρὶς τούτου πολλάκις τὸ οὕτω συνοικεῖν ἔφυγον, καὶ ταῦτα τοῦ νόμου καταναγκάζοντος. Οὕτω γοῦν ἡ Ῥοὺθ ἡ Μωαβῖτις ἐκείνη γυνὴ πρὸς τὸν μακροτέρω τῆς συγγενείας ἐξεκυλίσθη· καὶ ἡ Θάμαρ δὲ ἐντεῦθεν παρὰ τοῦ κηδεστοῦ κλέψαι σπέρμα κατηναγκάζετο.

Καὶ τίνος ἕνεκεν οὐκ ἔπλασαν δύο ἢ τρεῖς, ἀλλ᾽ ἑπτά; Ὥστε ἐκ περιουσίας κωμῳδῆσαι, ὡς ᾤοντο, τὴν ἀνάστασιν. Διὸ καὶ λέγουσι, Πάντες ἔσχον αὐτὴν, ὡς εἰς ἄπορόν τι αὐτὸν ἐμβάλλοντες. Τί οὖν ὁ Χριστός; Πρὸς ἀμφότερα ἀποκρίνεται, οὐ πρὸς τὰ ῥήματα, ἀλλὰ πρὸς τὴν γνώμην ἱστάμενος, καὶ πανταχοῦ τὰ ἀπόῤῥητα αὐτῶν ἐκκαλύπτων, καὶ ποτὲ μὲν αὐτὰ ἐκπομπεύων, ποτὲ δὲ τῷ συνειδότι τῶν ἐρωτώντων ἀφιεὶς τὸν ἔλεγχον.

Ὅρα γοῦν ἐνταῦθα πῶς ἀμφότερα δείκνυσι, καὶ ὅτι ἀνάστασις ἔσται, καὶ ὅτι οὐ τοιαύτη ἀνάστασις, οἵαν ὑποπτεύουσι. Τί γάρ φησι; Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. Ἐπειδὴ γὰρ ὡς εἰδότες, Μωϋσέα προβάλλονται καὶ τὸν νόμον, δείκνυσιν ὅτι τοῦτο μάλιστα ἀγνοούντων ἐστὶ τὰς Γραφὰς τὸ ἐρώτημα. Ἐντεῦθεν γὰρ καὶ τὸ πειράζειν αὐτοῖς ἦν, ἐκ τοῦ τὰς Γραφὰς ἀγνοεῖν, καὶ τοῦ Θεοῦ τὴν δύναμιν μὴ εἰδέναι ὡς χρή. Τί οὖν θαυμαστὸν, φησὶν, εἰ ἐμὲ πειράζετε τὸν ἔτι ἀγνοούμενον ὑμῖν, ὅπου γε οὐδὲ τοῦ Θεοῦ τὴν δύναμιν ἴστε, ἧς τοσαύτην πεῖραν εἰλήφατε, καὶ οὔτε ἐκ κοινῶν ἐννοιῶν, οὔτε ἀπὸ Γραφῶν αὐτὴν ἔγνωτε; εἰ ἄρα καὶ κοινοὶ λογισμοὶ τοῦτο παρέχουσιν εἰδέναι, ὅτι τῷ Θεῷ πάντα δυνατά.

