Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον

Ἰωάννης ὁ Χρυσόστομος

Η Επί του Όρους Ομιλία: Οι Μακαρισμοί και η Πνευματική Νομοθεσία (Ομιλίες ΙΕ΄-ΙΘ΄)

Η εισαγωγή στη νέα νομοθεσία του Χριστού, ο μακαρισμός των αρετών, η πνευματική ερμηνεία του νόμου και η προσευχή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 20

ΟΜΙΛΙΑ ΙΕʹ. Ἰδὼν δὲ ὁ Ἰησοῦς τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ, προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. Καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, ἐδίδασκεν αὐτοὺς, λέγων· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» αʹ. Ὅρα τὸ ἀφιλότιμον καὶ ἀκόμπαστον. Οὐ γὰρ περιῆγεν αὐτοὺς μεθ᾽ ἑαυτοῦ, ἀλλ᾽ ὅτε μὲν θεραπεῦσαι ἔδει, αὐτὸς περιῄει πανταχοῦ, καὶ πόλεις καὶ χώρας ἐπισκοπούμενος· ὅτε δὲ πολὺς ὄχλος γέγονεν, ἐν ἑνὶ καθέζεται χωρίῳ· καὶ οὐκ ἐν πόλει καὶ ἀγορᾷ μέσῃ, ἀλλ᾽ ἐν ὄρει καὶ ἐρημίᾳ, παιδεύων ἡμᾶς μηδὲν πρὸς ἐπίδειξιν ποιεῖν, καὶ τῶν ἐν μέσῳ θορύβων ἀπαλλάττεσθαι, καὶ μάλιστα ὅταν φιλοσοφεῖν δέῃ, καὶ περὶ ἀναγκαίων διαλέγεσθαι πραγμάτων. Ἀναβάντος δὲ αὐτοῦ καὶ καθίσαντος, προσῆλθον οἱ μαθηταί. Εἶδες αὐτῶν τὴν ἐπίδοσιν τῆς ἀρετῆς, καὶ πῶς ἀθρόον βελτίους ἐγένοντο; Οἱ μὲν γὰρ πολλοὶ, τῶν θαυμάτων ἦσαν θεαταί· οὗτοι δὲ καὶ ἀκοῦσαί τι λοιπὸν ἐπεθύμουν μέγα καὶ ὑψηλόν· ὅπερ οὖν αὐτὸν καὶ εἰς τὴν διδασκαλίαν ἐνέβαλε, καὶ τῶν λόγων ἄρξασθαι τούτων ἐποίησεν.

Οὐδὲ γὰρ σώματα ἐθεράπευε μόνον, ἀλλὰ καὶ ψυχὰς διώρθου, καὶ πάλιν ἀπὸ τῆς τούτων ἐπιμελείας ἐπὶ τὴν ἐκείνων μετέβαινε θεραπείαν, ποικίλλων τε ὁμοῦ τὴν ὠφέλειαν, καὶ ἀναμιγνὺς τῇ τῶν λόγων διδασκαλίᾳ τὴν ἀπὸ τῶν ἔργων ἐπίδειξιν, καὶ τὰ ἀναίσχυντα τῶν αἱρετικῶν ἐμφράττων στόματα, δι᾽ ὧν ἑκατέρας οὐσίας ἐκήδετο, δεικνὺς ὅτι ὁλοκλήρου τοῦ ζώου αὐτός ἐστι Δημιουργός. Διὸ καὶ πολλῆς ἑκατέρᾳ τῇ φύσει μετεδίδου προνοίας, νῦν μὲν ἐκείνην, νῦν δὲ ταύτην διορθούμενος. Ὃ δὴ καὶ τότε ἐποίει. Ἀνοίξας γὰρ, φησὶ, τὸ στόμα αὐτοῦ, ἐδίδασκεν αὐτούς. Καὶ τίνος ἕνεκεν πρόσκειται τὸ, Ἀνοίξας τὸ στόμα αὐτοῦ; Ἵνα μάθῃς ὅτι καὶ σιγῶν ἐπαίδευεν, οὐχὶ φθεγγόμενος μόνον, ἀλλὰ νῦν μὲν τὸ στόμα ἀνοίγων, νῦν δὲ τὴν ἀπὸ τῶν ἔργων ἀφιεὶς φωνήν.

Ὅταν δὲ ἀκούσῃς, ὅτι Ἐδίδασκεν αὐτοὺς, μὴ τοῖς μαθηταῖς αὐτὸν διαλέγεσθαι νόμιζε μόνον, ἀλλὰ καὶ δι᾽ ἐκείνων ἅπασιν. Ἐπειδὴ γὰρ τὸ πλῆθος δημῶδες ἦν, ἔτι δὲ καὶ τῶν χαμαὶ συρομένων, τῶν μαθητῶν τὸν χορὸν ὑποστησάμενος, πρὸς ἐκείνους ποιεῖται τοὺς λόγους, ἐν τῇ πρὸς αὐτοὺς διαλέξει καὶ τοῖς λοιποῖς ἅπασι, τοῖς σφόδρα ἀποδέουσι τῶν λεγομένων, ἀνεπαχθῆ γίνεσθαι παρασκευάζων τῆς φιλοσοφίας τὴν διδασκαλίαν. Ὅπερ οὖν καὶ ὁ Λουκᾶς αἰνιττόμενος ἔλεγεν, ὅτι τὸν λόγον ἀπέστρεψε πρὸς αὐτούς· καὶ ὁ Ματθαῖος δὲ αὐτὸ τοῦτο δηλῶν ἔγραφεν, ὅτι Προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, καὶ αὐτοὺς ἐδίδασκεν. Οὕτω γὰρ καὶ οἱ λοιποὶ προσέχειν ἔμελλον προθυμότερον, ἢ εἰ πρὸς ἅπαντας ἀπετείνατο.

Πόθεν οὖν ἄρχεται, καὶ ποῖα θεμέλια τίθησι τῆς καινῆς πολιτείας ἡμῖν; Ἀκούσωμεν μετὰ ἀκριβείας τῶν λεγομένων· εἴρηται μὲν γὰρ πρὸς ἐκείνους, ἐγράφη δὲ καὶ διὰ τοὺς μετὰ ταῦτα ἅπαντας. Διὰ δὴ τοῦτο προσεῖχε μὲν τοῖς μαθηταῖς δημηγορῶν· οὐκ εἰς ἐκείνους δὲ περιίστησι τὰ λεγόμενα, ἀλλ᾽ ἀδιορίστως προσάγει τοὺς μακαρισμοὺς ἅπαντας. Οὐδὲ γὰρ εἶπε, Μακάριοί ἐστε ὑμεῖς, ἐὰν πτωχοὶ γένησθε, ἀλλὰ, Μακάριοι οἱ πτωχοί. Καίτοι καὶ εἰ ἐκείνους εἰρήκει, κοινὰ τὰ τῆς συμβουλῆς ἔμελλε γίνεσθαι. Καὶ γὰρ ὅταν λέγῃ· Ἰδοὺ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· οὐ πρὸς ἐκείνους διαλέγεται μόνους, ἀλλὰ καὶ δι᾽ ἐκείνων πρὸς τὴν οἰκουμένην ἅπασαν· καὶ ὅταν αὐτοὺς μακαρίζῃ διωκομένους καὶ ἐλαυνομένους καὶ τὰ ἀνήκεστα πάσχοντας, οὐκ ἐκείνοις μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς τὰ αὐτὰ κατορθοῦσι πλέκει τὸν στέφανον. Πλὴν ἀλλ᾽ ἵνα καὶ σαφέστερον τοῦτο γένηται, καὶ μάθῃς ὅτι πρὸς σὲ ἔχει κοινωνίαν πολλὴν τὰ λεγόμενα, καὶ πρὸς τὴν φύσιν δὲ ἅπασαν τὴν ἀνθρωπίνην, εἴ τις βούλοιτο προσέχειν, ἄκουσον πῶς τῶν θαυμασίων τούτων ἄρχεται λόγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Τί ἐστιν, Οἱ πτωχοὶ τῷ πνεύματι; Οἱ ταπεινοὶ καὶ συντετριμμένοι τὴν διάνοιαν. Πνεῦμα γὰρ ἐνταῦθα τὴν ψυχὴν καὶ τὴν προαίρεσιν εἴρηκεν.

Ἐπειδὴ γάρ εἰσι πολλοὶ ταπεινοὶ, οὐχ ἑκόντες, ἀλλ᾽ ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης βιαζόμενοι, ἀφεὶς ἐκείνους (οὐδὲ γὰρ ἂν εἴη τοῦτο ἐγκώμιον), τοὺς ἀπὸ προαιρέσεως ἑαυτοὺς ταπεινοῦντας καὶ καταστέλλοντας μακαρίζει πρώτους. Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Οἱ ταπεινοὶ, ἀλλ᾽, Οἱ πτωχοί; Ὅτι τοῦτο ἐκείνου πλέον. Τοὺς γὰρ κατεπτηχότας ἐνταῦθά φησι, καὶ τρέμοντας τοῦ Θεοῦ τὰ ἐπιτάγματα, οὓς καὶ διὰ Ἡσαΐου τοῦ προφήτου σφόδρα ἀποδεχόμενος ὁ Θεὸς, ἔλεγεν· Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ᾽ ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους;

βʹ. Καὶ γὰρ πολλοὶ τῆς ταπεινοφροσύνης οἱ τρόποι· καὶ ὁ μέν ἐστι ταπεινὸς συμμέτρως, ὁ δὲ μεθ᾽ ὑπερβολῆς ἁπάσης Ταύτην καὶ ὁ μακάριος προφήτης ἐπαινεῖ τὴν ταπεινοφροσύνην, οὐ τὴν ἁπλῶς κατεσταλμένην ἡμῖν διάνοιαν ὑπογράφων, ἀλλὰ τὴν σφόδρα συντεθραυμένην, δι᾽ ὧν φησι· Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Καὶ οἱ παῖδες δὲ οἱ τρεῖς ταύτην ἀντὶ θυσίας μεγάλης προσάγουσι τῷ Θεῷ, λέγοντες· Ἀλλ᾽ ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν.

Ταύτην καὶ ὁ Χριστὸς μακαρίζει νῦν. Ἐπειδὴ γὰρ τὰ μέγιστα τῶν κακῶν καὶ τὴν οἰκουμένην λυμηνάμενα ἅπασαν ἐξ ἀπονοίας εἰσῆλθεν· ὅ τε γὰρ διάβολος οὐκ ὢν πρὸ τούτου τοιοῦτος, οὕτω διάβολος γέγονεν· ὅπερ οὖν καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου· ὅ τε πρῶτος ἄνθρωπος ταύταις παρὰ τοῦ διαβόλου φυσηθεὶς ταῖς ἐλπίσιν ἐξετραχηλίσθη καὶ θνητὸς ἐγένετο· προσδοκήσας γὰρ ἔσεσθαι θεὸς, καὶ ὅπερ εἶχεν ἀπώλεσεν· ὅπερ οὖν καὶ ὁ Θεὸς ὀνειδίζων αὐτῷ, καὶ τὴν ἄνοιαν αὐτοῦ κωμῳδῶν, ἔλεγεν· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν. Καὶ ἕκαστος δὲ τῶν μετὰ ταῦτα ἐντεῦθεν εἰς ἀσέβειαν ἐξώκειλεν, ἰσοθεΐαν φαντασθείς· ἐπεὶ οὖν αὕτη τῶν κακῶν ἡ ἀκρόπολις ἦν, καὶ ἡ ῥίζα καὶ ἡ πηγὴ τῆς πονηρίας ἁπάσης, τῷ νοσήματι τὸ κατάλληλον κατασκευάζων φάρμακον, ὥσπερ θεμέλιον ἰσχυρόν τινα καὶ ἀσφαλῆ τοῦτον πρῶτον κατεβάλετο τὸν νόμον. Ταύτης γὰρ ὑποκειμένης, μετὰ ἀσφαλείας ἅπαντα τὰ ἄλλα ἐπιτίθησιν ὁ οἰκοδομῶν· ταύτης δὲ ἀνῃρημένης, κἂν μέχρι τῶν οὐρανῶν φθάσῃ πολιτευόμενος, ἅπαντα ὑποσύρεται ῥᾳδίως, καὶ εἰς χαλεπὸν καταστρέφει τέλος. Κἂν νηστείαν, κἂν εὐχὴν, κἂν ἐλεημοσύνην, κἂν σωφροσύνην, κἂν ἄλλ᾽ ὁτιοῦν συναγάγῃς ἀγαθὸν, ταπεινοφροσύνης χωρὶς, διαῤῥεῖ καὶ ἀπόλλυται ἅπαντα.

Ὅπερ οὖν καὶ ἐπὶ τοῦ Φαρισαίου γέγονε. Καὶ γὰρ μετὰ τὸ φθάσαι εἰς αὐτὴν τὴν κορυφὴν, πάντα ἀπολέσας κατέβη, ἐπειδὴ τὴν μητέρα τῶν ἀγαθῶν οὐκ εἶχεν. Ὥσπερ γὰρ ἡ ἀπόνοια πηγὴ κακίας ἁπάσης ἐστὶν, οὕτως ἡ ταπεινοφροσύνη φιλοσοφίας ἁπάσης ἀρχή. Διὸ καὶ ἐντεῦθεν ἄρχεται, πρόῤῥιζον ἀνασπῶν τὴν ἀλαζονείαν ἐκ τῆς τῶν ἀκουόντων ψυχῆς. Καὶ τί τοῦτο πρὸς τοὺς μαθητὰς, φησὶ, τοὺς πάντοθεν ὄντας ταπεινούς; Οὐδὲ γὰρ εἶχον ἀφορμὴν ἀπονοίας τινὰ, ἁλιεῖς καὶ πένητες ὄντες, καὶ ἄσημοι καὶ ἰδιῶται. Εἰ καὶ μὴ πρὸς τοὺς μαθητὰς ταῦτα, ἀλλὰ πρός γε τοὺς παρόντας τότε, καὶ τοὺς μετὰ ταῦτα μέλλοντας αὐτοὺς ὑποδέχεσθαι, ἵνα μὴ διὰ ταῦτα αὐτῶν καταφρονῶσι· μᾶλλον δὲ καὶ πρὸς τοὺς μαθητάς. Εἰ γὰρ καὶ μὴ τότε, ἀλλ᾽ ὕστερον ἔμελλον δεῖσθαι τῆς ὠφελείας ταύτης, μετὰ τὰ σημεῖα καὶ τὰ θαύματα, καὶ τὴν τῆς οἰκουμένης τιμὴν, καὶ τὴν πρὸς Θεὸν παῤῥησίαν. Οὔτε γὰρ πλοῦτος, οὔτε δυναστεία, οὐκ αὐτὴ ἡ βασιλεία οὕτως ἐπᾶραι ἦν ἱκανὴ, ὡς τὰ ἐκείνοις ὑπάρξαντα. Ἄλλως δὲ καὶ πρὸ τῶν σημείων εἰκὸς ἦν αὐτοὺς καὶ τότε ἐπαρθῆναι, τὸ πλῆθος ὁρῶντας καὶ τὸ θέατρον ἐκεῖνο τὸ περιεστηκὸς τὸν διδάσκαλον, καὶ παθεῖν τι ἀνθρώπινον. Διόπερ αὐτῶν εὐθέως καταστέλλει τὸ φρόνημα.

Καὶ οὐκ εἰσάγει ἐν τάξει παραινέσεων τὰ λεγόμενα καὶ ἐπιταγμάτων, ἀλλ᾽ ἐν τάξει μακαρισμοῦ, ἀνεπαχθέστερον τὸν λόγον ποιῶν, καὶ πᾶσιν ἀνοίγων τὸ τῆς διδασκαλίας στάδιον.

Οὐ γὰρ εἶπεν, Ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ᾽, Οἱ ταῦτα ποιοῦντες μακάριοι πάντες. Ὥστε κἂν δοῦλος ᾖς, κἂν πτωχὸς, κἂν πένης, κἂν ξένος, κἂν ἰδιώτης, οὐδέν ἐστι τὸ κωλύον σε ἔσεσθαι μακάριον, ἂν τὴν ἀρετὴν ταύτην ζηλώσῃς. Ἀρξάμενος τοίνυν ἐντεῦθεν, ὅθεν μάλιστα ἐχρῆν, πρόεισιν ἐφ᾽ ἑτέραν ἐντολὴν, ἀπεναντίας δοκοῦσαν εἶναι τῇ τῆς οἰκουμένης ψήφῳ.

Ἁπάντων γὰρ τοὺς χαίροντας ζηλωτοὺς εἶναι νομιζόντων, τοὺς δὲ ἐν ἀθυμίᾳ καὶ πενίᾳ καὶ πένθει ἀθλίους, αὐτὸς τούτους ἀντ᾽ ἐκείνων μακαρίζει, λέγων οὕτω· Μακάριοι οἱ πενθοῦντες. Καίτοιγε ἅπαντες αὐτοὺς ταλανίζουσι. Διὰ γὰρ τοῦτο προλαβὼν τὰ σημεῖα εἰργάσατο, ἵνα τοιαῦτα νομοθετῶν ἀξιόπιστος ᾖ. Καὶ ἐνταῦθα δὲ πάλιν οὐχ ἁπλῶς τοὺς πενθοῦντας τέθεικεν, ἀλλὰ τοὺς ὑπὲρ ἁμαρτημάτων τοῦτο ποιοῦντας· ὡς τό γε ἕτερον καὶ σφόδρα ἐστὶ κεκωλυμένον, τὸ ἐπί τινι τῶν βιωτικῶν θρηνεῖν. Ὅπερ οὖν καὶ ὁ Παῦλος ἐδήλου λέγων, ὅτι Ἡ μὲν τοῦ κόσμου λύπη, θάνατον κατεργάζεται· ἡ δὲ κατὰ Θεὸν, μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται.

γʹ. Τούτους τοίνυν καὶ αὐτὸς ἐνταῦθα μακαρίζει τοὺς οὕτω λυπουμένους· καὶ οὐδὲ ἁπλῶς τοὺς λυπουμένους τέθεικεν, ἀλλὰ τοὺς μετ᾽ ἐπιτάσεως. Διόπερ οὐδὲ εἶπεν, Οἱ λυπούμενοι, ἀλλὰ, Οἱ πενθοῦντες. Καὶ γὰρ αὕτη πάλιν ἡ ἐντολὴ πάσης ἐστὶ φιλοσοφίας διδάσκαλος.

Εἰ γὰρ οἱ παῖδας, ἢ γυναῖκα, ἢ ἄλλον τινὰ τῶν προσηκόντων ἀπελθόντα πενθοῦντες, οὐ χρημάτων, οὐ σωμάτων ἐρῶσι κατ᾽ ἐκεῖνον τῆς ὀδύνης τὸν καιρὸν, οὐ δόξης ἐφίενται, οὐχ ὕβρεσι παροξύνονται, οὐχ ὑπὸ βασκανίας ἁλίσκονται, οὐχ ὑπὸ ἄλλου πολιορκοῦνταί τινος πάθους, τοῦ πένθους γινόμενοι μόνου· πολλῷ μᾶλλον οἱ τὰ ἁμαρτήματα πενθοῦντες τὰ ἑαυτῶν, ὡς πενθεῖν ἄξιον, μείζονα ταύτης ἐπιδείξονται φιλοσοφίαν. Εἶτα, τί τὸ ἔπαθλον αὐτοῖς;

Ὅτι αὐτοὶ παρακληθήσονται, φησίν. Ποῦ παρακληθήσονται; εἰπέ μοι. Καὶ ἐνταῦθα καὶ ἐκεῖ. Ἐπειδὴ γὰρ τὸ ἐπίταγμα σφόδρα ἦν φορτικὸν καὶ ἐπαχθὲς, ὃ μάλιστα αὐτὸ κοῦφον ἐποίει, τοῦτο ὑπέσχετο δώσειν. Ὥστε εἰ θέλεις παρακαλεῖσθαι, πένθει.

Καὶ μὴ νομίσῃς αἴνιγμα εἶναι τὸ εἰρημένον. Ὅταν γὰρ ὁ Θεὸς παρακαλῇ, κἂν μυρίαι νιφάδες ἐπέλθωσι λυπηρῶν, πάντων ἀνώτερος ἔσῃ. Καὶ γὰρ πολλῷ μείζους ἀεὶ τῶν πόνων δίδωσι τὰς ἀμοιβὰς ὁ Θεός· ὃ δὴ καὶ ἐνταῦθα πεποίηκε, μακαρίους ἀποφαίνων τοὺς πενθοῦντας, οὐ κατὰ τὴν τοῦ πράγματος ἀξίαν, ἀλλὰ κατὰ τὴν αὐτοῦ φιλανθρωπίαν. Οἱ γὰρ πενθοῦντες, πλημμελήματα πενθοῦσι· τοῖς δὲ τοιούτοις ἀρκεῖ τὸ συγγνώμης ἀπολαῦσαι καὶ ἀπολογίας τυχεῖν. Ἀλλ᾽ ἐπειδὴ αὐτὸς σφόδρα ἐστὶ φιλάνθρωπος, οὐδὲ ἐν τῇ τῶν κολάσεων ἀναιρέσει, οὐδὲ ἐν τῇ τῶν ἁμαρτημάτων ἀπαλλαγῇ τὴν ἀντίδοσιν ἵστησιν, ἀλλὰ καὶ μακαρίους ποιεῖ, καὶ πολλῆς μεταδίδωσι παρακλήσεως.

Πενθεῖν δὲ ἡμᾶς οὐχ ὑπὲρ τῶν οἰκείων μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν ἀλλοτρίων κελεύει πλημμελημάτων· οἷαι τῶν ἁγίων ἦσαν αἱ ψυχαί· οἵα ἦν ἡ τοῦ Μωϋσέως· οἵα ἡ τοῦ Παύλου, ἡ τοῦ Δαυΐδ· καὶ γὰρ καὶ οὗτοι πάντες ἀλλότρια πολλάκις ἐπένθησαν κακά.

Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Ποίαν γῆν; εἰπέ μοι. Τινὲς νοητήν φασιν. Ἀλλ᾽ οὐκ ἔστι τοῦτο· οὐδαμοῦ γὰρ εὑρίσκομεν ἐν τῇ Γραφῇ γῆν νοητήν. Ἀλλὰ τί ποτέ ἐστι τὸ εἰρημένον; Αἰσθητὸν τίθησιν ἔπαθλον, ὥσπερ καὶ ὁ Παῦλος.

Εἰπὼν γὰρ, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἐπήγαγεν, Οὕτω γὰρ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. Καὶ αὐτὸς τῷ λῃστῇ πάλιν· Σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Οὔτε γὰρ ἀπὸ τῶν μελλόντων ἀγαθῶν προτρέπει μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν παρόντων, διὰ τοὺς παχυτέρους τῶν ἀκροωμένων καὶ πρὸ τῶν μελλόντων ἐκεῖνα ζητοῦντας. Διὰ τοῦτο γοῦν καὶ προϊὼν ἔλεγεν· Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου. Εἶτα τῆς τοιαύτης φιλοσοφίας τὸ ἔπαθλον τίθησι, καί φησι· Μή ποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ, καὶ ὁ κριτὴς τῷ ὑπηρέτῃ. Ὁρᾷς πόθεν ἐφόβησεν;

Ἀπὸ τῶν αἰσθητῶν, ἀπὸ τῶν παρὰ πόδας συμβαινόντων. Καὶ πάλιν· Ὃς ἐὰν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Ῥακὰ, ἔνοχος ἔσται τῷ συνεδρίῳ. Καὶ ὁ Παῦλος δὲ αἰσθητὰ τιθεὶς ἔπαθλα πολύς ἐστι, καὶ ἀπὸ τῶν παρόντων προτρέπων· οἷον ὡς ὅταν περὶ παρθενίας διαλέγηται· οὐδὲν γὰρ περὶ τῶν οὐρανῶν εἰπὼν ἐκεῖ, τέως ἀπὸ τῶν παρόντων ἐνάγει, λέγων· Διὰ τὴν ἐνεστῶσαν ἀνάγκην· καὶ, Ἐγὼ δὲ ὑμῶν φείδομαι· καὶ, Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι.

Οὕτω δὴ καὶ ὁ Χριστὸς τοῖς πνευματικοῖς τὰ αἰσθητὰ ἀνέμιξεν. Ἐπειδὴ γὰρ νομίζεται ὁ πρᾶος ἅπαντα ἀπολλύναι τὰ ἑαυτοῦ, τὸ ἐναντίον ὑπισχνεῖται λέγων, ὅτι οὗτος μὲν οὖν ἐστιν ὁ μετὰ ἀσφαλείας τὰ ὄντα κεκτημένος, ὁ μὴ θρασὺς, μηδὲ ἀλαζών· ὁ δὲ τοιοῦτος καὶ τῶν πατρῴων ἐκστήσεται πολλάκις, καὶ αὐτῆς τῆς ψυχῆς. Ἄλλως δὲ καὶ ἐπειδὴ ἐν τῇ Παλαιᾷ συνεχῶς ὁ Προφήτης, Οἱ γὰρ πραεῖς κληρονομήσουσι γῆν, ἔλεγεν, ἀπὸ τῶν συντρόφων αὐτοῖς ῥημάτων ἐνυφαίνει τὸν λόγον, ὥστε μὴ πανταχοῦ ξενοφωνεῖσθαι. Ταῦτα δὲ λέγει, οὐ μέχρι τῶν παρόντων ἱστὰς τὰς ἀμοιβὰς, ἀλλὰ μετὰ τούτων κἀκεῖνα παρέχων. Ἄν τε γὰρ πνευματικὸν εἴπῃ τι, οὐκ ἀφαιρεῖται τὰ ἐν τῷ παρόντι βίῳ· ἄν τε τῶν ἐν τῷ βίῳ τι πάλιν ὑπόσχηται, οὐ μέχρι τούτου τὴν ὑπόσχεσιν ἵστησι. Ζητεῖτε γὰρ, φησὶ, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· καὶ πάλιν· Ὅστις ἀφῆκεν οἰκίας, ἢ ἀδελφοὺς, ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ, καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον κληρονομήσει. —Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην.

Ποίαν δικαιοσύνην; Ἢ τὴν καθόλου φησὶν ἀρετὴν, ἢ τὴν μερικὴν ταύτην τὴν ἀπεναντίας τῇ πλεονεξίᾳ κειμένην. Ἐπειδὴ γὰρ μέλλει περὶ ἐλεημοσύνης ἐπιτάττειν, δεικνὺς πῶς ἐλεεῖν χρὴ, οἷον ὅτι οὐκ ἐξ ἁρπαγῆς, οὐδὲ ἐκ πλεονεξίας, μακαρίζει τοὺς δικαιοσύνης ἀντιποιουμένους.

δʹ. Καὶ ὅρα μεθ᾽ ὅσης αὐτὸ τίθησιν ὑπερβολῆς. Οὐ γὰρ εἶπε, Μακάριοι οἱ δικαιοσύνης ἀντεχόμενοι, ἀλλὰ, Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην· ἵνα μὴ ἁπλῶς, ἀλλὰ μετὰ ἐπιθυμίας ἁπάσης αὐτὴν μετίωμεν. Ἐπειδὴ γὰρ τοῦτο μάλιστα ἴδιον τῆς πλεονεξίας ἐστὶ, καὶ οὐχ οὕτως ἐρῶμεν σιτίων καὶ ποτῶν, ὡς τοῦ πλείονα κτᾶσθαι καὶ περιβάλλεσθαι· τὴν ἐπιθυμίαν ταύτην περὶ τὸ μὴ πλεονεκτεῖν μεταθεῖναι ἐκέλευσεν. Εἶτα πάλιν αἰσθητὸν τὸ ἔπαθλον ὁρίζει, λέγων· Ὅτι αὐτοὶ χορτασθήσονται.

Διὰ γὰρ τὸ νομίζεσθαι τὴν πλεονεξίαν εὐπόρους ποιεῖν τοὺς πολλοὺς, λέγει ὅτι τοὐναντίον μὲν οὖν ἐστιν· ἡ γὰρ δικαιοσύνη τοῦτο ἐργάζεται. Μὴ τοίνυν δίκαια πράττων φοβοῦ πενίαν, μηδὲ τρέμε λιμόν. Οἱ γὰρ ἁρπάζοντες, οὗτοι μάλιστά εἰσιν οἱ πάντων ἐκπίπτοντες· ὡς ὁ γοῦν δικαιοσύνης ἐρῶν, τὰ πάντων αὐτὸς ἔχει μετὰ ἀσφαλείας. Εἰ δὲ οἱ τῶν ἀλλοτρίων μὴ ἐφιέμενοι τοσαύτης ἀπολαύουσιν εὐπορίας, πολλῷ μᾶλλον οἱ τὰ ἑαυτῶν προϊέμενοι.

Μακάριοι οἱ ἐλεήμονες. Ἐνταῦθα οὐ τοὺς διὰ χρημάτων ἐλεοῦντας μόνον ἐμοὶ δοκεῖ λέγειν, ἀλλὰ καὶ τοὺς διὰ πραγμάτων. Ποικίλος γὰρ ὁ τῆς ἐλεημοσύνης τρόπος, καὶ πλατεῖα αὕτη ἡ ἐντολή. Τί οὖν αὐτῆς τὸ ἔπαθλον; Ὅτι αὐτοὶ ἐλεηθήσονται. Καὶ δοκεῖ μὲν ἀντίδοσις εἶναί τις ἴση· ἔστι δὲ πολὺ μεῖζον τοῦ κατορθώματος. Αὐτοὶ μὲν γὰρ ἐλεοῦσιν ὡς ἄνθρωποι, ἐλεοῦνται δὲ παρὰ τοῦ τῶν ὅλων Θεοῦ. Οὐκ ἔστι δὲ ἴσος ἀνθρώπινος ἔλεος καὶ θεῖος, ἀλλ᾽ ὅσον πονηρίας καὶ ἀγαθότητος τὸ μέσον, τοσοῦτον οὗτος ἐκείνου διέστηκε. Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Ἰδοὺ πάλιν πνευματικὸν τὸ ἔπαθλον. Καθαροὺς δὲ ἐνταῦθά φησιν, ἤτοι τοὺς καθολικὴν ἀρετὴν κεκτημένους, καὶ μηδὲν ἑαυτοῖς συνειδότας πονηρὸν, ἢ τοὺς ἐν σωφροσύνῃ διάγοντας· οὐδενὸς γὰρ ἡμῖν οὕτω δεῖ πρὸς τὸ τὸν Θεὸν ἰδεῖν, ὡς τῆς ἀρετῆς ταύτης. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν· Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.

Ὄψιν δὲ ἐνταῦθά φησιν, ἣν ἀνθρώπῳ δυνατὸν ἰδεῖν. Ἐπειδὴ γὰρ πολλοὶ ἐλεοῦσι μὲν, καὶ οὐχ ἁρπάζουσιν, οὐδὲ πλεονεκτοῦσι, πορνεύουσι δὲ καὶ ἀσελγαίνουσι· δεικνὺς ὅτι οὐκ ἀρκεῖ τὸ πρότερον, καὶ τοῦτο προσέθηκεν. Ὅπερ δὴ καὶ ὁ Παῦλος Μακεδόσιν ἐμαρτύρησε, Κορινθίοις ἐπιστέλλων, ὅτι οὐ μόνον ἐν ἐλεημοσύνῃ ἐπλούτουν, ἀλλὰ καὶ ἐν τῇ ἄλλῃ ἀρετῇ· εἰπὼν γὰρ περὶ τῆς φιλοτιμίας αὐτῶν τῆς ἐν τοῖς χρήμασι, φησὶν, ὅτι καὶ Ἑαυτοὺς ἔδωκαν τῷ Κυρίῳ καὶ ἡμῖν. —Μακάριοι οἱ εἰρηνοποιοί. Ἐνταῦθα οὐ τὸ μὴ στασιάζειν αὐτοὺς μόνον καὶ ἀπεχθάνεσθαι πρὸς ἀλλήλους ἀναιρεῖ, ἀλλὰ καὶ ἕτερόν τι πλέον ἐπιζητεῖ, ἵνα καὶ ἑτέρους στασιάζοντας συνάγωμεν· καὶ πάλιν πνευματικὸν ἐπάγει τὸ ἔπαθλον. Ποῖον δὴ τοῦτο; Ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Καὶ γὰρ τοῦ Μονογενοῦς ἔργον ἐγένετο τοῦτο, συναγαγεῖν τὰ διεστῶτα, καὶ καταλλάξαι τὰ ἐκπεπολεμωμένα.

Εἶτα ἵνα μὴ νομίσῃς, ὅτι πανταχοῦ ἡ εἰρήνη καλὸν, ἐπήγαγε· Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης· τουτέστι, τῆς ἀρετῆς ἕνεκεν, τῆς ὑπὲρ ἑτέρων προστασίας, τῆς εὐσεβείας. Δικαιοσύνην γὰρ εἴωθεν ἀεὶ τὴν ἅπασαν λέγειν τῆς ψυχῆς φιλοσοφίαν.

Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾽ ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε. Οἷον, Κἂν γόητας, κἂν πλάνους, κἂν λυμεῶνας, κἂν ὁτιοῦν ἕτερον καλέσωσι, μακάριοί ἐστε, φησί. Τί τούτων καινότερον γένοιτ᾽ ἂν τῶν ἐπιταγμάτων, ὅταν τὰ τοῖς ἄλλοις φευκτὰ, ταῦτα ποθεινὰ εἶναι λέγῃ· τὸ πτωχεύειν λέγω, καὶ πενθεῖν, καὶ διώκεσθαι, καὶ κακῶς ἀκούειν; Ἀλλ᾽ ὅμως καὶ εἶπε, καὶ ἔπεισεν, οὐχὶ δύο καὶ δέκα καὶ εἴκοσι καὶ ἑκατὸν καὶ χιλίους ἀνθρώπους, ἀλλὰ τὴν οἰκουμένην ἅπασαν.

Καὶ ἀκούοντες τὰ φορτικὰ καὶ ἐπαχθῆ καὶ ἀπεναντίας τῇ τῶν πολλῶν συνηθείᾳ, ἐξεπλήττοντο οἱ ὄχλοι. Τοσαύτη ἡ τοῦ λέγοντος δύναμις ἦν. εʹ. Πλὴν ἀλλ᾽ ἵνα μὴ νομίσῃς, ὅτι τὸ κακῶς ἀκούειν ἁπλῶς μακαρίους ποιεῖ, δύο τέθεικε διορισμοὺς, ὅταν καὶ δι᾽ αὐτὸν, καὶ ψευδῆ ᾖ τὰ λεγόμενα. Ἐπεὶ ἐὰν μὴ ταῦτα προσῇ, οὐ μόνον οὐ μακάριος, ἀλλὰ καὶ ἄθλιος ὁ κακῶς ἀκούων. Εἶτα ὅρα τὸ ἔπαθλον πάλιν· Ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Σὺ δὲ, εἰ καὶ μὴ καθ᾽ ἕκαστον τῶν μακαρισμῶν βασιλείαν ἀκούεις δωρουμένην, μὴ ἀθύμει. Εἰ γὰρ καὶ διαφόρως ὀνομάζει τὰς ἀμοιβὰς, ἀλλὰ πάντας εἰς τὴν βασιλείαν εἰσάγει. Καὶ γὰρ ὅταν εἴπῃ, Παρακληθήσονται οἱ πενθοῦντες, καὶ ἐλεηθήσονται οἱ ἐλεοῦντες, καὶ τὸν Θεὸν ὄψονται οἱ καθαροὶ τῇ καρδίᾳ, καὶ υἱοὶ Θεοῦ κληθήσονται οἱ εἰρηνοποιοὶ, οὐδὲν ἄλλο ἢ τὴν βασιλείαν διὰ τούτων ἁπάντων αἰνίττεται· οἱ γὰρ τούτων ἀπολαύοντες, ἐκείνης ἐπιτεύξονται πάντως.

Μὴ τοίνυν τῶν τῷ πνεύματι πτωχῶν μόνων νόμιζε εἶναι τὸ ἔπαθλον, ἀλλὰ καὶ τῶν πεινώντων τὴν δικαιοσύνην, καὶ τῶν πράων, καὶ τῶν ἄλλων ἁπάντων ἁπαξαπλῶς. Διὰ γὰρ τοῦτο ἐπὶ πάντων τὸν μακαρισμὸν ἔθηκεν, ἵνα μηδὲν αἰσθητὸν ἀναμένῃς.

Οὐδὲ γὰρ ἂν εἴη μακάριος ὁ ἐν τούτοις στεφανούμενος, ἃ τῷ παρόντι συγκαταλύεται βίῳ, καὶ σκιᾶς ταχύτερον παρατρέχει. Εἰπὼν δὲ, Ὅτι ὁ μισθὸς ὑμῶν πολὺς, ἐπήγαγε καὶ ἑτέραν παράκλησιν, λέγων· Οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν. Ἐπειδὴ γὰρ ἐκεῖνο ἔμελλε, τὸ τῆς βασιλείας, καὶ ἐν ἐλπίσιν ἦν, ἐντεῦθεν αὐτοῖς παρέχεται τὴν παραμυθίαν, ἀπὸ τῆς κοινωνίας τῶν πρὸ αὐτῶν πεπονθότων κακῶς. Μὴ γὰρ νομίσητε, φησὶν, ὅτι ἐναντία τινὰ λέγοντες καὶ νομοθετοῦντες, ταῦτα πάσχετε· ἢ ὅτι πονηρῶν δογμάτων ὄντες διδάσκαλοι, μέλλετε ἐλαύνεσθαι παρ᾽ αὐτῶν. Οὐ γὰρ τῆς πονηρίας τῶν λεγομένων, ἀλλὰ τῆς κακίας τῶν ἀκουόντων αἱ ἐπιβουλαὶ καὶ οἱ κίνδυνοι. Ὅθεν οὐδὲ ὑμᾶς τοὺς κακῶς πάσχοντας διαβάλλουσιν, ἀλλὰ τοὺς κακῶς ποιοῦντας ἐκείνους. Καὶ μαρτυρεῖ τούτοις ἅπας ὁ ἔμπροσθεν χρόνος. Οὐδὲ γὰρ τοῖς προφήταις παρανομίαν καὶ ἀντίθεον φρόνημα ἐγκαλοῦντες, τοὺς μὲν ἐλίθαζον, τοὺς δὲ ἤλαυνον, τοὺς δὲ μυρίοις ἑτέροις περιέβαλλον κακοῖς. Μὴ δὴ τοῦτο θορυβείτω ὑμᾶς· ἀπὸ γὰρ τῆς αὐτῆς γνώμης καὶ τὰ νῦν ἅπαντα πράττουσιν.

Εἶδες πῶς τὰ φρονήματα αὐτῶν ἀνέστησεν, ἐγγὺς τῶν περὶ Μωϋσέα καὶ Ἠλίαν στήσας αὐτούς; Οὕτω καὶ ὁ Παῦλος Θεσσαλονικεῦσι γράφων, φησίν. Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ, τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ. Καὶ γὰρ καὶ ὑμεῖς τὰ αὐτὰ ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ κἀκεῖνοι ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων. Ὃ δὴ καὶ ἐνταῦθα κατεσκεύασεν ὁ Χριστός. Καὶ ἐπὶ μὲν τῶν ἄλλων μακαρισμῶν ἔλεγε, Μακάριοι οἱ πτωχοὶ, καὶ οἱ ἐλεήμονες· ἐνταῦθα δὲ οὐκ ἀδιορίστως αὐτὸ τέθεικεν, ἀλλὰ πρὸς αὐτοὺς τρέπει τὸν λόγον, λέγων· Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα· δεικνὺς ὅτι αὐτῶν τοῦτο μάλιστα ἐξαίρετόν ἐστι, καὶ ὑπὲρ τοὺς ἄλλους ἅπαντας τῶν διδασκάλων ἴδιον τοῦτο. Ὁμοῦ δὲ καὶ τὸ αὐτοῦ ἀξίωμα ἐνταῦθα αἰνίττεται, καὶ τὴν πρὸς τὸν γεγεννηκότα ὁμοτιμίαν.

Ὥσπερ γὰρ ἐκεῖνοι διὰ τὸν Πατέρα, φησὶν, οὕτω καὶ ὑμεῖς δι᾽ ἐμὲ ταῦτα πείσεσθε. Ὅταν δὲ εἴπῃ, Τοὺς προφήτας τοὺς πρὸ ὑμῶν, δείκνυσι καὶ αὐτοὺς προφήτας ἤδη γεγενημένους. Εἶτα δηλῶν ὅτι τοῦτο μάλιστα αὐτοὺς ὠφελεῖ καὶ ποιεῖ λαμπροὺς, οὐκ εἶπεν, ὅτι Κακῶς μὲν ἐροῦσι καὶ διώξουσιν, ἐγὼ δὲ κωλύσω τοῦτο· οὐ γὰρ ἐν τῷ μὴ ἀκούειν κακῶς, ἀλλ᾽ ἐν τῷ κακῶς ἀκούοντας φέρειν γενναίως, καὶ διὰ τῶν ἔργων αὐτοὺς ἐλέγχειν, τὴν ἀσφάλειαν αὐτοῖς βούλεται εἶναι· πολλῷ γὰρ τοῦτο ἐκείνου μεῖζον· ὥσπερ τοῦ μὴ πλήττεσθαι τὸ πληττόμενον μηδὲν πάσχειν δεινὸν πολλῷ μεῖζόν ἐστιν. Ἐνταῦθα μὲν οὖν φησιν, ὅτι Ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· ὁ δὲ Λουκᾶς καὶ ἐπιτεταμένως καὶ μετὰ πλείονος αὐτὸν παραμυθίας τοῦτο εἰρηκέναι φησίν.

Οὐ γὰρ δὴ μόνον τοὺς κακῶς ἀκούοντας διὰ τὸν Θεὸν μακαρίζει, ἀλλὰ καὶ τοὺς παρὰ πάντων καλῶς ἀκούοντας ταλανίζει· Οὐαὶ γὰρ ὑμῖν, φησὶν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι. Καίτοι καὶ τοὺς ἀποστόλους καλῶς ἔλεγον· ἀλλ᾽ οὐ πάντες. Διὰ τοῦτο οὐκ εἶπεν, Ὅταν καλῶς ὑμᾶς εἴπωσιν οἱ ἄνθρωποι, ἀλλ᾽, Ὅταν πάντες. Οὐδὲ γὰρ δυνατὸν τοὺς ἐν ἀρετῇ ζῶντας παρὰ πάντων ἀκούειν καλῶς. Καὶ πάλιν φησίν· Ὅταν ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, χαίρετε καὶ σκιρτήσατε.

Οὐδὲ γὰρ τῶν κινδύνων μόνον, ὧν ὑπέμενον, ἀλλὰ καὶ τῆς κακηγορίας πολλὴν ὁρίζει τὴν ἀντίδοσιν. Διὰ τοῦτο οὐκ εἶπεν, Ὅταν ἐλάσωσιν ὑμᾶς καὶ ἀποκτείνωσιν, ἀλλ᾽, Ὅταν ὀνειδίσωσι, καὶ εἴπωσι πᾶν πονηρόν. Μάλιστα γὰρ τῶν πραγμάτων αὐτῶν χαλεπώτερον δάκνουσιν αἱ κακηγορίαι. Ἐν μὲν γὰρ τοῖς κινδύνοις πολλὰ τὰ κουφίζοντα τὸν πόνον ἐστίν· οἷον, τὸ παρὰ πάντων ἀλείφεσθαι, τὸ πολλοὺς ἔχειν τοὺς κροτοῦντας καὶ στεφανοῦντας καὶ ἀνακηρύττοντας· ἐνταῦθα δὲ ἐν τῇ κακηγορίᾳ καὶ αὕτη ἀνῄρηται ἡ παραμυθία. Οὐ γὰρ δοκεῖ τι μέγα εἶναι τὸ κατόρθωμα, καὶ μᾶλλον τῶν κινδύνων δάκνει τὸν ἁγωνιζόμενον.

Πολλοὶ γοῦν καὶ ἐπὶ βρόχον ἦλθον, πονηρὰν οὐ φέροντες δόξαν. Καὶ τί θαυμάζεις ἐπὶ τῶν ἄλλων; Τὸν γὰρ προδότην ἐκεῖνον, τὸν ἀναίσχυντον καὶ μιαρὸν καὶ πρὸς πάντα ἀπερυθριάσαντα ἁπλῶς, τοῦτο μάλιστα ἐπὶ βρόχον ὁρμῆσαι παρεσκεύασε. Καὶ ὁ Ἰὼβ δὲ, ὁ ἀδάμας, καὶ πέτρας στεῤῥότερος, ἡνίκα μὲν τὰ χρήματα ἀφῄρητο καὶ τὰ ἀνήκεστα ἔπασχε δεινὰ, καὶ ἄπαις ἐξαίφνης ἐγένετο, καὶ πηγὴν σκωλήκων τὸ σῶμα ἀναβλύζον ἑώρα, καὶ τὴν γυναῖκα ἐπικειμένην, διεκρούσατο μετ᾽ εὐκολίας ἅπαντα· ἐπειδὴ δὲ εἶδε τοὺς φίλους ὀνειδίζοντας καὶ ἐπεμβαίνοντας, καὶ πονηρὰν δόξαν περὶ αὐτοῦ ἔχοντας, καὶ λέγοντας ὑπὲρ ἁμαρτημάτων ταῦτα πάσχειν, καὶ κακίας διδόναι δίκην· τότε ἐθορυβήθη, τότε ἐταράχθη ὁ γενναῖος καὶ μέγας ἀνήρ.

