Εἰπὲ γάρ μοι, εἴ τινας εἶδες δύο, τὸν μὲν γυμνὸν, τὸν δὲ ἱμάτιον ἔχοντα, εἶτα τὸν ἔχοντα τὸ ἱμάτιον ἀποδύσας, περιέβαλες τὸν γυμνὸν, ἆρ᾽ οὐκ ἠδίκησας; Παντί που δῆλον. Εἰ δὲ ὅπερ ἔλαβες ἑτέρῳ δοὺς ἅπαν, ἠδίκησας, οὐκ ἠλέησας· ὅταν μηδὲ τὸ πολλοστὸν μέρος δῷς ὧν ἁρπάζεις, καὶ ἐλεημοσύνην τὸ πρᾶγμα καλῇς, ποίαν οὐκ ὑποστήσῃ τιμωρίαν; Εἰ γὰρ χωλὰ ἄλογα προσφέροντες ἄνθρωποι ἐνεκαλοῦντο, σὺ χαλεπώτερα ποιῶν ποίας τεύξῃ συγγνώμης; Εἰ γὰρ αὐτῷ ἀποδιδοὺς τῷ Κυρίῳ ὁ κλέπτης ἔτι ἀδικεῖ, καὶ οὕτως ἀδικεῖ, ὡς τετραπλασίονι προσθήκῃ μόλις λῦσαι τὸ ἔγκλημα, καὶ ταῦτα ἐπὶ τῆς Παλαιᾶς· ὁ μὴ κλέπτων, ἀλλὰ βιαζόμενος, καὶ μηδὲ αὐτῷ τῷ ἀφαιρεθέντι διδοὺς, ἀλλ᾽ ἀντ᾽ ἐκείνου ἑτέρῳ, καὶ μηδὲ τετραπλασίονα, ἀλλὰ μηδὲ τὰ ἡμίση, καὶ μηδὲ ἐν τῇ Παλαιᾷ, ἀλλ᾽ ἐν τῇ Καινῇ πολιτευόμενος, ἐννόησον ὅσον ἐπὶ τὴν ἑαυτοῦ κεφαλὴν συνάγει τὸ πῦρ. Εἰ δὲ οὐδέπω δίδωσι τὴν δίκην, δι᾽ αὐτὸ μὲν οὖν τοῦτο αὐτὸν θρήνησον, ὅτι μείζονα ἑαυτῷ θησαυρίζει τὴν ὀργὴν, εἰ μὴ μεταμεληθείη. Τί γάρ; Δοκεῖτε, φησὶν, ὅτι ἐκεῖνοι μόνοι ἦσαν ἁμαρτωλοὶ, ἐφ᾽ οὓς ὁ πύργος κατηνέχθη; Οὐχὶ, λέγω ὑμῖν, ἀλλ᾽ ἐὰν μὴ μετανοήσητε, καὶ ὑμεῖς τὰ αὐτὰ πείσεσθε.