γʹ. Καὶ πρῶτον μὲν πρὸς τὸ ἐρωτηθὲν ἀποκρίνεται. Ἐπειδὴ γὰρ τοῦτο αἴτιον ἦν αὐτοῖς τοῦ μὴ νομίζειν ἀνάστασιν, τὸ νομίζειν τοιαύτην εἶναι τὴν τῶν πραγμάτων κατάστασιν, τὸ αἴτιον θεραπεύει, εἶτα καὶ τὸ σύμπτωμα (ἀπὸ γὰρ τούτου καὶ τὸ νόσημα γέγονε)· καὶ δείκνυσι τῆς ἀναστάσεως τὸν τρόπον. Ἐν γὰρ τῇ ἀναστάσει, φησὶν, οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται, ἀλλ᾽ εἰσὶν ὡς ἄγγελοι Θεοῦ ἐν οὐρανῷ. Ὁ δὲ Λουκᾶς φησιν, Ὡς υἱοὶ Θεοῦ. Εἰ τοίνυν οὐ γαμοῦσι, περιττὴ ἡ ἐρώτησις. Οὐ μὴν ἐπειδὴ οὐ γαμοῦσι, διὰ τοῦτο ἄγγελοι· ἀλλ᾽ ἐπειδὴ ὡς ἄγγελοι, διὰ τοῦτο οὐ γαμοῦσιν. Ἀπὸ τούτου καὶ ἕτερα πολλὰ ἀνεῖλεν, ἅπερ ἅπαντα δι᾽ ἑνὸς ῥήματος ὁ Παῦλος ᾐνίξατο εἰπών· Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. Καὶ διὰ μὲν τούτων ἐδήλωσεν ἡλίκον ἡ ἀνάστασις· ὅτι δὲ καὶ ἀνάστασίς ἐστι, δείκνυσι Καίτοι συναποδέδεικται τῷ εἰρημένῳ καὶ τοῦτο, ἀλλ᾽ ὅμως ἐκ περιουσίας τῷ λόγῳ πάλιν προστίθησι λέγων. Οὐδὲ γὰρ πρὸς τὸ ἐρώτημα ἔστη μόνον, ἀλλὰ καὶ πρὸς τὴν ἔννοιαν αὐτῶν. Οὕτως ὅταν μὴ σφόδρα κακουργῶσιν, ἀλλ᾽ ἀγνοοῦντες ἐρωτῶσι, καὶ ἐκ περιουσίας διδάσκει· ὅταν δὲ ἀπὸ κακίας μόνης, οὐδὲ πρὸς τὰ ἐρωτώμενα ἀποκρίνεται. Καὶ πάλιν ἀπὸ τοῦ Μωϋσέως ἐπιστομίζει αὐτοὺς, ἐπειδὴ κἀκεῖνοι Μωϋσέα προεβάλοντο, καί φησι· Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε, ὅτι Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ;

Οὐκ ἔστι Θεὸς νεκρῶν, ἀλλὰ ζώντων. Οὐχὶ τῶν οὐκ ὄντων, φησὶ, καὶ καθάπαξ ἀφανισθέντων, καὶ οὐκέτι ἀναστησομένων. Οὐ γὰρ εἶπεν, Ἤμην, ἀλλ᾽, Εἰμί· τῶν ὄντων καὶ τῶν ζώντων. Ὥσπερ γὰρ ὁ Ἀδὰμ, εἰ καὶ ἔζη τῇ ἡμέρᾳ ᾗ ἔφαγεν ἀπὸ τοῦ ξύλου, ἀπέθανε τῇ ἀποφάσει· οὕτω καὶ οὗτοι, εἰ καὶ ἐτεθνήκεσαν, ἔζων τῇ ὑποσχέσει τῆς ἀναστάσεως. Πῶς οὖν φησιν ἀλλαχοῦ, Ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ; Ἀλλ᾽ οὐκ ἔστιν ἐναντίον τοῦτο ἐκείνῳ. Νεκρῶν γὰρ ἐνταῦθά φησι, τῶν καὶ αὐτῶν ζήσεσθαι μελλόντων. Ἄλλως δὲ καὶ ἕτερον τὸ, Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ, καὶ τὸ, Ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Οἶδε δὲ καὶ ἄλλην νεκρότητα. περὶ ἧς φησιν· Ἄφετε τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. Καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλάγησαν ἐπὶ τῇ διδαχῇ αὐτοῦ. Οὐδὲ ἐνταῦθα οἱ Σαδδουκαῖοι· ἀλλ᾽ οὗτοι μὲν ἡττηθέντες ἀναχωροῦσι· τὸ δὲ ἀδέκαστον πλῆθος καρποῦται τὴν ὠφέλειαν. Ἐπεὶ οὖν τοιαύτη ἡ ἀνάστασις, φέρε πάντα ποιῶμεν, ἵνα τῶν πρωτείων ἐκεῖ τύχωμεν. Εἰ δὲ δοκεῖ, καὶ πρὸ τῆς ἀναστάσεως δείξωμεν ὑμῖν τινας ταῦτα ἐντεῦθεν ἐπιτηδεύοντας καὶ καρπουμένους, πάλιν ἐπὶ τὰς ἐρήμους ἀπελθόντες. Πάλιν γὰρ τῶν αὐτῶν ἅψομαι λόγων, ἐπειδὴ μετὰ πλείονος ἡδονῆς ἀκούοντας ὑμᾶς βλέπω. Ἴδωμεν τοίνυν καὶ τήμερον τὰ στρατόπεδα τὰ πνευματικά· ἴδωμεν τὴν φόβου καθαρὰν ἡδονήν.