ϛʹ. Καὶ ὁ Δαυῒδ δὲ ἅπαντα ἀφεὶς ἅπερ ἔπαθεν, ἀντὶ τῆς κακηγορίας μόνης ἀμοιβὴν ἐζήτει παρὰ τοῦ Θεοῦ· Ἄφες γὰρ αὐτὸν καταρᾶσθαι, φησὶν, ὅτι Κύριος ἐνετείλατο αὐτῷ, ὅπως ἴδῃ Κύριος τὴν ταπείνωσίν μου, καὶ ἀνταποδῷ μοι ἀντὶ τῆς κατάρας τῆς ἐν τῇ ἡμέρᾳ ταύτῃ. Καὶ ὁ Παῦλος δὲ οὐχὶ τοὺς κινδυνεύοντας μόνον, οὐδὲ τοὺς ἀφαιρουμένους τὰ ὄντα, ἀλλὰ καὶ τούτους ἀνακηρύττει, οὕτω λέγων· Ἀναμιμνήσκεσθε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων· τοῦτο μὲν ὀνειδισμοῖς καὶ θλίψεσι θεατριζόμενοι. Διὰ δὴ τοῦτο καὶ τὸν μισθὸν πολὺν τέθεικεν ὁ Χριστός. Εἶτα ἵνα μή τις λέγῃ· Ἐνταῦθα οὐκ ἀμύνεις, οὐδὲ ἀποῤῥάπτεις αὐτῶν τὰ στόματα, κἀκεῖ μισθὸν δίδως; τέθεικε τοὺς προφήτας, δεικνὺς ὅτι οὐδὲ ἐκεῖ ἤμυνεν ὁ Θεός. Εἰ δὲ ὅπου παρὰ πόδας ἦσαν αἱ ἀντιδόσεις, ἀπὸ τῶν μελλόντων αὐτοὺς ἤλειψε· πολλῷ μᾶλλον νῦν, ὅτε τρανοτέρα αὕτη γέγονεν ἡ ἐλπὶς, καὶ μείζων ἡ φιλοσοφία. Θέα δὲ καὶ μετὰ πόσας ἐντολὰς αὐτὸ τέθεικεν. Οὐδὲ γὰρ ἁπλῶς αὐτὸ πεποίηκεν, ἀλλὰ δηλῶν ὅτι οὐκ ἔνι τὸν μὴ πᾶσιν ἐκείνοις κατεσκευασμένον καὶ συγκεκροτημένον πρὸς τούτους ἐκβῆναι τοὺς ἀγῶνας. Διά τοι τοῦτο ἀπὸ τῆς προτέρας ἀεὶ τῇ ἐπιούσῃ προοδοποιῶν ἐντολῇ, σειρὰν ἡμῖν τινα χρυσῆν ὕφηνεν.

Ὅ τε γὰρ ταπεινὸς, καὶ τὰ οἰκεῖα πάντως πενθήσει ἁμαρτήματα· ὁ πενθῶν, καὶ πρᾶος ἔσται καὶ δίκαιος καὶ ἐλεήμων· ὁ ἐλεήμων, καὶ δίκαιος καὶ κατανενυγμένος, πάντως καὶ καθαρὸς τῇ καρδίᾳ ὁ δὲ τοιοῦτος. καὶ εἰρηνοποιός. Ὁ δὲ ταῦτα πάντα κατωρθωκὼς, καὶ πρὸς κινδύνους ἔσται παρατεταγμένος, καὶ οὐ ταραχθήσεται ἀκούων κακῶς, καὶ μυρία πάσχων δεινά. Παραινέσας τοίνυν ἃ προσῆκε, πάλιν ἀναπαύει τοῖς ἐγκωμίοις αὐτούς. Ἐπειδὴ γὰρ ὑψηλὰ τὰ ἐπιτάγματα ἦν, καὶ πολλῷ μείζονα τῶν ἐν τῇ Παλαιᾷ, ἵνα μὴ θορυβῶνται καὶ ταράττωνται, καὶ λέγωσι· Πῶς δυνησόμεθα ταῦτα κατορθοῦν; ἄκουσον τί φησιν· Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· δεικνὺς ὅτι ἀναγκαίως ταῦτα ἐπιτάττε· Οὐ γὰρ ὑπὲρ τῆς καθ᾽ ἑαυτοὺς ζωῆς, ἀλλ᾽ ὑπὲρ τῆς οἰκουμένης, φησὶν, ἁπάσης ὁ λόγος ἔσται ὑμῖν. Οὐδὲ γὰρ εἰς δύο πόλεις, καὶ δέκα, καὶ εἴκοσιν, οὐδὲ εἰς ἓν ἔθνος ὑμᾶς ἀποστέλλω, καθάπερ τοὺς προφήτας, ἀλλ᾽ εἰς γῆν καὶ θάλατταν καὶ τὴν οἰκουμένην ἅπασαν, καὶ ταύτην κακῶς διακειμένην. Τῷ γὰρ εἰπεῖν, Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς, ἔδειξε μωρανθεῖσαν ἅπασαν τὴν ἀνθρωπίνην φύσιν, καὶ κατασαπεῖσαν ὑπὸ τῶν ἁμαρτημάτων.

Διά τοι τοῦτο ταύτας παρ᾽ αὐτῶν ἐπιζητεῖ τὰς ἀρετὰς, αἳ μάλιστα πρὸς τὴν τῶν πολλῶν ἐπιμέλειάν εἰσιν ἀναγκαῖαι καὶ χρήσιμοι. Ὅ τε γὰρ πρᾶος καὶ ἐπιεικὴς καὶ ἐλεήμων καὶ δίκαιος, οὐκ εἰς αὐτὸν συγκλείει τὰ κατορθώματα μόνον, ἀλλὰ καὶ εἰς τὴν ἑτέρων ὠφέλειαν τὰς καλὰς ταύτας ὑπερχεῖσθαι παρασκευάζει πηγάς. Ὁ δ᾽ αὖ καθαρὸς τὴν καρδίαν καὶ εἰρηνοποιὸς, καὶ ἐλαυνόμενος ὑπὲρ τῆς ἀληθείας, πάλιν πρὸς τὸ κοινῇ συμφέρον τὸν βίον καθίσταται. Μὴ τοίνυν νομίσητε, φησὶν, ἐπὶ τοὺς τυχόντας ἀγῶνας ἕλκεσθαι, μηδὲ ὑπὲρ μικρῶν τινων εἶναι τὸν λόγον ὑμῖν· Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς.

Τί οὖν; τὰ σεσηπότα αὐτοὶ διώρθωσαν; Οὐδαμῶς. Οὔτε γὰρ δυνατὸν τὰ διεφθορότα ἤδη ἐπιπάσσοντας ἅλας ὠφελεῖν. Οὐ δὴ τοῦτο ἐποίουν· ἀλλὰ ἀνανεωθέντα πρότερον καὶ παραδοθέντα αὐτοῖς, καὶ τῆς δυσωδίας ἀπαλλαγέντα ἐκείνης, τότε ἥλιζον, κατέχοντες καὶ διατηροῦντες ἐν τῇ νεαρότητι ταύτῃ, ἣν παρὰ τοῦ Δεσπότου παρέλαβον. Τὸ μὲν γὰρ ἀπαλλαγῆναι τῆς σηπεδόνος τῶν ἁμαρτημάτων, τοῦ Χριστοῦ κατόρθωμα γέγονε· τὸ δ᾽ αὖ πάλιν μηκέτι ἐπ᾽ ἐκείνην ἐπανελθεῖν, τῆς τούτων σπουδῆς καὶ ταλαιπωρίας ἔργον ἦν. Ὁρᾷς πῶς κατὰ μικρὸν δείκνυσι καὶ τῶν προφητῶν ὄντας βελτίους; Οὐ γὰρ τῆς Παλαιστίνης διδασκάλους εἶναί φησιν, ἀλλὰ τῆς γῆς ἁπάσης· καὶ οὐχ ἁπλῶς διδασκάλους, ἀλλὰ καὶ φοβερούς.

Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι οὐ κολακεύοντες, οὐδὲ θεραπεύοντες, ἀλλ᾽ ἐπιστύφοντες ὥσπερ τὸ ἅλας, οὕτω ποθεινοὶ πᾶσι γεγόνασι. Μὴ τοίνυν θαυμάσητε, φησὶν, εἰ τοὺς ἄλλους ἀφεὶς ὑμῖν διαλέγομαι, καὶ πρὸς τοσούτους ἕλκω κινδύνους.

Ἐννοήσατε γὰρ ὅσαις πόλεσι καὶ δήμοις καὶ ἔθνεσι μέλλω πέμπειν ὑμᾶς ἐπιστάτας. Διὰ τοῦτο οὐχ ὑμᾶς εἶναι βούλομαι φρονίμους μόνον, ἀλλὰ καὶ ἑτέρους τοιούτους ποιεῖν. Τοὺς δὲ τοιούτους πολὺ δεῖ συνετοὺς εἶναι, ἐν οἷς ἡ τῶν ἄλλων κινδυνεύεται σωτηρία, καὶ τοσαύτην αὐτοῖς τὴν περιουσίαν εἶναι τῆς ἀρετῆς, ὡς καὶ ἄλλοις μεταδιδόναι τῆς ὠφελείας. Εἰ γὰρ τοιοῦτοι μὴ γένοισθε, οὐδὲ ὑμῖν αὐτοῖς ἀρκέσετε.

ζʹ. Μὴ τοίνυν δυσχεράνητε, ὡς ἐπαχθῶν ὄντων τῶν λεγομένων. Τοῖς μὲν γὰρ ἄλλοις μωρανθεῖσι δυνατὸν ἐπανελθεῖν δι᾽ ὑμῶν· ὑμεῖς δὲ, εἰ τοῦτο πάθοιτε, μεθ᾽ ἑαυτῶν καὶ ἑτέρους προσαπολεῖτε. Ὥστε ὅσῳ μεγάλα ἐγχειρίζεσθε πράγματα, τοσούτῳ καὶ μείζονος δεῖσθε σπουδῆς. Διό φησιν· Ἂν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; Εἰς οὐδὲν ἰσχύει ἔτι, εἰ μὴ βληθῆναι ἔξω, καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων. Οἱ μὲν γὰρ ἄλλοι μυριάκις πίπτοντες, δύνανται τυχεῖν συγγνώμης· ὁ δὲ διδάσκαλος, ἐὰν τοῦτο πάθῃ, πάσης ἀπεστέρηται ἀπολογίας, καὶ τὴν ἐσχάτην δώσει τιμωρίαν. Ἵνα γὰρ μὴ ἀκούοντες, Ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾽ ὑμῶν, δειλιάσωσιν εἰς μέσον προελθεῖν, λέγει, ὅτι Ἂν μὴ πρὸς ταῦτα ἦτε παρατεταγμένοι, εἰκῆ ἐξελέγητε. Οὐ γὰρ τὸ κακῶς ἀκούειν χρὴ δεδοικέναι, ἀλλὰ τὸ συνυποκρινομένους φαίνεσθαι· τότε γὰρ μωρανθήσεσθε καὶ καταπατηθήσεσθε.

Ἐὰν δὲ μένητε αὐτοὺς ἐπιστύφοντες, εἶτα κακῶς ἀκούητε, χαίρετε. Τοῦτο γὰρ ἁλὸς ἔργον ἐστὶ, τὸ δάκνειν καὶ λυπεῖν τοὺς χαύνους. Ὥστε ἀναγκαίως ἡ κακηγορία ἕπεται, οὐδὲν ὑμᾶς βλάπτουσα, ἀλλὰ καὶ μαρτυροῦσα ὑμῶν τῇ στεῤῥότητι. Ἂν δὲ φοβηθέντες αὐτὴν, προδῶτε τὴν προσήκουσαν ὑμῖν σφοδρότητα, πολλῷ χαλεπώτερα πείσεσθε, καὶ κακῶς ἀκούοντες καὶ καταφρονούμενοι παρὰ πάντων. Τοῦτο γάρ ἐστι, καταπατεῖσθαι. Εἶτα ἐφ᾽ ἕτερον ὑψηλότερον ἄγει παράδειγμα· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Πάλιν τοῦ κόσμου, οὐκ ἔθνους ἑνὸς, οὐδὲ εἴκοσι πόλεων, ἀλλὰ τῆς οἰκουμένης ἁπάσης· καὶ φῶς, νοητὸν, καὶ τῆς ἀκτῖνος ταύτης πολὺ βέλτιον, ὥσπερ οὖν καὶ ἅλας πνευματικόν. Καὶ πρότερον ἅλας, καὶ τότε φῶς· ἵνα μάθῃς ἡλίκον τῶν κατεστυμμένων ῥημάτων τὸ κέρδος, καὶ τῆς σεμνῆς διδασκαλίας τὸ ὄφελος. Καὶ γὰρ σφίγγει, καὶ οὐκ ἀφίησι διαῤῥεῦσαι, καὶ διαβλέψαι ποιεῖ πρὸς ἀρετὴν χειραγωγοῦσα. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν ὑπὸ τὸν μόδιον. Πάλιν αὐτοὺς διὰ τούτων εἰς ἀκρίβειαν ἄγει βίου, παιδεύων ἐναγωνίους εἶναι, ὡς ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς κειμένους, καὶ ἐν μέσῳ τῷ τῆς οἰκουμένης ἀγωνιζομένους θεάτρῳ.

Μὴ γὰρ δὴ τοῦτο ἴδητε, φησὶν, ὅτι ἐνταῦθα καθήμεθα νῦν, καὶ ἐν μικρῷ γωνίας ἐσμὲν μέρει· οὕτω γὰρ κατάδηλοι ἔσεσθε πᾶσιν, ὡσανεὶ πόλις ὑπὲρ κορυφῆς ὄρους κειμένη, ὡσανεὶ λύχνος ἐν οἰκίᾳ ὑπὲρ τῆς λυχνίας φαίνων.

Ποῦ νῦν οἱ τῇ δυνάμει τοῦ Χριστοῦ διαπιστοῦντες; Ἀκουέτωσαν ταῦτα, καὶ τῆς προφητείας τὴν δύναμιν ἐκπλαγέντες, προσκυνείτωσαν αὐτοῦ τὴν ἰσχύν. Ἐννόησον γὰρ ἡλίκα ὑπέσχετο τοῖς οὐδὲ ἐν τῇ χώρᾳ γνωρίμοις οὖσι τῇ αὐτῶν· ὅτι γῆ καὶ θάλαττα αὐτοὺς εἴσεται, καὶ πρὸς τὰ πέρατα τῆς οἰκουμένης ἥξουσι τῇ φήμῃ· μᾶλλον δὲ οὐδὲ τῇ φήμῃ, ἀλλὰ καὶ τῇ τῆς εὐεργεσίας ἐνεργείᾳ.

Οὐδὲ γὰρ ἡ φήμη φέρουσα πανταχοῦ δήλους αὐτοὺς ἐποίησεν, ἀλλὰ καὶ αὐτὴ ἡ διὰ τῶν ἔργων ἐπίδειξις. Καθάπερ γὰρ ὑπόπτεροι γενόμενοι, τῆς ἀκτῖνος σφοδρότερον τὴν γῆν ἐπέδραμον ἅπασαν, σπείροντες τῆς εὐσεβείας τὸ φῶς. Ἐνταῦθα δέ μοι αὐτοὺς καὶ πρὸς παῤῥησίαν ἀλείφειν δοκεῖ· τὸ μὲν γὰρ εἰπεῖν, Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη, τὴν αὐτοῦ δύναμίν ἐστιν ἐμφαίνοντος· ὥσπερ γὰρ ἐκείνην κρυβῆναι ἀμήχανον, οὕτω τὸ κήρυγμα ἀδύνατον σιγηθῆναι καὶ λαθεῖν. Ἐπειδὴ γὰρ εἶπε διωγμοὺς καὶ κακηγορίας καὶ ἐπιβουλὰς καὶ πολέμους, ἵνα μὴ νομίσωσιν ὅτι ταῦτα αὐτοὺς ἐπιστομίσαι δυνήσεται, θαῤῥύνων αὐτούς φησιν, ὅτι οὐ μόνον οὐ λήσεται, ἀλλὰ καὶ καταλάμψει τὴν οἰκουμένην ἅπασαν· καὶ δι᾽ αὐτὸ μὲν οὖν τοῦτο ἔσονται λαμπροὶ καὶ ἐπίσημοι. Τούτῳ μὲν οὖν τὴν ἑαυτοῦ δύναμιν ἐνδείκνυται· τῷ δὲ ἑξῆς τὴν παῤῥησίαν ἀπαιτεῖ τὴν παρ᾽ αὐτῶν, οὕτω λέγων· Οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν ὑπὸ τὸν μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ.

Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ἐγὼ μὲν γὰρ ἧψα τὸ φῶς, φησί· τὸ δὲ μεῖναι καιόμενον, τῆς ὑμετέρας γενέσθω σπουδῆς· οὐ δι᾽ ὑμᾶς αὐτοὺς μόνον, ἀλλὰ καὶ διὰ τοὺς μέλλοντας τῆς αὐγῆς ἀπολαύειν ταύτης, καὶ πρὸς τὴν ἀλήθειαν χειραγωγεῖσθαι. Οὐ γὰρ δὴ δυνήσονται αἱ κακηγορίαι συσκιάσαι ὑμῶν τὴν λαμπηδόνα, ἐὰν ὑμεῖς ἦτε μετὰ ἀκριβείας βιοῦντες, καὶ οὕτως ὡς μέλλοντες ἅπασαν ἐπιστρέφειν τὴν οἰκουμένην. Ἄξιον τοίνυν τῆς χάριτος ἐπιδείξασθε βίον, ἵν᾽ ὥσπερ ἐκείνη πανταχοῦ κηρύττεται, οὕτω καὶ αὕτη ἐκείνῃ συντρέχῃ.

Εἶτα καὶ ἕτερον κέρδος τίθησι μετὰ τῆς τῶν ἀνθρώπων σωτηρίας, ἱκανὸν αὐτοὺς ἐναγωνίους ποιῆσαι, καὶ εἰς πᾶσαν ἀγαγεῖν σπουδήν. Οὐ γὰρ δὴ τὴν οἰκουμένην διορθώσετε, φησὶ, μόνον, ὀρθῶς βιοῦντες, ἀλλὰ καὶ τὸν Θεὸν δοξάζεσθαι παρασκευάσετε· ὥσπερ οὖν τὰ ἐναντία ποιοῦντες, καὶ τοὺς ἀνθρώπους ἀπολεῖτε, καὶ τοῦ Θεοῦ τὸ ὄνομα βλασφημεῖσθαι ποιήσετε.

ηʹ. Καὶ πῶς, φησὶν, ὁ Θεὸς δοξασθήσεται δι᾽ ἡμῶν, εἴγε μέλλοιεν ἡμᾶς κακηγορεῖν οἱ ἄνθρωποι; Ἀλλ᾽ οὐ πάντες· κἀκεῖνοι δὲ αὐτοὶ οἱ ἐν βασκανίᾳ τοῦτο ποιοῦντες, κατὰ τὸ συνειδὸς ὑμᾶς θαυμάσονται καὶ ἀποδέξονται· ὥσπερ οὖν οἱ φανερῶς κολακεύοντες τοὺς ἐν πονηρίᾳ ζῶντας κατὰ νοῦν διαβάλλουσι. Τί οὖν; πρὸς ἐπίδειξιν ἡμᾶς κελεύεις ζῇν καὶ πρὸς φιλοτιμίαν;

Ἄπαγε, οὐ τοῦτό φημι. Οὐδὲ γὰρ εἶπον, Σπουδάζετε ὑμεῖς εἰς μέσον φέρειν τὰ κατορθώματα ὑμῶν· οὐδὲ εἶπον, Δείξατε αὐτά· ἀλλὰ, Λαμψάτω τὸ φῶς ὑμῶν· τουτέστι, πολλὴ ἔστω ἡ ἀρετὴ, καὶ δαψιλὲς τὸ πῦρ, καὶ τὸ φῶς ἄφατον. Ὅταν γὰρ τοσαύτη ᾖ ἡ ἀρετὴ, ἀδύνατον αὐτὴν λαθεῖν, κἂν μυριάκις ὁ μετιὼν αὐτὴν συσκιάσῃ. Ἄληπτον αὐτοῖς παράσχεσθε βίον, καὶ μηδεμίαν ἐχέτωσαν ἀληθῆ κατηγορίας ἀφορμήν· καὶ, κἂν μυρίοι οἱ κατηγοροῦντες ὦσιν, οὐδεὶς ὑμῖν ἐπισκιάσαι δυνήσεται. Καὶ καλῶς εἶπε, Τὸ φῶς. Οὐδὲν γὰρ οὕτως ἐπίσημον ἄνθρωπον ποιεῖ, κἂν μυριάκις λανθάνειν βούληται, ὡς ἀρετῆς ἐπίδειξις. Ὥσπερ γὰρ αὐτὴν τὴν ἀκτῖνα περιβεβλημένος, οὕτως αὐτῆς φαιδρότερος λάμπει, οὐκ εἰς γῆν τὰς μαρμαρυγὰς ἀφιεὶς, ἀλλὰ καὶ αὐτὸν ὑπερβαίνων τὸν οὐρανόν. Ἐντεῦθεν καὶ παραμυθεῖται αὐτοὺς μειζόνως. Εἰ γὰρ καὶ ἀλγεῖτε, φησὶ, βλασφημούμενοι, ἀλλ᾽ ἕξετε πολλοὺς τοὺς δι᾽ ὑμᾶς θαυμάζοντας τὸν Θεόν. Ἑκατέρωθεν δὲ ὁ μισθὸς ὑμῖν συλλέγεται, καὶ δοξαζομένου τοῦ Θεοῦ δι᾽ ὑμᾶς, καὶ βλασφημουμένων ὑμῶν διὰ τὸν Θεόν.

Ἵνα γὰρ μὴ ἐπιτηδεύωμεν κακῶς ἀκούειν, μαθόντες ὅτι μισθὸν ἔχει τὸ πρᾶγμα, οὔτε ἐκεῖνο ἁπλῶς τέθεικε, ἀλλὰ μετὰ δύο διορισμῶν· οἷον, ὅταν ψευδῆ λέγηται, καὶ ὅταν διὰ τὸν Θεόν· καὶ δείκνυσιν, ὅτι οὐκ ἐκεῖνο μόνον, ἀλλὰ καὶ τὸ καλῶς ἀκούειν πολὺ φέρει τὸ κέρδος, τῆς δόξης εἰς τὸν Θεὸν διαβαινούσης· καὶ χρηστὰς αὐτοῖς ὑποτείνει τὰς ἐλπίδας. Οὐ γὰρ τοσοῦτον, φησὶν, ἰσχύει ἡ κακηγορία τῶν πονηρῶν, ὡς καὶ τοῖς ἄλλοις ἐπισκοτεῖν εἰς τὸ ἰδεῖν ὑμῶν τὸ φῶς. Ὅταν γὰρ μωρανθῆτε, τότε ὑμᾶς καταπατήσουσι μόνον, οὐχ ὅταν τὰ ὀρθὰ πράττοντες διαβάλησθε. Τότε γὰρ καὶ πολλοὶ ἔσονται οἱ θαυμάζοντες, οὐχ ὑμᾶς μόνον, ἀλλὰ δι᾽ ὑμᾶς καὶ τὸν Πατέρα τὸν ὑμέτερον. Καὶ οὐκ εἶπε, τὸν Θεὸν, ἀλλὰ, τὸν Πατέρα, τῆς μελλούσης αὐτοῖς δίδοσθαι εὐγενείας ἤδη προκαταβάλλων τὰ σπέρματα. Εἶτα δεικνὺς τὸ ὁμότιμον, ἀνωτέρω μὲν ἔλεγε· Μὴ λυπεῖσθε ὅταν κακῶς ἀκούητε· ἀρκεῖ γὰρ ὑμῖν τὸ δι᾽ ἐμὲ ταῦτα ἀκούειν· ἐνταῦθα δὲ τὸν Πατέρα τίθησι, πανταχοῦ τὸ ἴσον δηλῶν.

Εἰδότες τοίνυν τὸ ἀπὸ τῆς σπουδῆς ταύτης κέρδος, καὶ τῆς ῥᾳθυμίας τὸν κίνδυνον (τῆς γὰρ ἡμετέρας ἀπωλείας πολλῷ χεῖρον τὸ τὸν Δεσπότην τὸν ἡμέτερον βλασφημεῖσθαι δι᾽ ἡμᾶς), «Ἀπρόσκοποι γινώμεθα καὶ Ἰουδαίοις καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ·» τόν τε βίον ἡλίου λαμπρότερον παρεχόμενοι, κἄν τις βούληται κακηγορεῖν, μὴ τῷ κακῶς ἀκούειν ἀλγοῦντες, ἀλλὰ τῷ δικαίως ἀκούειν κακῶς. Ἂν μὲν γὰρ ἐν πονηρίᾳ ζῶμεν, κἂν μηδεὶς ὁ κακηγορῶν ᾖ, πάντων ἐσμὲν ἀθλιώτεροι· ἂν δὲ ἀρετῆς ἐπιμελώμεθα, κἂν ἡ οἰκουμένη λέγῃ κακῶς, τότε πάντων ἐσόμεθα ζηλωτότεροι, καὶ πάντας ἐπισπασόμεθα τοὺς σώζεσθαι προαιρουμένους· οὐδὲ γὰρ τῇ κακηγορίᾳ τῶν πονηρῶν, ἀλλὰ τῇ ἀρετῇ τοῦ βίου προσέξουσι. Καὶ γὰρ σάλπιγγος ἁπάσης λαμπροτέρα ἡ διὰ τῶν ἔργων ἐπίδειξις, καὶ τοῦ φωτὸς αὐτοῦ φανότερος βίος καθαρὸς, κἂν μυρίοι οἱ διαβάλλοντες ὦσιν.

Ἂν γὰρ τὰ προειρημένα ἅπαντα ἔχωμεν, καὶ πρᾶοι καὶ ταπεινοὶ καὶ ἐλεήμονες ὦμεν, καὶ καθαροὶ καὶ εἰρηνοποιοὶ, καὶ κακῶς ἀκούοντες μὴ ἀνθυβρίζωμεν, ἀλλὰ καὶ χαίρωμεν, τῶν σημείων οὐκ ἔλαττον ἐπισπασόμεθα τοὺς θεωροῦντας ἡμᾶς, καὶ ἡδέως ἅπαντες πρὸς ἡμᾶς ἕξουσι, κἂν θηρίον, κἂν δαίμων τις ᾖ, κἂν ὁτιοῦν, Εἰ δὲ εἶέν τινες καὶ οἱ κακηγοροῦντες, μηδὲν ἐντεῦθεν θορυβηθῇς, μηδ᾽ ὅτι σε δημοσίᾳ ὑβρίζουσιν ἴδῃς, ἀλλ᾽ ἐξέτασον αὐτῶν τὸ συνειδὸς, καὶ ὄψει κροτοῦντάς σε καὶ θαυμάζοντας, καὶ μυρίους ἀριθμοῦντας ἐπαίνους. Ὅρα γοῦν πῶς ὁ Ναβουχοδονόσορ ἐπαινεῖ τοὺς παῖδας τοὺς ἐν τῇ καμίνῳ· καίτοιγε ἐχθρὸς ἦν καὶ πολέμιος· ἀλλ᾽ ἐπειδὴ εἶδε γενναίως ἑστῶτας, ἀνακηρύττει καὶ στεφανοῖ, δι᾽ ἕτερον μὲν οὐδὲν, ὅτι δὲ αὐτοῦ παρήκουσαν, καὶ τοῦ νόμου ἤκουσαν τοῦ Θεοῦ. Ὁ γὰρ διάβολος, ὅταν ἴδῃ ἑαυτὸν μηδὲν ἀνύοντα, ἀφίσταται λοιπὸν, δεδοικὼς μὴ πλειόνων ἡμῖν στεφάνων αἴτιος γένηται· ἐκείνου δὲ ἀποστάντος, κἂν μιαρὸς ᾖ τις καὶ διεφθαρμένος, γνώσεται τὴν ἀρετὴν, τῆς ἀχλύος ἐκείνης ἀναιρεθείσης. Ἂν δὲ καὶ ἄνθρωποι παραλογίσωνται, παρὰ τοῦ Θεοῦ ἕξεις τὸν ἔπαινον καὶ τὸ θαῦμα μεῖζον.

θʹ. Μὴ τοίνυν ἄλγει, μηδὲ κατάπιπτε· ἐπεὶ καὶ οἱ ἀπόστολοι τοῖς μὲν ὀσμὴ θανάτου ἦσαν, τοῖς δὲ ὀσμὴ ζωῆς. Ἂν γὰρ σὺ μηδεμίαν παράσχῃς λαβὴν, πάντων ἀπήλλαξαι τῶν ἐγκλημάτων· μᾶλλον δὲ καὶ μακαριώτερος γέγονας. Λάμπε τοίνυν κατὰ τὸν βίον, καὶ τῶν κακηγορούντων μηδένα ποιοῦ λόγον. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ἀρετῆς ἐπιμελόμενον μὴ πολλοὺς ἔχειν ἐχθρούς. Ἀλλ᾽ οὐδὲν τοῦτο πρὸς τὸν ἐνάρετον· διὰ γὰρ τῶν τοιούτων λαμπρότερος ἔσται μειζόνως. Ταῦτ᾽ οὖν ἐννοοῦντες, ἓν μόνον σκοπῶμεν, μετὰ ἀκριβείας τὸν ἑαυτῶν οἰκονομεῖν βίον· οὕτω γὰρ καὶ πρὸς τὴν ἐκεῖ χειραγωγήσομεν ζωὴν τοὺς ἐν σκότῳ καθημένους. Τοιαύτη γὰρ τοῦ φωτὸς τούτου ἡ δύναμις, ὡς μὴ ἐνταῦθα μόνον λάμπειν, ἀλλὰ καὶ ἐκεῖ ἐφοδηγεῖν τοὺς ἑπομένους. Ὅταν γὰρ ἴδωσι πάντων τῶν παρόντων καταφρονοῦντας, καὶ πρὸς τὸ μέλλον παρασκευαζομένους, πρὸ λόγου παντὸς τοῖς ἔργοις ἡμῶν πεισθήσονται. Τίς γὰρ οὕτως ἀνόητος, ὡς ὁρῶν τὸν χθὲς καὶ πρώην τρυφῶντα καὶ πλουτοῦντα, πάντα ἀποδυόμενον, καὶ πτερούμενον, καὶ πρὸς λιμὸν καὶ πενίαν, καὶ πρὸς σκληραγωγίαν ἅπασαν, καὶ πρὸς κινδύνους, καὶ πρὸς αἷμα, καὶ πρὸς σφαγὴν, καὶ πρὸς πάντα τὰ δοκοῦντα εἶναι δεινὰ παρατεταγμένον, μὴ σαφῆ λαβεῖν τῶν μελλόντων ἐντεῦθεν ἀπόδειξιν; Ἂν δὲ τοῖς παροῦσιν ἑαυτοὺς ἐμπλέκωμεν, καὶ ἐνδοτέρω ὠθῶμεν, πῶς δυνήσονται πεισθῆναι, ὅτι πρὸς ἀποδημίαν ἐπειγόμεθα ἑτέραν;

Τίς δὲ ἡμῖν ἔσται ἀπολογία λοιπὸν, ὅταν ὅσον ἴσχυσεν ἡ ἀνθρωπίνη δόξα παρὰ τοῖς Ἑλλήνων φιλοσόφοις, μὴ ἰσχύῃ παρ᾽ ἡμῖν ὁ τοῦ Θεοῦ φόβος; Καὶ γὰρ ἐκείνων τινὲς καὶ χρήματα ἀπεδύσαντο, καὶ θανάτου κατεφρόνησαν, ἵνα ἀνθρώποις ἐπιδείξωνται· διὸ καὶ κεναὶ γεγόνασιν αὐτῶν αἱ ἐλπίδες. Τίς οὖν ἡμᾶς ἐξαιρήσεται λόγος, ὅταν τοσούτων προκειμένων, καὶ τοσαύτης φιλοσοφίας ἡμῖν ἀνοιχθείσης, μηδὲ τὰ αὐτὰ δυνηθῶμεν ἐκείνοις, ἀλλὰ καὶ ἑαυτοὺς καὶ ἑτέρους προσαπόλλυμεν; Οὐδὲ γὰρ οὕτω βλάπτει Ἕλλην παράνομα πράσσων, ὡς Χριστιανὸς ταῦτα ποιῶν· καὶ μάλα εἰκότως. Ἐκείνων μὲν γὰρ διεφθαρμένη ἡ δόξα· ἡ δὲ ἡμετέρα διὰ τὴν τοῦ Θεοῦ χάριν καὶ παρὰ τοῖς ἀσεβέσι σεμνὴ καὶ περιφανής.

Διὸ ὅταν μάλιστα ἡμῖν ὀνειδίσαι βούλωνται, καὶ τὴν κατηγορίαν αὐξῆσαι, τοῦτο ἐπιλέγουσιν, οἷον, Ὁ Χριστιανός· οὐκ ἂν εἰπόντες, εἰ μὴ μεγάλην περὶ τοῦ δόγματος ἔσχον ὑπόνοιαν Οὐκ ἤκουσας πόσα ὁ Χριστὸς ἐπέταξε καὶ ἡλίκα; Πότε οὖν δυνήσῃ μίαν ἐκείνων ἀνύσαι τῶν ἐντολῶν, ὅταν πάντα ἀφεὶς περιέρχῃ τόκους συλλέγων, δανείσματα ῥάπτων, πραγματείας συντιθεὶς, ἀγέλας ἀνδραπόδων ὠνούμενος, ἀργυρᾶ σκεύη κατασκευάζων, ἀγροὺς καὶ οἰκίας καὶ ἔπιπλα ἀγοράζων μυρία; Καὶ εἴθε τοῦτο μόνον. Ὅταν δὲ ταῖς ἀκαίροις ταύταις σπουδαῖς καὶ ἀδικίαν προστιθῇς, γῆν ἀποτεμνόμενος, οἰκίας ἀποσπῶν, πενίαν ἐπιτρίβων, λιμὸν αὔξων, πότε δυνήσῃ τῶν προθύρων ἐπιβῆναι τούτων; Ἀλλ᾽ ἔστιν ὅτε καὶ πένητας ἐλεεῖς.

Οἶδα κἀγώ· ἀλλὰ καὶ ἐκεῖ πολλὴ πάλιν ἡ λύμη. Ἢ γὰρ μετὰ τύφου, ἢ μετὰ κενοδοξίας τοῦτο ποιεῖς, ἵνα μηδὲ ἐν τοῖς ἀγαθοῖς κερδάνῃς· οὗ τί γένοιτ᾽ ἂν ἀθλιώτερον, ὅταν καὶ ἐν τῷ λιμένι ναυαγῇς; Ἵν᾽ οὖν μὴ τοῦτο γένηται, ποιήσας τι καλὸν, μὴ ζήτει παρ᾽ ἐμοῦ τὴν χάριν, ἵνα τὸν Θεὸν ἔχῃς ὀφειλέτην.

Δανείζετε γὰρ, φησὶ, παρ᾽ ὧν μὴ προσδοκᾶτε λήψεσθαι. Ἔχεις χρεώστην· τί ἐκεῖνον ἀφεὶς, ἐμὲ ἀπαιτεῖς, ἄνθρωπον πένητα καὶ ταλαίπωρον; Μὴ γὰρ ἀγανακτεῖ ὁ χρεώστης ἀπαιτούμενος; μὴ γὰρ πένης ἐστί; μὴ γὰρ οὐ βούλεται καταθεῖναι; Οὐχ ὁρᾷς αὐτοῦ τοὺς ἀφάτους θησαυρούς; οὐχ ὁρᾷς τὴν ἀνεκδιήγητον φιλοτιμίαν; Αὐτὸν τοίνυν κάτασχε καὶ ἀπαίτησον· οὕτω γὰρ ἀπαιτούμενος χαίρει. Ὅτι ἂν ἕτερον ἀπαιτούμενον ἴδῃ ἀνθ᾽ ὧν αὐτὸς ὀφείλει, ὡς ὑβρισθεὶς οὕτω διακείσεται· καὶ οὐκέτι σοι ἀποδίδωσιν, ἀλλὰ καὶ ἐγκαλεῖ δικαίως. Ποίαν γάρ μου ἀγνωμοσύνην κατέγνως; φησί· ποίαν μοι πενίαν σύνοιδας, ὅτι παραδραμὼν ἐμὲ ἐφ᾽ ἑτέρους ἔρχῃ; Ἄλλῳ ἐδάνεισας, καὶ ἄλλον ἀπαιτεῖς; Εἰ γὰρ καὶ ἄνθρωπος ὑπεδέξατο, ἀλλ᾽ ὁ Θεὸς ἐκέλευσε καταβαλεῖν· καὶ αὐτὸς καὶ πρωτότυπος ὀφειλέτης καὶ ἐγγυητὴς εἶναι βούλεται, μυρίας σοι παρέχων ἀφορμὰς τοῦ πάντοθεν αὐτὸν ἀπαιτεῖν. Μὴ δὴ οὖν τοσαύτην εὐκολίαν καὶ εὐπορίαν ἀφεὶς, παρ᾽ ἐμοῦ ζήτει λαβεῖν τοῦ μηδὲν ἔχοντος. Τίνος γὰρ ἕνεκεν ἐμοὶ ἐπιδείκνυσαι ἐλεῶν πένητα; Μὴ γὰρ ἐγώ σοι εἶπον, Δός; μὴ γὰρ παρ᾽ ἐμοῦ ἤκουσας, ἵνα καὶ παρ᾽ ἐμοῦ ἀπαιτήσῃς; Αὐτὸς εἶπεν· Ὁ ἐλεῶν πένητα, δανείζει Θεῷ. Θεῷ ἐδάνεισας· αὐτῷ περίθες. Ἀλλ᾽ οὐκ ἀποδίδωσι τὸ πᾶν νῦν.

Καὶ τοῦτο ὑπὲρ σοῦ ποιεῖ. Τοιοῦτος γάρ ἐστιν ὀφειλέτης· οὐχ ὡς πολλοὶ τὸ δανεισθὲν σπουδάζουσιν ἀποδοῦναι μόνον, ἀλλ᾽ ὥστε καὶ τὸ δοθὲν ἐν ἀσφαλείᾳ καταθεῖναι, πάντα πραγματεύεται καὶ ποιεῖ. Διά τοι τοῦτο τὰ μὲν ἐνταῦθα καταβάλλει, τὰ δὲ ἐκεῖ ταμιεύεται.

ιʹ. Ταῦτ᾽ οὖν εἰδότες πολὺν ποιῶμεν τὸν ἔλεον, καὶ πολλὴν τὴν φιλανθρωπίαν ἐπιδειξώμεθα, καὶ διὰ χρημάτων, καὶ διὰ πραγμάτων. Κἂν ἴδωμέν τινα κακῶς πάσχοντα καὶ τυπτόμενον ἐν ἀγορᾷ, κἂν ἀργύριον δυνατὸν καταβαλεῖν, ποιῶμεν· κἂν λόγοις δυνατὸν διαλῦσαι, μὴ ὀκνῶμεν. Ἔστι γὰρ καὶ λόγου μισθὸς, μᾶλλον δὲ καὶ στεναγμῶν· καὶ τοῦτο ὁ μακάριος Ἰὼβ ἔλεγεν· Ἐγὼ δὲ ἔκλαυσα ἐπὶ παντὶ ἀδυνάτῳ, ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις. Εἰ δὲ δακρύων καὶ στεναγμῶν ἔστι μισθὸς, ὅταν καὶ λόγοι καὶ σπουδὴ, καὶ πολλὰ ἕτερα προσῇ, ἐννόησον ἡλίκη ἡ ἀντίδοσις γίνεται. Καὶ γὰρ καὶ ἡμεῖς ἐχθροὶ ἦμεν τῷ Θεῷ· καὶ ὁ Μονογενὴς ἡμᾶς κατήλλαξε, μέσον ἑαυτὸν ἐμβαλὼν, καὶ πληγὰς ὑπὲρ ἡμῶν δεξάμενος, καὶ θάνατον ὑπὲρ ἡμῶν ὑπομείνας. Σπουδάσωμεν τοίνυν καὶ ἡμεῖς τοὺς ἐμπίπτοντας μυρίων ἀπαλλάττειν κακῶν, ἀλλὰ μὴ, ὡς νῦν ποιοῦμεν, ἐπειδὰν ἴδωμέν τινας συγκρουομένους καὶ συῤῥηγνυμένους ἀλλήλοις, ἑστήκαμεν εὐφραινόμενοι ταῖς ἑτέρων ἀσχημοσύναις, καὶ θέατρον περιιστῶντες διαβολικόν· οὗ τί γένοιτ᾽ ἂν ὠμότερον; Ὁρᾷς κακῶς ἀκούοντας, διαῤῥηγνυμένους, κατατέμνοντας τὴν ἐσθῆτα, συγκοπτομένους τὸ πρόσωπον, καὶ ὑπομένεις ἡσυχῆ παρεστάναι; Μὴ γὰρ ἄρκτος ἐστὶν ὁ μαχόμενος; μὴ γὰρ θηρίον; μὴ γὰρ ὄφις; Ἄνθρωπός ἐστιν ὁ πανταχοῦ σοι κοινωνῶν, ἀδελφός ἐστι, μέλος ἐστί.

Μὴ θεώρει, ἀλλὰ διάλυε· μὴ τέρπου, ἀλλὰ διόρθου· μὴ ἑτέρους παρακίνει ἐπὶ τὴν ἀσχημοσύνην, ἀλλὰ καὶ τοὺς συνειλεγμένους ἀποσόβει καὶ διάλυε. Ἀναισχύντων γὰρ καὶ οἰκοτρίβων τὸ χαίρειν ταῖς τοιαύταις συμφοραῖς, καὶ καθαρμάτων καὶ ὄνων ἀλόγων. Ὁρᾷς ἄνθρωπον ἀσχημονοῦντα, καὶ οὐχ ἡγῇ αὐτὸς ἀσχημονεῖν; οὐδὲ εἰσέρχῃ μέσος, καὶ διασκεδάζεις τοῦ διαβόλου τὴν φάλαγγα, καὶ τὰ ἀνθρώπινα διαλύεις κακά; Ἵνα καὶ αὐτὸς πληγὰς λάβω, φησί· καὶ σὺ τοῦτο κελεύεις; Μάλιστα μὲν οὐδὲ τοῦτο πείσῃ· ἂν δὲ καὶ τοῦτο πάθῃς, μαρτύριόν σοι τὸ πρᾶγμά ἐστι· διὰ γὰρ τὸν Θεὸν ἔπαθες.

Εἰ δὲ πληγὰς ὀκνεῖς λαβεῖν, ἐννόησον ὅτι ὁ Δεσπότης σου σταυρὸν οὐκ ὤκνησεν ὑπομεῖναι διὰ σέ. Ἐκεῖνοι μὲν γὰρ μεθύουσι καὶ ἐσκότωνται, τοῦ θυμοῦ τυραννοῦντος καὶ στρατηγοῦντος αὐτοῖς, δέονται δέ τινος ὑγιαίνοντος τοῦ βοηθήσοντος αὐτοῖς, ὅ τε ἀδικῶν, ὅ τε ἀδικούμενος· ὁ μὲν, ἵνα ἀπαλλαγῇ πάσχων κακῶς, ὁ δὲ, ἵνα παύσηται ποιῶν κακῶς. Πάρελθε τοίνυν καὶ χεῖρα ὄρεξον, ὁ νήφων τῷ μεθύοντι. Ἔστι γὰρ καὶ ὀργῆς μέθη, καὶ τῆς ἐκ τοῦ οἴνου χαλεπωτέρα.

Οὐχ ὁρᾷς τοὺς ναύτας, οἳ ὅταν ναυαγίῳ τινὰς περιπεσόντας ἴδωσι, τὰ ἱστία πετάσαντες μετὰ πολλῆς ἀπέρχονται σπουδῆς, ὥστε τοὺς ὁμοτέχνους ἐξαρπάσαι τοῦ κλύδωνος; Εἰ δὲ τέχνης κοινωνοὶ τοσαύτην ἐπιδείκνυνται προστασίαν, πόσῳ μᾶλλον τοὺς τῆς φύσεως κοινωνοὺς ταῦτα πάντα ποιεῖν δίκαιον; Καὶ γὰρ καὶ ἐνταῦθα ναυάγιόν ἐστιν ἐκείνου χαλεπώτερον.

Ἢ γὰρ ἐβλασφήμησεν ἐπηρεασθεὶς, καὶ πάντα ἐκένωσεν· ἢ ἐπιώρκησεν ὑπὸ τοῦ θυμοῦ τυραννούμενος, καὶ πάλιν εἰς γέενναν ἐνέπεσεν· ἢ πληγὴν δίδωσι καὶ φόνον ἐργάζεται, καὶ τὸ αὐτὸ τοῦτο πάλιν ὑπομένει ναυάγιον. Ἄπελθε τοίνυν, καὶ στῆσον τὸ κακὸν, καὶ καταποντιζομένους ἀνάσπασον, εἰς αὐτὸ τῆς ζάλης τὸ πέλαγος καταβάς· καὶ διαλύσας τοῦ διαβόλου τὸ θέατρον, καὶ κατ᾽ ἰδίαν λαβὼν ἕκαστον, παραίνεσον καταστεῖλαι τὴν φλόγα, καὶ τὰ κύματα κοιμίσαι.

