Τίνος οὖν ἕνεκεν τὸν δεξιὸν ἔθηκε, καὶ τὴν χεῖρα προσέθηκεν; Ἵνα μάθῃς ὅτι οὐ περὶ μελῶν ὁ λόγος, ἀλλὰ περὶ τῶν οἰκείως πρὸς ἡμᾶς ἐχόντων. Ἂν γάρ τινα οὕτω φιλῇς, φησὶν, ὡς ἐν χώρᾳ δεξιοῦ ὀφθαλμοῦ, ἢ οὕτω χρήσιμον εἶναι νομίσῃς, ὡς ἐν τάξει ἔχειν χειρὸς, καὶ βλάπτῃ σου τὴν ψυχὴν, καὶ τούτους ἀπότεμε. Καὶ ὅρα τὴν ἔμφασιν. Οὐ γὰρ εἶπεν, Ἀπόστηθι· ἀλλὰ τὸν πολὺν χωρισμὸν ἐμφαίνων, Ἔξελε, φησὶ, καὶ βάλε ἀπὸ σοῦ. Εἶτα ἐπειδὴ ἀποτόμως ἐκέλευσε, δείκνυσι καὶ τὸ κέρδος ἑκατέρωθεν, ἀπό τε τῶν ἀγαθῶν, ἀπό τε τῶν κακῶν ἐπιμένων τῇ μεταφορᾷ· Συμφέρει γάρ σοι, φησὶν, ἵνα ἀπόληται ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν. Ὅταν μήτε ἑαυτὸν διασώζῃ, καὶ σὲ προσαπολλύῃ, ποία φιλανθρωπία ἀμφοτέρους καταποντίζεσθαι, ἐξὸν χωρισθέντων κἂν ἕνα σωθῆναι; Τί οὖν ὁ Παῦλος εἵλετο, φησὶν, ἀνάθεμα γενέσθαι; Οὐχ ὥστε μηδὲν κερδᾶναι, ἀλλ᾽ ὥστε ἑτέρους σωθῆναι. Ἐνταῦθα δὲ ἀμφοτέρων ἡ βλάβη γίνεται· διόπερ οὐκ εἶπεν, Ἔξελε, μόνον, ἀλλὰ καὶ, Βάλε ἀπὸ σοῦ, ὥστε μηκέτι λαμβάνειν, ἐὰν τοιοῦτος μένῃ. Οὕτω γὰρ κἀκεῖνον μείζονος ἀπαλλάξεις ἐγκλήματος, καὶ σαυτὸν ἀπωλείας ἐλευθερώσεις. Ἵνα δὲ καὶ σαφέστερον ἴδῃς τοῦ νόμου τὸ κέρδος, εἰ δοκεῖ, καὶ ἐπὶ σώματος καθ᾽ ὑπόθεσιν ἐξετάσωμεν τὸ εἰρημένον.