Οὐ γὰρ μετὰ δοράτων εἰσὶν ἐσκηνωμένοι, καθάπερ οἱ στρατιῶται (ἐνταῦθα γὰρ πρώην κατέλυσα τὸν λόγον), οὐδὲ μετὰ ἀσπίδων καὶ θωράκων· ἀλλὰ γυμνοὺς ὄψει τούτων ἁπάντων, καὶ τοιαῦτα ἐργαζομένους, οἷα οὐδὲ μετὰ ὅπλων ἐκεῖνοι.

Καὶ εἰ δύνασαι συνιδεῖν, ἐλθὲ, καὶ χεῖρά μοι ὄρεξον, καὶ ἴωμεν εἰς τὸν πόλεμον τοῦτον ἀμφότεροι, καὶ ἴδωμεν τὴν παράταξιν. Καὶ γὰρ καὶ οὗτοι καθ᾽ ἑκάστην πολεμοῦσι τὴν ἡμέραν, καὶ σφάττουσι τοὺς ὑπεναντίους, καὶ νικῶσι τὰς ἐπιθυμίας ἁπάσας τὰς ἐπιβουλευούσας ἡμῖν. Καὶ ὄψει ταύτας ἐῤῥιμμένας χαμαὶ, καὶ μηδὲ σπαίρειν δυναμένας· ἀλλὰ τὸ ἀποστολικὸν ἐκεῖνο διὰ τῶν ἔργων δεικνύμενον, ὅτι Οἱ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.

Εἶδες πλῆθος νεκρῶν κειμένων, ἐσφαγμένων τῇ μαχαίρα τοῦ πνεύματος; Διὰ τοῦτο οὐκ ἔστιν ἐκεῖ μέθη, οὐδὲ ἀδηφαγία. Καὶ δείκνυσιν ἡ τράπεζα, καὶ τὸ τρόπαιον τὸ ἐπ᾽ αὐτῇ ἑστηκός. Ἡ γὰρ μέθη καὶ ἡ ἀδηφαγία κεῖται νεκρὰ διὰ τῆς ὑδροποσίας τροπωθεῖσα, τὸ πολυειδὲς τοῦτο καὶ πολυκέφαλον θηρίον. Καθάπερ γὰρ ἐπὶ τῆς μυθοποιουμένης Σκύλλης καὶ Ὕδρας, οὕτω καὶ ἐπὶ τῆς μέθης πολλὰς ἔστι κεφαλὰς ἰδεῖν· ἐντεῦθεν πορνείαν, ἐκεῖθεν ὀργὴν, ἄλλοθεν βλακείαν, ἑτέρωθεν ἔρωτας ἀτόπους φυομένους· ἀλλὰ πάντα ταῦτα ἀνῄρηται.