Εἰ δὲ μείζων ἡ πυρὰ, καὶ χαλεπωτέρα γίνεται ἡ κάμινος, μὴ φοβηθῇς· πολλοὺς γὰρ ἔχεις τοὺς συνεφαπτομένους καὶ χεῖρα ὀρέγοντας, ἂν ἀρχὴν παράσχῃς μόνον, καὶ πρό γε πάντων τὸν τῆς εἰρήνης Θεόν. Κἂν πρῶτος διατινάξῃς τὴν φλόγα, πολλοὶ καὶ ἕτεροι ἀκολουθήσουσι, καὶ τῶν ὑπ᾽ ἐκείνων κατορθουμένων αὐτὸς λήψῃ τὸν μισθόν. Ἄκουσον τί παρῄνεσεν ὁ Χριστὸς τοῖς Ἰουδαίοις τοῖς χαμαὶ ἕρπουσιν· Ἂν τὸ ὑποζύγιον ἴδῃς τοῦ ἐχθροῦ σου, φησὶ, καταπῖπτον, μὴ παραδράμῃς, ἀλλ᾽ ἀνάστησον.

Καίτοι τοῦ κείμενον ὑποζύγιον ἀναστῆσαι πολὺ κουφότερον τὸ μαχομένους ἀνθρώπους διαλῦσαι καὶ διαλλάξαι. Εἰ δὲ ἐχθρῶν ὄνον, πολλῷ μᾶλλον φίλων ψυχὰς συνδιανιστάναι χρή· καὶ μάλιστα ὅταν χαλεπώτερον ᾖ τὸ πτῶμα· οὐ γὰρ εἰς βόρβορον αὗται πίπτουσιν, ἀλλ᾽ εἰς τὸ τῆς γεέννης πῦρ, τὸ φορτίον οὐ φέρουσαι τοῦ θυμοῦ. Σὺ δὲ ὁρῶν τὸν ἀδελφὸν ὑπὸ τὸν γόμον κείμενον, καὶ τὸν διάβολον ἐφεστῶτα καὶ τὴν πυρὰν ἀνάπτοντα, παρατρέχεις ὠμῶς καὶ ἀνηλεῶς· ὅπερ οὐδὲ ἐπ᾽ ἀλόγῳ ποιῆσαι ἀκίνδυνον.

ιαʹ. Καὶ ὁ μὲν Σαμαρείτης τραυματίαν ἰδὼν ἀγνῶτα καὶ οὐδὲν αὐτῷ προσήκοντα, καὶ ἐπέστη, καὶ ἐπὶ ὑποζύγιον ἀνεβίβασε, καὶ εἰς τὸ πανδοχεῖον κατήγαγε, καὶ ἰατρὸν ἐμισθώσατο, καὶ τὸ μὲν ἔδωκεν ἀργύριον, τὸ δὲ ὑπέσχετο. Σὺ δὲ οὐ λῃσταῖς περιπεσόντα βλέπων, ἀλλὰ δαιμόνων φάλαγγι καὶ θυμοῦ πολιορκίᾳ, οὐκ ἐν ἐρημίᾳ, ἀλλ᾽ ἐν ἀγορᾷ μέσῃ, οὐ χρήματα ἀναλίσκειν μέλλων, οὐδὲ ὑποζύγιον μισθοῦσθαι, οὐδὲ μακρὰν προπέμπειν ὁδὸν, ἀλλὰ ῥήματα φθέγγεσθαι μόνον, ὀκνεῖς καὶ ἀναδύῃ, καὶ παρατρέχεις ὠμῶς καὶ ἀνηλεῶς; Καὶ πῶς προσδοκᾷς τὸν Θεὸν καλῶν ἵλεών ποτε ἕξειν; Εἴπω δὲ καὶ πρὸς ὑμᾶς τοὺς ἀσχημονοῦντας δημοσίᾳ, πρὸς τὸν ἐπηρεάζοντα καὶ ἀδικοῦντα. Πληγὰς ἐντείνεις, εἰπέ μοι, καὶ λακτίζεις, καὶ δάκνεις; Ὗς ἄγριος ἐγένου, καὶ ὄνος ἄγριος; Καὶ οὐκ αἰσχύνῃ, οὐδὲ ἐρυθριᾷς, ἐκθηριούμενος, καὶ τὴν οἰκείαν εὐγένειαν προδιδούς;

Εἰ γὰρ πένης εἶ, ἀλλ᾽ ἐλεύθερος· εἰ γὰρ χειροτέχνης εἶ, ἀλλὰ Χριστιανός. Δι᾽ αὐτὸ μὲν οὖν τοῦτο ὅτι πένης εἶ, ἀναγκαῖον ἡσυχάζειν. Τῶν γὰρ πλουτούντων ἐστὶ τὸ μάχεσθαι, οὐ τῶν πενήτων· τῶν πλουτούντων, τῶν πολλὰς ἐχόντων ἀνάγκας πολέμων.

Σὺ δὲ τὴν ἡδονὴν οὐκ ἔχων τοῦ πλούτου, τὰ κακὰ τοῦ πλούτου περιέρχῃ συνάγων σεαυτῷ, ἔχθρας καὶ φιλονεικίας καὶ μάχας· καὶ ἀποπνίγεις τὸν ἀδελφὸν, καὶ ἄγχεις, καὶ καταβάλλεις δημοσίᾳ ἁπάντων ὁρώντων· καὶ οὐχ ἡγῇ μᾶλλον αὐτὸς ἀσχημονεῖν, τῶν ἀλόγων μιμούμενος τὰς ὁρμὰς, μᾶλλον δὲ καὶ ἐκείνων χείρων γινόμενος; Πάντα γὰρ ἐκείνοις κοινὰ, καὶ συναγελάζονται ἀλλήλοις, καὶ συμβαδίζουσιν· ἡμῖν δὲ οὐδὲν κοινὸν, ἀλλὰ πάντα ἄνω καὶ κάτω, μάχαι, φιλονεικίαι, λοιδορίαι, καὶ ἀπέχθειαι, καὶ ὕβρεις. Καὶ οὔτε τὸν οὐρανὸν αἰδούμεθα, εἰς ὃν ἐκλήθημεν κοινῇ ἅπαντες, οὐδὲ τὴν γῆν ἢν κοινὴν πᾶσιν ἀνῆκεν, οὐκ αὐτὴν τὴν φύσιν· ἀλλὰ πάντα ὁ θυμὸς καὶ ὁ τῶν χρημάτων ἔρως παρασύρας οἴχεται. Οὐκ εἶδες ἐκεῖνον τὸν τὰ μυρία τάλαντα ὀφείλοντα, εἶτα μετὰ τὴν ἐκείνων ἄφεσιν ἀποπνίγοντα τὸν ἑαυτοῦ σύνδουλον ὑπὲρ ἑκατὸν δηναρίων. ὅσα ὑπέστη κακὰ, καὶ πῶς ἀθανάτῳ παρεδόθη κολάσει; Οὐ δέδοικας τὸ ὑπόδειγμα; οὐ φοβῇ μὴ καὶ αὐτὸς τὰ αὐτὰ πάθῃς; Καὶ γὰρ καὶ ἡμεῖς ὀφείλομεν τῷ Δεσπότῃ πολλὰ καὶ μεγάλα ὀφλήματα· ἀλλ᾽ ὅμως ἀνέχεται καὶ μακροθυμεῖ, καὶ οὔτε ἐπίκειται, καθάπερ ἡμεῖς τοῖς συνδούλοις, οὔτε ἄγχει καὶ ἀποπνίγει· καίτοιγε εἰ καὶ τὸ πολλοστὸν μέρος αὐτῶν ἡμᾶς ἐβουλήθη ἀπαιτῆσαι, πάλαι ἂν ἀπολώλειμεν.

Ταῦτ᾽ οὖν ἐννοοῦντες, ἀγαπητοὶ, ταπεινωθῶμεν, καὶ χάριν ἔχωμεν τοῖς ὀφείλουσιν ἡμῖν· γίνονται γὰρ ἡμῖν, ἂν φιλοσοφῶμεν, ἀφορμὴ συγχωρήσεως μεγίστης, καὶ ὀλίγα διδόντες, πολλὰ ληψόμεθα. Τί τοίνυν ἀπαιτεῖς μετὰ βίας, δέον, εἰ καὶ ἐκεῖνος ἐβούλετο δοῦναι, αὐτὸν συγχωρῆσαι, ἵνα παρὰ τοῦ Θεοῦ τὸ πᾶν λάβῃς; Νυνὶ δὲ πάντα ποιεῖς καὶ βιάζῃ καὶ φιλονεικεῖς, ὥστε σοι μηδὲν ἀφεθῆναι τῶν σῶν· καὶ δοκεῖς μὲν ἐπηρεάζειν τῷ πλησίον, κατὰ δὲ σαυτοῦ τὸ ξίφος ὠθεῖς, αὔξων τὴν ἐν τῇ γεέννῃ κόλασιν· εἰ δὲ μικρὸν ἐνταῦθα φιλοσοφήσεις, ἡμέρους σαυτῷ τὰς εὐθύνας ποιεῖς. Καὶ γὰρ ὁ Θεὸς διὰ τοῦτο ἡμᾶς βούλεται ἄρχεσθαι τῆς τοιαύτης φιλοτιμίας, ἵνα ἀφορμὴν λάβῃ τοῦ πλείονα ἡμῖν ἀντιδοῦναι. Ὅσους τοίνυν ὀφειλέτας ἔχεις καὶ χρημάτων καὶ ἁμαρτημάτων, πάντας ἀφεὶς ἐλευθέρους, τὸν Θεὸν ἀπαίτει τῆς τοιαύτης μεγαλοψυχίας τὴν ἀμοιβήν. Ἕως μὲν γὰρ ἂν ἐκεῖνοί σοι ὦσιν ὀφείλοντες, οὐχ ἕξεις τὸν Θεὸν ὀφειλέτην· ἐὰν δὲ ἐκείνους ἀφῇς, δυνήσῃ τὸν Θεὸν κατασχεῖν, καὶ ἀπαιτῆσαι μετὰ πολλῆς τῆς φιλοτιμίας τῆς τοσαύτης φιλοσοφίας τὴν ἀμοιβήν.

Εἰ γὰρ ἄνθρωπος παρελθὼν καὶ ἰδών σε τὸν ὑπεύθυνον κατέχοντα, καὶ κελεύσας ἐκεῖνον μὲν ἀφεῖναι, πρὸς δὲ αὐτὸν ἔχειν τὸν ὑπὲρ ἐκείνου λόγον, οὐκ ἂν ἕλοιτο ἀγνωμονῆσαι μετὰ τὴν ἄφεσιν, ἅτε ἐφ᾽ ἑαυτὸν τὸ πᾶν μεταθείς· πῶς ὁ Θεὸς οὐ πολλαπλασίονα καὶ μυριοπλασίονα ἀποδώσει, ὅταν διὰ τὸ αὐτοῦ πρόσταγμα τοὺς ὑπευθύνους ἡμῖν ὄντας, μὴ μικρὸν, μὴ μέγα ἐγκαλέσαντες, ἀφῶμεν ἀπελθεῖν ἀνευθύνους γενομένους; Μὴ δὴ τὴν πρόσκαιρον ἐννοῶμεν ἡδονὴν τὴν ἐγγινομένην ἡμῖν ἐκ τοῦ τοὺς ὑπευθύνους ἀπαιτεῖν, ἀλλὰ τὴν ζημίαν, ὅσην εἰς τὸ μέλλον ἐντεῦθεν ὑπομενοῦμεν, ἐν τοῖς ἀθανάτοις ἑαυτοὺς καταβλάπτοντες. Πάντων οὖν ἀνώτεροι γενόμενοι, χαρισώμεθα καὶ χρήματα καὶ πλημμελήματα τοῖς ὑπευθύνοις ἡμῖν, ἵνα ἡμέρους αὐτοῖς ἡμῖν τὰς εὐθύνας κατασκευάσωμεν· καὶ ὅπερ οὐκ ἰσχύσαμεν διὰ τῆς ἄλλης ἀρετῆς ἀνύσαι, τούτου διὰ τοῦ μὴ μνησικακεῖν τοῖς πλησίον ἐπιτυχόντες, τῶν αἰωνίων ἀπολαύσωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΟΜΙΛΙΑ Ιϛʹ. Μὴ νομίσητε, ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας. αʹ. Τίς γὰρ τοῦτο ὑπώπτευσεν ἢ τίς ἐνεκάλεσεν ἵνα πρὸς τοῦτο ποιήσηται τὴν ἀπάντησιν; Οὐδὲ γὰρ ἐκ τῶν εἰρημένων τοιαύτη τις ὑποψία ἐτίκτετο· τὸ γὰρ κελεύειν πράους εἶναι, καὶ ἐπιεικεῖς, καὶ ἐλεήμονας, καὶ καθαροὺς τῇ καρδίᾳ, καὶ ὑπὲρ δικαιοσύνης ἀγωνίζεσθαι, οὐδὲν τοιοῦτον ἐνεδείκνυτο, ἀλλὰ καὶ τοὐναντίον ἅπαν. Τί δήποτε οὖν τοῦτο εἴρηκεν; Οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ· ἀλλ᾽ ἐπειδὴ μείζονα τῶν παλαιῶν ἔμελλε νομοθετεῖν παραγγελμάτων, λέγων· Ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν· Μηδὲ ὀργίζεσθε· καὶ θείας τινὸς καὶ οὐρανίου πολιτείας τέμνειν ὁδόν· ἵνα μὴ τὸ ξένον ταράξῃ τῶν ἀκουόντων τὰς ψυχὰς, καὶ διαστασιάζειν παρασκευάσῃ πρὸς τὰ λεγόμενα, ταύτῃ κέχρηται τῇ προδιορθώσει. Εἰ γὰρ καὶ μὴ ἐπλήρουν τὸν νόμον, ἀλλ᾽ ὅμως πολλῇ κατείχοντο πρὸς αὐτὸν συνειδήσει, καὶ τοῖς πράγμασιν αὐτὸν καθ᾽ ἑκάστην παραλύοντες τὴν ἡμέραν, τὰ γράμματα ἤθελον μένειν ἀκίνητα, καὶ μηδένα προσθεῖναι πλέον αὐτοῖς· μᾶλλον δὲ προστιθέντων μὲν ἠνείχοντο τῶν ἀρχόντων, οὐκ ἐπὶ τὸ κρεῖττον δὲ, ἀλλ᾽ ἐπὶ τὸ χεῖρον. Καὶ γὰρ τὴν εἰς τοὺς γονέας τιμὴν οὕτω παρέλυον ταῖς ἑαυτῶν προσθήκαις· καὶ ἕτερα δὲ πλείονα τῶν ἐγκειμένων ἐξέλυον τοῖς ἀκαίροις τούτοις πλεονασμοῖς.

Ἐπεὶ οὖν ὁ Χριστὸς οὔτε ἐξ ἱερατικῆς φυλῆς ἐτύγχανεν ὢν, καὶ ἅπερ ἔμελλεν εἰσηγεῖσθαι, προσθήκη τις ἦν, οὐ μὴν ἐλαττοῦσα, ἀλλ᾽ ἐπιτείνουσα τὴν ἀρετήν· προειδὼς ἀμφότερα ταῦτα μέλλοντα αὐτοὺς ταράττειν, πρὶν ἢ τοὺς θαυμαστοὺς ἐκείνους ἐγγράψαι νόμους, ἐκβάλλει τὸ μέλλον αὐτῶν ὑφορμεῖν τῇ διανοίᾳ. Τί δὲ ἦν τὸ ὑφορμοῦν καὶ ἀντικροῦον;

Ἐνόμιζον αὐτὸν ταῦτα λέγοντα ἐπ᾽ ἀναιρέσει τῶν παλαιῶν νομίμων ποιεῖν. Ταύτην τοίνυν ἰᾶται τὴν ὑπόνοιαν. Καὶ οὐκ ἐνταῦθα τοῦτο ποιεῖ μόνον, ἀλλὰ καὶ ἑτέρωθι πάλιν. Ἐπειδὴ γὰρ ἀντίθεον ἐντεῦθεν αὐτὸν ἐνόμιζον εἶναι, ἀπὸ τοῦ τὸ Σάββατον μὴ τηρεῖν, θεραπεύων αὐτῶν τὴν τοιαύτην ὑποψίαν, κἀκεῖ πάλιν τίθησιν ἀπολογίας, τὰς μὲν ἑαυτῷ πρεπούσας, ὥσπερ ὅταν λέγῃ, Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι· τὰς δὲ πολὺ τὸ συγκαταβατικὸν ἐχούσας, οἷον ὡς ὅταν εἰς μέσον παράγῃ πρόβατον ἀπολλύμενον ἐν Σαββάτῳ, καὶ δεικνύῃ διὰ τὴν ἐκείνου σωτηρίαν τὸν νόμον κινούμενον, καὶ περιτομῆς μνημονεύῃ τὸ αὐτὸ τοῦτο ποιούσης πάλιν. Διὸ δὴ καὶ ταπεινότερα φθέγγεται πολλάκις ῥήματα, ἵνα τὸ δοκεῖν εἶναι ἀντίθεος ἀνέλῃ. Διὰ τοῦτο ὁ μυρίους νεκροὺς ἐγείρας λόγῳ μόνῳ, ἡνίκα τὸν Λάζαρον ἐκάλει, καὶ εὐχὴν προσέθηκεν· εἶτα, ἵνα μὴ τοῦτο ἐλάττονα αὐτὸν δείξῃ τοῦ γεγεννηκότος, διορθούμενος τὴν ὑπόνοιαν, ἐπήγαγεν, ὅτι Ταῦτα εἶπον διὰ τὸν ὄχλον τὸν περιεστῶτα, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. Καὶ οὔτε πάντα ὡς αὐθεντῶν ἐργάζεται, ἵνα τὴν ἐκείνων ἀσθένειαν διορθώσηται· οὔτε πάντα εὐχόμενος ποιεῖ, ἵνα μὴ τοῖς μετὰ ταῦτα καταλίπῃ πονηρᾶς ὑποψίας ὑπόθεσιν, ὡς ἀσθενῶν καὶ ἀδυνάτως ἔχων· ἀλλὰ μίγνυσι ταῦτα ἐκείνοις, κἀκεῖνα τούτοις. Καὶ οὐδὲ τοῦτο ἁπλῶς ποιεῖ, ἀλλὰ μετὰ τῆς αὐτῷ προσηκούσης συνέσεως.

Τὰ γὰρ μείζονα ἐξουσιαστικῶς ποιῶν, ἐν τοῖς ἐλάττοσιν εἰς τὸν οὐρανὸν ἀναβλέπει. Ἁμαρτήματα μὲν γὰρ λύων, καὶ τὰ ἀπόῤῥητα ἀποκαλύπτων, καὶ παράδεισον ἀνοιγνὺς, καὶ δαίμονας ἀπελαύνων, καὶ λεπροὺς καθαρίζων, καὶ θάνατον χαλινῶν, καὶ νεκροὺς ἐγείρων μυρίους, ἐξ ἐπιτάγματος πάντα ἐποίει. Ἡνίκα δὲ, ὃ πολλῷ τούτων ἔλαττον ἦν, ἄρτους ἐξ ὀλίγων πολλοὺς παρεσκεύαζε πηγάζειν, τότε εἰς οὐρανὸν ἀνέβλεπε, δεικνὺς ὅτι οὐ δι᾽ ἀσθένειαν τοῦτο ἐργάζεται. Ὁ γὰρ τὰ μείζονα δυνηθεὶς μετ᾽ ἐξουσίας ποιῆσαι, πῶς ἂν ἐν τοῖς ἐλάττοσιν εὐχῆς ἐδεήθη; Ἀλλ᾽, ὅπερ ἔφην, ἵνα ἐκείνων ἐπιστομίσῃ τὴν ἀναισχυντίαν, τοῦτο ποιεῖ. Τὸ αὐτὸ τοίνυν καὶ ἐν τοῖς ῥήμασιν, ὅταν ἀκούσῃς αὐτοῦ ταπεινὰ φθεγγομένου, λογίζου. Καὶ γὰρ πολλαὶ καὶ τῶν ῥημάτων καὶ τῶν πραγμάτων τῶν τοιούτων εἰσὶν αἰτίαι· οἷον, τὸ μὴ νομίζεσθαι ἀλλότριον εἶναι τοῦ Θεοῦ, τὸ πάντας παιδεύειν αὐτὸν καὶ θεραπεύειν, τὸ ταπεινοφροσύνην διδάσκειν, τὸ σάρκα περικεῖσθαι, τὸ μὴ δύνασθαι Ἰουδαίους πάντα ἀθρόως ἀκούειν, τὸ διδάσκειν μηδὲν μέγα περὶ ἑαυτῶν φθέγγεσθαι.

Διὰ τοῦτο πολλὰ ταπεινὰ αὐτὸς περὶ ἑαυτοῦ πολλάκις εἰπὼν, τὰ μεγάλα ἑτέροις ἀφίησι λέγειν. βʹ. Αὐτὸς μὲν γὰρ Ἰουδαίοις διαλεγόμενος ἔλεγε· Πρὸ τοῦ Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι· ὁ μαθητὴς δὲ αὐτοῦ οὐχ οὕτως, ἀλλ᾽, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.

Πάλιν, ὅτι οὐρανὸν καὶ γῆν καὶ θάλατταν αὐτὸς ἐποίησε, καὶ τὰ ὁρώμενα καὶ τὰ ἀόρατα πάντα, αὐτὸς μὲν οὐδαμοῦ σαφῶς εἴρηκεν· ὁ δὲ μαθητὴς μετὰ πολλῆς τῆς παῤῥησίας, οὐδὲν ὑποστειλάμενος, καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις τοῦτό φησι, Πάντα δι᾽ αὐτοῦ ἐγένετο, γράφων· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἔν· καὶ, Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο. Καὶ τί θαυμάζεις, εἰ ἕτεροι μείζονα περὶ αὐτοῦ εἰρήκασιν, ὧν αὐτὸς εἴρηκεν, ὅπου γε πολλὰ διὰ τῶν πραγμάτων ἐπιδεικνύμενος, διὰ τῶν ῥημάτων σαφῶς οὐκ ἔλεγεν; Ὅτι γὰρ τὸν ἄνθρωπον αὐτὸς ἐποίησεν, ἔδειξε σαφῶς καὶ διὰ τοῦ τυφλοῦ· ἡνίκα δὲ περὶ τῆς ἐν ἀρχῇ πλάσεως ὁ λόγος ἦν αὐτῷ, οὐκ εἶπεν, ὅτι Ἐγὼ ἐποίησα, ἀλλ᾽, Ὁ ποιήσας, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Πάλιν, ὅτι τὸν κόσμον ἐδημιούργησε καὶ τὰ ἐν αὐτῷ, διὰ τῶν ἰχθύων, διὰ τοῦ οἴνου, διὰ τῶν ἄρτων, διὰ τῆς γαλήνης τῆς ἐν τῇ θαλάσσῃ, διὰ τῆς ἀκτῖνος, ἣν ἀπέστρεψεν ἐν τῷ σταυρῷ, διὰ πλειόνων ἑτέρων ἀπέδειξε· ῥήμασι δὲ οὐδαμοῦ τοῦτο σαφῶς εἶπεν, ἀλλ᾽ οἱ μαθηταὶ συνεχῶς τοῦτο φθέγγονται, καὶ Ἰωάννης, καὶ Παῦλος καὶ Πέτρος.

Εἰ γὰρ ἐκεῖνοι, οἱ νύκτωρ καὶ μεθ᾽ ἡμέραν ἀκούοντες αὐτοῦ διαλεγομένου, καὶ θαυματουργοῦντα βλέποντες, καὶ οἷς κατ᾽ ἰδίαν πολλὰ ἐπέλυσε, καὶ τοσαύτην ἔδωκε δύναμιν, ὡς καὶ νεκροὺς ἐγείρειν, καὶ οὕτως ἀπηρτισμένους εἰργάσατο, ὡς πάντα ἀφεῖναι δι᾽ αὐτὸν, μετὰ τὴν τοσαύτην ἀρετὴν καὶ φιλοσοφίαν οὐκ ἴσχυον τὰ πάντα βαστάσαι πρὸ τῆς τοῦ Πνεύματος χορηγίας· πῶς δῆμος Ἰουδαϊκὸς, καὶ συνέσεως ἄμοιρος, καὶ τῆς τοσαύτης ἀρετῆς ἀπολιμπανόμενος, καὶ ἐκ τοῦ παρατυγχάνοντος παραγινόμενος τοῖς γινομένοις ἢ τοῖς λεγομένοις ποτὲ, μὴ ἀλλότριον αὐτὸν εἶναι τοῦ τῶν ὅλων Θεοῦ ἐπείσθη, εἰ μὴ τοσαύτῃ συγκαταβάσει διὰ πάντων ἐχρήσατο; Διὰ γάρ τοι τοῦτο, καὶ ὅτε τὸ Σάββατον ἔλυεν, οὐ προηγουμένως τὴν τοιαύτην εἰσῆγε νομοθεσίαν, ἀλλὰ ποικίλας καὶ πολλὰς συντίθησιν ἀπολογίας. Εἰ δὲ μίαν ἐντολὴν μέλλων ἀναπαύειν, τοσαύτῃ κέχρηται λόγων οἰκονομίᾳ, ἵνα μὴ πλήξῃ τοὺς ἀκούοντας· πολλῷ μᾶλλον προσθεὶς ὁλοκλήρῳ τῷ νόμῳ ὁλόκληρον ἑτέραν νομοθεσίαν, πολλῆς ἐδεῖτο τῆς κατασκευῆς καὶ τῆς θεραπείας, ὥστε μὴ θορυβῆσαι τοὺς ἀκροωμένους τότε.

Διὰ δὴ τοῦτο οὐδὲ περὶ τῆς θεότητος τῆς αὐτοῦ πανταχοῦ φαίνεται σαφῶς παιδεύων. Εἰ γὰρ ἡ τοῦ νόμου προσθήκη τοσοῦτον αὐτοὺς ἐθορύβει, πολλῷ μᾶλλον τὸ Θεὸν ἑαυτὸν ἀποφαίνειν. Διὰ τοῦτο πολλὰ καταδεέστερα τῆς οἰκείας φθέγγεται ἀξίας· καὶ ἐνταῦθα μέλλων ἐκβαίνειν εἰς τὴν τοῦ νόμου προσθήκην, πολλῇ τῇ προδιορθώσει κέχρηται. Οὐδὲ γὰρ ἅπαξ εἶπεν, ὅτι Οὐ λύω τὸν νόμον, ἀλλὰ καὶ δεύτερον αὐτὸ πάλιν ἀνέλαβε, καὶ ἕτερον προσέθηκε μεῖζον.

Εἰπὼν γὰρ, Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι, ἐπήγαγεν, Οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Τοῦτο δὲ οὐκ Ἰουδαίων ἐμφράττει τὴν ἀναισχυντίαν μόνον, ἀλλὰ καὶ τῶν αἱρετικῶν ἀποῤῥάπτει τὰ στόματα, τῶν ἐκ τοῦ διαβόλου λεγόντων εἶναι τὴν Παλαιάν.

Εἰ γὰρ καταλῦσαι τὴν ἐκείνου τυραννίδα παρεγένετο ὁ Χριστὸς, πῶς ταύτην οὐ μόνον οὐ καταλύει, ἀλλὰ καὶ πληροῖ; Οὐ γὰρ μόνον εἴρηκεν, ὅτι Οὐ καταλύω· καίτοι ἤρκει τοῦτο· ἀλλ᾽ ὅτι καὶ Πληρῶ· ὅπερ οὐ μόνον οὐκ ἐναντιουμένου ἦν, ἀλλὰ καὶ συγκροτοῦντος αὐτήν. Καὶ πῶς οὐ κατέλυσε; φησί· πῶς δὲ καὶ ἐπλήρωσεν, ἢ τὸν νόμον, ἢ τοὺς προφήτας;

Τοὺς προφήτας μὲν, δι᾽ ὧν τὰ περὶ αὐτοῦ λεχθέντα ἅπαντα τοῖς ἔργοις ἐβεβαίωσε· διὸ καὶ καθ᾽ ἕκαστον ὁ εὐαγγελιστὴς ἔλεγεν· Ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ προφήτου· καὶ ἡνίκα ἐτέχθη, καὶ ἡνίκα τὰ παιδία τὸν θαυμαστὸν ὕμνον ᾖδεν εἰς αὐτὸν, καὶ ἡνίκα ἐπὶ τῆς ὄνου ἐκάθισε, καὶ ἐφ᾽ ἑτέρων δὲ πλειόνων τὸ αὐτὸ τοῦτο ἐπλήρωσεν· ἅπερ πάντα ἔμελλον ἀπλήρωτα εἶναι, εἰ μὴ παρεγένετο. Τὸν δὲ νόμον οὐχ ἑνὶ μόνον, ἀλλὰ καὶ δευτέρῳ καὶ τρίτῳ ἐπλήρωσε τρόπῳ. Ἑνὶ μὲν, τῷ μηδὲν παραβῆναι τῶν νομίμων.

Ὅτι γὰρ πάντα αὐτὸν ἐπλήρωσεν, ἄκουσον τί φησι τῷ Ἰωάννῃ· Οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Καὶ Ἰουδαίοις δὲ ἔλεγε· Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Καὶ τοῖς μαθηταῖς δὲ πάλιν· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν. Καὶ ὁ προφήτης δὲ ἄνωθεν ἔλεγεν, ὅτι ἁμαρτίαν οὐκ ἐποίησεν.

Ἑνὶ μὲν οὖν αὐτὸν ἐπλήρωσε τούτῳ τῷ τρόπῳ· ἑτέρῳ δὲ, τῷ καὶ δι᾽ ἡμῶν τοῦτο ποιῆσαι. Τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι οὐ μόνον αὐτὸς ἐπλήρωσεν, ἀλλὰ καὶ ἡμῖν ἐχαρίσατο τοῦτο. Ὅπερ καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ὅτι Τέλος νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. Καὶ τὴν ἁμαρτίαν δὲ αὐτὸν ἔλεγε Κρῖναι ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι. Καὶ πάλιν· Νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; Μὴ γένοιτο. Ἀλλὰ νόμον ἱστῶμεν.

Ἐπειδὴ γὰρ ὁ νόμος τοῦτο ἐσπούδαζε, δίκαιον ποιῆσαι τὸν ἄνθρωπον, ἠτόνει δὲ, ἐλθὼν αὐτὸς, καὶ τρόπον εἰσαγαγὼν δικαιοσύνης τὸν διὰ τῆς πίστεως, ἔστησε τοῦ νόμου τὸ βούλημα· καὶ ὅπερ οὐκ ἴσχυσε διὰ γραμμάτων ἐκεῖνος, τοῦτο αὐτὸς διὰ τῆς πίστεως ἤνυσε.

Διὰ τοῦτό φησιν· Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον. γʹ. Εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ ἕτερον τρίτον τρόπον εὑρήσει, καθ᾽ ὃν τοῦτο γέγονε. Ποῖον δὴ τοῦτον; Τὸν τῆς μελλούσης νομοθεσίας, ἥνπερ ἔμελλε παραδιδόναι. Οὐ γὰρ ἀναίρεσις τῶν προτέρων, ἀλλ᾽ ἐπίτασις καὶ πλήρωσις ἦν τὰ λεγόμενα. Τοῦ γὰρ μὴ φονεύειν οὐκ ἀναίρεσις τὸ μὴ ὀργίζεσθαι, ἀλλὰ πλήρωσις καὶ πλείων ἀσφάλεια· καὶ τῶν ἄλλων ἁπάντων.

Διὸ δὴ καὶ τὰ σπέρματα τούτων προκαταβαλόμενος ἀνυπόπτως τότε, ὅτε σαφέστερον ἔμελλεν ἐκ τῆς παραθέσεως τῶν παλαιῶν καὶ νέων νομίμων ἐπὶ ἐναντιώσει ὑποπτεύεσθαι, τῇ προδιορθώσει κέχρηται. Αἰνιγματωδῶς μὲν γὰρ αὐτὰ καὶ ἤδη κατεβάλετο διὰ τῶν εἰρημένων. Τὸ γὰρ, Μακάριοι οἱ πτωχοὶ, ταὐτόν ἐστι τῷ μὴ ὀργίζεσθαι· καὶ τὸ, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, τῷ μὴ ἐμβλέψαι εἰς γυναῖκα πρὸς ἐπιθυμίαν· καὶ τὸ μὴ θησαυρίζειν θησαυροὺς ἐπὶ τῆς γῆς, τῷ, Μακάριοι οἱ ἐλεήμονες, συνᾴδει· καὶ τὸ πενθεῖν δὲ, καὶ τὸ διώκεσθαι, καὶ ὀνειδίζεσθαι, ἴσον ἐστὶ τῷ διὰ τῆς στενῆς πύλης εἰσιέναι· καὶ τὸ πεινᾷν καὶ διψᾷν τὴν δικαιοσύνην, οὐδὲν ἕτερόν ἐστιν, ἀλλ᾽ ἢ ἐκεῖνο, ὃ μετὰ ταῦτά φησιν, ὅτι Ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Καὶ τὸν εἰρηνοποιὸν μακαρίσας, πάλιν τὸ αὐτὸ σχεδὸν εἴρηκεν, ὅτε ἐκέλευσεν ἀφεῖναι τὸ δῶρον, καὶ ἐπὶ τὴν καταλλαγὴν σπεύδειν τοῦ λελυπημένου, καὶ τὸ εὐνοεῖν τῷ ἀντιδίκῳ.

Ἀλλ᾽ ἐκεῖ μὲν τὰ ἔπαθλα τῶν κατορθούντων τέθεικεν, ἐνταῦθα δὲ τῶν μὴ ποιούντων τὰς τιμωρίας. Διόπερ ἐκεῖ μὲν ἔλεγεν, ὅτι οἱ πραεῖς κληρονομήσουσι γῆν· ἐνταῦθα δὲ, ὁ μωρὸν καλῶν τὸν ἀδελφὸν αὐτοῦ, ἔνοχος ἔσται τῇ γεέννῃ τοῦ πυρός. Καὶ ἐκεῖ μὲν, ὅτι τὸν Θεὸν ὄψονται οἱ καθαροὶ τῇ καρδίᾳ· ἐνταῦθα δὲ, ὅτι μοιχός ἐστιν ἀπηρτισμένος ὁ ἀκολάστως ἰδών· καὶ τοὺς εἰρηνοποιοὺς υἱοὺς Θεοῦ καλέσας ἐκεῖ, ἐνταῦθα ἑτέρωθεν φοβεῖ λέγων· Μή ποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ. Οὕτω καὶ τοὺς πενθοῦντας καὶ τοὺς διωκομένους μακαρίζων ἐν τοῖς ἔμπροσθεν, ἐν τοῖς μετὰ ταῦτα τὸ αὐτὸ τοῦτο κατασκευάζων, ἀπώλειαν ἀπειλεῖ τοῖς μὴ ταύτην ἐρχομένοις τὴν ὁδόν· οἱ γὰρ διὰ τῆς πλατείας βαδίζοντες, φησὶν, ἐκεῖ καταστρέφουσι. Καὶ τὸ, Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ, ἴσον εἶναί μοι δοκεῖ τῷ, Μακάριοι οἱ ἐλεήμονες, καὶ, Οἱ πεινῶντες τὴν δικαιοσύνην.

Ἀλλ᾽, ὅπερ ἔφην, ἐπειδὴ μέλλει τρανότερον αὐτὰ λέγειν, καὶ οὐ τρανότερον μόνον, ἀλλὰ καὶ πλείονα τῶν εἰρημένων προστιθέναι πάλιν (οὐκέτι γὰρ ἐλεήμονα ζητεῖ μόνον, ἀλλὰ καὶ τοῦ χιτωνίσκου ἐξίστασθαι κελεύει· οὐδὲ πρᾶον ἁπλῶς, ἀλλὰ καὶ τὴν ἑτέραν σιαγόνα στρέφειν τῷ βουλομένῳ ῥαπίζειν), τὴν δοκοῦσαν ἀντίθεσιν εἶναι πρότερον ἀναιρεῖ.

Διὰ δὴ τοῦτο, ὅπερ ἔφθην εἰπὼν, οὐδὲ ἅπαξ τοῦτο εἴρηκεν, ἀλλὰ καὶ δεύτερον. Εἰπὼν γὰρ, Μὴ νομίσητε, ὅτι ἦλθον καταλῦσαι, ἐπήγαγεν· Οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν· Ἐὰν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἀμήχανον ἀτέλεστον μεῖναι, ἀλλὰ καὶ τὸ βραχύτατον αὐτοῦ πληρωθῆναι δεῖ. Ὅπερ αὐτὸς ἐποίησε, μετὰ ἀκριβείας αὐτὸν ἁπάσης ἀπαρτίσας. Ἐνταῦθα δὲ ἡμῖν αἰνίττεται, ὅτι καὶ ὁ κόσμος ἅπας μετασχηματίζεται.

Καὶ οὐχ ἁπλῶς αὐτὸ τέθεικεν, ἀλλ᾽ ἵνα ἐπάρῃ τὸν ἀκροατὴν, καὶ δείξῃ δικαίως ἑτέραν εἰσαγαγὼν πολιτείαν· εἴγε μέλλοι καὶ τὰ τῆς κτίσεως ἅπαντα μετασχηματίζεσθαι, καὶ τὸ τῶν ἀνθρώπων γένος πρὸς ἑτέραν καλεῖσθαι πατρίδα, καὶ βίου παρασκευὴν ὑψηλοτέραν. Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἐπειδὴ γὰρ ἀπήλλαξεν ἑαυτὸν τῆς πονηρᾶς ὑποψίας, καὶ τοὺς βουλομένους ἀντιλέγειν ἐπεστόμισε, τότε λοιπὸν καὶ φοβεῖ, καὶ ἀπειλὴν τίθησι μεγίστην ὑπὲρ τῆς μελλούσης νομοθεσίας.

Ὅτι γὰρ οὐχ ὑπὲρ τῶν παλαιῶν νόμων εἴρηκεν, ἀλλ᾽ ὑπὲρ ὧν αὐτὸς ἔμελλε νομοθετεῖν, ἄκουσον τῶν ἑξῆς. Λέγω γὰρ ὑμῖν, φησίν· Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Εἰ δὲ περὶ τῶν παλαιῶν ἠπείλει νόμων, πῶς ἔλεγεν, Ἐὰν μὴ περισσεύσῃ;

Τοὺς γὰρ τὰ αὐτὰ ποιοῦντας, ἅπερ ἐποίουν ἐκεῖνοι, οὐκ ἦν περισσεῦσαι κατὰ τὸν τῆς δικαιοσύνης λόγον. Ἀλλὰ ποῖον ἦν τὸ περισσόν; Τὸ μὴ ὀργισθῆναι, τὸ μηδὲ ἐμβλέψαι εἰς γυναῖκα ἀκολάστως. δʹ. Τίνος οὖν ἕνεκεν ἐλαχίστας αὐτὰς ἐκάλεσε, καίτοι οὕτω μεγάλας καὶ ὑψηλὰς οὔσας; Ἐπειδὴ αὐτὸς τὴν νομοθεσίαν εἰσάγειν ἔμελλεν. Ὥσπερ γὰρ ἑαυτὸν ἐταπείνωσε, καὶ μέτρια πολλαχοῦ περὶ ἑαυτοῦ φθέγγεται· οὕτω καὶ περὶ τῆς ἑαυτοῦ νομοθεσίας, παιδεύων ἡμᾶς κἀν τούτῳ πανταχοῦ μετριάζειν. Ἄλλως δὲ καὶ ἐπειδὴ καινοτομίας ἐδόκει τις ὑποψία εἶναι, ὑπεσταλμένως τέως κέχρηται τῷ λόγῳ. Ὅταν δὲ ἀκούσῃς ἐλάχιστον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μηδὲν ἄλλο ὑπόπτευε ἢ γέενναν καὶ κόλασιν. Βασιλείαν γὰρ οἶδεν οὐχὶ τὴν ἀπόλαυσιν μόνον λέγειν, ἀλλὰ καὶ τὸν καιρὸν τῆς ἀναστάσεως, καὶ τὴν παρουσίαν ἐκείνην τὴν φοβεράν. Ἐπεὶ πῶς ἂν ἔχοι λόγον, τὸν μὲν εἰπόντα τὸν ἀδελφὸν μωρὸν, καὶ μίαν παραβάντα ἐντολὴν, εἰς τὴν γέενναν ἐμπεσεῖν· τὸν δὲ ὅλας λύοντα, καὶ ἑτέρους εἰς τοῦτο ἐνάγοντα, ἐν τῇ βασιλείᾳ εἶναι;

Οὐ τοίνυν τοῦτό φησιν, ἀλλ᾽ ὅτι ἐν ἐκείνῳ τῷ καιρῷ ἐλάχιστος ἔσται, ἀπεῤῥιμμένος, ἔσχατος· ὁ δὲ ἔσχατος πάντως εἰς τὴν γέενναν ἐμπεσεῖται τότε. Καὶ γὰρ Θεὸς ὢν προῄδει τὴν τῶν πολλῶν ῥᾳθυμίαν, καὶ ὅτι μέλλουσί τινες ὑπερβολῆς νομίζειν εἶναι τὰ εἰρημένα μόνης, καὶ συλλογίζεσθαι τοὺς νόμους, καὶ λέγειν· Ἐὰν οὖν τις μωρὸν καλέσῃ, κολάζεται; ἐὰν οὖν ἴδῃ τις ἁπλῶς, μοιχὸς γίνεται; Διὸ δὴ ταύτην προαναιρῶν τὴν ὀλιγωρίαν, ἀπειλὴν τέθεικε μεγίστην ἑκατέροις, καὶ τοῖς παραβαίνουσι, καὶ τοῖς ἑτέρους εἰς τοῦτο ἐνάγουσιν. Εἰδότες τοίνυν τὴν ἀπειλὴν, μήτε αὐτοὶ παραβαίνωμεν, μήτε τοὺς βουλομένους ταῦτα φυλάττειν ἐκλύωμεν. Ὃς δ᾽ ἂν ποιήσῃ καὶ διδάξῃ, φησὶ, μέγας κληθήσεται. Οὐ γὰρ ἑαυτοῖς δεῖ χρησίμους εἶναι μόνον, ἀλλὰ καὶ ἑτέροις. Καὶ γὰρ οὐκ ἴσος ὁ μισθὸς τῷ ἑαυτὸν κατορθοῦντι, καὶ τῷ μεθ᾽ ἑαυτοῦ καὶ ἕτερον προστιθέντι. Ὥσπερ γὰρ τὸ διδάσκειν ἄνευ τοῦ ποιεῖν, κρίνει τὸν διδάσκοντα (Ὁ γὰρ διδάσκων, φησὶν, ἕτερον, σεαυτὸν οὐ διδάσκεις;)· οὕτω τὸ ποιεῖν μὲν, ἑτέροις δὲ μὴ ὑφηγεῖσθαι, ἐλαττοῖ τὸν μισθόν. Δεῖ τοίνυν ἐν ἑκατέροις ἄκρον εἶναι, καὶ πρότερον ἑαυτὸν κατορθώσαντα, οὕτω καὶ ἐπὶ τὴν τῶν ἄλλων ἐκβῆναι ἐπιμέλειαν. Διὰ γὰρ τοῦτο καὶ αὐτὸς τὴν ποίησιν πρὸ τῆς διδασκαλίας ἔθηκε, δεικνὺς ὅτι οὕτω μάλιστά τις διδάξαι δυνήσεται, ἑτέρως δὲ οὐδαμῶς. Ἀκούσεται γάρ· Ἰατρὲ, θεράπευσον σεαυτόν.

Ὁ γὰρ ἑαυτὸν διδάξαι μὴ δυνηθεὶς καὶ ἑτέρους ἐπιχειρῶν διορθοῦν, πολλοὺς ἕξει τοὺς κωμῳδοῦντας αὐτόν· μᾶλλον δὲ οὐδὲ διδάξαι ὁ τοιοῦτος δυνήσεται, τῶν πραγμάτων ἀντιφθεγγομένων αὐτῷ. Ἂν δὲ ἑκατέρωθεν ἀπηρτισμένος ᾖ, μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Λέγω γὰρ ὑμῖν· Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἐνταῦθα δικαιοσύνην τὴν πᾶσαν ἀρετὴν λέγει, ὥσπερ καὶ περὶ τοῦ Ἰὼβ διαλεγόμενος ἔλεγε· Καὶ ἦν ἄνθρωπος ἄμεμπτος, δίκαιος.

Κατὰ τοῦτο καὶ ὁ Παῦλος τὸ σημαινόμενον δίκαιον ἐκεῖνον ἐκάλεσεν, ᾧ μηδὲ νόμον κεῖσθαι ἔλεγε· Δικαίῳ γὰρ νόμος οὐ κεῖται, φησί. Καὶ πολλαχοῦ δὲ ἀλλαχοῦ τοῦτο τὸ ὄνομα ἐπὶ τῆς ἀρετῆς τῆς καθόλου κείμενον εὕροι τις ἄν. Σὺ δέ μοι σκόπει τῆς χάριτος τὴν ἐπίδοσιν, ὅπου τοὺς μαθητὰς τοὺς νεήλυδας τῶν ἐν τῇ Παλαιᾷ διδασκάλων κρείττους εἶναι βούλεται.