Καίτοιγε ἐκεῖνα πάντα τὰ στρατόπεδα, κἂν μυρίων περιγένωνται πολέμων, ὑπὸ τούτων ἁλίσκονται· καὶ οὔτε ὅπλα, οὔτε δόρατα, οὐχ ὅπερ ἂν ἕτερον ᾖ, δύναται πρὸς ταύτας στῆναι τὰς φάλαγγας· ἀλλ᾽ αὐτοὺς τοὺς γίγαντας, τοὺς ἀριστέας, τοὺς τὰ μυρία ἀνδραγαθοῦντας, εὕροις ἂν χωρὶς δεσμῶν δεδεμένους ὕπνῳ καὶ μέθῃ, χωρὶς σφαγῆς καὶ τραυμάτων, καθάπερ τοὺς τετραυματισμένους, κειμένους, μᾶλλον δὲ καὶ χαλεπώτερον. Ἐκεῖνοι μὲν γὰρ κἂν σπαίρουσιν· οὗτοι δὲ οὐδὲ τοῦτο, ἀλλ᾽ εὐθέως καταπίπτουσιν. Ὁρᾷς ὅτι μεῖζον τοῦτο τὸ στρατόπεδον καὶ θαυμαστότερον; τοὺς γὰρ ἐκείνων περιγινομένους πολεμίους ἀναιρεῖ τῷ θελῆσαι μόνον. Οὕτω γὰρ αὐτὴν ἀσθενῆ τὴν μητέρα ἁπάντων τῶν κακῶν ποιοῦσιν, ὡς μηδὲ ἐνοχλεῖν λοιπόν· τοῦ δὲ στρατηγοῦ κειμένου, καὶ τῆς κεφαλῆς ἀνῃρημένης, καὶ τὸ λοιπὸν σῶμα ἡσυχάζει. Καὶ τὴν νίκην ταύτην ἕκαστον τῶν ἐκεῖ μενόντων ἐργαζόμενον ἴδοι τις ἄν. Οὐ γὰρ ὥσπερ ἐπὶ τούτων τῶν πολέμων ἐὰν ὑφ᾽ ἑνός τις λάβῃ πληγὴν, ἑτέρῳ λοιπὸν οὐκ ἔστι βαρὺς καταπεσὼν ἅπαξ· ἀλλ᾽ ἀνάγκη πάντας τὸ θηρίον τοῦτο παίειν· καὶ ὁ μὴ πλήξας αὐτὴν, καὶ καταβαλὼν, ἐνοχλεῖται πάντως.

δʹ. Εἶδες νίκην λαμπράν; Οἷον γὰρ τὰ στρατόπεδα τὰ πανταχοῦ τῆς οἰκουμένης ὁμοῦ συνελθόντα στῆσαι τρόπαιον οὐκ ἰσχύει, τοῦτο ἕκαστος ἐκείνων ἵστησι· καὶ πάντα ἀναμέμικται τετρωμένα, παράφορα παραπληξίας ῥήματα, νοήματα μανικὰ, ἀηδὴς τῦφος, πάντα ὅσα ἀπὸ μέθης ὁπλίζεται. Καὶ μιμοῦνται τὸν ἑαυτῶν Δεσπότην, ὃν ἡ Γραφὴ θαυμάζουσα ἔλεγεν· Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται· διὰ τοῦτο ὑψώσει κεφαλήν. Βούλεσθε καὶ ἕτερον πλῆθος νεκρῶν ἰδεῖν; Ἴδωμεν τὰς ἐκ τῆς τρυφῆς ἐπιθυμίας, τὰς ἐκ τῶν ὀψοποιῶν, τῶν μαγείρων, τῶν τραπεζοποιῶν, τῶν πλακουντοποιῶν. Αἰσχύνομαι μὲν γὰρ πάντα διηγούμενος· πλὴν ἀλλ᾽ ὅμως ἐρῶ τὰς ὄρνεις τὰς ἀπὸ Φάσιδος, τοὺς ζωμοὺς τοὺς χύδην μιγνυμένους, τὰ ὑγρὰ, τὰ ξηρὰ ἐδέσματα, τοὺς περὶ τούτων κειμένους νόμους. Καθάπερ γάρ τινα πόλιν οἰκοῦντες, καὶ στρατόπεδα διατάττοντες, οὕτω καὶ οὗτοι, τὸ καὶ τὸ πρῶτον, καὶ τὸ καὶ τὸ δεύτερον νομοθετοῦσι καὶ κατατάττουσι.

Καὶ οἱ μὲν πρῶτον ὄρνεις ἐπ᾽ ἀνθράκων ὠπτημένας, ἔνδοθεν μεμεστωμένας ἰχθύων εἰσάγουσιν· ἕτεροι δὲ ἄλλοθεν τὰ προοίμια ποιοῦνται τῶν παρανόμων τούτων δείπνων· καὶ ἅμιλλα πολλὴ περὶ τούτων, καὶ ὑπὲρ ποιότητος, καὶ ὑπὲρ τάξεως, καὶ ὑπὲρ πλήθους· καὶ φιλοτιμοῦνται ἐφ᾽ οἷς κατορύττεσθαι ἔδει, οἱ μὲν ὅτι τὸ ἥμισυ τῆς ἡμέρας ἀνάλωσαν, οἱ δὲ πᾶσαν αὐτὴν, οἱ δὲ ὅτι καὶ τὴν νύκτα προσέθηκαν λέγοντες· Ἴδε τὸ μέτρον, ταλαίπωρε, τῆς γαστρὸς, καὶ αἰσχύνθητι τὴν ἄμετρον σπουδήν. Ἀλλ᾽ οὐδὲν τοιοῦτον παρὰ τοῖς ἀγγέλοις ἐκείνοις· ἀλλὰ καὶ αὗται πᾶσαι αἱ ἐπιθυμίαι νεκραί. Οὐ γὰρ εἰς πλησμονὴν καὶ τρυφὴν, ἀλλ᾽ εἰς χρείαν αὐτοῖς αἱ τροφαί. Οὐκ ὀρνίθων ἐκεῖ θηραταὶ, οὐδὲ ἰχθύων, ἀλλ᾽ ἄρτος καὶ ὕδωρ.

Ἡ δὲ σύγχυσις αὕτη, καὶ ὁ θόρυβος, καὶ αἱ ταραχαὶ, πάντα ἐκποδὼν ἐκεῖθεν, καὶ ἀπὸ τοῦ δωματίου, καὶ ἀπὸ τοῦ σώματος, καὶ πολὺς ὁ λιμήν· παρὰ δὲ τούτοις πολλὴ ἡ ζάλη. Ἀνάῤῥηξον σὺν τῷ λόγῳ τὴν γαστέρα τῶν τὰ τοιαῦτα σιτουμένων, καὶ ὄψει τὸν πολὺν φορυτὸν, καὶ τὸν ἀκάθαρτον ὀχετὸν, καὶ τὸν κεκονιαμένον τάφον.

Τὰ δὲ μετὰ ταῦτα καὶ αἰσχύνομαι εἰπεῖν, τὰς ἐρυγὰς τὰς ἀηδεῖς, τοὺς ἐμέτους, τὰς κάτωθεν, τὰς ἄνωθεν ἐκκρίσεις. Ἀλλὰ καὶ ταύτας ἴθι καὶ βλέπε νεκρὰς τὰς ἐπιθυμίας ἐκεῖ, καὶ τοὺς ἀπὸ τούτων σφοδροτέρους ἔρωτας· τοὺς τῶν ἀφροδισίων λέγω. Καὶ γὰρ καὶ τούτους ὄψει πάντας ἐῤῥιμμένους μετὰ τῶν ἵππων, μετὰ τῶν σκευοφόρων. Σκευοφόρος γὰρ καὶ ὅπλον καὶ ἵππος αἰσχρᾶς πράξεως ῥῆμά ἐστιν αἰσχρόν. Ἀλλ᾽ ὄψει ἵππον ὁμοῦ καὶ ἀναβάτην τοιοῦτον, καὶ ὅπλα κείμενα· ἐκεῖ δὲ τοὐναντίον ἅπαν, καὶ ψυχὰς νεκρὰς ἐῤῥιμμένας.