Γραμματέων γὰρ ἐνταῦθα καὶ Φαρισαίων οὐχ ἁπλῶς εἶπε τῶν παρανόμων, ἀλλὰ τῶν κατορθούντων· οὐ γὰρ ἂν, εἰ μὴ κατώρθουν, ἔφησεν ἔχειν δικαιοσύνην, οὐδὲ ἂν τὴν οὐκ οὖσαν παρέβαλε τῇ οὔσῃ. Ὅρα δὲ καὶ ἐνταῦθα πῶς συνίστησι τὴν Παλαιὰν, σύγκρισιν ποιούμενος ταύτης πρὸς ἐκείνην· ὅπερ δείκνυσιν ὁμόφυλον αὐτὴν οὖσαν καὶ συγγενῆ· τὸ γὰρ πλέον καὶ ἔλαττον τοῦ αὐτοῦ γένους ἐστίν. Οὐ τοίνυν διαβάλλει τὴν Παλαιὰν, ἀλλ᾽ ἐπιταθῆναι αὐτὴν βούλεται.

Εἰ δὲ ἦν πονηρὰ, οὐκ ἂν τὸ πλέον ἐζήτησεν, οὐδ᾽ ἂν αὐτὴν διώρθωσεν, ἀλλ᾽ ἐξέβαλεν ἄν. Καὶ πῶς. φησὶν, εἰ τοιαύτη ἐστὶν, εἰς τὴν βασιλείαν οὐκ εἰσάγει; Νῦν οὐκ εἰσάγει τοὺς μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν πολιτευομένους, ἅτε δὴ πλείονος ἀπολελαυκότας δυνάμεως, καὶ μείζονα ὀφείλοντας ἀγωνίζεσθαι· ἐπεὶ τούς γε αὐτῆς τροφίμους εἰσάγει ἅπαντας. Καὶ γὰρ Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, φησὶ, καὶ ἀνακλιθήσονται εἰς κόλπους Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Καὶ ὁ Λάζαρος δὲ τῶν μεγάλων ἀπολαύων ἐπάθλων, ἐν τοῖς ἐκείνου κόλποις φαίνεται ἐνδιαιτώμενος. Καὶ πάντες ὅσοι μεθ᾽ ὑπερβολῆς ἔλαμψαν ἐν τῇ Παλαιᾷ, διὰ ταύτης ἔλαμψαν ἅπαντες.

Καὶ ὁ Χριστὸς δὲ, εἰ πονηρά τις ἦν καὶ ἀλλοτρία, οὐκ ἂν αὐτὴν ἐπλήρωσεν ἐλθὼν ἅπασαν. Εἰ γὰρ ὑπὲρ τοῦ τοὺς Ἰουδαίους ἐπισπάσασθαι τοῦτο ἐποίει μόνον, καὶ οὐχ ὥστε δεῖξαι συγγενῆ ταύτην οὖσαν τῇ Καινῇ καὶ συμβαίνουσαν· τίνος ἕνεκεν οὐχὶ καὶ τὰ τῶν Ἑλλήνων ἐπλήρου νόμιμά τε καὶ ἔθη, ἵνα Ἕλληνας ἐπισπάσηται;

εʹ. Ὥστε πανταχόθεν δῆλον, ὅτι οὐ διὰ τὸ πονηρὰ εἶναι οὐκ εἰσάγει, ἀλλὰ διὰ τὸ μειζόνων ἐντολῶν εἶναι καιρόν. Εἰ δὲ ἀτελεστέρα ἐστὶ τῆς Καινῆς, οὐδὲ τοῦτο δείκνυσιν αὐτὴν πονηράν· ἐπεὶ κατὰ τοῦτο καὶ ἡ Καινὴ τὸ αὐτὸ τοῦτο πείσεται. Καὶ γὰρ ἡ ταύτης γνῶσις πρὸς τὴν μέλλουσαν συγκρινομένη, μερική τίς ἐστι καὶ ἀτελὴς, καὶ καταργεῖται ἐκείνης ἐλθούσης· Ὅταν γὰρ ἔλθῃ, φησὶ, τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται· ὅπερ ἔπαθεν ἡ Παλαιὰ παρὰ τῆς Καινῆς. Ἀλλ᾽ οὐ διὰ τοῦτο αὐτὴν διαβαλοῦμεν, καίτοι καὶ αὕτη ὑπεξίσταται, ὅταν τῆς βασιλείας ἐπιτύχωμεν· Τότε γὰρ τὸ ἐκ μέρους καταργηθήσεται, φησίν· ἀλλ᾽ ὅμως μεγάλην αὐτὴν εἶναί φαμεν. Ἐπεὶ οὖν καὶ μείζονα τὰ ἔπαθλα, καὶ πλείων ἡ παρὰ τοῦ Πνεύματος δύναμις, εἰκότως καὶ μείζονα ἀπαιτεῖ τὰ χαρίσματα. Οὐκέτι γὰρ γῆ ῥέουσα γάλα καὶ μέλι, οὐδὲ γῆρας λιπαρὸν, οὐδὲ πολυπαιδία, οὐδὲ σῖτος καὶ οἶνος, καὶ ποίμνια καὶ βουκόλια· ἀλλ᾽ οὐρανὸς, καὶ τὰ ἐν οὐρανοῖς ἀγαθὰ, καὶ υἱοθεσία, καὶ ἀδελφότης ἡ πρὸς τὸν Μονογενῆ, καὶ κοινωνία κληρονομίας, καὶ τὸ συνδοξασθῆναι καὶ συμβασιλεῦσαι, καὶ τὰ μυρία ἔπαθλα ἐκεῖνα. Ὅτι δὲ καὶ πλείονος βοηθείας ἀπελαύσαμεν, ἄκουσον τοῦ Παύλου λέγοντος· Οὐδὲν ἄρα κατάκριμα νῦν τοῖς ἐν Χριστῷ Ἰησοῦ, μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.

Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. Ἀπειλήσας τοίνυν τοῖς παραβαίνουσι, καὶ μεγάλα ἔπαθλα θεὶς τοῖς κατορθοῦσι, καὶ δείξας ὅτι δικαίως πλέον ἡμᾶς ἀπαιτεῖ τῶν προτέρων μέτρων, ἄρχεται τῆς νομοθεσίας λοιπὸν, οὐχ ἁπλῶς, ἀλλὰ κατὰ σύγκρισιν τῶν παλαιῶν νομίμων· δύο ταῦτα δεῖξαι βουλόμενος, ὅτι τε οὐ μαχόμενος τοῖς προτέροις, ἀλλὰ καὶ σφόδρα συμφωνῶν ταῦτα νομοθετεῖ, καὶ ὅτι εἰκότως καὶ σφόδρα εὐκαίρως τὰ δεύτερα ἐκείνοις προστίθησιν. Ὅπερ ἵνα καὶ σαφέστερον γένηται, αὐτῶν ἐπακούσωμεν τῶν τοῦ νομοθέτου ῥημάτων. Τί οὖν αὐτός φησιν; Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ φονεύσεις. Καίτοι ὁ καὶ ἐκεῖνα δοὺς, αὐτός ἐστιν· ἀλλὰ τέως ἀπροσώπως αὐτὰ τίθησιν. Εἴτε γὰρ εἶπεν, ὅτι Ἠκούσατε ὅτι εἶπον τοῖς ἀρχαίοις, δυσπαράδεκτος ὁ λόγος ἐγίνετο, καὶ πᾶσιν ἂν προσέστη τοῖς ἀκούουσιν· εἴτε αὖ πάλιν εἰπὼν, ὅτι Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις παρὰ τοῦ Πατρός μου, ἐπήγαγεν, Ἐγὼ δὲ λέγω, μείζων ἂν ἔδοξεν εἶναι ὁ αὐθαδιασμός. Διὸ δὴ ἁπλῶς αὐτὸ τέθεικεν, ἓν μόνον ἀπ᾽ αὐτοῦ κατασκευάζων, τὸ δεῖξαι ὅτι εἰς καιρὸν ἦλθε τὸν προσήκοντα ταῦτα λέγων.

Τῷ γὰρ εἰπεῖν, Ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, ἐνέφηνε πολὺν τὸν χρόνον, ἐξ οὗ τὴν ἐντολὴν ταύτην ἔλαβον. Τοῦτο δὲ ἐποίησεν, ἵνα ἐντρέψῃ τὸν ἀκροατὴν τὸν ἀναδυόμενον πρὸς τὰ ὑψηλότερα ἐκβῆναι τῶν ἐπιταγμάτων· ὡσανεὶ διδάσκαλος παιδίῳ ῥᾳθυμοῦντι λέγοι· Οὐκ οἶσθα πόσον ἀνήλωσας χρόνον συλλαβὰς μελετῶν;

Τοῦτο δὲ καὶ αὐτὸς αἰνιττόμενος τῷ τῶν ἀρχαίων ὀνόματι, ἐκκαλεῖται λοιπὸν αὐτοὺς πρὸς τὰ μείζονα τῶν διδαγμάτων, ὡσανεὶ ἔλεγεν· Ἀρκοῦντα ἔχετε χρόνον ταῦτα μελετῶντες, καὶ δεῖ λοιπὸν πρὸς τὰ ὑψηλότερα τούτων ἐπείγεσθαι. Εὖ δὲ καὶ τὸ μὴ συγχεῖν τὴν τάξιν τῶν ἐντολῶν, ἀλλ᾽ ἀπὸ τῆς προτέρας ἄρξασθαι πρώτης, ἀφ᾽ ἧς καὶ ὁ νόμος ἤρξατο· καὶ γὰρ καὶ τοῦτο δεικνύντος ἐστὶ τὴν συμφωνίαν.

Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει. Εἶδες ἐξουσίαν ἀπηρτισμένην; εἶδες σχῆμα νομοθέτῃ πρέπον; Τίς γὰρ προφητῶν οὕτω ποτὲ ἐφθέγξατο; τίς δικαίων; τίς πατριαρχῶν; Οὐδείς· ἀλλὰ, Τάδε λέγει Κύριος.

Ἀλλ᾽ οὐχ ὁ Υἱὸς οὕτως. Ἐκεῖνοι γὰρ τὰ τοῦ Δεσπότου διήγγελλον, οὗτος δὲ τὰ τοῦ Πατρός. Ὅταν δὲ εἴπω τὰ τοῦ Πατρὸς, τὰ αὐτοῦ λέγω· Τὰ γὰρ ἐμὰ, φησὶ, σά ἐστι, καὶ τὰ σὰ, ἐμά. Καὶ οἱ μὲν τοῖς ὁμοδούλοις, ὁ δὲ τοῖς αὐτοῦ δούλοις ἐνομοθέτει. Ἐρωτήσωμεν τοίνυν τοὺς τὸν νόμον ἐκβάλλοντας· Τὸ μὴ ὀργίζεσθαι τοῦ μὴ φονεύειν ἐναντίον, ἢ μᾶλλον ἐκείνου τελείωσις τοῦτο καὶ κατασκευή; Εὔδηλον ὅτι τοῦτο ἐκείνου πλήρωσις, καὶ μεῖζον τούτου ἕνεκεν.

Ὁ γὰρ πρὸς ὀργὴν οὐκ ἐκφερόμενος, πολλῷ μᾶλλον φόνου ἀφέξεται· καὶ ὁ θυμὸν χαλινῶν, πολλῷ μᾶλλον τὰς χεῖρας καθέξει παρ᾽ ἑαυτῷ. Ῥίζα γὰρ τοῦ φόνου, θυμός. Ὁ τοίνυν τὴν ῥίζαν ἐκκόπτων, πολλῷ μᾶλλον ἀναιρήσει τοὺς κλάδους· μᾶλλον δὲ οὐδὲ φῦναι τὴν ἀρχὴν ἐάσει.

ϛʹ. Οὐκοῦν οὐκ ἐπ᾽ ἀναιρέσει τοῦ νόμου, ἀλλ᾽ ἐπὶ πλείονι ταῦτα ἐνομοθέτει φυλακῇ. Τί γὰρ βουλόμενος ὁ νόμος ταῦτα ἐπέταξεν; Οὐχ ἵνα μηδεὶς φονεύῃ τὸν πλησίον; Οὐκοῦν τοῦ μαχομένου τῷ νόμῳ, τὸ κελεύειν φονεύειν ἦν· τὸ γὰρ φονεύειν τοῦ μὴ φονεύειν ἐναντίον· εἰ δὲ μηδὲ ὀργίζεσθαι ἐπιτρέπει, ὅπερ ὁ νόμος ἐβούλετο, τοῦτο μᾶλλον ἵστησιν. Οὐ γὰρ ὁμοίως ἀφέξεται φόνου ὁ μελετῶν μὴ φονεύειν τῷ καὶ τὴν ὀργὴν ἀνῃρηκότι· ποῤῥωτέρω γὰρ οὗτος ἕστηκε τοῦ τολμήματος. Ἵνα δὲ καὶ ἑτέρως αὐτοὺς ἕλωμεν, εἰς μέσον ἃ λέγουσιν ἀγάγωμεν ἅπαντα. Τίνα οὖν ἐστιν ἅ φασι; Λέγουσιν, ὅτι ὁ τὸν κόσμον ποιήσας Θεὸς, ὁ τὸν ἥλιον ἀνατέλλων ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, ὁ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους, πονηρός τίς ἐστιν.

Οἱ δὲ ἐπιεικέστεροι δῆθεν αὐτῶν τοῦτο μὲν παραιτοῦνται, δίκαιον δὲ αὐτὸν εἶναι λέγοντες ἀποστεροῦσι τοῦ εἶναι ἀγαθόν· ἕτερον δέ τινα, τὸν οὐκ ὄντα, οὔτε ποιήσαντά τι τῶν ὄντων, Πατέρα διδόασι τῷ Χριστῷ.

Καὶ τὸν μὲν οὐκ ἀγαθὸν ἐν τοῖς αὐτοῦ μένειν, καὶ τὰ αὐτοῦ διατηρεῖν φασι· τὸν δὲ ἀγαθὸν τῶν ἀλλοτρίων ἐφίεσθαι, καὶ ὧν οὐκ ἐγένετο δημιουργὸς, τούτων ἐξαίφνης βούλεσθαι γενέσθαι σωτῆρα. Εἶδες τοῦ διαβόλου τὰ τέκνα, πῶς ἀπὸ τῆς πηγῆς τοῦ πατρὸς φθέγγονται, ἀλλοτριοῦντες τοῦ Θεοῦ τὴν δημιουργίαν, τοῦ Ἰωάννου βοῶντος, ὅτι Εἰς τὰ ἴδια ἦλθε· καὶ, Ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο; Εἶτα τὸν νόμον ἐξετάζοντες τὸν ἐν τῇ Παλαιᾷ, τὸν κελεύοντα ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος ἐκβάλλειν, ἐπεμβαίνουσιν εὐθέως λέγοντες· Καὶ πῶς ἂν δύναιτο ἀγαθὸς εἶναι ὁ ταῦτα λέγων; Τί οὖν πρὸς ταῦτά φαμεν; Ὅτι μέγιστον εἶδος φιλανθρωπίας ἐστίν. Οὐ γὰρ ἵνα τοὺς ἀλλήλων ἐκκόπτωμεν ὀφθαλμοὺς, τὸν νόμον ἔθηκε τοῦτον· ἀλλ᾽ ἵνα φόβῳ τοῦ μὴ παθεῖν ὑφ᾽ ἑτέρων, ἀπεχώμεθα τοῦ δρᾶσαί τι τοιοῦτον ἑτέρους.

Ὥσπερ οὖν τοῖς Νινευΐταις ἠπείλησε καταστροφὴν, οὐχ ἵνα αὐτοὺς ἀνέλῃ (εἰ γὰρ τοῦτο ἐβούλετο, σιγᾷν ἐχρῆν), ἀλλ᾽ ἵνα τῷ φόβῳ βελτίους ποιήσας, παύσῃ τὴν ὀργήν· οὕτω καὶ τοῖς προχείρως ἐπιπηδῶσι τοῖς ἑτέρων ὀφθαλμοῖς τιμωρίαν ἔθηκεν, ἵνα κἂν ἀπὸ προαιρέσεως ἀγαθῆς μὴ βούλωνται ἀπέχεσθαι τῆς ὠμότητος, ἀπὸ τοῦ φόβου κωλυθῶσι λυμαίνεσθαι ταῖς τῶν πλησίον ὄψεσιν. Εἰ δὲ ἐκεῖνο ὠμότητος, καὶ τὸ κατέχεσθαι τὸν ἀνδροφόνον, καὶ τὸ κωλύεσθαι τὸν μοιχόν. Ἀλλ᾽ ἀνοήτων ταῦτα τὰ ῥήματα, καὶ τὴν ἐσχάτην μαινομένων μανίαν. Ἐγὼ γὰρ τοσούτου δέω ταῦτα ὠμότητος εἶναι λέγειν, ὡς τἀναντία τούτοις φάναι εἶναι παράνομα κατὰ ἀνθρώπινον λογισμόν. Σὺ μὲν γὰρ λέγεις, ὅτι ἐπειδὴ ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ ἐκβάλλειν ἐκέλευσε, διὰ τοῦτο ὠμός· ἐγὼ δὲ λέγω, ὅτι εἰ μὴ τοῦτο ἐκέλευσε, τότε ἂν ἔδοξε παρὰ τοῖς πολλοῖς τοῦτο εἶναι ὃ φῂς σύ.

Θῶμεν γὰρ τῷ λόγῳ λελύσθαι τὸν νόμον ἅπαντα, καὶ μηδένα τὴν ἐκ τούτου δεδοικέναι τιμωρίαν, ἀλλ᾽ ἐξεῖναι τοῖς πονηροῖς ἅπασι μετὰ ἀδείας ἁπάσης αὐτῶν κεχρῆσθαι τῷ τρόπῳ, καὶ τοῖς μοιχοῖς, καὶ τοῖς ἀνδροφόνοις, καὶ τοῖς κλέπταις, καὶ τοῖς ἐπιόρκοις, καὶ τοῖς πατραλοίαις· ἆρα οὐκ ἂν πάντα ἄνω καὶ κάτω γέγονε, καὶ μυρίων μιασμάτων καὶ φόνων πόλεις, καὶ ἀγοραὶ, καὶ οἰκίαι, καὶ γῆ, καὶ θάλαττα, καὶ πᾶσα ἐνεπλήσθη ἡ οἰκουμένη; Παντί που δῆλον. Εἰ γὰρ νόμων ὄντων καὶ φόβου καὶ ἀπειλῆς, μόλις αἱ πονηραὶ ἐπέχονται γνῶμαι· εἰ καὶ αὕτη ἀνῄρητο ἡ ἀσφάλεια, τί τὸ κωλύον τὴν κακίαν αἱρεῖσθαι; πόση δὲ οὐκ ἂν εἰσεκώμασεν εἰς τὸν ἀνθρώπινον βίον ἡ λύμη;

Οὐδὲ γὰρ τοῦτο ὠμότητος μόνον, τὸ συγχωρεῖν τοῖς κακοῖς ἃ βούλονται πράττειν· ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου, τὸ τὸν ἠδικηκότα μὲν οὐδὲν, κακῶς δὲ πάσχοντα εἰκῆ καὶ μάτην, περιορᾷν ἀπρονόητον. Εἰπὲ γάρ μοι, εἴ τις ἀνθρώπους μοχθηροὺς πανταχόθεν συναγαγὼν, καὶ ξίφεσιν ὁπλίσας, ἐκέλευσε κατὰ τὴν πόλιν περιιέναι πᾶσαν, καὶ τοὺς ἀπαντῶντας κατασφάττειν ἅπαντας, ἆρα ἂν ἦν τι τούτου θηριωδέστερον; Τί δέ; εἴ τις ἕτερος τοὺς μὲν ὑπ᾽ ἐκείνου καθοπλισθέντας ἔδησε καὶ καθεῖρξε μετὰ σφοδρότητος πάσης, τοὺς δὲ ἀποσφάττεσθαι μέλλοντας τῶν ἀνόμων ἐκείνων ἐξήρπασε χειρῶν· ἆρα ἂν ἦν τι τούτου φιλανθρωπότερον; Ταῦτα τοίνυν καὶ ἐπὶ τὸν νόμον μετάθες τὰ ὑποδείγματα. Ὁ μὲν γὰρ κελεύων ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ ἐξορύττειν, ὥσπερ τινὰ δεσμὸν ἰσχυρὸν τὸν φόβον ταῖς τῶν πονηρῶν ἐνέβαλε ψυχαῖς, κἀκείνῳ προσέοικε τῷ τοὺς ξιφήρεις ἐκείνους καθειργνύντι· ὁ δὲ μηδεμίαν τιμωρίαν αὐτοῖς τιθεὶς, μονονουχὶ ὁπλίζει τῇ ἀδείᾳ, κἀκεῖνον μιμεῖται τὸν ἐγχειρίσαντα αὐτοῖς τὰ ξίφη, καὶ κατὰ τῆς πόλεως ἀφέντα πάσης.

ζʹ. Ὁρᾷς πῶς οὐ μόνον ὠμότητος, ἀλλὰ καὶ πολλῆς φιλανθρωπίας ἐστὶ τὰ ἐπιτάγματα; Εἰ δὲ βαρὺν διὰ ταῦτα καλεῖς τὸν νομοθέτην καὶ φορτικὸν, ποῖον ἐπιπονώτερον, εἰπέ μοι, καὶ βαρύτερον; τὸ μὴ φονεύειν, ἢ τὸ μηδὲ ὀργίζεσθαι; τίς σφοδρότερος, ὁ τοῦ φόνου δίκας ἀπαιτῶν, ἢ ὁ καὶ τῆς ὀργῆς, ὁ τὸν μοιχὸν μετὰ τὴν πρᾶξιν ὑποβάλλων τῇ τιμωρίᾳ, ἢ ὁ καὶ τῆς ἐπιθυμίας αὐτῆς κελεύων δίκας διδόναι, καὶ δίκας ἀθανάτους; Ὁρᾶτε ὅτι εἰς τοὐναντίον αὐτοῖς ὁ λόγος περιετράπη; καὶ ὁ μὲν τῆς Παλαιᾶς Θεὸς, ὅν φασιν ὠμὸν εἶναι, εὑρεθήσεται ἥμερος καὶ πρᾶος· ὁ δὲ τῆς Καινῆς, ὃν ἀγαθὸν ὁμολογοῦσι, φορτικὸς καὶ βαρὺς κατὰ τὴν ἐκείνων ἄνοιαν. Ἡμεῖς γὰρ ἕνα καὶ τὸν αὐτόν φαμεν ἑκατέρων τῶν Διαθηκῶν νομοθέτην, πρὸς τὸ δέον πάντα οἰκονομήσαντα, καὶ τῇ τῶν καιρῶν διαφορᾷ τὴν διαφορὰν ἑκατέρας τῆς νομοθεσίας ἁρμόσαντα. Οὐκοῦν οὔτε ἐκεῖνα ὠμὰ τὰ ἐπιτάγματα, οὔτε ταῦτα ἐπαχθῆ καὶ φορτικὰ, ἀλλὰ μιᾶς καὶ τῆς αὐτῆς κηδεμονίας ἅπαντα. Ὅτι γὰρ καὶ τὴν Παλαιὰν αὐτὸς ἔδωκεν, ἄκουσον τί φησιν ὁ Προφήτης· μᾶλλον δὲ τί (χρὴ λέγειν) ἐκεῖνος καὶ οὗτος· Διαθήσομαι ὑμῖν διαθήκην, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν. Εἰ δὲ οὐ δέχεται ταῦτα ὁ τὰ Μανιχαίων νοσῶν, ἀκουέτω τοῦ Παύλου λέγοντος τὸ αὐτὸ τοῦτο πάλιν· Ἀβραὰμ γὰρ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Αὗται δέ εἰσι δύο διαθῆκαι.

Ὥσπερ οὖν ἐκεῖ διάφοροι μὲν αἱ γυναῖκες, εἷς δὲ ὁ ἀνήρ· οὕτω καὶ ἐνταῦθα δύο μὲν αἱ διαθῆκαι, εἷς δὲ ὁ νομοθέτης. Καὶ ἵνα μάθῃς ὅτι μιᾶς καὶ τῆς αὐτῆς ἡμερότητος ἦν, ἐκεῖ μέν φησιν, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ· ἐνταῦθα δὲ, Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Ὥσπερ γὰρ ἐκεῖ τῷ φόβῳ τοῦ πάθους σωφρονίζει τὸν ἀδικοῦντα, οὕτω καὶ ἐνταῦθα. Καὶ πῶς, φησὶν, ὁ κελεύων αὐτῷ καὶ τὴν ἄλλην παρέχειν; Καὶ τί τοῦτο; Οὐ γὰρ τὸν φόβον ἐκλύων τοῦτο ἐπέταξεν, ἀλλὰ αὐτῷ κελεύων παρέχειν τοῦ παντὸς ἐμφορεῖσθαι· οὐδὲ εἶπεν, ὅτι Ἀτιμώρητος ἐκεῖνος μένει, ἀλλὰ, Σὺ μὴ κολάσῃς· ὁμοῦ καὶ τὸν πλήττοντα μειζόνως φοβῶν ἐπιμένοντα, καὶ τὸν πληττόμενον παραμυθούμενος.

Ἀλλὰ ταῦτα μὲν, ὡς ἄν τις εἴποι, ἐν παρόδῳ περὶ πασῶν τῶν ἐντολῶν ἡμῖν εἴρηται. Ἀναγκαῖον δὲ ἐπὶ τὸ προκείμενον ἐλθεῖν, καὶ τῆς ἀκολουθίας ἔχεσθαι τῶν ἔμπροσθεν εἰρημένων. Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει, φησίν.

Οὐ γὰρ πάντη τὸ πρᾶγμα ἀνεῖλε· πρῶτον μὲν, ὅτι οὐκ ἔστιν ἄνθρωπον ὄντα παθῶν ἀπηλλάχθαι· ἀλλὰ κρατεῖν μὲν δυνατὸν, ἐκτὸς δὲ αὐτῶν παντελῶς εἶναι ἀμήχανον· ἔπειτα, ὅτι καὶ χρήσιμον τουτὶ τὸ πάθος, ἂν μετὰ τοῦ προσήκοντος εἰδῶμεν αὐτῷ κεχρῆσθαι καιροῦ. Σκόπει γοῦν ἡλίκα εἰργάσατο ἀγαθὰ ἡ τοῦ Παύλου ὀργὴ, ἡ κατὰ Κορινθίων τότε γενομένη. Καὶ γὰρ καὶ ἐκείνους αὕτη μεγάλης λύμης ἀπήλλαξε· καὶ τὸ Γαλατῶν δὲ ἔθνος ταύτῃ πάλιν ἐκπεπτωκὸς ἀνεκτήσατο, καὶ ἑτέρους δὲ πλείους τούτων. Τίς οὖν ὁ προσήκων τῆς ὀργῆς καιρός;

Ὅταν μὴ ἑαυτοῖς ἀμύνωμεν, ἀλλ᾽ ἑτέρους σκιρτῶντας ἀνέχωμεν, καὶ ῥᾳθυμοῦντας ἐπιστρέφωμεν. Τίς δὲ ὁ μὴ προσήκων; Ὅταν ἑαυτοὺς ἐκδικοῦντες τοῦτο ποιῶμεν. Ὅπερ οὖν καὶ ὁ Παῦλος κωλύων ἔλεγε Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοὶ, ἀλλὰ δότε τόπον τῇ ὀργῇ. Ὅταν περὶ χρημάτων μαχώμεθα. Καὶ γὰρ καὶ τοῦτο ἀνεῖλεν εἰπών· Διατί οὐ μᾶλλον ἀδικεῖσθε; διατί οὐ μᾶλλον ἀποστερεῖσθε;

Ὥσπερ γὰρ αὕτη περιττὴ, οὕτως ἐκείνῃ ἀναγκαία καὶ λυσιτελής. Ἀλλ᾽ οἱ πολλοὶ τοὐναντίον ποιοῦσιν, ἐκθηριούμενοι μὲν, ἡνίκα ἂν ἀδικῶνται, ἐκλυόμενοι δὲ καὶ μαλακιζόμενοι, ἡνίκα ἂν ἕτερον ἐπηρεαζόμενον βλέπωσιν· ἅπερ ἀμφότερα ἀπεναντίας ἐστὶ τοῖς νόμοις τοῖς εὐαγγελικοῖς. Οὐ τοίνυν τὸ ὀργίζεσθαι παράνομον, ἀλλὰ τὸ ἀκαίρως τοῦτο ποιεῖν.

Διὰ τοῦτο καὶ ὁ Προφήτης ἔλεγεν· Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε. —Ὃς δ᾽ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Ῥακὰ, ἔνοχος ἔσται τῷ συνεδρίῳ. Συνέδριον ἐνταῦθα τὸ δικαστήριον τῶν Ἑβραίων φησί· τέθεικε δὲ αὐτὸ νῦν, ἵνα μὴ πανταχοῦ δόξῃ ξενίζειν καὶ καινοτομεῖν.

Τὸ δὲ Ῥακὰ τοῦτο οὐ μεγάλης ἐστὶν ὕβρεως ῥῆμα, ἀλλὰ μᾶλλον καταφρονήσεως καὶ ὀλιγωρίας τινὸς τοῦ λέγοντος. Καθάπερ γὰρ ἡμεῖς ἢ οἰκέταις, ἤ τισι τῶν καταδεεστέρων ἐπιτάττοντες λέγομεν· Ἄπελθε σὺ, εἰπὲ τῷ δεῖνι σύ· οὕτω καὶ οἱ τῇ Σύρων κεχρημένοι γλώττῃ Ῥακὰ λέγουσιν, ἀντὶ τοῦ, Σὺ, τοῦτο τιθέντες. Ἀλλ᾽ ὁ φιλάνθρωπος Θεὸς καὶ τὰ μικρότατα ἀνασπᾷ, καθηκόντως ἡμᾶς κεχρῆσθαι ἀλλήλοις κελεύων, καὶ μετὰ τῆς προσηκούσης τιμῆς, καὶ ἵνα διὰ τούτων καὶ τὰ μείζονα ἀναιρῆται. Ὃς δ᾽ ἂν εἴπῃ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Πολλοῖς τοῦτο βαρὺ καὶ φορτικὸν ἔδοξεν εἶναι τὸ ἐπίταγμα, εἴγε ῥήματος ψιλοῦ τοσαύτην μέλλομεν διδόναι δίκην· καί τινες αὐτὸ καὶ ὑπερβολικῶς μᾶλλον εἰρῆσθαί φασιν. Ἀλλὰ δέδοικα μὴ λόγοις ἑαυτοὺς ἐνταῦθα ἀπατήσαντες, τοῖς ἔργοις ἐκεῖ τὴν ἐσχάτην ὑπομείνωμεν τιμωρίαν.

ηʹ. Διατί γὰρ, εἰπέ μοι, φορτικὸν εἶναι δοκεῖ τὸ ἐπίταγμα; Οὐκ οἶσθα, ὅτι αἱ πλείους τῶν τιμωριῶν καὶ τῶν ἁμαρτημάτων ἀπὸ ῥημάτων ἔχουσι τὴν ἀρχήν· Καὶ γὰρ βλασφημίαι διὰ ῥημάτων, καὶ ἀρνήσεις διὰ ῥημάτων, καὶ λοιδορίαι, καὶ ὕβρεις, καὶ ἐπιορκίαι, καὶ τὸ ψευδομαρτυρεῖν [καὶ ἀναιρεῖν]. Μὴ τοίνυν ὅτι ῥῆμά ἐστι ψιλὸν ἴδῃς· ἀλλ᾽ εἰ μὴ πολὺν ἔχει τὸν κίνδυνον, τοῦτο ἐξέταζε. Ἢ ἀγνοεῖς, ὅτι ἐν τῷ τῆς ἔχθρας καιρῷ, τῆς ὀργῆς ἐκκαιομένης, καὶ τῆς ψυχῆς ἐμπιπραμένης, καὶ τὸ μικρότατον μέγα φαίνεται, καὶ τὸ μὴ λίαν ὑβριστικὸν φορτικὸν εἶναι δοκεῖ; Καὶ πολλάκις τὰ μικρὰ ταῦτα καὶ φόνον ἔτεκε, καὶ πόλεις ὁλοκλήρους ἀνέτρεψεν. Ὥσπερ γὰρ, φιλίας οὔσης, καὶ τὰ ἐπαχθῆ κοῦφα· οὕτως, ἔχθρας ὑποκειμένης, καὶ τὰ μικρὰ ἀφόρητα φαίνεται· κἂν ἁπλῶς λεχθῇ, μετὰ πονηρᾶς ὑπονοίας εἰρῆσθαι νομίζεται.

Καὶ καθάπερ ἐπὶ πυρὸς, ἂν μὲν μικρὸς σπινθὴρ ᾖ, κἂν μυρία παρακέηται ξύλα, οὐ ῥᾳδίως αὐτῶν ἐπιλαμβάνεται· ἂν δὲ σφοδρὰ καὶ ὑψηλὴ γένηται ἡ φλὸξ, οὐ ξύλων μόνον, ἀλλὰ καὶ λίθων καὶ πάσης εὐκόλως τῆς ἐμπεσούσης ὕλης ἀντέχεται, καὶ δι᾽ ὧν εἴωθε σβέννυσθαι, διὰ τούτων ἀνάπτεται μειζόνως· (τινὲς γάρ φασιν, ὅτι τὸ τηνικαῦτα οὐχὶ ξύλα μόνον καὶ στυππεῖον καὶ τὰ ἄλλα τὰ καυστικὰ, ἀλλὰ καὶ ὕδωρ ἐξακοντιζόμενον μᾶλλον αὐτῆς ἀναῤῥιπίζει τὴν δύναμιν)· οὕτω δὴ καὶ ἐπὶ τῆς ὀργῆς· ὅπερ ἂν φθέγξηταί τις, τροφὴ γέγονεν εὐθέως τῇ πονηρᾷ ταύτῃ πυρᾷ. Ἅπερ ἅπαντα προαναστέλλων ὁ Χριστὸς, τὸν μὲν ὀργιζόμενον εἰκῆ κατεδίκασε τῇ κρίσει (διὰ τοῦτο καὶ εἴρηκεν, Ὁ ὀργιζόμενος ἔνοχος ἔσται τῇ κρίσει), τὸν δὲ λέγοντα, Ῥακὰ, τῷ συνεδρίῳ. Ἀλλ᾽ οὔπω ταῦτα μεγάλα· ἐνταῦθα γὰρ αἱ τιμωρίαι. Διὰ τοῦτο τῷ μωρὸν ὀνομάζοντι τὸ τῆς γεέννης προσέθηκε πῦρ, νῦν πρῶτον γεέννης ὄνομα εἰπών. Πρότερον γὰρ περὶ βασιλείας πολλὰ διαλεχθεὶς, τότε ταύτης ἐμνήσθη· δεικνὺς ὅτι ἐκείνη μὲν τῆς αὐτοῦ φιλανθρωπίας καὶ γνώμης ἐστὶν, αὕτη δὲ τῆς ἡμετέρας ῥᾳθυμίας. Καὶ ὅρα πῶς κατὰ μικρὸν πρόεισιν ἐν ταῖς τιμωρίαις, μονονουχὶ ἀπολογούμενός σοι, καὶ δεικνὺς ὅτι αὐτὸς μὲν οὐδὲν βούλεται τοιοῦτον ἀπειλεῖν, ἡμεῖς δὲ αὐτὸν εἰς τὰς τοιαύτας ἕλκομεν ἀποφάσεις. Σκόπει γάρ· Εἶπον, φησί· Μὴ ὀργισθῇς μάτην, ἐπεὶ ἔνοχος εἶ τῇ κρίσει.

Κατεφρόνησας τοῦ προτέρου. Ὅρα τί ἔτεκεν ἡ ὀργή· εἰς ὕβριν σε εὐθέως ἐξήγαγε· Ῥακὰ γὰρ ἐκάλεσας τὸν ἀδελφόν. Πάλιν ἔθηκα ἑτέραν τιμωρίαν, τὸ συνέδριον. Ἂν καὶ ταύτην παριδὼν ἐπὶ τὸ χαλεπώτερον προέλθῃς, οὐκέτι σε τοῖς συμμέτροις τούτοις τιμωροῦμαι, ἀλλὰ τῇ τῆς γεέννης ἀθανάτῳ κολάσει, ἵνα μὴ λοιπὸν καὶ πρὸς φόνον ἀποπηδήσῃς.

Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν ὕβρεως ἀφορητότερον, καὶ ὃ μάλιστα δύναται δάκνειν ἀνθρώπου ψυχήν. Ὅταν δὲ καὶ αὐτὸ τὸ ῥῆμα τῆς ὕβρεως πληκτικώτερον ᾖ, διπλῆ γίνεται ἡ πυρά. Μὴ τοίνυν τὸ τυχὸν νομίσῃς εἶναι τὸ καλέσαι μωρόν. Ὅταν γὰρ ᾧ τῶν ἀλόγων διεστήκαμεν, καὶ ᾧ μάλιστά ἐσμεν ἄνθρωποι, τῷ νῷ καὶ τῇ συνέσει, τοῦτο ἀφέλῃ τὸν ἀδελφὸν, πάσης αὐτὸν ἀπεστέρησας τῆς εὐγενείας. Μὴ δὴ τοῖς ῥήμασιν ἁπλῶς προσέχωμεν, ἀλλ᾽ ἐπὶ τῶν πραγμάτων αὐτῶν γενόμενοι καὶ τοῦ πάθους, λογισώμεθα ὅσην ἐργάζεται τὸ ῥῆμα τοῦτο πληγὴν, καὶ εἰς ὅσον πρόεισι κακόν. Διὰ τοῦτο καὶ ὁ Παῦλος οὐ τοὺς μοιχοὺς μόνον καὶ τοὺς μαλακοὺς, ἀλλὰ καὶ τοὺς λοιδόρους τῆς βασιλείας ἐξέβαλε· καὶ μάλα εἰκότως. Ὁ γὰρ ὑβριστὴς τὸ τῆς ἀγάπης καλὸν λυμαίνεται, καὶ μυρίοις τὸν πλησίον περιβάλλει δεινοῖς, καὶ διηνεκεῖς ἀπεχθείας ἐργάζεται, καὶ τὰ τοῦ Χριστοῦ διασπᾷ μέλη, καὶ τὴν τῷ Θεῷ ποθεινὴν εἰρήνην καθ᾽ ἑκάστην ἀπελαύνει τὴν ἡμέραν, πολλὴν τῷ διαβόλῳ διὰ τῶν ὕβρεων διδοὺς τὴν εὐρυχωρίαν, καὶ ἰσχυρότερον ἐκεῖνον ποιῶν. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τὰ νεῦρα τῆς ἐκείνου δυνάμεως ἐκκόπτων, τοῦτον τὸν νόμον εἰσήγαγε. Καὶ γὰρ πολὺς αὐτῷ τῆς ἀγάπης ὁ λόγος.

Ἡ γὰρ τῶν ἀγαθῶν μήτηρ ἁπάντων, καὶ τὸ τῶν μαθητῶν γνώρισμα, καὶ ἡ πάντα συνέχουσα τὰ καθ᾽ ἡμᾶς, αὕτη μάλιστα πάντων ἐστίν. Εἰκότως οὖν τὰς ῥίζας τῆς λυμαινομένης αὐτὴν ἀπεχθείας καὶ τὰς πηγὰς μετὰ πολλῆς ἀναιρεῖ τῆς σφοδρότητος. Μὴ τοίνυν ὑπερβολῆς τινος εἶναι νόμιζε τὰ λεγόμενα, ἀλλ᾽ ἐννοήσας τὰ ἐξ αὐτῶν κατορθούμενα, θαύμασον τῶν νόμων τούτων τὴν ἡμερότητα. Οὐδὲν γὰρ τῷ Θεῷ περισπούδαστον, ὡς τὸ ἡνῶσθαι καὶ συνδεδέσθαι ἡμᾶς ἀλλήλοις. Διὰ τοῦτο καὶ δι᾽ ἑαυτοῦ καὶ διὰ τῶν μαθητῶν αὐτοῦ, καὶ τῶν ἐν τῇ Καινῇ καὶ τῶν ἐν τῇ Παλαιᾷ, πολὺν ὑπὲρ τῆς ἐντολῆς ταύτης ποιεῖται τὸν λόγον, καὶ σφοδρός ἐστιν ἔκδικος καὶ τιμωρὸς τῶν τοῦ πράγματος καταφρονούντων. Καὶ γὰρ οὐδὲν οὕτω τὴν πονηρίαν εἰσάγει πᾶσαν καὶ ῥιζοῖ, ὡς ἡ τῆς ἀγάπης ἀναίρεσις. Διὰ τοῦτο καὶ ἔλεγεν· Ὅταν πληθυνθῇ ἡ ἀνομία, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.

Οὕτως ὁ Κάϊν ἀδελφοκτόνος ἐγένετο, οὕτως ὁ Ἡσαῦ, οὕτως οἱ τοῦ Ἰωσὴφ ἀδελφοί· οὕτω τὰ μυρία εἰσεκώμασε κακὰ, ταύτης διασπωμένης. Διὰ δὴ τοῦτο καὶ αὐτὸς τὰ λυμαινόμενα ταύτην μετὰ πολλῆς πάντοθεν ἀναιρεῖ τῆς ἀκριβείας.

θʹ. Καὶ οὐδὲ μέχρι τῶν εἰρημένων ἵσταται μόνον, ἀλλὰ καὶ ἕτερα τῶν εἰρημένων ἐπάγει πλείονα, δι᾽ ὧν δείκνυσιν ὅσον αὐτῆς ποιεῖται λόγον. Ἀπειλήσας γὰρ διὰ τοῦ συνεδρίου καὶ τῆς κρίσεως καὶ τῆς γεέννης, ἐπήγαγε πάλιν ἕτερα συνῳδὰ τοῖς προτέροις, οὕτω λέγων· Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ἀπελθὼν πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Ὢ τῆς ἀγαθότητος! ὢ τῆς φιλανθρωπίας τῆς ὑπερβαλλούσης! Τῆς εἰς αὐτὸν καταφρονεῖ τιμῆς ὑπὲρ τῆς εἰς τὸν πλησίον ἀγάπης· δεικνὺς ὅτι οὐδὲ τὰ πρότερα, ἅπερ ἠπείλησεν, ἐξ ἀπεχθείας τινὸς, οὐδὲ ἐπιθυμίᾳ κολάσεως ἠπείλησεν, ἀλλ᾽ ἐκ φιλοστοργίας πολλῆς. Τί γὰρ ἂν γένοιτο τούτων ἡμερώτερον τῶν ῥημάτων; Ἐγκοπτέσθω, φησὶν, ἡ ἐμὴ λατρεία, ἵνα ἡ σὴ ἀγάπη μένῃ· ἐπεὶ καὶ τοῦτο θυσία, ἡ πρὸς τὸν ἀδελφὸν καταλλαγή. Διὰ γὰρ τοῦτο οὐκ εἶπε, Μετὰ τὸ προσενεγκεῖν, ἢ Πρὶν ἢ προσενεγκεῖν· ἀλλ᾽ αὐτοῦ τοῦ δώρου κειμένου, καὶ τῆς θυσίας ἀρχὴν ἐχούσης, πέμπει διαλλαγησόμενον τῷ ἀδελφῷ· καὶ οὔτε συνελόντα τὰ προκείμενα, οὔτε πρὶν ἢ προθεῖναι, ἀλλ᾽ ἐν τῷ μέσῳ κειμένης κελεύει τρέχειν ἐκεῖσε. Τίνος ἕνεκεν οὕτω κελεύει τοῦτο ποιεῖν, καὶ διατί;

Δύο ταῦτα, ὡς ἐμοὶ δοκεῖ, διὰ τούτων αἰνιττόμενος καὶ κατασκευάζων· ἓν μὲν, ὅπερ ἔφην, δεῖξαι θέλων, ὅτι πολλοῦ τιμᾶται τὴν ἀγάπην, καὶ ταύτην μεγίστην ἡγεῖται εἶναι τὴν θυσίαν, καὶ ταύτης ἄνευ οὐδὲ ἐκείνην προσδέχεται· ἕτερον δὲ, ἀνάγκην ἐπιτιθεὶς ἀπαραίτητον τῆς καταλλαγῆς.

Ὁ γὰρ κελευσθεὶς μὴ πρότερον προσενεγκεῖν, ἕως ἂν καταλλαγῇ, κἂν μὴ διὰ τὴν πρὸς τὸν πλησίον ἀγάπην, διὰ γοῦν τὸ μὴ κεῖσθαι ἀτέλεστον, ἐπειχθήσεται δραμεῖν πρὸς τὸν λελυπημένον, καὶ καταλῦσαι τὴν ἔχθραν. Διὰ τοῦτο καὶ ἐμφαντικώτατα ἅπαντα εἴρηκε, φοβῶν αὐτὸν καὶ διεγείρων. Εἰπὼν γὰρ, Ἄφες τὸ δῶρόν σου, οὐκ ἔστη μέχρι τούτου, ἀλλ᾽ ἐπήγαγεν, Ἔμπροσθεν τοῦ θυσιαστηρίου (καὶ ἀπὸ τοῦ τόπου πάλιν εἰς φρίκην αὐτὸν ἐμβάλλων), καὶ ἄπελθε. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἄπελθε, ἀλλὰ προσέθηκε, Πρῶτον, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου· διὰ πάντων τούτων δηλῶν, ὅτι οὐ δέχεται τοὺς ἀπεχθῶς πρὸς ἀλλήλους ἔχοντας αὕτη ἡ τράπεζα. Ἀκουέτωσαν οἱ μεμυημένοι, ὅσοι μετὰ ἔχθρας προσέρχονται· ἀκουέτωσαν καὶ οἱ ἀμύητοι· καὶ γὰρ καὶ πρὸς τούτους ἔχει τι κοινὸν ὁ λόγος.

Προσάγουσι γὰρ καὶ αὐτοὶ δῶρον καὶ θυσίαν, εὐχὴν λέγω καὶ ἐλεημοσύνην. Ὅτι γὰρ καὶ τοῦτο θυσία, ἄκουσον τί φησιν ὁ Προφήτης· Θυσία αἰνέσεως δοξάσει με· καὶ πάλιν, Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως· καὶ, Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Ὥστε κἂν εὐχὴν μετὰ τοιαύτης γνώμης προσάγῃς, βέλτιον ἀφεῖναι τὴν εὐχὴν, καὶ ἐπὶ τὴν καταλλαγὴν ἐλθεῖν τοῦ ἀδελφοῦ, καὶ τότε τὴν εὐχὴν προσφέρειν. Διὰ γὰρ τοῦτο πάντα ἐγένετο· διὰ τοῦτο καὶ ὁ Θεὸς ἄνθρωπος γέγονε, καὶ πάντα ἐκεῖνα ἐπραγματεύσατο, ἵνα ἡμᾶς συναγάγῃ. Ἐνταῦθα μὲν οὖν τὸν ἠδικηκότα πέμπει πρὸς τὸν ἠδικημένον· ἐν δὲ τῇ εὐχῇ τὸν ἠδικημένον ἄγει πρὸς τὸν ἠδικηκότα, καὶ καταλλάσσει. Ἐκεῖ μὲν γάρ φησιν· Ἄφετε τοῖς ἀνθρώποις τὰ ὀφειλήματα αὐτῶν· ἐνταῦθα δέ· Ἐὰν ἔχῃ τι κατὰ σοῦ, ἄπελθε πρὸς αὐτόν. Μᾶλλον δὲ κἀνταῦθα μοι δοκεῖ τὸν ἠδικημένον ἀποστέλλειν· διόπερ οὐδὲ εἶπεν, Κατάλλαξον σεαυτὸν τῷ ἀδελφῷ σου, ἀλλὰ, Καταλλάγηθι· καὶ δοκεῖ μὲν ὑπὲρ τοῦ λελυπηκότος εἶναι τὸ λεγόμενον, τὸ δὲ πᾶν ὑπὲρ τοῦ λελυπημένου ἐστίν. Ἂν γὰρ ἐκείνῳ καταλλαγῇς, φησὶ, διὰ τῆς εἰς ἐκεῖνον ἀγάπης καὶ ἐμὲ ἕξεις ἵλεων, καὶ μετὰ πολλῆς δυνήσῃ τῆς παῤῥησίας τὴν θυσίαν προσαγαγεῖν. Εἰ δὲ φλεγμαίνεις ἔτι, ἐννόησον ὅτι κἀγὼ ἡδέως τὰ ἐμὰ καταφρονεῖσθαι κελεύω, ἵνα ὑμεῖς φίλοι γένησθε· καὶ ταῦτά σοι γενέσθω παραμυθία τῆς ὀργῆς.

Καὶ οὐκ εἶπεν, Ὅταν τὰ μεγάλα ἠδικημένος ᾖς, τότε καταλλάγηθι· ἀλλὰ, Κἂν τὸ τυχὸν ἔχῃ τι κατὰ σοῦ.

Καὶ οὐ προσέθηκεν, Εἴτε δικαίως, εἴτε ἀδίκως· ἀλλ᾽ ἁπλῶς, Ἐὰν ἔχῃ τι κατὰ σοῦ. Κἂν γὰρ δικαίως, οὐδὲ οὕτως ἐπιτείνειν δεῖ τὴν ἔχθραν· ἐπεὶ καὶ ὁ Χριστὸς δικαίως ἡμῖν ὠργίζετο, ἀλλ᾽ ὅμως ἑαυτὸν ὑπὲρ ἡμῶν ἐξέδωκεν εἰς σφαγὴν, μὴ λογισάμενος ἐκεῖνα τὰ παραπτώματα.

ιʹ. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἑτέρῳ τρόπῳ πρὸς τὰς καταλλαγὰς ἐπείγων ἡμᾶς, ἔλεγεν· Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Ὥσπερ γὰρ ἐντεῦθεν ἀπὸ τῆς θυσίας ὁ Χριστὸς, οὕτως ἀπὸ τῆς ἡμέρας ἐκεῖ συνωθεῖ πρὸς τὸ αὐτὸ τοῦτο ὁ Παῦλος.

Καὶ γὰρ δέδοικε τὴν νύκτα, μή ποτε μόνον ἀπολαβοῦσα τὸν πεπληγότα, μεῖζον τὸ ἕλκος ἐργάσηται. Ἐν ἡμέρᾳ μὲν γὰρ πολλοὶ οἱ περισπῶντες καὶ ἀνθέλκοντες· ἐν νυκτὶ δὲ, ἐπειδὰν μόνος γένηται, καὶ καθ᾽ ἑαυτὸν ἀναλογίζηται, ὀγκοῦται τὰ κύματα, καὶ μείζων ἡ ζάλη γίνεται. Διὰ τοῦτο οὖν προκαταλαμβάνων ὁ Παῦλος, καταλλαγέντα βούλεται παραδοῦναι τῇ νυκτὶ, ἵνα μηδεμίαν ἀπὸ τῆς ἐρημίας ἀφορμὴν ἔχῃ λοιπὸν ὁ διάβολος εἰς τὸ τὴν κάμινον ἀνάψαι τῆς ὀργῆς, καὶ ποιῆσαι σφοδροτέραν. Οὕτω καὶ ὁ Χριστὸς οὐκ ἀφίησιν οὐδὲ μικρὸν ὑπερτίθεσθαι, ἵνα μὴ τῆς θυσίας πληρωθείσης, ῥᾳθυμότερος ὁ τοιοῦτος γένηται, ἡμέραν ἐξ ἡμέρας ἀναβαλλόμενος. Οἶδε γὰρ τὸ πάθος πολλῆς δεόμενον τῆς ταχυτῆτος· καὶ καθάπερ σοφὸς ἰατρὸς οὐ μόνον τὰ προφυλακτικὰ τῶν νοσημάτων τίθησιν, ἀλλὰ καὶ τὰ διορθωτικά· οὕτω καὶ αὐτὸς ποιεῖ. Τὸ μὲν γὰρ κωλύειν καλεῖν μωρὸν, προφυλακτικόν ἐστι τῆς ἔχθρας· τὸ δὲ κελεύειν καταλλαγῆναι, τῶν μετὰ τὴν ἔχθραν γινομένων νοσημάτων ἀναιρετικόν.

Καὶ ὅρα πῶς ἑκάτερον μετὰ σφοδρότητος κεῖται. Ἐκεῖ μὲν γὰρ γέενναν ἠπείλησεν, ἐνταῦθα δὲ τὸ δῶρον οὐ δέχεται πρὸ τῆς καταλλαγῆς, πολλὴν ἐνδεικνύμενος τὴν ὀργὴν, καὶ διὰ πάντων τούτων καὶ τὴν ῥίζαν καὶ τὸν καρπὸν ἀναιρῶν. Καὶ πρῶτον μέν φησι, Μὴ ὀργίζου· μετὰ δὲ ταῦτα, Μὴ λοιδόρει. Καὶ γὰρ ἀμφότερα ταῦτα δι᾽ ἀλλήλων αὔξεται· ἀπὸ τῆς ἔχθρας ἡ λοιδορία, ἀπὸ τῆς λοιδορίας ἡ ἔχθρα. Διὰ δὴ τοῦτο νῦν μὲν τὴν ῥίζαν, νῦν δὲ τὸν καρπὸν ἰᾶται· κωλύων μὲν καὶ φῦναι τὴν ἀρχὴν τὸ κακὸν, ἂν δ᾽ ἄρα βλαστήσῃ καὶ καρπὸν ἐνέγκῃ τὸν πονηρότατον, πάντοθεν αὐτὸν κατακαίων μειζόνως. Διά τοι τοῦτο καὶ κρίσιν εἰπὼν, καὶ συνέδριον, καὶ γέενναν, καὶ περὶ τῆς αὐτοῦ θυσίας διαλεχθεὶς, καὶ ἕτερα προστίθησι πάλιν οὕτω λέγων· Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ, ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ᾽ αὐτοῦ. Ἵνα γὰρ μὴ λέγῃς· Τί οὖν, ἂν ἀδικῶμαι; τί οὖν, ἂν ἁρπάζωμαι, καὶ εἰς δικαστήριον ἕλκωμαι; καὶ ταύτην ἀνεῖλε τὴν ἀφορμὴν καὶ τὴν πρόφασιν· κελεύει γὰρ μηδὲ οὕτως ἐχθραίνειν. Εἶτα, ἐπειδὴ τοῦτο μέγα ἦν τὸ ἐπίταγμα, ἀπὸ τῶν παρόντων ποιεῖται τὴν συμβουλὴν, ἃ τοὺς παχυτέρους μᾶλλον τῶν μελλόντων κατέχειν εἴωθε. Τί γὰρ λέγεις; φησίν· ὅτι δυνατώτερός ἐστι, καὶ ἀδικεῖ; Οὐκοῦν μᾶλλόν σε ἀδικήσει, ἐὰν μὴ καταλύσῃς, ἀλλὰ ἀναγκασθῇς εἰς δικαστήριον ἐλθεῖν.

Τότε μὲν γὰρ χρημάτων ἀποστὰς, τὸ σῶμα ἕξεις ἐλεύθερον· ὑπὸ δὲ τῇ ψήφῳ γενόμενος τοῦ δικαστοῦ, καὶ δεσμευθήσῃ, καὶ τὴν ἐσχάτην δώσεις δίκην. Ἂν δὲ φύγῃς τὴν ἐκεῖ μάχην, δύο καρπώσῃ καλά· καὶ τὸ μηδὲν παθεῖν ἀηδὲς, καὶ τὸ σὸν γενέσθαι τὸ κατόρθωμα λοιπὸν, καὶ μηκέτι τῆς ἐκείνου βίας. Εἰ δὲ οὐ βούλει πεισθῆναι τοῖς λεγομένοις, οὐκ ἐκεῖνον ἀδικεῖς τοσοῦτον, ὅσον σαυτόν.

Ὅρα δὲ καὶ ἐνταῦθα πῶς αὐτὸν ἐπείγει· εἰπὼν γὰρ, Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου, ἐπήγαγε, Ταχύ· καὶ οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ καὶ ταύτης τῆς ταχυτῆτος ἑτέραν ἐζήτησεν ἐπίτασιν, εἰπών· Ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ᾽ αὐτοῦ· διὰ τούτων ὠθῶν αὐτὸν καὶ κατεπείγων μετὰ πολλῆς τῆς σφοδρότητος.

Οὐδὲν γὰρ οὕτω τὸν βίον ἀνατρέπει τὸν ἡμέτερον, ὡς τὸ μέλλειν καὶ ἀναβάλλεσθαι ἐν τῇ τῶν ἀγαθῶν ἐργασίᾳ. Πολλάκις γοῦν τοῦτο καὶ ἐκπεσεῖν ἡμᾶς τοῦ παντὸς ἐποίησεν. Ὥσπερ οὖν καὶ ὁ Παῦλός φησιν· Πρὶν ἢ τὸν ἥλιον δῦναι, λῦσον τὴν ἔχθραν· καὶ ἐν τοῖς ἔμπροσθεν αὐτός· Πρὶν ἢ τὴν προσφορὰν ἀπαρτισθῆναι, καταλλάγηθι· οὕτω καὶ ἐνταῦθά φησι· Ταχὺ, ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ᾽ αὐτοῦ· πρὶν ἐπὶ τὰς θύρας ἐλθεῖν τοῦ δικαστηρίου, πρὶν ἢ τῷ βήματι παραστῆναι, καὶ γενέσθαι λοιπὸν ὑπὸ τῇ τοῦ δικάζοντος ἐξουσίᾳ. Πρὸ μὲν γὰρ τῆς εἰσόδου, σὺ κύριος εἶ τοῦ παντός· ἐὰν δὲ ἐπιβῇς ἐκείνων τῶν προθύρων, οὐδὲ σφόδρα σπουδάζων δυνήσῃ τὰ καθ᾽ ἑαυτὸν ὡς βούλει διαθεῖναι, ὑπὸ τὴν ἑτέρου γενόμενος ἀνάγκην.

Τί δέ ἐστιν, εὐνοεῖν; Ἢ τοῦτό φησιν, ὅτι Καταδέχου μᾶλλον ἀδικεῖσθαι· ἢ Οὕτω δίκασον τῇ δίκῃ, ὡσανεὶ τὴν ἐκείνου τάξιν ἔχων· ἵνα μὴ τῇ φιλαυτίᾳ τὸ δίκαιον διαφθείρῃς, ἀλλ᾽ ὡς περὶ οἰκείου τοῦ ἀλλοτρίου βουλευόμενος πράγματος, ἵνα ταύτην ἐξενέγκῃς τὴν ψῆφον. Εἰ δὲ μέγα τοῦτο, μὴ θαυμάσῃς. Διὰ γὰρ τοῦτο πάντας ἐκείνους ἔθηκε τοὺς μακαρισμοὺς, ἵνα προλεάνας καὶ προπαρασκευάσας τοῦ ἀκροατοῦ τὴν ψυχὴν, ἐπιτηδειοτέραν ἐργάσηται πρὸς τὴν ὑποδοχὴν τῆς νομοθεσίας ταύτης ἁπάσης.

ιαʹ. Τινὲς μὲν οὖν τὸν διάβολον αὐτὸν αἰνίττεσθαί φασι τῇ τοῦ ἀντιδίκου προσηγορίᾳ, καὶ κελεύειν μηδὲν ἔχειν τῶν ἐκείνου· τοῦτο γὰρ εἶναι τὸ εὐνοεῖν αὐτῷ· ὡς οὐκ ἐνὸν διαλύσασθαι μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν, τῆς ἀπαραιτήτου λοιπὸν ἡμᾶς ἐκδεχομένης κολάσεως. Ἐμοὶ δὲ περὶ τῶν ἐνταῦθα δοκεῖ λέγειν δικαστῶν, καὶ τῆς ἐπὶ τὸ δικαστήριον ὁδοῦ, καὶ τοῦ δεσμωτηρίου τούτου.

Ἐπειδὴ γὰρ ἀπὸ τῶν ὑψηλοτέρων ἐνέτρεψε καὶ τῶν μελλόντων, καὶ ἀπὸ τῶν ἐν τῷ παρόντι βίῳ φοβεῖ. Ὅπερ οὖν καὶ ὁ Παῦλος ἐργάζεται, ἀπό τε τῶν μελλόντων, ἀπό τε τῶν παρόντων ἐνάγων τὸν ἀκροατήν. Οἷον ὡς ὅταν ἀπάγων κακίας, τὸν ἄρχοντα ὁπλιζόμενον δεικνύῃ τῷ πονηρευομένῳ, οὕτω λέγων· Ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ· Θεοῦ γὰρ διάκονός ἐστι. Καὶ πάλιν ὑποτάσσεσθαι κελεύων αὐτῷ, οὐ τὸν τοῦ Θεοῦ φόβον τίθησι μόνον, ἀλλὰ καὶ τὴν ἀπειλὴν τὴν ἐκείνου καὶ τὴν κηδεμονίαν· Ἀνάγκη γὰρ ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν.

Τοὺς γὰρ ἀλογωτέρους, ὅπερ ἔφθην εἰπὼν, ταῦτα μᾶλλον εἴωθε διορθοῦν, τὰ φαινόμενα καὶ παρὰ πόδας. Διὸ καὶ ὁ Χριστὸς οὐ γεέννης μόνον ἐμνημόνευσεν, ἀλλὰ καὶ δικαστηρίου, καὶ ἀπαγωγῆς, καὶ δεσμωτηρίου, καὶ τῆς ἐκεῖ ταλαιπωρίας ἁπάσης, διὰ πάντων τούτων τὰς ῥίζας ἀναιρῶν τοῦ φόνου. Ὁ γὰρ μήτε λοιδορούμενος, μήτε δικαζόμενος, μήτε ἔχθραν ἐκτείνων, πῶς φονεύσει ποτέ; Ὥστε κἀντεῦθεν δῆλον, ὅτι ἐν τῷ τοῦ πλησίον συμφέροντι τὸ ἡμέτερον κεῖται συμφέρον. Ὁ γὰρ τῷ ἀντιδίκῳ εὐνοῶν, πολλῷ μεῖζον ἑαυτὸν ὠφελήσει, δικαστηρίων καὶ δεσμωτηρίων καὶ τῆς ἐκεῖ ταλαιπωρίας ἑαυτὸν ἀπαλλάττων. Πειθώμεθα τοίνυν τοῖς λεγομένοις, καὶ μὴ ἀντιτείνωμεν, μηδὲ ἀντιφιλονεικῶμεν· μάλιστα μὲν γὰρ καὶ πρὸ τῶν ἐπάθλων ἐν ἑαυτοῖς ἔχει τὴν ἡδονὴν καὶ τὴν ὠφέλειαν τὰ ἐπιτάγματα ταῦτα. Εἰ δὲ τοῖς πολλοῖς ἐπαχθῆ εἶναι δοκεῖ, καὶ πολὺν παρέχειν τὸν πόνον, ἐννόησον ὅτι διὰ τὸν Χριστὸν ταῦτα ποιεῖς, καὶ τὸ λυπηρὸν ἔσται ἡδύ. Ἐὰν γὰρ τὸν λογισμὸν τοῦτον ἔχωμεν διαπαντὸς, οὐδενὸς πειρασόμεθα φορτικοῦ, ἀλλὰ πολλὴν πάντοθεν καρπωσόμεθα τὴν ἡδονήν.

Ὁ γὰρ πόνος οὐκέτι πόνος φανεῖται, ἀλλ᾽ ὅσῳπερ ἂν ἐπιτείνηται, τοσούτῳ γλυκύτερος καὶ ἡδίων γίνεται. Ὅταν τοίνυν ἐπιμένῃ ἡ συνήθειά σε τῶν κακῶν γοητεύουσα, καὶ ἡ τῶν χρημάτων ἐπιθυμία, ἀντιστράτευσον αὐτῇ τὸν λογισμὸν ἐκεῖνον τὸν λέγοντα, ὅτι πολὺν ληψόμεθα τὸν μισθὸν, τῆς προσκαίρου καταφρονήσαντες ἡδονῆς· καὶ εἰπὲ πρὸς τὴν ψυχήν· Πάνυ ἀθυμεῖς, ὅτι σε ἡδονῆς ἀποστερῶ; ἀλλ᾽ εὐφραίνου, ὅτι σοι τὸν οὐρανὸν προξενῶ. Οὐ δι᾽ ἄνθρωπον ποιεῖς, ἀλλὰ διὰ τὸν Θεόν. Ἀνάσχου τοίνυν μικρὸν, καὶ ὄψει τὸ κέρδος ἡλίκον· καρτέρησον κατὰ τὸν παρόντα βίον, καὶ λήψῃ παῤῥησίαν ἄφατον. Ἂν γὰρ τοιαῦτα αὐτῇ διαλεγώμεθα, καὶ μὴ μόνον τὸ φορτικὸν ἐννοῶμεν τῆς ἀρετῆς, ἀλλὰ καὶ τὸν ἐξ αὐτῆς λογιζώμεθα στέφανον, ταχέως αὐτὴν κακίας ἀποστήσομεν ἁπάσης. Εἰ γὰρ ὁ διάβολος, δεικνὺς τὸ μὲν ἡδὺ πρόσκαιρον, τὸ δὲ ὀδυνηρὸν διηνεκὲς, ὅμως ἰσχύει καὶ περιγίνεται· ὅταν ἀντιστρόφως παρ᾽ ἡμῖν ταῦτα γένηται, τὸ μὲν ἐπίπονον, πρόσκαιρον, τὸ δὲ ἡδὺ καὶ χρήσιμον, ἀθάνατον, τίς ἡμῖν ἔσται λόγος μὴ μετιοῦσιν ἀρετὴν μετὰ τοσαύτην παραμυθίαν; Ἀρκεῖ γὰρ ἡμῖν ἀντὶ πάντων ἡ τῶν πόνων ὑπόθεσις, καὶ τὸ πεπεῖσθαι σαφῶς ὅτι διὰ τὸν Θεὸν ὑπομένομεν ταῦτα πάντα.

Εἰ γὰρ τὸν βασιλέα ἔχων τις ὀφειλέτην, ἀρκοῦσαν εἰς πάντα νομίζει τὸν βίον ἀσφάλειαν ἔχειν· ἐννόησον ἡλίκος ἔσται ὁ τὸν φιλάνθρωπον καὶ ἀεὶ ζῶντα Θεὸν καὶ μικρῶν καὶ μεγάλων κατορθωμάτων χρεώστην ἑαυτῷ καταστήσας.

Μὴ τοίνυν προβάλλου μοι πόνους καὶ ἱδρῶτας· οὐδὲ γὰρ τῇ τῶν μελλόντων ἐλπίδι μόνον, ἀλλὰ καὶ ἑτέρῳ τρόπῳ κούφην τὴν ἀρετὴν ἐποίησεν ὁ Θεὸς, συνεφαπτόμενος ἡμῖν πανταχοῦ καὶ συναντιλαμβανόμενος. Κἂν βουληθῇς μόνον ὀλίγην εἰσενεγκεῖν προθυμίαν, τὰ ἄλλα πάντα ἕπεται. Διὰ γὰρ τοῦτο βούλεται καὶ σὲ μικρὰ πονεῖν, ἵνα καὶ σὴ ἡ νίκη γένηται.

Καὶ καθάπερ βασιλεὺς βούλεται μὲν τὸν ἑαυτοῦ παῖδα παρεῖναι ἐπὶ τῆς παρατάξεως, καὶ φαίνεσθαι, ὥστε αὐτῷ λογισθῆναι τὸ τρόπαιον, τὸ δὲ πᾶν αὐτὸς ἀνύει· οὕτω καὶ ὁ Θεὸς ἐν τῷ πολέμῳ τῷ κατὰ τοῦ διαβόλου ποιεῖ. Ἓν γὰρ ἀπαιτεῖ παρὰ σοῦ μόνον, ὥστε ἔχθραν πρὸς ἐκεῖνον ἐπιδείξασθαι γνησίαν· κἂν ταῦτα αὐτῷ παράσχῃς, αὐτὸς πάντα ἀνύει τὸν πόλεμον.

Κἂν ὀργὴ φλέγῃ, κἂν χρημάτων ἐπιθυμία, κἂν ὁτιοῦν ἕτερον πάθος τυραννικὸν, παραγίνεται ταχέως, ἂν ἴδῃ σε μόνον πρὸς αὐτὸν ἀποδυόμενον καὶ παρεσκευασμένον, καὶ ῥᾴδια πάντα ποιεῖ, καὶ ἀνώτερον ἵστησι τῆς φλογὸς, καθάπερ τοὺς παῖδας τότε ἐκείνους ἐπὶ τῆς Βαβυλωνίας καμίνου· καὶ γὰρ ἐκεῖνοι πλέον οὐδὲν τῆς γνώμης εἰσήνεγκαν. Ἵν᾽ οὖν καὶ ἡμεῖς πᾶσαν κάμινον ἡδονῆς ἀτάκτου καταλύσαντες ἐνταῦθα, τὴν ἐκεῖ διαφύγωμεν γέενναν, ταῦτα καθ᾽ ἑκάστην ἡμέραν καὶ βουλευώμεθα καὶ μεριμνῶμεν καὶ πράττωμεν, τῇ τε περὶ τὰ ἀγαθὰ προθέσει καὶ ταῖς πυκναῖς εὐχαῖς τοῦ Θεοῦ τὴν εὔνοιαν ἐπισπώμενοι. Οὕτω γὰρ καὶ τὰ δοκοῦντα ἀφόρητα εἶναι νῦν, ῥᾷστα ἔσται καὶ κοῦφα καὶ ἐπέραστα. Ἕως μὲν γὰρ ἂν ἐν τοῖς πάθεσιν ὦμεν, τραχεῖαν καὶ δύσκολον καὶ ἀνάντη τὴν ἀρετὴν εἶναι νομίζομεν, τὴν δὲ κακίαν ποθεινὴν καὶ ἡδίστην· ἂν δὲ μικρὸν ἀποστῶμεν τούτων, τότε κἀκείνη φανεῖται βδελυρὰ καὶ δυσειδὴς, καὶ αὕτη ῥᾳδία καὶ εὔκολος καὶ ποθεινή. Καὶ ταῦτα ἐκ τῶν κατωρθωκότων ἔστι σαφῶς μαθεῖν. Ἄκουσον γοῦν πῶς ὁ Παῦλος ἐκεῖνα μὲν καὶ μετὰ τὴν ἀπαλλαγὴν αἰσχύνεται λέγων· Τίνα γὰρ καρπὸν εἴχετε τότε, ἐφ᾽ οἷς νῦν ἐπαισχύνεσθε;

ταύτην δὲ καὶ μετὰ τὸν πόνον κούφην εἶναί φησι, τὸ ἐπίπονον τῆς θλίψεως παραυτίκα καὶ ἐλαφρὸν καλῶν, καὶ χαίρων ἐν τοῖς παθήμασι, καὶ ἀγαλλόμενος ἐν ταῖς θλίψεσι, καὶ μέγα φρονῶν ἐπὶ τοῖς στίγμασι τοῖς διὰ Χριστόν. Ἵν᾽ οὖν καὶ ἡμεῖς ἐν ταύτῃ καταστῶμεν τῇ ἕξει, τοῖς εἰρημένοις καθ᾽ ἑκάστην ἡμέραν ἑαυτοὺς ῥυθμίζοντες, καὶ τῶν ὄπισθεν ἐπιλανθανόμενοι, πρὸς δὲ τὰ ἔμπροσθεν ἐπεκτεινόμενοι, διώκωμεν ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΖʹ. Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέπων γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. αʹ. Ἀπαρτίσας τοίνυν τὴν προτέραν ἐντολὴν, καὶ εἰς ἄκρον φιλοσοφίας αὐτὴν ἐκτείνας, ὁδῷ καὶ τάξει προβαίνων λοιπὸν πρόεισιν ἐπὶ τὴν δευτέραν, κἀνταῦθα τῷ νόμῳ πειθόμενος. Καὶ μὴν οὐ δευτέρα αὕτη, φησὶν, ἀλλὰ τρίτη. Οὐ γὰρ προτέρα ἐστὶν, Οὐ φονεύσεις, ἀλλὰ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι. Διὸ καὶ ζητῆσαι ἄξιον, τίνος ἕνεκεν οὐκ ἐκεῖθεν ἤρξατο. Τίνος οὖν ἕνεκεν; Ὅτι ἀρχόμενον ἐκεῖθεν, ἔδει καὶ αὐτὴν αὐξῆσαι, καὶ ἑαυτὸν συνεισαγαγεῖν.

Οὔπω δὲ καιρὸς ἦν περὶ ἑαυτοῦ διδάσκειν τι τοιοῦτον. Ἄλλως δὲ καὶ τὸν ἠθικὸν τέως ἐγύμναζε λόγον, ἐντεῦθεν βουλόμενος πρῶτον καὶ ἐκ τῶν θαυμάτων πεῖσαι τοὺς ἀκούοντας, ὅτι Υἱὸς ἦν τοῦ Θεοῦ. Τὸ μὲν οὖν εὐθέως, πρὶν ἤ τι φθέγξασθαι καὶ ποιῆσαι, λέγειν· Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Ἐγὼ Κύριος ὁ Θεός σου, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν ἄλλος· ἐγὼ δὲ λέγω ὑμῖν, καὶ ἐμὲ προσκυνεῖν, ὡς ἐκεῖνον· ἐποίει πάντας ὡς μαινομένῳ προσέχειν αὐτῷ. Εἰ γὰρ καὶ μετὰ τὴν διδασκαλίαν καὶ τὰ τοσαῦτα σημεῖα, οὐδέπω φανερῶς αὐτοῦ τοῦτο λέγοντος, δαιμονῶντα ἐκάλουν· εἰ πρὸ τούτων ἁπάντων ἐπεχείρησέ τι τοιοῦτον εἰπεῖν, τί οὐκ ἂν εἶπον; τί οὐκ ἂν ἐνενόησαν;

Τῷ δὲ ἐν καιρῷ τῷ προσήκοντι τὴν περὶ τούτων τηρῆσαι διδασκαλίαν, εὐπαράδεκτον ἐποίει τοῖς πολλοῖς γενέσθαι τὸ δόγμα. Διόπερ νῦν μὲν αὐτὸ παρέδραμεν, ἀπὸ δὲ τῶν σημείων αὐτὸ πανταχοῦ κατασκευάσας, καὶ τῆς ἀρίστης διδασκαλίας, ὕστερον αὐτὸ καὶ διὰ ῥημάτων ἐξεκάλυψε. Νῦν μέντοι τῇ τῶν σημείων ἐπιδείξει, καὶ αὐτῷ τῆς διδασκαλίας τῷ τρόπῳ, κατὰ μικρὸν καὶ ἠρέμα αὐτὸ παρανοίγνυσι.

Τὸ γὰρ μετ᾽ ἐξουσίας τὰ τοιαῦτα νομοθετεῖν καὶ διορθοῦν, τὸν προσέχοντα καὶ νοῦν ἔχοντα ἀνῆγε κατὰ μικρὸν εἰς τὸν τοῦ δόγματος λόγον. Ἐξεπλήττοντο γὰρ αὐτὸν, φησὶν, ὅτι οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν ἐδίδασκεν. Ἀρξάμενος γὰρ ἀπὸ τῶν γενικωτάτων ἐν ἡμῖν παθῶν, θυμοῦ λέγω καὶ ἐπιθυμίας (ταῦτα γάρ ἐστι μάλιστα τὰ τυραννοῦντα ἐν ἡμῖν, καὶ τῶν ἄλλων ὄντα φυσικώτερα), μετὰ πολλῆς τῆς αὐθεντίας, καὶ ὅσης νομοθέτῃ προσῆκον ἦν, διώρθωσέ τε αὐτὰ, καὶ μετὰ πάσης ἐκόσμησε τῆς ἀκριβείας.

Οὐδὲ γὰρ εἶπεν, ὅτι ὁ μοιχὸς κολάζεται μόνον, ἀλλ᾽ ὅπερ ἐποίησεν ἐπὶ τοῦ φονεύοντος, τοῦτο καὶ ἐνταῦθα ποιεῖ, καὶ τὴν ἀκόλαστον ὄψιν κολάζων, ἵνα μάθῃς τὸ πλέον τῶν γραμματέων ποῦ τίθεται. Διόπερ φησίν· Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτήν· τουτέστιν, ὁ ποιούμενος ἔργον τὰ λαμπρὰ σώματα περιεργάζεσθαι, καὶ τὰς εὐμόρφους ὄψεις θηρᾷν, καὶ ἑστιᾷν τῇ θέᾳ τὴν ψυχὴν, καὶ προσηλοῦν τὰ ὄμματα τοῖς καλοῖς προσώποις. Οὐ γὰρ τὸ σῶμα ἦλθεν ἀπαλλάξαι τῶν πονηρῶν πράξεων μόνον, ἀλλὰ καὶ τὴν ψυχὴν πρὸ ἐκείνου. Ἐπειδὴ γὰρ ἐν τῇ καρδίᾳ τὴν τοῦ Πνεύματος δεχόμεθα χάριν, αὐτὴν ἐκκαθαίρει πρώτην. Καὶ πῶς δυνατὸν ἐπιθυμίας, φησὶν, ἀπηλλάχθαι;

Μάλιστα μὲν, εἰ βουληθείημεν, δυνατὸν καὶ ταύτην νεκρωθῆναι, καὶ ἀνενέργητον μένειν. Ἄλλως δὲ ἐνταῦθα οὐχ ἁπλῶς τὴν ἐπιθυμίαν ἀναιρεῖ, ἀλλὰ τὴν ἐκ τῆς ὄψεως ἐγγινομένην ἐπιθυμίαν. Ὁ γὰρ σπουδάζων ὁρᾷν τὰς εὐμόρφους ὄψεις, αὐτὸς μάλιστα τὴν κάμινον ἀνάπτει τοῦ πάθους, καὶ τὴν ψυχὴν αἰχμάλωτον ποιεῖ, καὶ ταχέως καὶ ἐπὶ τὴν πρᾶξιν ἔρχεται.

Διὰ δὴ τοῦτο οὐκ εἶπεν, Ὃς ἂν ἐπιθυμήσῃ πρὸς τὸ μοιχεῦσαι, ἀλλ᾽, Ὃς ἂν ἴδῃ πρὸς τὸ ἐπιθυμῆσαι. Καὶ ἐπὶ μὲν τῆς ὀργῆς διορισμόν τινα τέθεικεν, εἰπὼν τὸ, εἰκῆ καὶ μάτην· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ καθάπαξ τὴν ἐπιθυμίαν ἀνεῖλε· καίτοιγε ἀμφότερα ἔμφυτα, καὶ χρησίμως ἡμῖν ἀμφότερα ἔγκειται, καὶ ὀργὴ, καὶ ἐπιθυμία· ἡ μὲν, ἵνα τοὺς πονηροὺς κολάζωμεν, καὶ τοὺς ἀκοσμοῦντας διορθῶμεν· ἡ δὲ, ἵνα παιδοποιῶμεν, καὶ τὸ γένος ἡμῖν συγκροτῆται ταῖς τοιαύταις διαδοχαῖς.

βʹ. Τίνος οὖν ἕνεκεν οὐκ ἔθηκε διορισμὸν καὶ ἐνταῦθα; Μέγιστον μὲν οὖν, ἐὰν προσέχῃς, ὄψει καὶ ἐνταῦθα διορισμὸν ἐγκείμενον. Οὐ γὰρ ἁπλῶς εἶπεν, Ὃς ἂν ἐπιθυμήσῃ· ἐπεὶ ἔστι καὶ ἐν ὄρεσι καθήμενον ἐπιθυμεῖν· ἀλλ᾽, Ὃς ἂν ἐμβλέψῃ πρὸς τὸ ἐπιθυμῆσαι· τουτέστιν, ὁ ἑαυτῷ τὴν ἐπιθυμίαν συλλέγων, ὁ μηδενὸς ἀναγκάζοντος τὸ θηρίον ἐπεισάγων ἠρεμοῦντι τῷ λογισμῷ. Τοῦτο γὰρ οὐκέτι τῆς φύσεως γίνεται, ἀλλὰ τῆς ῥᾳθυμίας. Τοῦτο καὶ ἡ Παλαιὰ διορθοῦται ἄνωθεν λέγουσα· Μὴ καταμάνθανε κάλλος ἀλλότριον.

Εἶτα, ἵνα μή τις λέγῃ· Τί οὖν, ἐὰν καταμάθω, καὶ μὴ ἁλῶ; κολάζει τὴν ὄψιν, ἵνα μὴ τῇ ἀδείᾳ ταύτῃ θαῤῥῶν, καταπέσῃς ποτὲ εἰς τὸ ἁμαρτάνειν. Τί οὖν, ἐὰν ἴδω, φησὶ, καὶ ἐπιθυμήσω μὲν, μηδὲν δὲ πράξω πονηρόν; Καὶ οὕτω μετὰ τῶν μοιχῶν ἕστηκας. Ἀπεφήνατο γὰρ ὁ νομοθέτης, καὶ οὐδὲν δεῖ περιεργάζεσθαι πλέον. Ἅπαξ μὲν γὰρ καὶ δὶς καὶ τρὶς οὕτως ἰδὼν, ἴσως δυνήσῃ κρατεῖν· ἂν δὲ συνεχῶς τοῦτο ποιῇς, καὶ ἀνάπτῃς τὴν κάμινον, ἁλώσῃ πάντως· οὐ γὰρ ἔξω τῆς ἀνθρωπίνης ἕστηκας φύσεως.

Ὥσπερ οὖν ἡμεῖς, ἐὰν ἴδωμεν παιδίον μάχαιραν κατέχον, κἂν μὴ πληγὲν ἴδωμεν, μαστιγοῦμεν καὶ ἀπαγορεύομεν αὐτῷ μηδέποτε αὐτὴν κατασχεῖν· οὕτω καὶ ὁ Θεὸς τὴν ἀκόλαστον ὄψιν καὶ πρὸ τῆς πράξεως ἀναιρεῖ, μήποτε καὶ εἰς πρᾶξιν ἐμπέσῃ.

Ὁ γὰρ τὴν φλόγα ἀνάψας ἅπαξ, καὶ ἀπούσης τῆς ὀφθείσης γυναικὸς, πλάττει παρ᾽ ἑαυτῷ διηνεκῶς εἴδωλα πραγμάτων αἰσχρῶν, καὶ ἀπ᾽ αὐτῶν πολλάκις καὶ ἐπὶ τὸ ἔργον πρόεισι. Διὰ τοῦτο καὶ τὴν διὰ τῆς καρδίας συμπλοκὴν ὁ Χριστὸς ἀναιρεῖ. Τί τοίνυν εἴποιεν ἂν οἱ τὰς συνοίκους ἔχοντες παρθένους;

Ἀπὸ γὰρ τῆς τοῦ νόμου θέσεως μυρίων ἂν εἶεν μοιχειῶν ὑπεύθυνοι, καθ᾽ ἑκάστην ἡμέραν μετὰ ἐπιθυμίας ὁρῶντες αὐτάς. Διὰ τοῦτο καὶ ὁ μακάριος Ἰὼβ τοῦτον ἐξ ἀρχῆς ἐτίθει τὸν νόμον, ἀποτειχίζων ἑαυτῷ πανταχοῦ τὴν τοιαύτην θεωρίαν. Καὶ γὰρ μείζων ὁ ἀγὼν μετὰ τὸ ἰδεῖν, καὶ μὴ ἀπολαῦσαι τῆς ἐρωμένης· καὶ οὐ τοσαύτην ἀπὸ τῆς ὄψεως καρπούμεθα τὴν ἡδονὴν, ὅσην ἀπὸ τοῦ τὴν ἐπιθυμίαν αὐξῆσαι ταύτην ὑπομένομεν τὴν λύμην, ἰσχυρὸν ποιοῦντες τὸν ἀνταγωνιστὴν, καὶ πλείονα διδόντες τὴν εὐρυχωρίαν τῷ διαβόλῳ, καὶ οὐκέτι ἰσχύοντες αὐτὸν ἀποκρούσασθαι, ὅταν εἰς τὰ ἐνδότατα εἰσαγάγωμεν, καὶ ἀναπετάσωμεν αὐτῷ τὴν διάνοιαν. Διὰ τοῦτό φησι· Μὴ μοιχεύσῃς τοῖς ὀφθαλμοῖς, καὶ οὐ μοιχεύσεις τῇ διανοίᾳ. Ἔστι γὰρ καὶ ἄλλως ἰδεῖν, ὡς οἱ σώφρονες βλέπουσι. Διὰ τοῦτο οὐχ ἁπλῶς τὴν ὄψιν ἀνεῖλεν, ἀλλὰ τὴν μετὰ ἐπιθυμίας ὄψιν. Εἰ δὲ μὴ τοῦτο ἐβούλετο, εἶπεν ἂν, Ὁ βλέπων γυναῖκα ἁπλῶς· νῦν δὲ οὐχ οὕτως εἶπεν, ἀλλ᾽, Ὁ βλέπων πρὸς τὸ ἐπιθυμῆσαι, ὁ βλέπων ὥστε τέρψαι τὴν ὄψιν. Οὐδὲ γὰρ εἰς τοῦτό σοι τοὺς ὀφθαλμοὺς ἐποίησεν ὁ Θεὸς, ἵνα διὰ τούτων μοιχείαν εἰσαγάγῃς, ἀλλ᾽ ἵνα αὐτοῦ τὰ κτίσματα βλέπων, θαυμάζῃς τὸν Δημιουργόν. Ὥσπερ οὖν ἔστιν εἰκῆ ὀργίζεσθαι, οὕτως ἔστιν εἰκῆ ὁρᾷν, ὅταν πρὸς ἐπιθυμίαν τοῦτο ποιῇς. Εἰ γὰρ βούλει ὁρᾷν καὶ τέρπεσθαι, ὅρα τὴν σαυτοῦ γυναῖκα, καὶ ταύτης ἔρα διηνεκῶς· οὐδεὶς κωλύει νόμος.

Εἰ δὲ τὰ ἀλλότρια μέλλεις περιεργάζεσθαι κάλλη, κἀκείνην ἀδικεῖς ἀλλαχοῦ μετεωρίζων τοὺς ὀφθαλμοὺς, καὶ ταύτην ἣν εἶδες, ἁπτόμενος αὐτῆς παρανόμως. Εἰ γὰρ καὶ μὴ ἥψω τῇ χειρὶ, ἀλλ᾽ ἐψηλάφησας τοῖς ὀφθαλμοῖς· διὰ τοῦτο καὶ τοῦτο μοιχεία νενόμισται, καὶ πρὸ τῆς κολάσεως ἐκείνης κόλασιν οὐ τὴν τυχοῦσαν ἐπάγει. Καὶ γὰρ θορύβου καὶ ταραχῆς πάντα τὰ ἔνδον πληροῦται, καὶ πολλὴ μὲν ἡ ζάλη, χαλεπωτάτη δὲ ἡ ὀδύνη, καὶ τῶν αἰχμαλώτων καὶ δεδεμένων οὐδὲν ἄμεινον ὁ ταῦτα παθὼν διακείσεται.

Καὶ ἡ μὲν τὸ βέλος ἀφεῖσα πολλάκις ἀπέπτη· ἡ δὲ πληγὴ καὶ οὕτω μένει. Μᾶλλον δὲ οὐκ ἐκείνη τὸ βέλος ἀφῆκεν, ἀλλὰ σὺ καιρίαν ἔδωκας ἑαυτῷ τὴν πληγὴν, ἀκολάστως ἰδών. Καὶ ταῦτα λέγω, τὰς σωφρονούσας ἀπαλλάττων τῆς κατηγορίας, Ὡς εἴγε τις καλλωπίζοιτο, καὶ καλοίη πρὸς ἑαυτὴν τοὺς τῶν ἀπαντώντων ὀφθαλμοὺς, κἂν μὴ πλήξῃ τὸν ἐντυγχάνοντα, δίκην δίδωσι τὴν ἐσχάτην. Τὸ γὰρ φάρμακον ἐκέρασε, καὶ τὸ κώνειον κατεσκεύασεν, εἰ καὶ μὴ τὴν κύλικα προσήγαγε· μᾶλλον δὲ καὶ τὴν κύλικα προσήγαγεν, εἰ καὶ μηδεὶς ὁ πίνων εὑρέθη.

Τί οὖν οὐχὶ καὶ πρὸς αὐτὰς διαλέγεται; φησίν. Ὅτι κοινοὺς τοὺς νόμους πανταχοῦ τίθησι, κἂν πρὸς τοὺς ἄνδρας ἀποτείνεσθαι δοκῇ μόνους· τῇ γὰρ κεφαλῇ διαλεγόμενος, κοινὴν καὶ πρὸς τὸ σῶμα ἅπαν ποιεῖται τὴν παραίνεσιν. Γυναῖκα γὰρ καὶ ἄνδρα ἓν οἶδε ζῶον, καὶ οὐδαμοῦ διαιρεῖ τὸ γένος.

γʹ. Εἰ δὲ καὶ ἰδίως ἀκοῦσαι βούλει τῆς κατ᾽ αὐτῶν ἐπιπλήξεως, ἄκουσον τοῦ Ἡσαΐου λέγοντος πολλὰ πρὸς αὐτὰς ἀποτεινομένου, καὶ κωμῳδοῦντος αὐτῶν τὸ σχῆμα, τὸ βλέμμα, τὴν βάδισιν, τοὺς συρομένους χιτῶνας, τοὺς παίζοντας πόδας, τοὺς διακλωμένους τραχήλους. Ἄκουσον μετ᾽ ἐκείνου καὶ τοῦ μακαρίου Παύλου πολλοὺς αὐταῖς τιθέντος νόμους, καὶ ὑπὲρ τριχῶν πλοκῆς, καὶ ὑπὲρ σπατάλης, καὶ ὑπὲρ τῶν ἄλλων τῶν τοιούτων σφοδρῶς ἐπιτιμῶντος τῷ γένει τούτῳ. Καὶ ὁ Χριστὸς δὲ διὰ τῶν ἑξῆς αἰνιγματωδῶς αὐτὸ τοῦτο ἐνέφηνεν· ὅταν γὰρ λέγῃ, Ἔξελε καὶ ἔκκοψον τὸν σκανδαλίζοντα, τὴν πρὸς ἐκείνας ὀργὴν ἐνδεικνύμενός φησι. Διὰ τοῦτο καὶ ἐπήγαγεν· Ἐὰν ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζῃ σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ. Ἵνα γὰρ μὴ λέγῃς· Τί οὖν, ἐὰν συγγενὴς ᾖ; τί οὖν, ἐὰν ἄλλως μοι προσήκῃ; διὰ τοῦτο ταῦτα προσέταξεν, οὐ περὶ μελῶν διαλεγόμενος, ἄπαγε· οὐδαμοῦ γὰρ τῆς σαρκὸς τὰ ἐγκλήματα εἶναί φησιν, ἀλλὰ πανταχοῦ τῆς γνώμης τῆς πονηρᾶς ἡ κατηγορία. Οὐ γὰρ ὁ ὀφθαλμός ἐστιν ὁ ὁρῶν, ἀλλ᾽ ὁ νοῦς καὶ ὁ λογισμός. Πολλάκις γοῦν ἀλλαχοῦ τετραμμένων ἡμῶν ὁ ὀφθαλμὸς τοὺς παρόντας οὐ βλέπει· ὥστε οὐκ ἔστιν αὐτοῦ τῆς ἐνεργείας τὸ πᾶν. Εἰ γὰρ περὶ μελῶν ἔλεγεν, οὐκ ἂν περὶ ἑνὸς εἶπεν ὀφθαλμοῦ, οὐδ᾽ ἂν τοῦ δεξιοῦ μόνον, ἀλλὰ περὶ ἀμφοτέρων.