Οὐκ ἐπὶ τῆς τραπέζης δὲ μόνον ἡ νίκη λαμπρὰ τοῖς ἁγίοις ἐκείνοις, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων· ἐπὶ τῶν χρημάτων, ἐπὶ τῆς δόξης, ἐπὶ τῆς βασκανίας, ἐπὶ τῶν νοσημάτων ἁπάντων. Ἆρά σοι οὐ δοκεῖ τοῦτο ἐκείνου τοῦ στρατοπέδου ἰσχυρότερον εἶναι, καὶ ἡ τράπεζα βελτίων; Καὶ τίς ἀντερεῖ; Οὐδεὶς, οὐδὲ αὐτῶν ἐκείνων, κἂν σφόδρα μαινόμενος ᾖ. Αὕτη μὲν γὰρ εἰς οὐρανὸν παραπέμπει, ἐκείνη δὲ εἰς γέενναν ἕλκει· ταύτην ὁ διάβολος διατάττεται, ἐκείνην δὲ ὁ Χριστός· ταύτην τρυφὴ νομοθετεῖ καὶ ἀκολασία, ἐκείνην δὲ φιλοσοφία καὶ σωφροσύνη· ἐνταῦθα ὁ Χριστὸς παραγίνεται, ἐκεῖ δὲ ὁ διάβολος. Ἔνθα γὰρ μέθη, διάβολος· ἔνθα αἰσχρὰ ῥήματα, ἔνθα πλησμονὴ, ἐκεῖ δαίμονες χορεύουσι.

Τοιαύτην εἶχε τράπεζαν ὁ πλούσιος ἐκεῖνος· διὰ τοῦτο οὐδὲ σταγόνος ὕδατος κύριος ἦν. Ἀλλ᾽ οὐχ οὗτοι τοιαύτην, ἀλλὰ τὰ τῶν ἀγγέλων ἤδη μελετῶσιν. Οὐ γαμοῦσιν, οὐδὲ γαμίσκονται, οὐδὲ καθεύδουσιν ἄρδην, οὐδὲ τρυφῶσιν· ἀλλὰ πλὴν ὀλίγων τινῶν καὶ ἀσώματοι γεγόνασι. Τίς οὖν ἐστιν οὕτως εὐκόλως νικῶν τοὺς ἐχθροὺς, ὡς ἀριστοποιούμενος τρόπαιον ἱστᾷν; Διὰ τοῦτο καὶ ὁ προφήτης φησίν· Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξεναντίας τῶν θλιβόντων με. Οὐ γὰρ ἄν τις ἁμάρτοι καὶ περὶ ταύτης τοῦτο εἰπὼν τὸ λόγιον τῆς τραπέζης. Οὐδὲν γὰρ οὕτω θλίβει ψυχὴν, ὡς ἐπιθυμία ἄτοπος, καὶ τρυφὴ, καὶ μέθη, καὶ τὰ ἐκ τούτων κακά· καὶ τοῦτο ἴσασιν οἱ πεῖραν εἰληφότες καλῶς.

Εἰ δὲ μάθοις καὶ πόθεν αὕτη συλλέγεται ἡ τράπεζα, καὶ πόθεν ἐκείνη, τότε ὄψει καλῶς ἑκατέρας τὸ διάφορον. Πόθεν οὖν αὕτη συλλέγεται; Ἀπὸ μυρίων δακρύων, ἀπὸ χηρῶν πλεονεκτουμένων, ἀπὸ ὀρφανῶν ἁρπαζομένων· ἡ δὲ ἀπὸ πόνων δικαίων. Καὶ ἔοικεν αὕτη μὲν ἡ τράπεζα γυναικὶ καλῇ καὶ εὐειδεῖ, οὐδενὸς τῶν ἔξωθεν δεομένῃ, ἀλλὰ φυσικὸν ἐχούσῃ τὸ κάλλος· ἐκείνη δὲ, πόρνῃ τινὶ αἰσχρᾷ καὶ δυσειδεῖ, πολλὰ μὲν ἐπιτρίμματα ἐχούσῃ, οὐκ ἰσχυούσῃ δὲ συσκιάσαι τὴν ἀμορφίαν, ἀλλ᾽ ὅσῳ ἂν ἐγγὺς γίνηται, μᾶλλον ἐλεγχομένη. Καὶ γὰρ καὶ αὕτη ὅταν ἐγγυτέρω γένηται τοῦ συγγινομένου, τότε δείκνυσι τὸ αἶσχος μᾶλλον.