Ὁ γὰρ ὑπὸ τοῦ δεξιοῦ σκανδαλιζόμενος, εὔδηλον ὅτι καὶ ὑπὸ τοῦ ἀριστεροῦ τὸ αὐτὸ τοῦτο πείσεται.

Τίνος οὖν ἕνεκεν τὸν δεξιὸν ἔθηκε, καὶ τὴν χεῖρα προσέθηκεν; Ἵνα μάθῃς ὅτι οὐ περὶ μελῶν ὁ λόγος, ἀλλὰ περὶ τῶν οἰκείως πρὸς ἡμᾶς ἐχόντων. Ἂν γάρ τινα οὕτω φιλῇς, φησὶν, ὡς ἐν χώρᾳ δεξιοῦ ὀφθαλμοῦ, ἢ οὕτω χρήσιμον εἶναι νομίσῃς, ὡς ἐν τάξει ἔχειν χειρὸς, καὶ βλάπτῃ σου τὴν ψυχὴν, καὶ τούτους ἀπότεμε. Καὶ ὅρα τὴν ἔμφασιν. Οὐ γὰρ εἶπεν, Ἀπόστηθι· ἀλλὰ τὸν πολὺν χωρισμὸν ἐμφαίνων, Ἔξελε, φησὶ, καὶ βάλε ἀπὸ σοῦ. Εἶτα ἐπειδὴ ἀποτόμως ἐκέλευσε, δείκνυσι καὶ τὸ κέρδος ἑκατέρωθεν, ἀπό τε τῶν ἀγαθῶν, ἀπό τε τῶν κακῶν ἐπιμένων τῇ μεταφορᾷ· Συμφέρει γάρ σοι, φησὶν, ἵνα ἀπόληται ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν. Ὅταν μήτε ἑαυτὸν διασώζῃ, καὶ σὲ προσαπολλύῃ, ποία φιλανθρωπία ἀμφοτέρους καταποντίζεσθαι, ἐξὸν χωρισθέντων κἂν ἕνα σωθῆναι; Τί οὖν ὁ Παῦλος εἵλετο, φησὶν, ἀνάθεμα γενέσθαι; Οὐχ ὥστε μηδὲν κερδᾶναι, ἀλλ᾽ ὥστε ἑτέρους σωθῆναι. Ἐνταῦθα δὲ ἀμφοτέρων ἡ βλάβη γίνεται· διόπερ οὐκ εἶπεν, Ἔξελε, μόνον, ἀλλὰ καὶ, Βάλε ἀπὸ σοῦ, ὥστε μηκέτι λαμβάνειν, ἐὰν τοιοῦτος μένῃ. Οὕτω γὰρ κἀκεῖνον μείζονος ἀπαλλάξεις ἐγκλήματος, καὶ σαυτὸν ἀπωλείας ἐλευθερώσεις. Ἵνα δὲ καὶ σαφέστερον ἴδῃς τοῦ νόμου τὸ κέρδος, εἰ δοκεῖ, καὶ ἐπὶ σώματος καθ᾽ ὑπόθεσιν ἐξετάσωμεν τὸ εἰρημένον.

Εἰ γὰρ αἵρεσις προὔκειτο, καὶ ἀνάγκη ἦν ἢ τὸν ὀφθαλμὸν ἔχοντα ἐμβληθῆναι εἰς ὄρυγμα καὶ ἀπολέσθαι, ἢ ἐξελόντα τὸ λοιπὸν σῶσαι σῶμα, ἆρα οὐκ ἂν τὸ δεύτερον ἐδέξω; Παντί που δῆλόν ἐστιν. Οὐ γὰρ μισοῦντος ἦν τοῦτο τὸν ὀφθαλμὸν, ἀλλὰ τὸ λοιπὸν φιλοῦντος σῶμα. Τοῦτο δὴ καὶ ἐπ᾽ ἀνδρῶν λογίζου καὶ γυναικῶν. Εἰ γὰρ ὁ βλάπτων σε τῇ φιλίᾳ ἀνίατος μένοι, καὶ σὲ λύμης ἀπαλλάξει πάσης ἐκκοπτόμενος οὕτω, καὶ αὐτὸς τῶν μειζόνων ἀπαλλαγήσεται ἐγκλημάτων, οὐκέτι μετὰ τῶν αὐτοῦ κακῶν καὶ τῆς σῆς ἀπωλείας τὸν λόγον ὑπέχων. Εἶδες ὅσης ἡμερότητος ὁ νόμος γέμει καὶ κηδεμονίας; καὶ ἡ δοκοῦσα παρὰ τοῖς πολλοῖς ἀποτομία εἶναι, πόσην ἐνδείκνυται φιλανθρωπίαν; Ἀκουέτωσαν τούτων οἱ πρὸς τὰ θέατρα σπεύδοντες, καὶ μοιχοὺς ἑαυτοὺς καθ᾽ ἑκάστην ποιοῦντες τὴν ἡμέραν. Εἰ γὰρ τὸν οἰκειωθέντα ἐπὶ βλάβῃ ἐκκόπτειν ὁ νόμος κελεύει, τίνα ἂν ἔχοιεν ἀπολογίαν οἱ τοὺς οὐδέπω γενομένους γνωρίμους διὰ τῆς ἐκεῖ διατριβῆς καθ᾽ ἑκάστην ἐπισπώμενοι τὴν ἡμέραν, καὶ μυρίας κατασκευάζοντες ἑαυτοῖς ἀπωλείας ἀφορμάς; Οὐ γὰρ μόνον ἀκολάστως ἰδεῖν οὐ συγχωρεῖ λοιπόν· ἀλλ᾽ ἐπειδὴ τὴν ἐκ τοῦ πράγματος ἔδειξε βλάβην, καὶ ἐπιτείνει τὸν νόμον προϊὼν, ἐκκόπτειν κελεύων καὶ ἀποτέμνειν καὶ πόῤῥω που βάλλειν.

Καὶ ταῦτα ὁ μυρίους περὶ ἀγάπης κινήσας λόγους νομοθετεῖ, ἵνα ἑκατέρωθεν αὐτοῦ μάθῃς τὴν πρόνοιαν, καὶ πῶς πανταχόθεν τό σοι συμφέρον ζητεῖ. Ἐῤῥέθη δέ· Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ βιβλίον ἀποστασίου. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι· καὶ ὃς ἂν ἀπολελυμένην γαμήσῃ, μοιχᾶται.

δʹ. Οὐ πρότερον ἐπὶ τὰ ἔμπροσθεν πρόεισιν, ἕως τὰ πρότερα ἐκκαθάρῃ καλῶς. Ἰδοὺ γὰρ καὶ ἕτερον δείκνυσιν ἡμῖν μοιχείας εἶδος. Τί δὲ τοῦτό ἐστι; Νόμος ἦν κείμενος παλαιὸς, τὸν μισοῦντα τὴν γυναῖκα τὴν ἑαυτοῦ ἐξ οἱασδήποτε αἰτίας, μὴ κωλύεσθαι ἐκβάλλειν, καὶ ἑτέραν ἀντ᾽ ἐκείνης εἰσάγειν. Οὐ μὴν τοῦτο ἁπλῶς ποιεῖν ὁ νόμος ἐκέλευσεν, ἀλλὰ δόντα βιβλίον ἀποστασίου τῇ γυναικὶ, ὥστε μὴ εἶναι κυρίαν πάλιν ἐπ᾽ αὐτὸν ἐπανελθεῖν, ἵνα κἂν τὸ σχῆμα μένῃ τοῦ γάμου. Εἰ γὰρ μὴ τοῦτο ἐπέταξεν, ἀλλ᾽ ἐξῆν ἐκβάλλειν τε αὐτὴν καὶ ἑτέραν λαμβάνειν, εἶτα τὴν προτέραν ἐπανάγειν, πολλὴ ἡ σύγχυσις ἔμελλεν εἶναι, συνεχῶς τὰς ἀλλήλων λαμβανόντων ἁπάντων, καὶ μοιχεία τὸ πρᾶγμα λοιπὸν ἦν σαφής. Διόπερ οὐ μικρὰν ἐπενόησε παραμυθίαν τὸ βιβλίον τοῦ ἀποστασίου.

Ἐγένετο δὲ ταῦτα δι᾽ ἑτέραν πολλῷ μείζονα κακίαν. Εἰ γὰρ ἠνάγκασε καὶ μισουμένην κατέχειν ἔνδον, ἔσφαξεν ἂν ὁ μισῶν· τοιοῦτον γὰρ τῶν Ἰουδαίων τὸ ἔθνος. Οἱ γὰρ παίδων μὴ φειδόμενοι, καὶ προφήτας ἀναιροῦντες, καὶ ὡς ὕδωρ αἷμα ἐκχέοντες, πολλῷ μᾶλλον γυναικῶν οὐκ ἂν ἐφείσαντο. Διὰ τοῦτο τὸ ἔλαττον συνεχώρησε, τὸ μεῖζον ἐκκόπτων. Ἐπεὶ ὅτι οὐ προηγούμενος οὗτος ὁ νόμος ἦν, ἄκουσον αὐτοῦ λέγοντος· Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ταῦτα ἔγραψεν, ἵνα μὴ ἔνδον σφάττητε, ἀλλ᾽ ἔξω ἐκβάλλητε. Ἐπειδὴ δὲ αὐτὸς τὴν ὀργὴν πᾶσαν ἀνεῖλεν, οὐχὶ τὸν φόνον μόνον, ἀλλὰ καὶ τὸ ἁπλῶς θυμοῦσθαι κωλύσας, μετ᾽ εὐκολίας καὶ τοῦτον εἰσάγει τὸν νόμον. Διὰ τοῦτο καὶ τῶν προτέρων ἀεὶ ῥημάτων ἀναμιμνήσκει, ἵνα δείξῃ ὅτι οὐκ ἐναντία ἐκείνοις, ἀλλὰ συμβαίνοντα λέγει· ἐπιτείνων αὐτὰ, οὐκ ἀνατρέπων· καὶ διορθούμενος, οὐ λύων. Ὅρα δὲ αὐτὸν πανταχοῦ τῷ ἀνδρὶ διαλεγόμενον. Ὁ γὰρ ἀπολύων, φησὶ, τὴν γυναῖκα αὐτοῦ, ποιεῖ αὐτὴν μοιχευθῆναι· καὶ ὁ γαμῶν ἀπολελυμένην, μοιχᾶται.

Ὁ μὲν γὰρ, κἂν ἑτέραν μὴ λάβῃ, τούτῳ αὐτῷ κατέστησεν ἑαυτὸν ἐγκλήματος ὑπεύθυνον, μοιχαλίδα ποιήσας ἐκείνην· ὁ δὲ, τῷ τὴν ἀλλοτρίαν λαβεῖν, μοιχὸς γέγονε πάλιν. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι ἐξέβαλεν ἐκεῖνος· καὶ γὰρ ἐκβληθεῖσα μένει τοῦ ἐκβάλλοντος οὖσα γυνή. Εἶτα, ἵνα μὴ τὸ ὅλον ἐπὶ τὸν ἐκβάλλοντα ῥίψας, αὐθαδεστέραν ἐργάσηται τὴν γυναῖκα, καὶ τὰς τοῦ δεχομένου μετὰ ταῦτα ἀπέκλεισεν αὐτῇ θύρας, τῷ μὲν εἰπεῖν, Ὃς ἂν ἀπολελυμένην γαμήσῃ, μοιχᾶται, τὴν γυναῖκα καὶ ἄκουσαν σωφρονίζων, καὶ τὴν πρὸς πάντας ἀποτειχίζων εἴσοδον αὐτῇ, καὶ οὐκ ἐπιτρέπων ἀφορμὰς παρέχειν μικροψυχίας. Ἡ γὰρ μαθοῦσα ὅτι πᾶσα ἀνάγκη, ἢ τὸν ἐξ ἀρχῆς κληρωθέντα ἔχειν, ἢ τῆς οἰκίας ἐκπεσοῦσαν ἐκείνης, μηδεμίαν ἑτέραν ἔχειν καταφυγὴν, καὶ ἄκουσα ἠναγκάζετο στέργειν τὸν σύνοικον. Εἰ δὲ μηδὲν αὐτῇ περὶ τούτων διαλέγεται, μὴ θαυμάσῃς· ἀσθενέστερον γὰρ ἡ γυνή. Διὰ τοῦτο αὐτὴν ἀφεὶς, ἐν τῇ κατὰ τῶν ἀνδρῶν ἀπειλῇ τὴν αὐτῆς διορθοῦται ῥᾳθυμίαν. Ὥσπερ ἂν εἴ τις παῖδα ἄσωτον ἔχων, ἐκεῖνον ἀφεὶς, τοῖς ποιοῦσιν αὐτὸν τοιοῦτον ἐπιπλήττοι, κἀκείνοις ἀπαγορεύοι μὴ συγγίνεσθαι, μηδὲ πλησιάζειν αὐτῷ. Εἰ δὲ φορτικὸν τοῦτο, ἀναμνήσθητί μοι τῶν ἔμπροσθεν εἰρημένων, ἐφ᾽ οἷς ἐμακάρισε τοὺς ἀκούοντας, καὶ ὄψει πολὺ δυνατὸν καὶ εὔκολον ὄν. Ὁ γὰρ πρᾶος, καὶ εἰρηνοποιὸς, καὶ πτωχὸς τῷ πνεύματι, καὶ ἐλεήμων, πῶς ἐκβαλεῖ τὴν γυναῖκα;

ὁ ἑτέρους καταλλάττων, πῶς αὐτὸς διαστασιάσει πρὸς τὴν ἑαυτοῦ; Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ ἑτέρῳ τρόπῳ κοῦφον ἐποίησε τὸν νόμον. Καὶ γὰρ καὶ τούτῳ καταλιμπάνει τρόπον ἕνα ἀφέσεως, εἰπὼν, Παρεκτὸς λόγου πορνείας· ἐπεὶ πάλιν εἰς τὸ αὐτὸ περιίστατο. Εἰ γὰρ ἐκέλευσε καὶ πολλοῖς συγγινομένην κατέχειν ἔνδον, πάλιν εἰς μοιχείαν τὸ πρᾶγμα κατέστρεφεν. Ὁρᾷς πῶς συμβαίνοντα ταῦτα τοῖς ἔμπροσθεν; Ὁ γὰρ μὴ βλέπων ἑτέραν γυναῖκα ἀκολάστοις ὀφθαλμοῖς, οὐ πορνεύσει· μὴ πορνεύων δὲ, οὐ παρέξει τῷ ἀνδρὶ ἀφορμὴν ἐκβαλεῖν τὴν ἑαυτοῦ γυναῖκα. Διὰ δὴ τοῦτο λοιπὸν μετὰ ἀδείας ἐπισφίγγει, καὶ τὸν φόβον ἐπιτειχίζει, μέγαν ἐπισείων τῷ ἀνδρὶ τὸν κίνδυνον, εἴγε ἐκβάλοι· τῆς γὰρ μοιχείας τῆς ἐκείνης ὑπεύθυνον ἑαυτὸν ποιεῖ. Ἵνα γὰρ μὴ ἀκούσας, Ἔξελε τὸν ὀφθαλμὸν, νομίσῃς καὶ περὶ γυναικὸς ταῦτα λέγεσθαι, εὐκαίρως ἐπήγαγε τὴν ἐπιδιόρθωσιν ταύτην, ἑνὶ τρόπῳ μόνῳ συγχωρῶν ἐκβάλλειν αὐτὴν, ἑτέρῳ δὲ οὐδενί. Πάλιν ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐκ ἐπιορκήσεις· ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως.

Τίνος ἕνεκεν οὐκ εὐθέως ἦλθεν ἐπὶ τὴν κλοπὴν, ἀλλ᾽ ἐπὶ τὴν ψευδομαρτυρίαν, ὑπερβὰς ἐκείνην τὴν ἐντολήν; Ὅτι ὁ μὲν κλέπτων, ἔστιν ὅτε καὶ ὀμνύει· ὁ δὲ μήτε ὀμνύναι, μήτε ψεύδεσθαι εἰδὼς, πολλῷ μᾶλλον οὐχ αἱρήσεται κλέπτειν. Ὥστε διὰ ταύτης κἀκείνην ἀνέτρεψε τὴν ἁμαρτίαν· τὸ γὰρ ψεῦδος ἀπὸ τοῦ κλέπτειν. Τί δέ ἐστιν, Ἀποδώσεις τῷ Κυρίῳ τοὺς ὅρκους σου; Τουτέστιν, Ἀληθεύσεις ὀμνύς.

Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως. εʹ. Εἶτα περαιτέρω αὐτοὺς ἀπάγων τοῦ κατὰ Θεοῦ ὀμνύναι, φησί· Μήτε κατὰ τοῦ οὐρανοῦ, ὅτι θρόνος ἐστὶ τοῦ Θεοῦ· μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστι τῶν ποδῶν αὐτοῦ· μήτε κατὰ Ἱερουσαλὴμ, ὅτι πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως· ἀπὸ τῶν προφητικῶν ἔτι φθεγγόμενος, καὶ δεικνὺς ἑαυτὸν οὐκ ἐναντιούμενον τοῖς παλαιοῖς· καὶ γὰρ ἔθος εἶχον κατὰ τούτων ὀμνύναι· καὶ δείκνυσι πρὸς τῷ τέλει τοῦ Εὐαγγελίου τοῦτο τὸ ἔθος. Σὺ δέ μοι θέα πόθεν ἐπαίρει τὰ στοιχεῖα· οὐκ ἀπὸ τῆς οἰκείας φύσεως, ἀλλ᾽ ἀπὸ τῆς τοῦ Θεοῦ πρὸς αὐτὰ σχέσεως τῆς κατὰ συγκατάβασιν εἰρημένης. Ἐπειδὴ γὰρ πολλὴ ἡ τῆς εἰδωλολατρείας τυραννὶς ἦν, ἵνα μὴ δόξῃ τὰ στοιχεῖα δι᾽ ἑαυτὰ εἶναι τίμια, ταύτην τέθεικε τὴν αἰτίαν ἣν εἰρήκαμεν, ἣ πάλιν εἰς τὴν τοῦ Θεοῦ δόξαν διέβαινεν.

Οὐδὲ γὰρ εἶπεν· Ἐπειδὴ καλὸς καὶ μέγας ὁ οὐρανός· οὐδὲ, Ἐπειδὴ χρησίμη ἡ γῆ· ἀλλ᾽, Ἐπειδὴ τοῦ Θεοῦ ὁ μέν ἐστι θρόνος, ἡ δὲ, ὑποπόδιον, πανταχόθεν αὐτοὺς ἐπὶ τὸν Δεσπότην συνωθῶν. Μήτε κατὰ τῆς κεφαλῆς σου, φησὶν, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ποιῆσαι, ἢ μέλαιναν. Πάλιν ἐνταῦθα οὐ θαυμάζων τὸν ἄνθρωπον, ἀπήγαγε τοῦ κατὰ τῆς κεφαλῆς ὀμνύναι· καὶ γὰρ ἂν καὶ αὐτὸς προσεκυνήθη· ἀλλὰ τὴν δόξαν ἐπὶ τὸν Θεὸν ἀνάγων, καὶ δεικνὺς ὅτι οὐδὲ σαυτοῦ εἶ κύριος, οὐκοῦν οὐδὲ τῶν κατὰ τῆς κεφαλῆς ὅρκων. Εἰ γὰρ τὸ παιδίον οὐκ ἄν τις δοίη τὸ ἑαυτοῦ ἑτέρῳ, πολλῷ μᾶλλον ὁ Θεὸς τὸ ἔργον τὸ ἑαυτοῦ οὐ προήσεταί σοι. Εἰ γὰρ καὶ σὴ ἡ κεφαλὴ, ἀλλ᾽ ἑτέρου τὸ κτῆμα· καὶ τοσοῦτον ἀφέστηκας τοῦ κύριος εἶναι, ὅτι οὐδὲ τὸ πάντων ἔσχατον ἐργάσασθαι ἐν αὐτῇ δυνήσῃ. Οὐ γὰρ εἶπεν, Οὐ δύνασαι ἐξενεγκεῖν τρίχα· ἀλλ᾽, Οὐδὲ ἀλλάξαι αὐτῆς τὴν ποιότητα. Τί οὖν, ἂν ἀπαιτῇ τις ὅρκον, φησὶ, καὶ ἀνάγκην ἐπάγῃ; Ὁ τοῦ Θεοῦ φόβος τῆς ἀνάγκης ἔστω δυνατώτερος. Ἐπεὶ εἰ μέλλοις τοιαύτας προβάλλεσθαι προφάσεις, οὐδὲν φυλάξεις τῶν ἐπιταχθέντων.

Καὶ γὰρ καὶ ἐπὶ τῆς γυναικὸς ἐρεῖς· Τί οὖν, ἐὰν μάχιμος ᾖ καὶ δαπανηρά; Καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ τοῦ δεξιοῦ· Τί οὖν, ἐὰν φιλῶ αὐτὸν, καὶ διακαίωμαι; Καὶ ἐπὶ τῆς ὄψεως τῆς ἀκολάστου· Τί οὖν, ἐὰν μὴ δύνωμαι μὴ ὁρᾷν; Καὶ ἐπὶ τῆς πρὸς τὸν ἀδελφὸν ὀργῆς· Τί οὖν, ἐὰν προπετὴς ὦ, καὶ μὴ δύνωμαι γλώττης κρατεῖν; καὶ πάντα ἁπλῶς οὕτω καταπατήσεις τὰ εἰρημένα. Καίτοιγε ἐπὶ τῶν νόμων τῶν ἀνθρωπίνων οὐδαμοῦ τοῦτο τολμᾷς προβαλέσθαι, οὐδὲ εἰπεῖν· Τί οὖν, ἐὰν τὸ καὶ τό; ἀλλὰ καὶ ἑκὼν καὶ ἄκων καταδέχῃ τὰ γεγραμμένα. Ἄλλως δὲ, οὐδὲ ἀνάγκην ὑποστήσῃ ποτέ. Ὁ γὰρ τῶν ἔμπροσθεν μακαρισμῶν ἀκούσας, καὶ τοιοῦτον ἑαυτὸν παρασκευάσας, οἶον ἐπέταξεν ὁ Χριστὸς, οὐδεμίαν παρ᾽ οὐδενὸς ὑποστήσεται τοιαύτην ἀνάγκην, αἰδέσιμος ὢν παρὰ πᾶσι καὶ σεμνός. Ἔστω δὲ ὑμῖν τὸ ναὶ, ναὶ, καὶ τὸ οὒ, οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστι. Τί οὖν ἐστι τὸ περισσὸν τοῦ ναὶ καὶ τοῦ οὔ; Ὁ ὅρκος, οὐ τὸ ἐπιορκεῖν. Ἐκεῖνο γὰρ καὶ ὡμολογημένον ἐστὶ, καὶ οὐδεὶς δεῖται μαθεῖν, ὅτι ἐκ τοῦ πονηροῦ ἐστι, καὶ οὐ περιττὸν, ἀλλ᾽ ἐναντίον· τὸ δὲ περιττὸν, τὸ πλέον καὶ ἐκ περιουσίας προσκείμενον, ὅπερ ἐστὶν ὁ ὅρκος. Τί οὖν, φησὶν, ἐκ τοῦ πονηροῦ ἦν; καὶ εἰ ἐκ τοῦ πονηροῦ ἦν, πῶς νόμος ἦν; Τὸ αὐτὸ δὴ τοῦτο καὶ περὶ τῆς γυναικὸς ἐρεῖς· πῶς μοιχεία νῦν νενόμισται τὸ πρότερον ἐπιτετραμμένον;

Τί οὖν πρὸς ταῦτα ἔστιν εἰπεῖν; Ὅτι τῆς ἀσθενείας τῶν δεχομένων τοὺς νόμους ἦν τὰ λεγόμενα τότε· ἐπεὶ καὶ τὸ κνίσσῃ θεραπεύεσθαι σφόδρα ἀνάξιον Θεοῦ, ὥσπερ καὶ τὸ ψελλίζειν ἀνάξιον φιλοσόφου. Μοιχεία τοίνυν ἐνομίσθη νῦν τὸ τοιοῦτον, καὶ ἐκ τοῦ πονηροῦ τὸ ὀμνύναι, ὅτε ἐπέδωκε τὰ τῆς ἀρετῆς.

Εἰ δὲ διαβόλου ταῦτα ἐξ ἀρχῆς ἦσαν νόμοι, οὐκ ἂν τοσοῦτον κατώρθωσαν. Καὶ γὰρ εἰ μὴ ἐκεῖνα πρῶτον προέδραμεν, οὐκ ἂν οὕτως εὐκόλως ἐδέχθη τὰ νῦν. Μὴ τοίνυν αὐτῶν ἀπαίτει τὴν ἀρετὴν νῦν, ὅτε παρῆλθεν αὐτῶν ἡ χρεία· ἀλλὰ τότε, ὅτε ὁ καιρὸς αὐτὰ ἐκάλει· μᾶλλον δὲ, εἰ βούλει, καὶ νῦν.

Καὶ γὰρ καὶ νῦν ἡ ἀρετὴ αὐτῶν δείκνυται, καὶ δι᾽ αὐτὸ τοῦτο μάλιστα, δι᾽ ὃ παρ᾽ ἡμῶν διαβάλλεται. Τὸ γὰρ τοιαῦτα αὐτὰ φαίνεσθαι νῦν, ἐγκώμιον αὐτῶν μέγιστόν ἐστιν. Εἰ γὰρ μὴ καλῶς ἡμᾶς ἔθρεψε, καὶ πρὸς τὴν τῶν μειζόνων ὑποδοχὴν ἐπιτηδείους ἐποίησεν, οὐκ ἂν ἐφάνη τοιαῦτα. Ὥσπερ οὖν ὁ μαστὸς, ὅταν τὸ αὐτοῦ πληρώσῃ πᾶν, καὶ πρὸς τὴν τελειοτέραν τράπεζαν τὸ παιδίον παραπέμπῃ, λοιπὸν ἄχρηστος φαίνεται, καὶ οἱ πρότερον ἀναγκαῖον αὐτὸν εἶναι νομίζοντες τῷ παιδίῳ γονεῖς, μυρίοις αὐτὸν διαβάλλουσι σκώμμασι· πολλοὶ δὲ οὐδὲ ῥήμασιν αὐτὸν μόνον διαβάλλουσιν, ἀλλὰ καὶ πικροῖς ἐπιχρίουσι φαρμάκοις, ἵν᾽ ὅταν μὴ ἰσχύσῃ τὰ ῥήματα τὴν ἄκαιρον περὶ αὐτὸν διάθεσιν ἀνελεῖν τοῦ παιδίου, τὰ πράγματα σβέσῃ τὸν πόθον.

ϛʹ. Οὕτω καὶ ὁ Χριστὸς ἐκ τοῦ πονηροῦ αὐτὰ ἔφησεν εἶναι, οὐχ ἵνα δείξῃ τοῦ διαβόλου τὴν παλαιὰν οὖσαν, ἀλλ᾽ ἵνα μετὰ πολλῆς τῆς ὑπερβολῆς ἀπαγάγῃ τῆς παλαιᾶς εὐτελείας. Καὶ πρὸς μὲν αὐτοὺς ταῦτα λέγει· ἐπὶ δὲ τῶν ἀναισθήτων Ἰουδαίων, καὶ ἐπιμενόντων τοῖς αὐτοῖς, καθάπερ πικρίᾳ τινὶ τῷ τῆς αἰχμαλωσίας φόβῳ τὴν πόλιν περιχρίσας, ἄβατον ἐποίησεν. Ἐπειδὴ δὲ οὐδὲ τοῦτο ἴσχυσεν αὐτοὺς κατέχειν ἀλλὰ πάλιν αὐτὴν ἐπεθύμουν ἰδεῖν, ὥσπερ παιδίον ἐπὶ τὴν θηλὴν κατατρέχοντες, τέλεον αὐτὴν ἀπέκρυψε, καθελών τε αὐτὴν, καὶ τοὺς πλείονας πόῤῥω ταύτης ἀπαγαγών· καθάπερ ἐπὶ τῶν βοῶν πολλοὶ τὰς δαμάλεις ἀποκλείοντες, τῷ χρόνῳ πείθουσιν ἀποστῆναι τῆς παλαιᾶς τοῦ γάλακτος συνηθείας.

Εἰ δὲ τοῦ διαβόλου ἦν ἡ Παλαιὰ, οὐκ ἂν τῆς εἰδωλολατρείας ἀπήγαγεν, ἀλλὰ τοὐναντίον ἐνῆγεν ἂν εἰς αὐτὴν καὶ ἐνέβαλλε· τοῦτο γὰρ ὁ διάβολος ἤθελε. Νῦν δὲ τοὐναντίον ὁρῶμεν ὑπὸ τῆς Παλαιᾶς γινόμενον. Καὶ αὐτὸ δὲ τοῦτο, ὁ ὅρκος, τὸ παλαιὸν διὰ τοῦτο ἐνομοθετήθη, ἵνα μὴ κατὰ τῶν εἰδώλων ὀμνύωσιν. Ὀμεῖσθε γὰρ, φησὶ, τὸν Θεὸν τὸν ἀληθινόν.

Οὐ τοίνυν μικρὰ κατώρθωσεν ὁ νόμος, ἀλλὰ καὶ σφόδρα μεγάλα. Τὸ γὰρ ἐπὶ τὴν στερεὰν αὐτοὺς τροφὴν ἐλθεῖν, τῆς ἐκείνου σπουδῆς γέγονεν ἔργον. Τί οὖν; οὐχὶ τοῦ Πονηροῦ, φησὶν, ἐστὶ τὸ ὀμνύναι; Καὶ σφόδρα μὲν οὖν τοῦ πονηροῦ· ἀλλὰ νῦν, μετὰ τὴν τοσαύτην φιλοσοφίαν, τότε δὲ οὔ. Καὶ πῶς ἂν τὸ αὐτὸ γένοιτο, φησὶ, νῦν μὲν καλὸν, νῦν δὲ οὐ καλόν;

Ἐγὼ δὲ τοὐναντίον λέγω· πῶς δὲ οὐκ ἂν γένοιτο καλὸν καὶ οὐ καλὸν, τῶν πραγμάτων ἁπάντων αὐτὰ βοώντων, τῶν τεχνῶν, τῶν καρπῶν, τῶν ἄλλων ἁπάντων; Ὅρα γοῦν ἐπὶ τῆς φύσεως τῆς ἡμετέρας αὐτὸ πρῶτον συμβαῖνον. Τὸ γὰρ βαστάζεσθαι ἐν μὲν τῇ πρώτῃ ἡλικίᾳ καλὸν, μετὰ δὲ ταῦτα ὀλέθριον· τὸ μεμασημένην τροφὴν ἐσθίειν, ἐν μὲν προοιμίοις τῆς ζωῆς ἡμῶν καλὸν, μετὰ δὲ ταῦτα βδελυγμίας γέμει· τὸ γαλακτοτροφεῖσθαι καὶ πρὸς τὴν θηλὴν φεύγειν, ἐν ἀρχῇ μὲν χρήσιμον καὶ σωτήριον, μετὰ δὲ ταῦτα ὀλέθριον καὶ βλαβερόν. Ὁρᾷς πῶς τὰ αὐτὰ πράγματα ὑπὸ τῶν καιρῶν καλὰ, καὶ οὐ τοιαῦτα φαίνεται πάλιν; Καὶ γὰρ τὸ ἱμάτιον φορεῖν παιδικὸν μειρακίῳ μὲν ὄντι καλὸν, ἀνδρὶ δὲ γενομένῳ πάλιν αἰσχρόν. Βούλει καὶ ἐκ τῶν ἐναντίων μαθεῖν, πῶς τῷ παιδὶ τὰ τοῦ ἀνδρὸς ἀνάρμοστα πάλιν; Δὸς τῷ παιδὶ ἱμάτιον ἀνδρικὸν, καὶ πολὺς ἔσται ὁ γέλως, καὶ μείζων ὁ κίνδυνος, ἐν τῷ βαδίζειν οὕτω περιτρεπομένου πολλάκις. Δὸς αὐτῷ μεταχειρίζειν πράγματα πολιτικὰ, καὶ ἐμπορεύεσθαι, καὶ σπείρειν, καὶ ἀμᾶσθαι, καὶ πάλιν πολὺς ἔσται ὁ γέλως. Καὶ τί λέγω ταῦτα; Ὁ γὰρ φόνος ὁ παρὰ πᾶσιν ὡμολογημένος εὕρεμα εἶναι τοῦ πονηροῦ, οὗτος ἐπιλαβόμενος καιροῦ τοῦ προσήκοντος, τὸν ἐργασάμενον αὐτὸν Φινεὲς ἱερωσύνῃ τιμηθῆναι ἐποίησεν.

Ὅτι γὰρ ὁ φόνος ἔργον ἐκείνου, ἄκουσον τί φησιν· Ὑμεῖς τὰ ἔργα τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν· ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ᾽ ἀρχῆς. Ἀλλ᾽ ἐγένετο ἀνθρωποκτόνος ὁ Φινεὲς, Καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, φησίν. Ὁ δὲ Ἀβραὰμ οὐκ ἀνθρωποκτόνος μόνον, ἀλλὰ καὶ παιδοκτόνος (ὃ πολλῷ χεῖρον ἦν) γενόμενος, μειζόνως εὐδοκίμησε πάλιν. Καὶ ὁ Πέτρος δὲ διπλοῦν εἰργάσατο φόνον, ἀλλ᾽ ὅμως πνευματικὸν τὸ γενόμενον ἦν.

Μὴ τοίνυν ἁπλῶς τὰ πράγματα ἐξετάζωμεν, ἀλλὰ καὶ καιρὸν, καὶ αἰτίαν, καὶ γνώμην, καὶ προσώπων διαφορὰν, καὶ ὅσα ἂν αὐτοῖς ἕτερα συμβαίνῃ πάντα μετὰ ἀκριβείας ζητῶμεν· οὐδὲ γὰρ ἔστιν ἑτέρως ἐφικέσθαι τῆς ἀληθείας· καὶ σπουδάζωμεν, εἰ βουλοίμεθα βασιλείας ἐπιτυχεῖν, πλέον τι τῶν παλαιῶν ἐπιδείξασθαι ἐπιταγμάτων, ὡς οὐκ ἐνὸν ἄλλως ἐπιλαβέσθαι τῶν οὐρανίων. Ἂν γὰρ εἰς τὸ αὐτὸ μέτρον τῶν παλαιῶν φθάσωμεν, ἔξω τῶν προθύρων στησόμεθα τούτων. Ἂν γὰρ μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ δύνασθε εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀλλ᾽ ὅμως, καὶ τοσαύτης ἀπειλῆς κειμένης, εἰσί τινες, οἳ οὐ μόνον οὐχ ὑπερβαίνουσι τὴν δικαιοσύνην ἐκείνην, ἀλλὰ καὶ ὑστεροῦσιν αὐτῆς. Οὐ γὰρ μόνον ὅρκους οὐ φεύγουσιν, ἀλλὰ καὶ ἐπιορκοῦσιν· οὐ μόνον ἀκόλαστον ὄψιν οὐκ ἐκκλίνουσιν, ἀλλὰ καὶ εἰς αὐτὴν τὴν πονηρὰν ἐμπίπτουσι πρᾶξιν, καὶ τὰ ἄλλα πάντα ἀναλγήτως τὰ κεκωλυμένα τολμῶσιν· ἓν μόνον ἀναμένοντες, τῆς κολάσεως τὴν ἡμέραν, καὶ πότε τὴν ἐσχάτην τῶν πεπλημμελημένων δώσουσι δίκην· ὃ τῶν ἐν πονηρίᾳ καταλυσάντων τὸν βίον ἐστὶ μόνον. Ἐκείνους γὰρ ἀπογινώσκειν χρὴ, καὶ μηδὲν ἕτερον ἢ τὴν κόλασιν λοιπὸν ἀναμένειν. Οἱ γὰρ ἐνταῦθα ὄντες ἔτι, καὶ ἀναμαχήσασθαι δυνήσονται, καὶ νικῆσαι, καὶ στεφανωθῆναι ῥᾳδίως.

ζʹ. Μὴ τοίνυν ἀναπέσῃς, ἄνθρωπε, μηδὲ τὴν καλὴν καταλύσῃς προθυμίαν· οὐδὲ γὰρ φορτικὰ τὰ ἐπιταττόμενα. Ποῖος πόνος, εἰπέ μοι, ὅρκον φεύγειν· μὴ γὰρ δαπάνη χρημάτων ἐστί; μὴ γὰρ ἱδρὼς καὶ ταλαιπωρία; Ἀρκεῖ θελῆσαι μόνον, καὶ τὸ πᾶν γέγονεν.

Εἰ δὲ τὴν συνήθειάν μοι προβάλλῃ, δι᾽ αὐτὸ μὲν οὖν τοῦτο μάλιστα εὔκολον εἶναί φημι τὸ κατόρθωμα. Ἂν γὰρ εἰς ἑτέραν σαυτὸν καταστήσῃς συνήθειαν, τὸ πᾶν κατώρθωσας. Ἐννόησον γοῦν ὅτι παρ᾽ Ἕλλησι πολλοὶ, οἱ μὲν τραυλίζοντες, μελέτῃ πολλῇ χωλεύουσαν αὐτοῖς τὴν γλῶσσαν διώρθωσαν· οἱ δὲ τοὺς ὤμους ἀτάκτως ἀναφερομένους καὶ κινουμένους συνεχῶς, ξίφος ἐπιτιθέντες ἀπέστησαν.

Ἐπειδὴ γὰρ ἀπὸ Γραφῶν οὐ πείθεσθε, ἀπὸ τῶν ἔξωθεν ἀναγκάζομαι ἐντρέπειν. Τοῦτο καὶ ὁ Θεὸς πρὸς Ἰουδαίους ἐποίει λέγων· Πορεύθητε εἰς νήσους Χετιεὶμ, καὶ εἰς Κηδὰρ ἀποστείλατε, καὶ γνῶτε εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν· καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί. Καὶ πρὸς τὰ ἄλογα δὲ πέμπει πολλάκις, οὕτω λέγων· Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρὲ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ, καὶ πορεύθητι πρὸς τὴν μέλισσαν. Τοῦτο τοίνυν καὶ ἐγὼ νῦν ὑμῖν ἐρῶ· ἐννοήσατε τοὺς Ἑλλήνων φιλοσόφους, καὶ τότε εἴσεσθε πόσης ἐσμὲν ἄξιοι κολάσεως οἱ τῶν νόμων τῶν θείων παρακούοντες· ὅταν ἐκεῖνοι μὲν ὑπὲρ εὐσχημοσύνης ἀνθρωπίνης μυρία ὦσι πεπονηκότες, ὑμεῖς δὲ μηδὲ ὑπὲρ τῶν οὐρανίων τὴν αὐτὴν παρέχησθε σπουδήν. Εἰ δὲ καὶ μετὰ ταῦτα λέγοις, ὅτι δεινὸν ἡ συνήθεια κλέψαι καὶ τοὺς σφόδρα σπουδάζοντας, ὁμολογῶ μὲν τοῦτο κἀγώ· πλὴν κἀκεῖνο μετὰ τούτου φημὶ, ὅτι ὥσπερ δεινὸν ἀπατῆσαι, οὕτω καὶ εὔκολον διορθωθῆναι. Ἂν γὰρ ἐπιστήσῃς ἐπὶ τῆς οἰκίας πολλοὺς σαυτῷ φύλακας, οἶον τὸν οἰκέτην, τὴν γυναῖκα, τὸν φίλον, ῥᾳδίως ὑπὸ πάντων συνωθούμενός τε καὶ συνελαυνόμενος, ἀποστήσῃ τῆς πονηρᾶς συνηθείας. Κἂν δέκα ἡμέρας μόνον αὐτὸ κατορθώσῃς, οὐκέτι δεήσῃ λοιπὸν ἑτέρου χρόνου, ἀλλὰ κείσεταί σοι μετὰ ἀσφαλείας τὸ πᾶν, τῇ τῆς καλλίστης συνηθείας στεῤῥότητι πάλιν ῥιζωθέν.

Ὅταν οὖν ἄρξῃ τοῦτο διορθοῦν, κἂν ἅπαξ, κἂν δεύτερον παραβῇς τὸν νόμον, κἂν τρίτον, κἂν εἰκοστὸν, μὴ ἀπογνῷς· ἀλλὰ πάλιν ἀνάστηθι, καὶ ἐπιλαβοῦ τῆς αὐτῆς σπουδῆς, καὶ περιέσῃ πάντως. Οὐδὲ γὰρ τὸ τυχόν ἐστι κακὸν ἐπιορκία. Εἰ δὲ τὸ ὀμνύναι τοῦ πονηροῦ, τὸ ἐπιορκεῖν πόσην οἴσει τὴν τιμωρίαν; Ἐπῃνέσατε τὰ εἰρημένα; Ἀλλά μοι κρότων οὐ δεῖ, οὐδὲ θορύβων, οὐδὲ ἠχῆς. Ἓν βούλομαι μόνον, μεθ᾽ ἡσυχίας καὶ ἐπιστήμης ἀκούοντας, ποιεῖν τὰ λεγόμενα.

Τοῦτό μοι κρότος, τοῦτο ἐγκώμιον. Ἂν δὲ ἐπαινῇς μὲν τὰ εἰρημένα, μὴ ποιῇς δὲ ἅπερ ἐπαινεῖς, μείζων μὲν ἡ κόλασις, πλείων δὲ ἡ κατηγορία, καὶ ἡμῖν αἰσχύνη καὶ γέλως. Οὐδὲ γὰρ θέατρόν ἐστι τὰ παρόντα, οὐ τραγῳδοὺς κάθησθε θεώμενοι νῦν, ἵνα κροτῆτε μόνον. Διδασκαλεῖόν ἐστι τὰ ἐνταῦθα πνευματικόν.

Διὸ καὶ τὸ σπουδαζόμενον ἕν ἐστιν, ὥστε κατορθῶσαι τὰ εἰρημένα, καὶ διὰ τῶν ἔργων ἐπιδεῖξαι τὴν ὑπακοήν. Τότε γὰρ τὸ πᾶν ἐσόμεθα ἀπειληφότες· ὡς νῦν γε καὶ ἀπηγορεύσαμεν λοιπόν. Καὶ γὰρ καὶ τοῖς ἰδίᾳ συντυγχάνουσιν οὐ διέλιπον ταῦτα, παραινῶν, καὶ ὑμῖν κοινῇ διαλεγόμενος, καὶ οὐδὲν ὅλως ὁρῶ γεγενημένον πλέον, ἀλλ᾽ ἔτι τῶν προτέρων ὑμᾶς ἐχομένους στοιχείων· ὅπερ ἱκανὸν τῷ διδάσκοντι πολὺν ἐνθεῖναι τὸν ὄκνον. Ὅρα γοῦν καὶ Παῦλον διὰ τοῦτο δυσανασχετοῦντα, ὅτι πολὺν χρόνον τοῖς προτέροις ἐνδιέτριβον μαθήμασιν οἱ ἀκροαταί.

Καὶ γὰρ ὀφείλοντες εἶναι, φησὶ, διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκεσθαι ὑμᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ. Διὸ καὶ ἡμεῖς θρηνοῦμεν καὶ ὀδυρόμεθα. Κἂν ἐπιμένοντας ἴδω, ἀπαγορεύσω λοιπὸν ὑμῖν τῶν ἱερῶν τούτων ἐπιβῆναι προθύρων, καὶ τῶν ἀθανάτων μετασχεῖν μυστηρίων, ὥσπερ τοῖς πορνεύουσι καὶ μοιχεύουσι καὶ ἐπὶ φόνοις ἐγκαλουμένοις. Καὶ γὰρ βέλτιον μετὰ δύο καὶ τριῶν τοὺς τοῦ Θεοῦ φυλαττόντων νόμους τὰς συνήθεις ἀναφέρειν εὐχὰς, ἢ πλῆθος ἐπισύρεσθαι παρανομούντων καὶ τοὺς ἄλλους διαφθειρόντων. Μή μοί τις πλούσιος, μή μοί τις δυνάστης ἐνταῦθα φυσάτω, καὶ τὰς ὀφρῦς ἀνασπάτω.

Πάντα μοι ταῦτα μῦθος καὶ σκιὰ καὶ ὄναρ. Οὐδεὶς γὰρ τῶν νῦν πλουτούντων ἐκεῖ μου προστήσεται, ὅταν ἐγκαλῶμαι καὶ κατηγορῶμαι, ὡς μὴ μετὰ τῆς προσηκούσης σφοδρότητος τοὺς τοῦ Θεοῦ διεκδικήσας νόμους. Τοῦτο γὰρ, τοῦτο καὶ τὸν θαυμαστὸν ἐκεῖνον πρεσβύτην ἀπώλεσε. καίτοι βίον παρεχόμενον ἄληπτον· ἀλλ᾽ ὅμως, ἐπειδὴ τοὺς τοῦ Θεοῦ νόμους πατουμένους ὑπερεῖδεν, ἐκολάζετο μετὰ τῶν παίδων, καὶ τὴν χαλεπὴν ἐδίδου τιμωρίαν. Εἰ δὲ ἔνθα τοσαύτη τῆς φύσεως ἦν ἡ τυραννὶς, ὁ μὴ μετὰ τῆς προσηκούσης ἀνδρείας τοῖς ἑαυτοῦ παισὶ χρησάμενος οὕτω χαλεπὴν ἔδωκε δίκην, τίνα ἕξομεν συγγνώμην ἡμεῖς, καὶ τῆς τυραννίδος ἐκείνης ἀπηλλαγμένοι, καὶ κολακείᾳ τὸ πᾶν διαφθείροντες; Ἵν᾽ οὖν μὴ καὶ ἡμᾶς καὶ ὑμᾶς αὐτοὺς προσαπολέσητε, πείσθητε, παρακαλῶ, καὶ μυρίους ἐξεταστὰς καὶ λογιστὰς ἑαυτοῖς καταστήσαντες, ἀπαλλάγητε τῆς τῶν ὅρκων συνηθείας, ἵνα ὁδῷ προβαίνοντες ἐντεῦθεν, καὶ τὴν ἄλλην ἀρετὴν μετ᾽ εὐκολίας κατορθώσητε πάσης, καὶ τῶν μελλόντων ἀπολαύσητε ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΗʹ. Ἠκούσατε ὅτι ἐῤῥέθη Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾽ ὅστις σε ῥαπίσει εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Καὶ τῷ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον.

αʹ. Ὁρᾷς ὅτι οὐ περὶ ὀφθαλμοῦ τὰ πρότερα ἔλεγεν, ἡνίκα ἐνομοθέτει ὀφθαλμὸν ἐκκόπτειν τὸν σκανδαλίζοντα, ἀλλὰ περὶ τοῦ διὰ φιλίας βλάπτοντος ἡμᾶς, καὶ εἰς τὸ τῆς ἀπωλείας ἐμβάλλοντος βάραθρον; Ὁ γὰρ τοσαύτην ἐνταῦθα ποιούμενος τὴν ὑπερβολὴν, καὶ μηδὲ ἑτέρου ἐξορύττοντος τὸν ὀφθαλμὸν ἐπιτρέπων ἐκκόψαι τὸν ἐκείνου, πῶς ἂν τὸν ἑαυτοῦ ἐκκόπτειν ἐνομοθέτησεν; Εἰ δέ τις τοῦ παλαιοῦ κατηγορεῖ νόμου, διὰ τὸ κελεύειν οὕτως ἀμύνεσθαι, σφόδρα μοι δοκεῖ σοφίας νομοθέτῃ πρεπούσης ἄπειρος εἶναι, καὶ καιρῶν δύναμιν ἀγνοεῖν, καὶ συγκαταβάσεως κέρδος. Ἂν γὰρ ἐννοήσῃ τίνες ἦσαν οἱ ταῦτα ἀκούοντες, καὶ πῶς διακείμενοι, καὶ πότε τὴν νομοθεσίαν ἐδέξαντο ταύτην, σφόδρα ἀποδέξεται τοῦ νομοθέτου τὴν σοφίαν, καὶ ὄψεται ὅτι εἷς καὶ ὁ αὐτὸς ὁ ἐκεῖνα καὶ ταῦτα νομοθετήσας ἐστὶ, καὶ σφόδρα χρησίμως ἑκάτερα καὶ μετὰ τοῦ προσήκοντος γράψας καιροῦ. Καὶ γὰρ εἰ παρὰ τὴν ἀρχὴν τὰ ὑψηλὰ ταῦτα καὶ ὑπέρογκα εἰσήγαγε παραγγέλματα, οὔτ᾽ ἂν ταῦτα ἐδέξατο, οὔτε ἐκεῖνα· νυνὶ δὲ ἐν καιρῷ τῷ προσήκοντι ἑκάτερα διαθεὶς, τὴν οἰκουμένην δι᾽ ἀμφοτέρων κατώρθωσεν ἅπασαν. Ἄλλως δὲ καὶ τοῦτο ἐκέλευσεν, οὐχ ἵνα τοὺς ἀλλήλων ἐκκόπτωμεν ὀφθαλμοὺς, ἀλλ᾽ ἵνα παρ᾽ ἑαυτοῖς τὰς χεῖρας κατέχωμεν.

Ἡ γὰρ ἀπειλὴ τοῦ παθεῖν τὴν ἐπὶ τὸ δρᾶσαι ὁρμὴν διεκώλυσε. Καὶ οὕτω δὴ πολλὴν ἠρέμα ὑποσπείρει τὴν φιλοσοφίαν, ὅπου γε παθόντα τοῖς ἴσοις ἀμύνεσθαι κελεύει· καίτοιγε μείζονος κολάσεως ἄξιος ἦν ὁ τῆς παρανομίας ταύτης κατάρξας, καὶ τοῦτο ὁ τοῦ δικαίου λόγος ἀπαιτεῖ. Ἀλλ᾽ ἐπειδὴ καὶ φιλανθρωπίαν ἐβούλετο κεράσαι τῷ δικαίῳ, τὸν μείζονα πλημμελήσαντα ἐλάττονι τῆς ἀξίας καταδικάζει τιμωρίᾳ, παιδεύων καὶ ἐν τῷ πάσχειν πολλὴν ἐπιδείκνυσθαι τὴν ἐπιείκειαν. Εἰπὼν τοίνυν τὸν παλαιὸν νόμον, καὶ ἀναγνοὺς αὐτὸν ἅπαντα, δείκνυσι πάλιν οὐ τὸν ἀδελφὸν ὄντα τὸν ταῦτα ἐργασάμενον, ἀλλὰ τὸν πονηρόν.

Διὰ τοῦτο καὶ ἐπήγαγεν· Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ. Οὐκ εἶπε, Μὴ ἀντιστῆναι τῷ ἀδελφῷ, ἀλλὰ, Τῷ πονηρῷ· δεικνὺς ὅτι ἐκείνου κινοῦντος ταῦτα τολμᾶται, καὶ ταύτῃ τὸ πολὺ τῆς ὀργῆς τῆς πρὸς τὸν πεποιηκότα χαλῶν καὶ ὑποτεμνόμενος, τῷ τὴν αἰτίαν ἐφ᾽ ἕτερον μεταθεῖναι.

Τί οὖν; οὐ χρὴ ἡμᾶς ἀνθίστασθαι τῷ πονηρῷ· φησί. Δεῖ μὲν, οὐ τούτῳ δὲ τῷ τρόπῳ· ἀλλ᾽ ὡς αὐτὸς ἐπέταξε, τῷ παρέχειν ἑαυτὸν πάσχειν κακῶς· οὕτω γὰρ αὐτοῦ περιέσῃ. Οὐδὲ γὰρ πυρὶ σβέννυται πῦρ, ἀλλ᾽ ὕδατι πῦρ. Ἵνα δὲ μάθῃς ὅτι καὶ ἐν τῷ παλαιῷ νόμῳ ὁ παθὼν κρατεῖ μᾶλλον, καὶ οὗτός ἐστιν ὁ στεφανούμενος, ἐξέτασον αὐτὸ τὸ γινόμενον, καὶ ὄψει πολλὴν αὐτοῦ τὴν προεδρίαν οὖσαν. Ὁ μὲν γὰρ ἄρξας χειρῶν ἀδίκων ἀμφοτέρους αὐτὸς ἔσται ἀνῃρηκὼς τοὺς ὀφθαλμοὺς, καὶ τὸν τοῦ πλησίον, καὶ τὸν αὐτοῦ. Διὸ καὶ μισεῖται παρὰ πάντων δικαίως, καὶ μυρίαις βάλλεται κατηγορίαις. Ὁ δὲ ἠδικημένος, καὶ μετὰ τὸ τοῖς ἴσοις ἀμύνεσθαι. οὐδὲν ἔσται δεινὸν πεποιηκώς. Διὸ καὶ πολλοὺς ἔχει τοὺς συναλγοῦντας, ἅτε καθαρὸς ὢν, καὶ μετὰ τὸ ποιῆσαι, ταύτης τῆς πλημμελείας Καὶ τὰ μὲν τῆς συμφορᾶς ἴσα ἀμφοτέροις· τὰ δὲ τῆς δόξης οὐκ ἴσα, οὔτε παρὰ Θεῷ, οὔτε παρὰ ἀνθρώποις. Διόπερ λοιπὸν οὐδὲ τὰ τῆς συμφορᾶς ἴσα. Ἀρχόμενος μὲν οὖν ἔλεγεν· Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, καὶ ὁ μωρὸν καλῶν, ἔνοχος ἔσται τῇ γεέννῃ τοῦ πυρός· ἐνταῦθα δὲ καὶ πλείονα ἀπαιτεῖ φιλοσοφίαν, οὐ μόνον κελεύων ἡσυχάζειν τὸν πάσχοντα κακῶς, ἀλλὰ καὶ ἀντιφιλοτιμεῖσθαι μειζόνως, τὴν ἑτέραν παρέχοντα σιαγόνα. Τοῦτο δὲ λέγει, οὐ περὶ τῆς τοιαύτης πληγῆς νομοθετῶν μόνον. ἀλλὰ καὶ τὴν ἐν ἅπασι τοῖς ἄλλοις ἀνεξικακίαν παιδεύων ἡμᾶς.

βʹ. Ὥσπερ γὰρ ὅταν λέγῃ, ὅτι Ὁ καλῶν τὸν ἀδελφὸν αὐτοῦ μωρὸν, ἔνοχος ἔσται τῇ γεέννῃ. οὐ περὶ τοῦ ῥήματος τούτου λέγει μόνον, ἀλλὰ καὶ περὶ λοιδορίας ἁπάσης· οὕτω δὴ καὶ ἐνταῦθα, οὐχ ἵνα ῥαπιζόμενοι φέρωμεν γενναίως, νομοθετεῖ, ἀλλ᾽ ἵνα καὶ πᾶν ὁτιοῦν πάσχοντες μὴ θορυβώμεθα. Διὰ τοῦτο κἀκεῖ τὴν ἐσχάτην ὕβριν ἐπελέξατο, καὶ ἐνταῦθα τὴν μάλιστα δοκοῦσαν εἶναι πληγὴν ἐπονείδιστον, τὴν ἐπὶ σιαγόνος, καὶ πολλὴν ἔχουσαν τὴν ὕβριν τέθεικε.

Κελεύει δὲ τοῦτο, ὑπέρ τε τοῦ πλήττοντος, ὑπέρ τε τοῦ πληττομένου τὸν λόγον ποιούμενος. Ὅ τε γὰρ ὑβρισμένος, οὐδὲν ἡγήσεται πάσχειν δεινὸν, οὕτω παρεσκευασμένος φιλοσοφεῖν (οὐδὲ γὰρ τῆς ὕβρεως αἴσθησιν λήψεται, ἅτε ἀγωνιζόμενος μᾶλλον ἢ τυπτόμενος)· ὅ τε ἐπηρεάζων καταισχυνθεὶς οὐκέτι δευτέραν ἐπάξει πληγὴν, κἂν θηρίου παντὸς χαλεπώτερος ᾖ, ἀλλὰ καὶ ἐπὶ τῇ προτέρᾳ σφόδρα ἑαυτοῦ καταγνώσεται.

Οὐδὲν γὰρ οὕτω κατέχει τοὺς ἀδικοῦντας, ὡς τὸ φέρειν τοὺς ἀδικουμένους ἐπιεικῶς τὰ γινόμενα· οὐ κατέχει δὲ μόνον τῆς προσωτέρω ῥύμης, ἀλλὰ καὶ ἐπὶ τοῖς φθάσασι μετανοῆσαι παρασκευάζει, καὶ θαυμάζοντας τὴν ἐπιείκειαν ἀναχωρεῖν, καὶ οἰκειοτέρους καθίστησι, καὶ δούλους, οὐχὶ φίλους μόνον, ἀντὶ ἐχθρῶν καὶ πολεμίων ποιεῖ· ὥσπερ οὖν τὸ ἀμύνεσθαι, τὰ ἐναντία ἅπαντα· ἀμφοτέρους τε γὰρ καταισχύνει καὶ χείρους κατασκευάζει, καὶ τὴν ὀργὴν εἰς μείζονα ἀνάγει φλόγα· καὶ πολλάκις καὶ εἰς θάνατον καταστρέφει περαιτέρω τὸ δεινὸν προβαῖνον.

Διὰ τοῦτο οὐ μόνον ῥαπιζόμενον ἐκέλευσε μὴ ὀργίζεσθαι, ἀλλὰ καὶ ἐμπιπλᾷν αὐτοῦ τὴν ἐπιθυμίαν ἐπέταξεν, ἵνα μηδὲ τὸ πρότερον δόξῃς ἄκων ὑπομεμενηκέναι. Οὕτω γὰρ καὶ ἀναίσχυντον ὄντα καιρίᾳ δυνήσῃ πλῆξαι πληγῇ μᾶλλον, ἢ εἰ τῇ χειρὶ ἔπληξας, καὶ ἀναισχυντότερον ὄντα ἐπιεικέστερον ποιήσεις.

Τῷ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον. Οὐδὲ γὰρ ἐπὶ πληγῶν μόνον, ἀλλὰ καὶ ἐπὶ χρημάτων βούλεται τὴν τοιαύτην ἀνεξικακίαν παρέχεσθαι. Διὸ πάλιν τὴν αὐτὴν τίθησιν ὑπερβολήν. Ὥσπερ γὰρ ἐκεῖ κελεύει νικᾶν ἐν τῷ πάσχειν, οὕτω καὶ ἐνταῦθα τῷ ἀφαιρεῖσθαι πλείονα ὧν ὁ πλεονεκτῶν προσεδόκησε. Πλὴν οὐχ ἁπλῶς αὐτὸ τέθεικεν, ἀλλὰ μετὰ προσθήκης. Οὐ γὰρ εἶπε, Δὸς τῷ αἰτοῦντι τὸ ἱμάτιον, ἀλλὰ, Τῷ θέλοντί σοι κριθῆναι· τουτέστιν, ἐὰν εἰς δικαστήριον ἕλκῃ καὶ πράγματά σοι παρέχῃ. Καὶ ὥσπερ εἰπὼν μὴ καλεῖν μωρὸν, μηδὲ ὀργίζεσθαι εἰκῆ, προϊὼν πλέον ἀπῄτησεν, ἡνίκα ἐκέλευσε καὶ τὴν δεξιὰν σιαγόνα παρέχειν· οὕτω καὶ ἐνταῦθα, εἰπὼν εὐνοεῖν τῷ ἀντιδίκῳ, πάλιν ἐπιτείνει τὸ ἐπίταγμα. Οὐ γὰρ δὴ μόνον ἃ βούλεται λαβεῖν κελεύει δοῦναι, ἀλλὰ καὶ πλείονα ἐπιδείξασθαι φιλοτιμίαν. Τί οὖν; γυμνὸς μέλλω περιιέναι; φησίν. Οὐκ ἂν ἦμεν γυμνοὶ, εἰ τούτοις ἐπειθόμεθα μετὰ ἀκριβείας· ἀλλὰ καὶ πολλῷ πλείονα ἁπάντων ἂν ἦμεν περιβεβλημένοι. Πρῶτον μὲν γὰρ οὐδεὶς ἂν οὕτω διακειμένοις ἐπέθετο· δεύτερον δὲ, εἰ καὶ ἔτυχέ τις οὕτως ἄγριος καὶ ἀνήμερος, ὡς καὶ μέχρι τοσούτου προελθεῖν, ἀλλὰ πολλῷ πλείους ἂν ἐφάνησαν οἱ τὸν οὕτω φιλοσοφοῦντα οὐχ ἱματίοις μόνον, ἀλλὰ καὶ τῇ σαρκὶ τῇ ἑαυτῶν, εἴγε οἷόν τε ἦν, περιβάλλοντες.

γʹ. Εἰ δὲ καὶ ἐχρῆν γυμνὸν περιιέναι διὰ τοιαύτην φιλοσοφίαν, οὐδὲ οὕτως αἰσχρὸν ἦν. Ἐπεὶ καὶ ὁ Ἀδὰμ γυμνὸς ἦν ἐν τῷ παραδείσῳ, καὶ οὐκ ᾐσχύνετο· καὶ ὁ Ἡσαΐας γυμνὸς καὶ ἀνυπόδετος, καὶ πάντων Ἰουδαίων λαμπρότερος ἦν· καὶ ὁ Ἰωσὴφ δὲ, ὅτε ἀπεδύσατο, τότε μάλιστα ἔλαμψεν. Οὐ γὰρ τὸ οὕτω γυμνοῦσθαι κακὸν, ἀλλὰ τὸ οὕτως ἐνδύεσθαι, καθάπερ νῦν ἡμεῖς ἱματίοις πολυτελέσι, τοῦτο καὶ αἰσχρὸν καὶ καταγέλαστον. Διά τοι τοῦτο ἐκείνους μὲν ὁ Θεὸς ἐπῄνεσε, τούτοις δὲ ἐγκαλεῖ, καὶ διὰ προφητῶν καὶ δι᾽ ἀποστόλων. Μὴ τοίνυν ἀδύνατα εἶναι νομίζωμεν τὰ ἐπιτάγματα. Καὶ γὰρ μετὰ τοῦ συμφέροντος σφόδρα ἐστὶν εὔκολα, ἐὰν νήφωμεν· καὶ τοσοῦτον ἔχει τὸ κέρδος, ὡς μὴ μόνον ἡμᾶς, ἀλλὰ καὶ ἐκείνους τοὺς ἐπηρεάζοντας τὰ μέγιστα ὠφελεῖν. Καὶ τοῦτο μάλιστα αὐτῶν ἐστι τὸ ἐξαίρετον, ὅτι πείθοντες ἡμᾶς πάσχειν κακῶς, διὰ τῶν αὐτῶν καὶ τοὺς ποιοῦντας διδάσκουσι φιλοσοφεῖν. Ὅταν γὰρ ἐκεῖνος μὲν ἡγῆται μέγα τὸ τὰ ἑτέρων λαμβάνειν, σὺ δὲ αὐτῷ δείξῃς, ὅτι σοι κοῦφον καὶ ἃ μὴ αἰτεῖ δοῦναι, καὶ ἀντίῤῥοπον φιλοτιμίαν εἰσαγάγῃς τῆς ἐκείνου πτωχείας, καὶ φιλοσοφίαν τῆς ἐκείνου πλεονεξίας, ἐννόησον ὅσης ἀπολαύσεται διδασκαλίας, οὐ διὰ ῥημάτων, ἀλλὰ διὰ τῶν ἔργων αὐτῶν παιδευόμενος καταφρονεῖν μὲν κακίας, ἐφίεσθαι δὲ ἀρετῆς. Οὐδὲ γὰρ ἑαυτοῖς χρησίμους ἡμᾶς εἶναι βούλεται ὁ Θεὸς, ἀλλὰ καὶ τοῖς πλησίον ἅπασιν.

Ἂν μὲν οὖν δῷς, καὶ μὴ δικάσῃ, τὸ σαυτοῦ συμφέρον ἐζήτησας μόνον· ἂν δὲ προσδῷς καὶ ἕτερον, κἀκεῖνον βελτίω ποιήσας ἐξέπεμψας. Τοιοῦτόν ἐστι τὸ ἅλας, ὅπερ αὐτοὺς εἶναι βούλεται· καὶ γὰρ ἑαυτὸ συγκροτεῖ, καὶ τὰ ἄλλα διακρατεῖ σώματα, οἷς ἂν ὁμιλήσῃ· τοιοῦτόν ἐστι τὸ φῶς· καὶ γὰρ ἑαυτῷ καὶ τοῖς ἄλλοις φαίνει. Ἐπεὶ οὖν ἐν τάξει σε τούτων κατέστησε, ὠφέλησον καὶ τὸν ἐν σκότῳ καθήμενον, καὶ δίδαξον αὐτὸν, ὅτι οὐδὲ τὸ πρότερον βίᾳ ἔλαβε· πεῖσον ὅτι οὐκ ἐπηρέασεν. Οὕτω γὰρ καὶ αὑτὸς αἰδεσιμώτερος ἔσῃ καὶ σεμνότερος, ἐὰν δείξῃς ὅτι ἐχαρίσω, καὶ οὐχ ἡρπάγης. Ποίησον τοίνυν αὐτοῦ τὴν ἁμαρτίαν διὰ τῆς σῆς ἐπιεικείας φιλοτιμίαν σήν.

Εἰ δὲ μέγα τοῦτο εἶναι νομίζεις, ἀνάμεινον, καὶ ὄψει σαφῶς, ὅτι οὐδέπω πρὸς τὸ τέλειον ἀπήντηκας. Οὐδὲ γὰρ ἐνταῦθα ἵσταταί σοι ὁ τοὺς περὶ ἀνεξικακίας τιθεὶς νόμους, ἀλλὰ καὶ περαιτέρω πρόεισιν, οὕτω λέγων· Ἐάν τίς σε ἀγγαρεύσῃ μίλιον ἓν, ὕπαγε μετ᾽ αὐτοῦ δύο. Εἶδες ὑπερβολὴν φιλοσοφίας;

Μετὰ γοῦν τὸ δοῦναι τὸν χιτῶνα καὶ τὸ ἱμάτιον, οὐδὲ εἰ γυμνῷ τῷ σώματι χρῆσθαι βούλοιτο ὁ ἐχθρὸς πρὸς ταλαιπωρίας καὶ πόνους, οὐδὲ οὕτως αὐτὸν δεῖ κωλύειν, φησί. Πάντα γὰρ βούλεται κεκτῆσθαι ἡμᾶς κοινὰ, καὶ τὰ σώματα καὶ τὰ χρήματα, καὶ τοῖς δεομένοις καὶ τοῖς ὑβρίζουσι· τὸ μὲν γὰρ ἀνδρείας, τὸ δὲ φιλανθρωπίας ἐστί. Διὰ τοῦτο ἔλεγεν· Ἐάν τίς σε ἀγγαρεύσῃ μίλιον ἓν, ὕπαγε μετ᾽ αὐτοῦ δύο· ἀνωτέρω σε ἀνάγων πάλιν, καὶ τὴν αὐτὴν φιλοτιμίαν ἐπιδείκνυσθαι κελεύων. Εἰ γὰρ ἅπερ ἀρχόμενος ἔλεγεν, ἐλάττονα ὄντα τούτων πολλῷ, τοσούτους ἔχει μακαρισμοὺς, ἐννόησον οἵα λῆξις τοὺς ταῦτα κατορθοῦντας ἀναμένει, καὶ τίνες καὶ πρὸ τῶν ἐπάθλων γίνονται, ἐν ἀνθρωπίνῳ σώματι καὶ παθητῷ ἀπάθειαν ἅπασαν κατορθοῦντες. Ὅταν γὰρ μήτε ὕβρεσι καὶ πληγαῖς, μήτε χρημάτων ἀφαιρέσει δάκνωνται, μήτε ἄλλῳ μηδενὶ εἴκωσι τοιούτῳ, ἀλλὰ καὶ ἐπιδαψιλεύωνται τῷ πάθει μᾶλλον, σκόπησον οἵα αὐτοῖς κατασκευάζεται ἡ ψυχή. Διὰ δὴ τοῦτο ὅπερ ἐπὶ τῶν πληγῶν, ὅπερ ἐπὶ τῶν χρημάτων, τοῦτο καὶ ἐνταῦθα ἐκέλευσε ποιεῖν. Τί γὰρ λέγω, φησὶν, ὕβριν καὶ χρήματα;

Κἂν αὐτῷ τῷ σώματί σου βούληται εἰς πόνον χρήσασθαι καὶ κάματον, καὶ τοῦτο ἀδίκως, πάλιν νίκησον καὶ ὑπέρβηθι τὴν ἄδικον ἐπιθυμίαν ἐκείνου. Τὸ γὰρ ἀγγαρεῦσαι τοῦτό ἐστι, τὸ ἀδίκως ἑλκύσαι, καὶ ἄνευ λόγου τινὸς, καὶ ἐπηρεάζοντα. Ἀλλ᾽ ὅμως καὶ πρὸς τοῦτο ἔσο παρατεταγμένος, ὥστε πλέον παθεῖν, ἢ ἐκεῖνος βούλεται ποιῆσαι. Τῷ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς. Ταῦτα ἐκείνων ἐλάττονα· ἀλλὰ μὴ θαυμάσῃς· τοῦτο γὰρ εἴωθεν ἀεὶ ποιεῖν, ἀναμιγνὺς τοῖς μεγάλοις τὰ μικρά. Εἰ δὲ ταῦτα μικρὰ πρὸς ἐκεῖνα, ἀκουέτωσαν οἱ τὰ ἑτέρων λαμβάνοντες, οἱ πόρναις τὰ ἑαυτῶν διανέμοντες, καὶ διπλῆν ἑαυτοῖς ἀνάπτοντες πυρὰν, καὶ διὰ τῆς προσόδου τῆς ἀδίκου, καὶ διὰ τῆς δαπάνης τῆς ὀλεθρίας. Δάνεισμα δὲ ἐνταῦθα οὐ τὸ μετὰ τῶν τόκων λέγει συμβόλαιον, ἀλλὰ τὴν χρῆσιν ἁπλῶς. Ἀλλαχοῦ δὲ αὐτὸ καὶ ἐπιτείνει, λέγων ἐκείνοις διδόναι, παρ᾽ ὧν οὐ προσδοκῶμεν ἀπολαμβάνειν.

Ἠκούσατε ὅτι ἐῤῥέθη· Ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου. Ἐγὼ δὲ λέγω ὑμῖν· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς· εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς· ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς· ὅτι ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Ὅρα τὴν κορωνίδα τῶν ἀγαθῶν πῶς ἐπέθηκεν ἐσχάτην. Διὰ γὰρ τοῦτο παιδεύει, μὴ μόνον ῥαπιζόμενον φέρειν, ἀλλὰ καὶ παρέχειν τὴν δεξιὰν σιαγόνα, μηδὲ μόνον τῷ χιτῶνι τὸ ἱμάτιον προστιθέναι, ἀλλὰ καὶ δύο συνοδεύειν μίλια τῷ ἓν ἀγγαρεύοντι, ἵνα τὸ πολλῷ πλέον τούτων μετ᾽ εὐκολίας δέξῃ πάσης. Καὶ τί τούτων πλέον ἐστί; φησί. Τὸ τὸν ποιοῦντα ταῦτα μηδὲ ἐχθρὸν ἔχειν· μᾶλλον δὲ καὶ τούτου ἕτερόν τι πλέον. Οὐ γὰρ εἶπε, Μὴ μισήσῃς, ἀλλὰ, Ἀγάπησον· οὐκ εἶπε, Μὴ ἀδικήσῃς, ἀλλὰ, Καλῶς ποίησον.

δʹ. Εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ τούτων αὐτῶν ἑτέραν ὄψεται προσθήκην πολλῷ μείζονα τούτων. Οὐδὲ γὰρ ἁπλῶς ἐκέλευσεν ἀγαπᾷν, ἀλλὰ καὶ εὔχεσθαι. Εἶδες ὅσους ἀνέβη βαθμοὺς, καὶ πῶς εἰς αὐτὴν ἡμᾶς τὴν κορυφὴν ἔστησε τῆς ἀρετῆς; Σκόπει δὲ ἄνωθεν ἀριθμῶν. Πρῶτός ἐστι βαθμὸς, μὴ ἄρχειν ἀδικίας· δεύτερος, μετὰ τὸ ἄρξασθαι, τοῖς ἴσοις ἀμύνασθαι· τρίτος, μὴ δρᾶσαι τὸν ἐπηρεάζοντα ταῦτα ἃ ἔπαθεν, ἀλλ᾽ ἡσυχάσαι· τέταρτος, τὸ καὶ παρασχεῖν ἑαυτὸν εἰς τὸ παθεῖν κακῶς· πέμπτος, τὸ καὶ πλέον παρασχεῖν ἢ ἐκεῖνος βούλεται ὁ ποιήσας· ἕκτος, τὸ μὴ μισῆσαι τὸν ταῦτα ἐργασάμενον· ἕβδομος, τὸ καὶ ἀγαπῆσαι· ὄγδοος, τὸ καὶ εὐεργετῆσαι· ἔννατος, τὸ καὶ τὸν Θεὸν ὑπὲρ αὐτοῦ παρακαλεῖν. Εἶδες ὕψος φιλοσοφίας; Διά τοι τοῦτο καὶ λαμπρὸν τὸ ἔπαθλον ἔχει. Ἐπειδὴ γὰρ μέγα ἦν τὸ ἐπίταγμα, καὶ νεανικῆς δεόμενον ψυχῆς καὶ πολλῆς τῆς σπουδῆς, καὶ μισθὸν αὐτῷ τίθησι τοιοῦτον, οἷον οὐδενὶ τῶν προτέρων. Οὐ γὰρ γῆς ἐνταῦθα μέμνηται, καθάπερ ἐπὶ τῶν πράων· οὔτε παρακλήσεως καὶ ἐλέου, καθάπερ ἐπὶ τῶν πενθούντων καὶ ἐλεημόνων· οὔτε βασιλείας οὐρανῶν· ἀλλ᾽ ὃ πάντων τούτων ἦν φρικωδέστερον, τὸ γενέσθαι ὁμοίους τῷ Θεῷ, ὡς ἀνθρώπους γενέσθαι εἰκός. Ὅπως γὰρ γένησθε, φησὶν, ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς.

Σὺ δέ μοι παρατήρει, πῶς οὐδὲ ἐνταῦθα, οὐδὲ ἐν τοῖς ἔμπροσθεν Πατέρα ἑαυτοῦ καλεῖ· ἀλλ᾽ ἐκεῖ μὲν Θεὸν καὶ βασιλέα μέγαν, ὅτε περὶ τῶν ὅρκων διελέγετο· ἐνταῦθα δὲ Πατέρα αὐτῶν. Ποιεῖ δὲ τοῦτο, τῷ προσήκοντι καιρῷ τοὺς περὶ τούτων τηρῶν λόγους. Εἶτα καὶ προσάγων τὴν ὁμοιότητα, φησὶν, ὅτι Τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Καὶ γὰρ αὐτὸς οὐ μόνον οὐ μισεῖ, φησὶν, ἀλλὰ καὶ εὐεργετεῖ τοὺς ὑβρίζοντας.

Καίτοιγε οὐδαμοῦ τὸ γινόμενον ἴσον, οὐ μόνον διὰ τὴν τῆς εὐεργεσίας ὑπερβολὴν, ἀλλὰ καὶ διὰ τὴν τῆς ἀξίας ὑπεροχήν. Σὺ μὲν γὰρ παρὰ τοῦ ὁμοδούλου καταφρονῇ, ἐκεῖνος δὲ παρὰ τοῦ δούλου καὶ μυρία εὐεργετηθέντος· καὶ σὺ μὲν ῥήματα χαρίζῃ εὐχόμενος ὑπὲρ αὐτοῦ, αὐτὸς δὲ πράγματα πολὺ μεγάλα καὶ θαυμαστὰ, τὸν ἥλιον ἀνάπτων, καὶ τοὺς ἐτησίους ὄμβρους διδούς. Ἀλλ᾽ ὅμως καὶ οὕτω δίδωμι ἴσον εἶναι, ὡς ἄνθρωπον ἐγχωρεῖ εἶναι. Μὴ τοίνυν μίσει τὸν ποιοῦντα κακῶς, τοιούτων ὄντα σοι πρόξενον ἀγαθῶν, καὶ εἰς τοσαύτην ἄγοντά σε τιμήν· μὴ καταρῶ τῷ ἐπηρεάζοντι· ἐπεὶ τὸν μὲν πόνον ὑπέστης, τοῦ δὲ καρποῦ ἀπεστερήθης· καὶ τὴν μὲν ζημίαν οἴσεις, τὸν δὲ μισθὸν ἀπολεῖς· ὅπερ ἐσχάτης ἐστὶν ἀνοίας, τὸ χαλεπώτερον ὑπομείναντας, τὸ ἔλαττον τούτου μὴ φέρειν. Καὶ πῶς ἔνι τοῦτο γενέσθαι; φησί. Θεὸν ἰδὼν ἄνθρωπον γενόμενον, καὶ τοσοῦτον καταβάντα, καὶ τοσαῦτα παθόντα διὰ σὲ, ἐρωτᾷς ἔτι καὶ ἀμφιβάλλεις, πῶς δυνατὸν τοῖς ὁμοδούλοις ἀφεῖναι τὰς ἀδικίας;

Οὐκ ἀκούεις αὐτοῦ ἐν τῷ σταυρῷ λέγοντος· Ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν, Οὐκ ἀκούεις Παύλου λέγοντος, ὅτι Ὁ ἀναβὰς ἄνω καὶ καθήμενος ἐν δεξιᾷ ἐντυγχάνει ὑπὲρ ἡμῶν, Οὐχ ὁρᾷς ὅτι καὶ μετὰ τὸν σταυρὸν καὶ μετὰ τὴν ἀνάληψιν, τοῖς ἀνῃρηκόσιν Ἰουδαίοις ἔπεμπε τοὺς ἀποστόλους τὰ μυρία οἴσοντας ἀγαθὰ, καὶ ταῦτα μυρία μέλλοντας παρ᾽ αὐτῶν πάσχειν δεινά; Ἀλλὰ σὺ μεγάλα ἠδίκησαι;

Καὶ τί τοιοῦτον πέπονθας, οἷον ὁ σὸς Δεσπότης, δεσμούμενος, μαστιζόμενος, ῥαπιζόμενος, παρὰ οἰκετῶν ἐμπτυόμενος, θάνατον ὑπομένων, καὶ θάνατον τὸν θανάτων ἁπάντων αἴσχιστον, μετὰ μυρίας εὐεργεσίας; Εἰ δὲ καὶ μεγάλα ἠδίκησαι, καὶ διὰ τοῦτο μάλιστα εὐεργέτησον, ἵνα καὶ σαυτῷ λαμπρότερον ποιήσῃς τὸν στέφανον, καὶ τὸν ἀδελφὸν τῆς ἐσχάτης ἀπαλλάξῃς ἀῤῥωστίας. Ἐπεὶ καὶ οἱ ἰατροὶ, ὅταν λακτίζωνται καὶ ὑβρίζωνται παρὰ τῶν μαινομένων, τότε μάλιστα αὐτοὺς ἐλεοῦσι, καὶ παρασκευάζονται πρὸς τὴν ἐκείνων διόρθωσιν, εἰδότες ὅτι τῆς ὑπερβολῆς τοῦ νοσήματος ἡ ὕβρις ἐστί. Καὶ σὺ τοίνυν ταύτην περὶ τῶν ἐπιβουλευόντων ἔχε τὴν γνώμην, καὶ οὕτω κέχρησο τοῖς ἀδικοῦσιν· ἐκεῖνοι γάρ εἰσι μάλιστα οἱ νοσοῦντες καὶ τὴν βίαν ὑπομένοντες ἅπασαν.

Ἀπάλλαξον τοίνυν αὐτὸν τῆς χαλεπῆς ταύτης ἐπηρείας, καὶ δὸς ἀφεῖναι τὴν ὀργὴν, καὶ δαίμονος ἐλευθέρωσον χαλεποῦ, τοῦ θυμοῦ. Καὶ γὰρ δαιμονῶντας ἐὰν ἴδωμεν, δακρύομεν, οὐχὶ καὶ αὐτοὶ σπουδάζομεν δαιμονᾷν. Τοῦτο καὶ νῦν ποιῶμεν ἐπὶ τῶν ὀργιζομένων· καὶ γὰρ ἐκείνοις ἐοίκασιν οἱ θυμούμενοι· μᾶλλον δὲ κἀκείνων εἰσὶν ἀθλιώτεροι, μετὰ αἰσθήσεως μαινόμενοι. Διὸ καὶ ἀσύγγνωστος αὐτῶν ἡ παραπληξία.

εʹ. Μὴ τοίνυν ἐπέμβαινε κειμένῳ, ἀλλὰ καὶ ἐλέει Καὶ γὰρ ἂν ὑπὸ χολῆς ἐνοχλούμενον καὶ σκοτοδινιῶντα καὶ ἐμέσαι ἐπειγόμενον τὸν πονηρὸν τοῦτον χυμὸν ἴδωμεν, χεῖρα ὀρέγομεν, καὶ διαβαστάζομεν σπαραττόμενον, κἂν τὸ ἱμάτιον μολύνωμεν, οὐκ ἐπιστρεφόμεθα, ἀλλ᾽ ἓν μόνον ζητοῦμεν, ὅπως ἐκεῖνον ἀπαλλάξωμεν τῆς χαλεπῆς ταύτης στενοχωρίας Τοῦτο τοίνυν καὶ ἐπὶ τούτων ποιῶμεν, καὶ διαβαστάζωμεν ἐμοῦντας καὶ σπαραττομένους· μηδὲ πρότερον ἀφῶμεν, ἕως ἂν ἅπασαν ἀπόθηται τὴν πικρίαν. Καὶ τότε σοι χάριν εἴσεται μεγίστην· ἐπειδὰν παύσηται, τότε γνώσεται σαφῶς, ὅσης αὐτὸν ἀπήλλαξας ταραχῆς.

Καὶ τί λέγω τὴν παρ᾽ ἐκείνου χάριν; Ὁ γὰρ Θεός σε εὐθέως στεφανώσει, καὶ μυρίοις ἀμείψεται καλοῖς, ὅτι σου τὸν ἀδελφὸν νοσήματος ἠλευθέρωσας χαλεποῦ· κἀκεῖνος δὲ ὡς Δεσπότην τιμήσει, διαπαντὸς αἰδούμενός σου τὴν ἐπιείκειαν. Οὐχ ὁρᾷς τὰς τικτούσας γυναῖκας, πῶς δάκνουσι τὰς παρεστώσας, καὶ οὐκ ἀλγοῦσιν ἐκεῖναι; μᾶλλον δὲ ἀλγοῦσι μὲν, φέρουσι δὲ γενναίως, καὶ συναλγοῦσι ταῖς ὀδυνωμέναις καὶ διακοπτομέναις ὑπὸ τῆς ὠδῖνος. Ταύτας καὶ σὺ ζήλωσον, καὶ μὴ γίνου μαλακώτερος γυναικῶν, Ἐπειδὰν γὰρ τέκωσιν αἱ γυναῖκες αὗται (γυναικῶν γάρ εἰσι μικροψυχότεροι), τότε σε τὸν ἄνδρα εἴσονται.

Εἰ δὲ βαρέα τὰ ἐπιτάγματα, ἐννόησον ὅτι διὰ τοῦτο παρεγένετο ὁ Χριστὸς, ἵνα ταῦτα ἐν τῇ ἡμετέρᾳ καταφυτεύσῃ διανοίᾳ, ἵνα καὶ ἐχθροῖς καὶ φίλοις χρησίμους κατασκευάσῃ. Διὰ τοῦτο καὶ ἑκατέρων τούτων ἐπιμελεῖσθαι κελεύει· τῶν μὲν ἀδελφῶν, ἡνίκα ἂν λέγῃ, Ἐὰν προσφέρῃς τὸ δῶρόν σου· τῶν δὲ ἐχθρῶν, ἐπειδὰν νομοθετῇ φιλεῖν τε καὶ εὔχεσθαι ὑπὲρ αὐτῶν. Καὶ οὐκ ἀπὸ τοῦ ὑποδείγματος τοῦ κατὰ τὸν Θεὸν ἐνάγει μόνον εἰς τοῦτο, ἀλλὰ καὶ ἐκ τοῦ ἐναντίου. Ἐὰν γὰρ ἀγαπήσητε, φησὶ, τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσι; Τοῦτο καὶ ὁ Παῦλός φησιν· Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι. Ἂν μὲν οὖν ταῦτα ποιῇς, μετὰ τοῦ Θεοῦ ἕστηκας· ἂν δὲ ἐγκαταλιμπάνῃς αὐτὰ, μετὰ τῶν τελωνῶν. Εἶδες πῶς οὐ τοσοῦτον τῶν ἐντολῶν τὸ μέσον, ὅσον τῶν προσώπων τὸ διάφορον; Μὴ τοίνυν τοῦτο λογιζώμεθα, ὅτι δυσχερὲς τὸ ἐπίταγμα, ἀλλὰ καὶ τὸ ἔπαθλον ἐννοήσωμεν, καὶ λογισώμεθα τίνος ὅμοιοι γινόμεθα κατορθώσαντες, καὶ τίνος ἴσοι διαμαρτάνοντες. Τῷ μὲν οὖν ἀδελφῷ κελεύει καταλλάττεσθαι, καὶ μὴ πρότερον ἀφίστασθαι, ἕως ἂν τὴν ἔχθραν ἀνέλωμεν· ὅταν δὲ περὶ πάντων διαλέγηται, οὐκέτι ταύτῃ ἡμᾶς ὑποβάλλει τῇ ἀνάγκῃ, ἀλλὰ τὰ παρ᾽ ἡμῶν ἀπαιτεῖ μόνον, εὔκολον καὶ ταύτῃ ποιῶν τὸν νόμον.

Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν· ἵνα μὴ διὰ ταῦτα αὐτὰ ἀηδῶς πρὸς αὐτοὺς ἔχωσι, κελεύει μὴ μόνον φέρειν ταῦτα ποιοῦντας, ἀλλὰ καὶ ἀγαπᾷν.

Ὁρᾷς πῶς πρόῤῥιζον τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν τὴν περὶ τὰ σώματα, τὴν περὶ τὰ χρήματα, τὴν περὶ τὴν δόξαν, τὴν περὶ τὸν παρόντα βίον ἀναιρεῖ; Τοῦτο γὰρ ἐποίησε μὲν ἐξ ἀρχῆς, πολλῷ δὲ πλέον νῦν. Ὅ τε γὰρ πτωχὸς καὶ ὁ πρᾶος καὶ ὁ πενθῶν κενοῖ τὴν ὀργήν· ὅ τε δίκαιος καὶ ἐλεήμων κενοῖ τὴν τῶν χρημάτων ἐπιθυμίαν· ὁ καθαρὸς τὴν καρδίαν ἀπήλλακται ἐπιθυμίας πονηρᾶς· ὁ δεδιωγμένος καὶ φέρων τὰς ὕβρεις καὶ κακῶς ἀκούων, πᾶσαν ἀσκεῖ λοιπὸν τῶν παρόντων πραγμάτων ὑπεροψίαν, καὶ τύφου καὶ κενοδοξίας ἐστὶ καθαρός. Λύσας τοίνυν τῶν δεσμῶν τούτων τὸν ἀκροατὴν, καὶ εἰς τοὺς ἀγῶνας ἀλείψας, πάλιν ἑτέρως ἀνασπᾷ ταῦτα τὰ πάθη, καὶ μετὰ πλείονος τῆς ἀκριβείας. Ἀρξάμενος γὰρ ἀπὸ τῆς ὀργῆς, καὶ πάντοθεν ἐκκόψας τοῦ πάθους τούτου τὰ νεῦρα, καὶ εἰπὼν, Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ, καὶ ὁ μωρὸν καλῶν, καὶ ὁ ῥακὰ, κολαζέσθω· καὶ ὁ προσφέρων τὸ δῶρον μὴ πρότερον προσίτω τῇ τραπέζῃ, ἕως ἂν καταλύσῃ τὴν ἔχθραν· καὶ ὁ ἀντίδικον ἔχων, πρὶν ἢ τὸ δικαστήριον ἰδεῖν, φίλον ποιείτω τὸν ἐχθρόν· ἐπὶ τὴν ἐπιθυμίαν μεταβαίνει πάλιν, καί φησιν· Ὁ ἐμβλέπων ἀκολάστοις ὀφθαλμοῖς, ὡς μοιχὸς τιμωρείσθω· ὁ σκανδαλιζόμενος ὑπὸ γυναικὸς ἀκολάστου, ἢ ὑπὸ ἀνδρὸς, ἢ ἄλλου τινὸς τῶν αὐτῷ προσηκόντων, ἅπαντας ἐκκοπτέτω τούτους· ὁ νόμῳ γάμου κατέχων γυναῖκα, μηδέποτε αὐτὴν ἐκβαλλέτω καὶ πρὸς ἑτέραν βλεπέτω.

Διὰ γὰρ τούτων τῆς πονηρᾶς ἐπιθυμίας τὰς ῥίζας ἀνεῖλεν. Εἶτα ἐντεῦθεν τῶν χρημάτων τὸν ἔρωτα ἀναστέλλει, κελεύων μήτε ὀμνύναι, μήτε ψεύδεσθαι, μήτε αὐτοῦ ἀντέχεσθαι τοῦ χιτωνίσκου, ὃν ἄν τις ἐνδεδυμένος τύχῃ· ἀλλὰ καὶ τὸ ἱμάτιον προΐεσθαι τῷ βουλομένῳ, καὶ τὴν τοῦ σώματος χρῆσιν, ἐκ πολλῆς τῆς περιουσίας τὸν περὶ τὰ χρήματα ἀναιρῶν πόθον.