Μὴ γάρ μοι ἀνιόντας ἴδῃς τοὺς δαιτυμόνας, ἀλλὰ καὶ κατιόντας, καὶ τότε αὐτῆς ὄψει τὴν αἰσχρότητα. Ἐκείνη μὲν γὰρ τοὺς συγγινομένους, ἅτε ἐλευθέρα οὖσα, οὐδὲν ἀφίησιν αἰσχρὸν εἰπεῖν· αὕτη δὲ οὐδὲν σεμνὸν, ἅτε πόρνη οὖσα καὶ ἠτιμωμένη. Αὕτη τὸ χρήσιμον ζητεῖ τοῦ συνόντος αὐτῇ· ἐκείνη δὲ τὸ ἐπιβλαβές.

Καὶ ἡ μὲν οὐκ ἀφίησι προσκροῦσαι Θεῷ· ἡ δὲ οὐκ ἀφίησι μὴ προσκροῦσαι. Ἀπίωμεν τοίνυν πρὸς ἐκείνους. Ἐκεῖθεν εἰσόμεθα πόσοις δεσμοῖς ἐσμεν περιβεβλημένοι· ἐκεῖθεν εἰσόμεθα τράπεζαν παρατίθεσθαι μυρίων γέμουσαν ἀγαθῶν, ἡδίστην, ἀδάπανον, φροντίδος ἀπηλλαγμένην, φθόνου καὶ βασκανίας καὶ νόσου πάσης ἐλευθέραν, καὶ χρηστῆς γέμουσαν ἐλπίδος, καὶ πολλὰ τὰ τρόπαια ἔχουσαν.

Οὐκ ἔστι θόρυβος ψυχῆς ἐκεῖ, οὐκ ἔστι λύπη, οὐκ ἔστιν ὀργή· πάντα γαλήνη, πάντα εἰρήνη. Μὴ γάρ μοι τὴν σιγὴν τῶν διακονούντων εἴπῃς ἐν ταῖς τῶν πλουσίων οἰκίαις, ἀλλὰ τὴν κραυγὴν τῶν ἀριστοποιουμένων· οὐ τὴν πρὸς ἀλλήλους λέγω (καὶ αὕτη μὲν γὰρ καταγέλαστος), ἀλλὰ τὴν ἔνδον, τὴν ἐν τῇ ψυχῇ, τὴν πολλὴν ἐπάγουσαν αἰχμαλωσίαν, τοὺς θορύβους τῶν λογισμῶν, τὴν ζάλην, τὸν ζόφον, τὸν χειμῶνα· δι᾽ ὧν ἅπαντα μίγνυται καὶ συγχεῖται, καὶ νυκτομαχίᾳ τινὶ προσέοικεν.

Ἀλλ᾽ οὐκ ἐν ταῖς σκηναῖς τῶν μοναχῶν τοιαῦτα ἀλλὰ πολλὴ ἡ γαλήνη, πολλὴ ἡ ἡσυχία. Κἀκείνην μὲν ὕπνος θανάτῳ προσεοικὼς διαδέχεται τὴν τράπεζαν, ταύτην δὲ νῆψις καὶ ἀγρυπνία· ἐκείνην κόλασις, ταύτην οὐρανῶν βασιλεία καὶ τὰ ἀθάνατα βραβεῖα. Ταύτην τοίνυν διώκωμεν, ἵνα καὶ τῶν καρπῶν αὐτῆς ἀπολαύσωμεν ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.