ϛʹ. Τότε μετὰ ταῦτα πάντα καὶ τὸν ποικίλον τῶν ἐπιταγμάτων τούτων στέφανον, ἐπάγει λέγων· Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς· ἐπ᾽ αὐτὴν ἄνω τὴν ἀκροτάτην τῆς φιλοσοφίας ἀνάγων κορυφήν. Ὥσπερ γὰρ τοῦ πρᾶον εἶναι μεῖζον τὸ ῥαπίζεσθαι, καὶ τοῦ ἐλεήμονα εἶναι τὸ καὶ τὸ ἱμάτιον προΐεσθαι μετὰ τοῦ χιτωνίσκου, καὶ τοῦ δίκαιον εἶναι τὸ καὶ ἀδικούμενον φέρειν, καὶ τοῦ εἰρηνοποιὸν εἶναι τὸ καὶ ῥαπιζόμενον καὶ ἀγγαρευόμενον ἕπεσθαι· οὕτω καὶ τοῦ διώκεσθαι τὸ διωκόμενον εὐλογεῖν. Ὁρᾷς πῶς κατὰ μικρὸν εἰς αὐτὰς ἀνάγει τοῦ οὐρανοῦ τὰς ἁψῖδας; Τίνος οὖν ἂν εἴημεν ἄξιοι, οἱ πρὸς τὸν Θεὸν κελευόμενοι τὸν ζῆλον ἔχειν, καὶ τάχα μηδὲ τῶν τελωνῶν γινόμενοι ἴσοι; Εἰ γὰρ τὸ φιλεῖν τοὺς φιλοῦντας, τελωνῶν καὶ ἁμαρτωλῶν καὶ ἐθνικῶν· ὅταν μηδὲ τοῦτο ποιῶμεν (οὐ γὰρ ποιοῦμεν αὐτὸ βασκαίνοντες εὐδοκιμοῦσι τοῖς ἀδελφοῖς), ποίαν οὐχ ὑποστησόμεθα δίκην, ὑπερβαίνειν τοὺς γραμματεῖς κελευόμενοι, καὶ τῶν ἐθνικῶν ἑστῶτες κατώτεροι; Πῶς οὖν ὀψόμεθα βασιλείαν, εἰπέ μοι; πῶς ἐπιβησόμεθα τῶν ἱερῶν προθύρων ἐκείνων, οὐδὲ τῶν τελωνῶν ἀμείνους γινόμενοι;

Τοῦτο γὰρ ᾐνίξατο εἰπών· Οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν, Ὃ καὶ μάλιστα θαυμάσαι αὐτοῦ τῆς διδασκαλίας ἔστιν, ὅτι πανταχοῦ τὰ ἔπαθλα τῶν ἀγώνων τιθεὶς μετὰ πολλῆς τῆς περιουσίας· οἷον καὶ τὸ τὸν Θεὸν ὁρᾷν, καὶ βασιλείαν οὐρανῶν κληρονομεῖν, καὶ τὸ υἱοὺς Θεοῦ γενέσθαι, καὶ τὸ ὁμοίους Θεοῦ, καὶ τὸ ἐλεεῖσθαι, καὶ τὸ παρακαλεῖσθαι, καὶ τὸν μισθὸν τὸν πολύν· εἴ που καὶ λυπηρῶν μνησθῆναι ἔδει, ὑφειμένως τοῦτο ποιεῖ· τὸ μὲν γὰρ τῆς γεέννης ὄνομα ἅπαξ ἐν τοσούτοις τέθεικε λόγοις· καὶ ἑτέροις δέ τισιν ὑπεσταλμένως, καὶ ἐντρεπτικώτερον μᾶλλον ἢ ἀπειλητικώτερον κεχρημένος τῷ λόγῳ, διορθοῦται τὸν ἀκροατὴν λέγων· Οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσι; καὶ, Ἐὰν τὸ ἅλας μωρανθῇ· καὶ, Ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἔστι δὲ ὅπου καὶ τὰ ἁμαρτήματα ἀντὶ κολάσεως τίθησι, τὸ φορτικὸν τῆς κολάσεως τῷ ἀκροατῇ διδοὺς συνιδεῖν, ὡς ὅταν λέγῃ· Ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ· καὶ, Ὁ ἀπολύων ποιεῖ αὐτὴν μοιχευθῆναι· καὶ, Τὸ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστι. Τοῖς γὰρ νοῦν ἔχουσιν ἀντὶ τοῦ τῆς κολάσεως ὀνόματος ἀρκεῖ καὶ τὸ τῆς ἁμαρτίας μέγεθος εἰς σωφρονισμόν. Διὸ δὴ καὶ ἐνταῦθα τοὺς ἐθνικοὺς καὶ τοὺς τελώνας εἰς μέσον ἄγει, τῇ ποιότητι τοῦ προσώπου τὸν μαθητὴν ἐντρέπων.

Ὃ καὶ ὁ Παῦλος ἐποίει λέγων· Μὴ λυπεῖσθε ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα· καὶ, Καθάπερ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν. Καὶ δεικνὺς ὅτι οὐδὲν ὑπέρογκον ἀπαιτεῖ, ἀλλὰ μικρῷ πλέον τοῦ εἰωθότος, φησίν· Οὐχὶ καὶ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν; Ἀλλ᾽ ὅμως οὐχ ἵστησιν ἐνταῦθα τὸν λόγον, ἀλλ᾽ εἰς τὰ ἔπαθλα αὐτὸν καταλύει καὶ τὰς χρηστὰς ἐλπίδας, λέγων· Γίνεσθε οὖν τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Καὶ πολὺ τὸ τῶν οὐρανῶν ὄνομα διασπείρει πανταχοῦ, καὶ ἀπὸ τοῦ τόπου τὰ φρονήματα αὐτῶν διεγείρων. Τέως γὰρ ἀσθενέστερον καὶ παχύτερόν πως ἦσαν διακείμενοι.

Ἅπαντα οὖν ἐννοοῦντες τὰ εἰρημένα, πολλὴν καὶ πρὸς τοὺς ἐχθροὺς ἐπιδειξώμεθα τὴν ἀγάπην, καὶ τὸ καταγέλαστον ἐκεῖνο ἔθος ἐκβάλωμεν, ὅπερ πολλοὶ τῶν ἀλογωτέρων ὑπομένουσιν, ἀναμένοντες τοὺς ἀπαντῶντας πρώτους προσειπεῖν, ὃ μὲν ἔχει πολὺν μακαρισμὸν μὴ ζηλοῦντες, ὃ δέ ἐστι καταγέλαστον, τοῦτο διώκοντες. Τίνος οὖν ἕνεκεν οὐ προσερεῖς αὐτὸν πρότερος; Ἐπειδὴ τοῦτο ἀναμένει, φησίν. Οὐκοῦν δι᾽ αὐτὸ τοῦτο μάλιστα ἐπιπηδᾷν ἔδει, ἵνα σὺ λάβῃς τὸν στέφανον. Οὒ, φησίν· ἐπειδὴ τοῦτο ἐσπούδακε.

Καὶ τί ταύτης τῆς ἀλογίας χεῖρον γένοιτ᾽ ἄν; Ἐπειδὴ γὰρ τοῦτο ἐσπούδακε, φησὶ, μισθοῦ μοι γενέσθαι πρόξενος, οὐ βούλομαι ἐπιλαβέσθαι τῆς ὑποθέσεως ταύτης. Ἂν μὲν οὖν ἐκεῖνός σε προσείπῃ πρότερος, οὐδέν σοι γίνεται πλέον καὶ προσειπόντι· ἐὰν δὲ σὺ πρότερος ἐπιπηδήσῃς τῇ προσρήσει, ἐπραγματεύσω τὸν τῦφον ἐκείνου, καὶ δαψιλῆ τινα ἐκ τῆς ἀπονοίας αὐτοῦ τὸν καρπὸν ἐτρύγησας. Πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας, τοσαῦτα μέλλοντας καρποῦσθαι ἀπὸ ψιλῶν ῥημάτων, προδιδόναι τὸ κέρδος, καὶ καταγινώσκοντος αὐτοῦ, τοῖς αὐτοῖς περιπίπτειν; Εἰ γὰρ διὰ τοῦτο αὐτὸν αἰτιᾷ, ὅτι πρότερος ἀναμένει τὴν παρ᾽ ἑτέρου πρόσρησιν, τίνος ἕνεκεν ζηλοῖς ὅπερ ἐγκαλεῖς, καὶ ὅπερ ἔφης εἶναι πονηρὸν, τοῦτο ὡς ἀγαθὸν μιμεῖσθαι ἐσπούδακας; Ὁρᾷς πῶς οὐδὲν ἀνθρώπου κακίᾳ συζῶντος ἀνοητότερον; Διὸ παρακαλῶ, φύγωμεν τὸ πονηρὸν τοῦτο ἔθος καὶ καταγέλαστον.

Καὶ γὰρ μυρίας ἀνέτρεψε φιλίας τὸ νόσημα τοῦτο, καὶ πολλὰς ἔχθρας εἰργάσατο. Διὰ δὴ τοῦτο φθάνωμεν αὐτοὺς ἡμεῖς. Οἱ γὰρ ῥαπίζεσθαι καὶ ἀγγαρεύεσθαι καὶ γυμνοῦσθαι παρ᾽ ἐχθρῶν κελευόμενοι, καὶ φέρειν, ποίας ἂν εἴημεν συγγνώμης ἄξιοι, ἐν προσρήσει ψιλῇ τοσαύτην ἐπιδεικνύμενοι φιλονεικίαν;

Καταφρονούμεθα γὰρ, φησὶ, καὶ διαπτυόμεθα, ὅταν αὐτῷ χαρισώμεθα τοῦτο. Καὶ ἵνα μὴ καταφρονήσῃ ἄνθρωπος, προσκρούεις Θεῷ; καὶ ἵνα μὴ καταφρονήσῃ σου ὁ μαινόμενος ὁμόδουλος, καταφρονεῖς τοῦ Δεσπότου, τοῦ τοσαῦτά σε εὐεργετηκότος; Εἰ γὰρ ἄτοπον τὸ καταφρονεῖν σου τὸν ὁμότιμον, πολλῷ μᾶλλον τό σε καταφρονεῖν τοῦ σε πεποιηκότος Θεοῦ.

Μετὰ δὲ τούτου κἀκεῖνο σκόπει, ὅτι ὅταν σου καταφρονήσῃ, τότε σοι μείζονος μισθοῦ γίνεται πρόξενος. Διὰ γὰρ τὸν Θεὸν ταῦτα ὑπομένεις, ἐπειδὴ τῶν αὐτοῦ νόμων ἤκουσας. Τοῦτο δὲ ποίας οὐκ ἂν εἴη τιμῆς ἀντάξιον; πόσων διαδημάτων; Ἐμοὶ γένοιτο καὶ ὑβρίζεσθαι, καὶ καταφρονεῖσθαι διὰ τὸν Θεὸν, ἢ τιμᾶσθαι παρὰ βασιλέων ἁπάντων· οὐδὲν γὰρ, οὐδὲν τῆς δόξης ταύτης ἴσον. Ταύτην τοίνυν διώκωμεν οὕτως, ὡς αὐτὸς ἐκέλευσε, καὶ τῶν ἀνθρωπίνων μηδένα ποιούμενοι λόγον, ἀλλὰ τὴν ἀκριβῆ φιλοσοφίαν ἐπιδεικνύμενοι διὰ πάντων, οὕτω τὸν ἑαυτῶν βίον οἰκονομῶμεν. Καὶ γὰρ τῶν οὐρανῶν καὶ τῶν ἐκεῖσε στεφάνων ἐντεῦθεν ἤδη καρπωσόμεθα τὰ ἀγαθὰ, ὡς ἄγγελοι μετὰ ἀνθρώπων βαδίζοντες, ὡς αἱ τῶν ἀγγέλων δυνάμεις ἐν τῇ γῇ περιπολοῦντες, καὶ πάσης μὲν ἐπιθυμίας, πάσης δὲ ἐκτὸς μένοντες ταραχῆς· καὶ μετὰ τούτων δὲ πάντων καὶ τὰ ἀπόῤῥητα ἀποληψόμεθα ἀγαθά· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ προσκύνησις, σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ ἁγίῳ καὶ ἀγαθῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΘʹ. Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων, πρὸς τὸ θεαθῆναι αὐτοῖς. αʹ. Τὸ τυραννικώτερον πάντων λοιπὸν ἐξορίζει πάθος, τὴν λύσσαν καὶ τὴν μανίαν τὴν περὶ τὴν κενὴν δόξαν ἐγγινομένην τοῖς κατορθοῦσιν. Ἐξ ἀρχῆς μὲν γὰρ οὐδὲν περὶ αὐτοῦ διελέχθη· καὶ γὰρ ἦν περιττὸν, πρὶν ἢ πεῖσαι ποιεῖν τι τῶν δεόντων, περὶ τοῦ πῶς δεῖ ποιεῖν αὐτὰ καὶ μετιέναι διδάσκειν. Ἐπειδὴ δὲ ἐνῆγεν εἰς φιλοσοφίαν, τότε λοιπὸν καὶ τὴν παρυφισταμένην αὐτῇ καθαίρει λύμην. Οὐδὲ γὰρ ἁπλῶς τίκτεται τοῦτο τὸ νόσημα, ἀλλ᾽ ὅταν πολλὰ κατορθώσωμεν τῶν ἐπιταττομένων. Ἔδει τοίνυν πρότερον φυτεῦσαι τὴν ἀρετὴν, καὶ τότε τὸ ἐπηρεάζον αὐτῆς τὸν καρπὸν ἀνελεῖν πάθος. Καὶ ὅρα πόθεν ἄρχεται· ἀπὸ νηστείας, καὶ εὐχῆς, καὶ ἐλεημοσύνης. Τούτοις γὰρ μάλιστα ἐμφιλοχωρεῖν εἴωθε τοῖς κατορθώμασιν. Ὁ γοῦν Φαρισαῖος ἐντεῦθεν ἐφυσᾶτο λέγων· Νηστεύω δὶς τῆς ἑβδομάδος, ἀποδεκατῶ μου τὰ ὑπάρχοντα· καὶ ἐν αὐτῇ δὲ ἐκενοδόξει τῇ εὐχῇ, πρὸς ἐπίδειξιν αὐτὴν ποιούμενος. Ἐπειδὴ γὰρ οὐδεὶς ἄλλος παρῆν, τῷ τελώνῃ ἐνεδείκνυτο λέγων· Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ ἄνθρωποι, οὐδὲ ὡς οὗτος ὁ τελώνης Καὶ σκόπει πῶς ἤρξατο, ὡς περὶ θηρίου τινὸς δυσφωράτου διαλεγόμενος, καὶ δεινοῦ κλέψαι τὸν μὴ σφόδρα ἐγρηγορότα.

Προσέχετε γὰρ, φησὶ, τὴν ἐλεημοσύνην ὑμῶν. Οὕτω καὶ ὁ Παῦλος λέγει Φιλιππησίοις· Βλέπετε τοὺς κύνας. Καὶ γὰρ λάθρα ἐπεισέρχεται τὸ θηρίον, καὶ πάντα ἐκφυσᾷ ἀψοφητὶ, καὶ ἀνεπαισθήτως ἐκφέρει τὰ ἔνδον ἅπαντα. Ἐπεὶ οὖν πολὺν περὶ τῆς ἐλεημοσύνης ἐποιήσατο λόγον, καὶ τὸν Θεὸν εἰς μέσον ἤγαγε, Τὸν ἀνατέλλοντα τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ πανταχόθεν προέτρεψεν εἰς τοῦτο, καὶ κομᾷν ἔπεισε τῇ δαψιλείᾳ τῆς χορηγίας, ἀναιρεῖ λοιπὸν καὶ τὰ ἐνοχλοῦντα τῇ καλῇ ταύτῃ ἐλαίᾳ πάντα. Διό φησι· Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων.

Ἐκείνη γὰρ ἡ ἔμπροσθεν εἰρημένη, τοῦ Θεοῦ ἐστιν ἐλεημοσύνη. Καὶ εἰπὼν, Μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων, ἐπήγαγε, Πρὸς τὸ θεαθῆναι αὐτοῖς. Καὶ δοκεῖ μὲν δεύτερον εἰρῆσθαι τὸ αὐτό· ἂν δέ τις ἀκριβῶς προσέχῃ, οὐκ ἔστι τὸ αὐτὸ, ἀλλ᾽ ἕτερον τοῦτο, καὶ ἕτερον ἐκεῖνο, καὶ πολλὴν ἔχει τὴν ἀσφάλειαν, καὶ ἄφατον τὴν κηδεμονίαν καὶ τὴν φειδώ.

Ἔστι γὰρ καὶ ἔμπροσθεν τῶν ἀνθρώπων ποιοῦντα, μὴ πρὸς τὸ θεαθῆναι ποιεῖν· καὶ μὴ ποιοῦντα ἔμπροσθεν πάλιν, πρὸς τὸ θεαθῆναι ποιεῖν. Διόπερ οὐχ ἁπλῶς τὸ γινόμενον, ἀλλὰ τὴν γνώμην καὶ κολάζει καὶ στεφανοῖ. Εἰ γὰρ μὴ αὐτὴ ἡ ἀκρίβεια προσκειμένη ἦν. πολλοὺς ἂν τοῦτο ὀκνηροτέρους ἐποίησε περὶ τὴν τῆς ἐλεημοσύνης δόσιν, διὰ τὸ μὴ πανταχοῦ πάντως δυνατὸν εἶναι λανθανόντως ποιεῖν.

Διὰ τοῦτο ἀπολύων σε τῆς ἀνάγκης ταύτης, οὐ τῷ τέλει τοῦ πράγματος, ἀλλὰ τῇ προαιρέσει τοῦ ποιοῦντος, καὶ τὴν ζημίαν καὶ τὸν μισθὸν ὁρίζει. Ἵνα γὰρ μὴ λέγῃς· Τί γὰρ ἐγὼ πάθω, ἂν ἕτερος ἴδῃ; Οὐ τοῦτο ζητῶ, φησὶν, ἀλλὰ τὴν διάνοιαν τὴν σὴν, καὶ τὸν τρόπον τοῦ γινομένου. Τὴν γὰρ ψυχὴν διαπλάσαι βούλεται, καὶ παντὸς ἀπαλλάξαι νοσήματος. Ἀπαγορεύσας τοίνυν τὸ πρὸς ἐπίδειξιν ποιεῖν, καὶ τὴν ἐκ τούτου ζημίαν διδάξας, τὸ μάτην καὶ εἰκῆ τοῦτο ποιεῖν, πάλιν αὐτῶν ἐγείρει τὰ φρονήματα, τοῦ Πατρὸς ἀναμνήσας καὶ τοῦ οὐρανοῦ, ἵνα μὴ τῇ ζημίᾳ μόνῃ καθάψηται, ἀλλὰ καὶ τῇ μνήμη τοῦ γεγεννηκότος ἐντρέψῃ. Οὐκ ἔχετε γὰρ μισθὸν, φησὶ, παρὰ τῷ Πατρὶ ὑμῶν τῷ ἐν οὐρανοῖς. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ περαιτέρω πρόεισι, καὶ δι᾽ ἑτέρων πολλὴν τὴν ἀποτροπὴν ἐργαζόμενος. Ὥσπερ γὰρ ἀνωτέρω τελώνας καὶ ἐθνικοὺς τέθεικε, τῇ ποιότητι τοῦ προσώπου καταισχύνων τοὺς μιμουμένους· οὕτω καὶ ἐνταῦθα τοὺς ὑποκριτάς. Ὅταν οὖν ποιῇς, φησὶν, ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταί. Οὐχ ὅτι σάλπιγγας εἶχον ἐκεῖνοι, ἀλλὰ τὴν πολλὴν αὐτῶν ἐπιδεῖξαι βούλεται μανίαν τῇ λέξει τῆς μεταφορᾶς ταύτης, κωμῳδῶν ταύτῃ καὶ ἐκπομπεύων αὐτούς. Καὶ καλῶς ὑποκριτὰς εἶπε. Τὸ μὲν γὰρ προσωπεῖον, ἐλεημοσύνης ἦν· ἡ δὲ διάνοια, ὠμότητος καὶ ἀπανθρωπίας.

Οὐ γὰρ διὰ τοὺς πλησίον ἐλεεῖν ποιοῦσιν, ἀλλὰ διὰ τὸ δόξης ἀπολαύειν αὐτούς· ὅπερ ἐσχάτης ἦν ὠμότητος, ἑτέρου λιμῷ διαφθειρομένου φιλοτιμίαν ζητεῖν, καὶ μὴ λύειν τὴν συμφοράν.

Οὐκ ἄρα τὸ δοῦναι ἐλεημοσύνην, ἀλλὰ τὸ ὡς χρὴ δοῦναί ἐστι τὸ ζητούμενον, καὶ διὰ τοῦτο δοῦναι. βʹ. Κωμῳδήσας τοίνυν ἐκείνους ἱκανῶς, καὶ καθαψάμενος αὐτῶν, ὡς καὶ αἰσχυνθῆναι τὸν ἀκροατὴν, διορθοῦται πάλιν τὴν τὰ τοιαῦτα νοσοῦσαν γνώμην· καὶ εἰπὼν πῶς δεῖ μὴ ποιεῖν, δείκνυσι πάλιν πῶς δεῖ ποιεῖν. Πῶς οὖν δεῖ ποιεῖν; Μὴ γνώτω, φησὶν, ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου. Πάλιν ἐνταῦθα οὐ χεῖρας αἰνίττεται, ἀλλ᾽ ὑπερβολικῶς αὐτὸ τέθεικεν. Εἰ γὰρ οἷόν τέ ἐστι, φησὶ, σεαυτὸν ἀγνοῆσαι, περισπούδαστον ἔστω σοι τοῦτο, κἂν αὐτὰς δυνατὸν ᾖ τὰς διακονουμένας χεῖρας λαθεῖν. Οὐχ ὥς τινές φασιν, ὅτι τοὺς σκαιοὺς δεῖ κρύπτειν ἀνθρώπους· πάντας γὰρ ἐνταῦθα λανθάνειν ἐκέλευσεν. Εἶτα καὶ ὁ μισθὸς ἐννόησον ὅσος. Ἐπειδὴ γὰρ εἶπε τὴν ἐκεῖθεν κόλασιν, δείκνυσι καὶ τὴν ἐντεῦθεν τιμὴν, ἑκατέρωθεν αὐτοὺς ὠθῶν, καὶ εἰς ὑψηλὰ ἄγων διδάγματα.

Καὶ γὰρ πείθει εἰδέναι, ὅτι πανταχοῦ πάρεστιν ὁ Θεός· καὶ ὅτι οὐ μέχρι τοῦ παρόντος βίου ἕστηκε τὰ ἡμέτερα, ἀλλὰ καὶ φοβερώτερον ἡμᾶς ἐντεῦθεν ἐκδέξεται δικαστήριον, καὶ αἱ τῶν πεπραγμένων εὐθῦναι ἁπάντων, καὶ τιμαὶ καὶ κολάσεις· καὶ ὅτι οὐδὲν, οὐ μικρὸν, οὐ μέγα τις ποιῶν λήσεται, κἂν δόξῃ τοὺς ἀνθρώπους λανθάνειν. Ταῦτα γὰρ ἅπαντα ᾐνίξατο εἰπών· Ὁ Πατήρ σου, ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι ἐν τῷ φανερῷ· μέγα καὶ σεμνὸν αὐτῷ καθίζων θέατρον, καὶ ὅπερ ἐπιθυμεῖ, τοῦτο μετὰ πολλῆς αὐτῷ διδοὺς τῆς περιουσίας.

Τί γὰρ βούλει; φησίν· οὐχὶ θεατὰς ἔχειν τῶν γινομένων τινάς; Ἰδοὺ τοίνυν ἔχεις, οὐχὶ ἀγγέλους, οὐδὲ ἀρχαγγέλους, ἀλλὰ τὸν τῶν ὅλων Θεόν. Εἰ δὲ καὶ ἀνθρώπους ἐπιθυμεῖς ἔχειν θεωροὺς, οὐδὲ ταύτης σε ἀποστερεῖ τῆς ἐπιθυμίας καιρῷ τῷ προσήκοντι, ἀλλὰ καὶ μετὰ πλείονός σοι αὐτὸ παρέχει τῆς ὑπερβολῆς.

Νῦν μὲν γὰρ ἂν ἐπιδείξῃ, δέκα καὶ εἴκοσιν, ἣ καὶ ἑκατὸν ἀνθρώποις ἐπιδείξασθαι δυνήσῃ μόνοις· ἂν δὲ σπουδάζῃς νῦν λαθεῖν, τότε σε αὐτὸς ὁ Θεὸς ἀνακηρύξει, τῆς οἰκουμένης παρούσης ἁπάσης. Ὥστε μάλιστα εἰ βούλει ἀνθρώπους ἰδεῖν σου τὰ κατορθώματα, κρύψον αὐτὰ νῦν, ἵνα μετὰ πλείονος τιμῆς τότε αὐτὰ πάντες θεάσωνται, τοῦ Θεοῦ φανερὰ ποιοῦντος καὶ ἐπαίροντος καὶ παρὰ πᾶσιν ἀνακηρύττοντος.

Νῦν μὲν γάρ σου καὶ καταγνώσονται οἱ ὁρῶντες, ὡς κενοδόξου· στεφανούμενον δὲ ἰδόντες, οὐ μόνον οὐ καταγνώσονται, ἀλλὰ καὶ θαυμάσονται ἅπαντες. Ὅταν οὖν καὶ μισθὸν ᾖ λαβεῖν, καὶ θαῦμα καρπώσασθαι μεῖζον, ὀλίγον ἀναμείναντα χρόνον, ἐννόησον ἡλίκης ἀνοίας ἐστὶν ἀμφοτέρων ἐκπεσεῖν τούτων, καὶ παρὰ τοῦ Θεοῦ τὸν μισθὸν αἰτοῦντα, καὶ τοῦ Θεοῦ ὁρῶντος, τοὺς ἀνθρώπους καλεῖν πρὸς τὴν ἐπίδειξιν τῶν γινομένων. Εἰ γὰρ ἐπιδείκνυσθαι δεῖ, τῷ Πατρὶ πρὸ πάντων ἐπιδείκνυσθαι χρή· καὶ μάλιστα ὅταν καὶ τοῦ στεφανῶσαι καὶ τοῦ ζημιῶσαι κύριος ὁ Πατὴρ ᾖ. Καίτοι εἰ καὶ ζημία μὴ ἦν, οὐκ ἔδει τὸ θέατρον τοῦτο ἀφιέντα, ἀνταλλάξασθαι τὸ τῶν ἀνθρώπων, τὸν δόξης ἐπιθυμοῦντα. Τίς γὰρ οὕτως ἄθλιος, ὡς τοῦ βασιλέως σπεύδοντος ἐπὶ τὴν θεωρίαν τῶν αὐτοῦ κατορθωμάτων ἐλθεῖν, ἐκεῖνον μὲν ἀφιέναι, ἀπὸ δὲ τῶν πτωχῶν καὶ προσαιτῶν καθίζειν αὐτοῦ τὸ θέατρον; Διὰ δὴ τοῦτο οὐχὶ μόνον οὐκ ἐπιδείκνυσθαι κελεύει, ἀλλὰ καὶ σπουδάζειν λανθάνειν.

Οὐδὲ γάρ ἐστιν ἴσον, μὴ σπουδάσαι φανῆναι, καὶ σπουδάσαι λαθεῖν. Καὶ ὅταν προσεύχησθε, φησὶν, οὐκ ἔσεσθε ὥσπερ οἱ ὑποκριταί· ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι. Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ κλείσας τὴν θύραν σου, πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ. Πάλιν καὶ τούτους ὑποκριτὰς καλεῖ, καὶ μάλα εἰκότως· ὅτι Θεῷ προσποιούμενοι προσεύχεσθαι, ἀνθρώπους περισκοποῦσιν, οὐχ ἱκετῶν περικείμενοι σχῆμα, ἀλλ᾽ ἀνθρώπων καταγελάστων.

Ὁ γὰρ μέλλων ἱκετεύειν, ἅπαντας ἀφεὶς, πρὸς ἐκεῖνον μόνον ὁρᾷ τὸν κύριον ὄντα δοῦναι τὴν αἴτησιν. Ἂν δὲ τοῦτον ἀφεὶς, περιέρχῃ πλανώμενος καὶ πανταχοῦ περιφέρων τοὺς ὀφθαλμοὺς, κεναῖς ἀπελεύσῃ χερσί. Τοῦτο γὰρ αὐτὸς ἐβουλήθης. Διὰ τοῦτο οὐκ εἶπεν, ὅτι οὐ λήψονται μισθὸν οἱ τοιοῦτοι, ἀλλ᾽ ὅτι ἀπέχουσι, τουτέστιν, ὅτι λήψονται μὲν, παρ᾽ ὧν δὲ ἐπιθυμοῦσιν αὐτοί. Οὐ γὰρ ὁ Θεὸς βούλεται, ἀλλ᾽ αὐτὸς μὲν τὴν παρ᾽ ἑαυτοῦ παρέχειν ἤθελεν ἀμοιβήν· ἐκεῖνοι δὲ τὴν παρὰ τῶν ἀνθρώπων ζητοῦντες, οὐκέτ᾽ ἂν εἶεν δίκαιοι λαβεῖν παρ᾽ ἐκείνου, δι᾽ ὃν οὐδὲν πεποιήκασι.

Σὺ δέ μοι σκόπει τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ὅτι καὶ ὑπὲρ ὧν αἰτεῖται παρ᾽ ἡμῶν ἀγαθῶν, ἐπαγγέλλεται μισθὸν παρέξειν. Διαβαλὼν τοίνυν τοὺς οὐ προσηκόντως τῷ πράγματι χρωμένους, καὶ ἀπὸ τοῦ τόπου, καὶ ἀπὸ τῆς διαθέσεως, καὶ δείξας σφόδρα καταγελάστους ὄντας, εἰσάγει τὸν ἄριστον τῆς προσευχῆς τρόπον, καὶ πάλιν τὸν μισθὸν δίδωσιν, εἰπών· Εἴσελθε εἰς τὸ ταμιεῖόν σου.

γʹ. Τί οὖν; ἐν ἐκκλησίᾳ, φησὶν, οὐ δεῖ προσεύχεσθαι; Καὶ σφόδρα μὲν, ἀλλὰ μετὰ γνώμης τοιαύτης. Πανταχοῦ γὰρ ὁ Θεὸς τὸν σκοπὸν ζητεῖ τῶν γινομένων. Ἐπεὶ κἂν εἰς τὸ ταμιεῖον εἰσέλθῃς, καὶ ἀποκλείσας, πρὸς ἐπίδειξιν αὐτὸ ἐργάσῃ, οὐδέν σοι τῶν θυρῶν ὄφελος. Ὅρα γοῦν καὶ ἐνταῦθα πῶς ἀκριβῆ τὸν διορισμὸν τέθεικεν, εἰπὼν, Ὅπως φανῶσι τοῖς ἀνθρώποις. Ὥστε κἂν τὰς θύρας ἀποκλείσῃς, τοῦτο πρὸ τῆς τῶν θυρῶν ἀποκλείσεως κατορθῶσαί σε βούλεται, καὶ τὰς τῆς διανοίας ἀποκλείειν θύρας. Κενοδοξίας γὰρ πανταχοῦ μὲν ἀπηλλάχθαι καλὸν, μάλιστα δὲ ἐν εὐχῇ. Εἰ γὰρ καὶ τούτου χωρὶς πλανώμεθα καὶ περιφερόμεθα, ἂν καὶ ταύτην εἰσερχώμεθα τὴν νόσον ἔχοντες, πότε ἀκουσόμεθα τῶν παρ᾽ ἡμῶν λεγομένων; εἰ δὲ ἡμεῖς οἱ δεόμενοι καὶ παρακαλοῦντες οὐκ ἀκούομεν, πῶς τὸν Θεὸν ἀξιοῦμεν ἀκούειν; Ἀλλ᾽ ὅμως εἰσί τινες, οἱ μετὰ τοιαῦτα καὶ τοσαῦτα παραγγέλματα οὕτως ἀσχημονοῦντες ἐν εὐχῇ, ὡς καὶ τοῦ σώματος κρυπτομένου, διὰ τῆς φωνῆς πᾶσιν ἑαυτοὺς καταδήλους ποιεῖν, συρφετωδῶς βοῶντες, καὶ τῷ σχήματι καὶ τῇ φωνῇ καταγελάστους ποιοῦντες ἑαυτούς.

Οὐχ ὁρᾷς ὅτι καὶ ἐν ἀγορᾷ, ἂν μὲν τοιαῦτα προσέλθῃ τις ποιῶν καὶ μετὰ βοῆς ἱκετεύων, σοβήσει τὸν ἱκετευόμενον· ἂν δὲ ἡσυχῆ καὶ μετὰ τοῦ προσήκοντος σχήματος, τότε ἐπισπᾶται μᾶλλον τὸν δυνάμενον δοῦναι τὴν χάριν; Μὴ τοίνυν τῷ σχήματι τοῦ σώματος, μηδὲ τῇ κραυγῇ τῆς φωνῆς, ἀλλὰ τῇ προθυμίᾳ τῆς γνώμης τὰς εὐχὰς ποιώμεθα· μηδὲ μετὰ ψόφου καὶ ἠχῆς, καὶ πρὸς ἐπίδειξιν, ὡς καὶ τοὺς πλησίον ἐκκρούειν, ἀλλὰ μετὰ ἐπιεικείας πάσης, καὶ τῆς κατὰ διάνοιαν συντριβῆς, καὶ δακρύων τῶν ἔνδοθεν. Ἀλλ᾽ ἀλγεῖς τὴν ψυχὴν, καὶ οὐκ ἂν δύναιο μὴ βοᾷν; Καὶ μὴν τοῦ σφόδρα ἀλγοῦντός ἐστι τὸ οὕτως εὔχεσθαι καὶ παρακαλεῖν, ὥσπερ εἶπον. Ἐπεὶ καὶ Μωϋσῆς ἤλγει, καὶ οὕτως ηὔχετο, καὶ ἠκούετο· διὰ τοῦτο καὶ ἔλεγε πρὸς αὐτὸν ὁ Θεός· Τί βοᾷς πρός με; Καὶ ἡ Ἄννα δὲ πάλιν, τῆς φωνῆς αὐτῆς οὐκ ἀκουομένης, πάντα ἤνυσεν ὅσα ἠθέλησεν, ἐπειδὴ ἡ καρδία αὐτῆς ἐβόα. Ὁ δὲ Ἄβελ οὐχὶ σιγῶν, ἀλλὰ καὶ τελευτῶν ηὔχετο, καὶ τὸ αἷμα αὐτοῦ σάλπιγγος λαμπροτέραν ἠφίει φωνήν. Στέναξον τοίνυν καὶ σὺ οὕτως ὡς ὁ ἅγιος ἐκεῖνος· οὐ κωλύω.

Διάῤῥηξον, ὡς ὁ Προφήτης ἐκέλευσε, τὴν καρδίαν σου, καὶ μὴ τὰ ἱμάτια. Ἐκ βαθέων κάλεσον τὸν Θεόν· Ἐκ βαθέων γὰρ, φησὶν, ἐκέκραξά σοι, Κύριε. Κάτωθεν ἀπὸ τῆς καρδίας ἕλκυσον φωνήν· μυστήριον ποίησόν σου τὴν εὐχήν. Οὐχ ὁρᾷς ὅτι καὶ ἐν τοῖς βασιλείοις θόρυβος ἐκποδὼν ἅπας, καὶ πολλὴ πανταχόθεν ἡ σιγή; Καὶ σὺ τοίνυν ὡς εἰς βασίλεια εἰσιὼν, οὐ τὰ ἐν τῇ γῇ, ἀλλὰ τὰ πολλῷ φρικωδέστερα τούτων, τὰ ἐν τοῖς οὐρανοῖς, πολλὴν ἐπιδείκνυσο τὴν εὐσχημοσύνην. Καὶ γὰρ ἀγγέλων εἶ συγχορευτὴς, καὶ ἀρχαγγέλων κοινωνὸς, καὶ μετὰ τῶν Σεραφὶμ ᾄδεις. Πάντες δὲ οὗτοι οἱ δῆμοι πολλὴν ἐπιδείκνυνται τὴν εὐταξίαν, μετὰ πολλῆς τῆς φρίκης τὸ μυστικὸν ἐκεῖνο μέλος καὶ τοὺς ἱεροὺς ὕμνους ᾄδοντες τῷ βασιλεῖ τῶν ὅλων Θεῷ. Τούτοις τοίνυν ἐγκατάμιξον σαυτὸν εὐχόμενος, καὶ τὸν μυστικὸν αὐτῶν ζήλωσον κόσμον. Οὐδὲ γὰρ ἀνθρώποις εὔχῃ, ἀλλὰ Θεῷ τῷ πανταχοῦ παρόντι, τῷ καὶ πρὸ τῆς φωνῆς ἀκούοντι, τῷ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπισταμένῳ. Ἂν οὕτως εὔχῃ, πολὺν ἀπολήψῃ τὸν μισθόν. Ὁ Πατὴρ γάρ σου, φησὶν, ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι ἐν τῷ φανερῷ. Οὐκ εἶπε, Χαριεῖταί σοι, ἀλλ᾽, Ἀποδώσει σοι. Καὶ γὰρ χρεώστην ἑαυτόν σοι, κατέστησε, καὶ μεγάλῃ σε καὶ ἐντεῦθεν ἐτίμησε τιμῇ. Ἐπειδὴ γὰρ αὐτός ἐστιν ἀόρατος, καὶ τὴν εὐχήν σου τοιαύτην εἶναι βούλεται.

Εἶτα λέγει καὶ τὰ ῥήματα αὐτὰ τῆς εὐχῆς. Προσευχόμενοι γὰρ, φησὶ, μὴ βαττολογήσητε ὥσπερ οἱ ἐθνικοὶ ποιοῦσιν. Ὅτε μὲν γὰρ περὶ τῆς ἐλεημοσύνης διελέγετο, τὴν ἀπὸ τῆς κενοδοξίας λύμην ἀπέστησε μόνον, καὶ οὐδὲν πλέον προσέθηκεν, οὐδὲ εἶπε πόθεν ἐλεημοσύνην δεῖ ποιεῖν· οἶον ἀπὸ δικαίων πόνων, ἀλλὰ μὴ ἐξ ἁρπαγῆς, μηδὲ πλεονεξίας· καὶ γὰρ σφόδρα ἦν ὡμολογημένον παρὰ πᾶσι. Καὶ ἀνωτέρω δὲ τοῦτο προδιεκάθαρεν, ὅτε τοὺς πεινῶντας τὴν δικαιοσύνην ἐμακάρισεν. Ἐπὶ δὲ τῆς εὐχῆς καὶ ἕτερόν τι προστίθησι πλέον, τὸ μὴ βαττολογεῖν. Καὶ ὥσπερ ἐκεῖ τοὺς ὑποκριτὰς, οὕτως ἐνταῦθα τοὺς ἐθνικοὺς κωμῳδεῖ, πανταχοῦ τῇ τῶν προσώπων εὐτελείᾳ μάλιστα ἐντρέπων τὸν ἀκροώμενον. Ἐπειδὴ γὰρ ὡς τὰ πολλὰ τοῦτο μάλιστα δάκνει καὶ καθάπτεται, τὸ δοκεῖν ἀπεῤῥιμμένοις ἀνθρώποις ἐξομοιοῦσθαι, ἐντεῦθεν αὐτοὺς ἀποτρέπει, βαττολογίαν ἐνταῦθα τὴν φλυαρίαν λέγων· οἷον ὅταν τὰ μὴ προσήκοντα αἰτῶμεν παρὰ τοῦ Θεοῦ, δυναστείας καὶ δόξας, καὶ τὸ ἐχθρῶν περιγενέσθαι, καὶ χρημάτων περιουσίας, καὶ ἁπλῶς τὰ μηδὲν ἡμῖν διαφέροντα. Οἶδε γὰρ, φησὶν, ὧν χρείαν ἔχετε.

δʹ. Μετὰ τούτων δοκεῖ μοι κελεύειν ἐνταῦθα μηδὲ μακρὰς ποιεῖσθαι τὰς εὐχάς· μακρὰς δὲ οὐχὶ τῷ χρόνῳ, ἀλλὰ τῷ πλήθει καὶ μήκει τῶν λεγομένων. Παραμένειν μὲν γὰρ χρὴ τὰ αὐτὰ αἰτοῦντας· Τῇ γὰρ εὐχῇ, φησὶ, προσκαρτεροῦντες. Καὶ αὐτὸς δὲ διὰ τοῦ παραδείγματος ἐκείνου τοῦ κατὰ τὴν χήραν, ἣ τὸν ἀνελεῆ καὶ ὠμὸν ἐπέκαμψεν ἄρχοντα τῇ συνεχείᾳ τῆς ἐντεύξεως, καὶ τοῦ κατὰ τὸν φίλον, τὸν ἀωρὶ τῶν νυκτῶν παραγενόμενον, καὶ τὸν καθεύδοντα ἀπὸ τῆς κλίνης ἀναστήσαντα, οὐ διὰ τὴν φιλίαν, ἀλλὰ διὰ τὴν προσεδρείαν, οὐδὲν ἕτερον ἢ τὸ συνεχῶς ἐντυγχάνειν αὐτῷ ἅπαντας ἐνομοθέτησεν, οὐ μὴν μυρίων στίχων εὐχὴν συντιθέντας αὐτῷ προσιέναι καὶ ἀπαγγέλλειν ἁπλῶς κελεύει. Τοῦτο γὰρ ᾐνίξατο εἰπών· Δοκοῦσιν ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται. Οἶδε γὰρ, φησὶν, ὧν χρείαν ἔχετε. Καὶ εἰ οἶδε, φησὶν, ὧν χρείαν ἔχομεν, τίνος ἕνεκεν εὔχεσθαι δεῖ; Οὐχ ἵνα διδάξῃς, ἀλλ᾽ ἵνα ἐπικάμψῃς· ἵνα οἰκειωθῇς τῇ συνεχείᾳ τῆς ἐντεύξεως, ἵνα ταπεινωθῇς, ἵνα ἀναμνησθῇς τῶν ἁμαρτημάτων τῶν σῶν. Οὕτως οὖν προσεύχεσθε ὑμεῖς, φησί· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, Ὅρα πῶς εὐθέως ἀνέστησε τὸν ἀκροατὴν, καὶ πάσης ἀνέμνησε τῆς εὐεργεσίας ἐν προοιμίοις.

Ὁ γὰρ Πατέρα εἰπὼν τὸν Θεὸν, καὶ ἁμαρτημάτων ἄφεσιν, καὶ κολάσεως ἀναίρεσιν, καὶ δικαιοσύνην, καὶ ἁγιασμὸν, καὶ ἀπολύτρωσιν, καὶ υἱοθεσίαν, καὶ κληρονομίαν, καὶ ἀδελφότητα τὴν πρὸς τὸν Μονογενῆ, καὶ Πνεύματος χορηγίαν, διὰ τῆς μιᾶς ταύτης ὡμολόγησε προσηγορίας. Οὐδὲ γὰρ δυνατὸν καλέσαι πατέρα τὸν Θεὸν, μὴ πάντων ἐκείνων ἐπιτυχόντα τῶν ἀγαθῶν.

Διπλῇ τοίνυν αὐτῶν διεγείρει τὸ φρόνημα, καὶ τῷ ἀξιώματι τοῦ καλουμένου, καὶ τῷ μεγέθει τῶν εὐεργετημάτων ὧν ἀπέλαυσαν. Τὸ δὲ, Ἐν τοῖς οὐρανοῖς, ὅταν εἴπῃ, οὐκ ἐκεῖ τὸν Θεὸν συγκλείων τοῦτό φησιν, ἀλλὰ τῆς γῆς ἀπάγων τὸν εὐχόμενον, καὶ τοῖς ὑψηλοῖς προσηλῶν χωρίοις, καὶ ταῖς ἄνω διατριβαῖς. Παιδεύει δὲ καὶ κοινὴν ὑπὲρ τῶν ἀδελφῶν ποιεῖσθαι τὴν εὐχήν. Οὐ γὰρ λέγει Ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς, ἀλλ᾽, Ὁ Πατὴρ ἡμῶν ὑπὲρ τοῦ κοινοῦ σώματος τὰς δεήσεις ἀναφέρων, καὶ οὐδαμοῦ σκοπῶν τὸ ἑαυτοῦ, ἀλλὰ πανταχοῦ τὸ τοῦ πλησίον. Ἀπὸ δὲ τούτου καὶ ἔχθραν ἀναιρεῖ, καὶ ἀπόνοιαν καταστέλλει, καὶ βασκανίαν ἐκβάλλει, καὶ τὴν μητέρα τῶν ἀγαθῶν ἁπάντων ἀγάπην εἰσάγει, καὶ τὴν ἀνωμαλίαν τῶν ἀνθρωπίνων ἐξορίζει πραγμάτων, καὶ πολλὴν δείκνυσι τῷ βασιλεῖ πρὸς τὸν πτωχὸν τὴν ὁμοτιμίαν, εἴγε ἐν τοῖς μεγίστοις καὶ ἀναγκαιοτάτοις κοινωνοῦμεν ἅπαντες. Τί γὰρ βλάβος ἐκ τῆς κάτω συγγενείας, ὅταν κατὰ τὴν ἄνω ἅπαντες ὦμεν συνημμένοι, καὶ μηδεὶς ἑτέρου πλέον ἔχῃ μηδὲν, μήτε ὁ πλούσιος τοῦ πένητος, μήτε ὁ δεσπότης τοῦ δούλου, μήτε ὁ ἄρχων τοῦ ἀρχομένου, μήτε ὁ βασιλεὺς τοῦ στρατιώτου, μήτε ὁ φιλόσοφος τοῦ βαρβάρου, μήτε ὁ σοφὸς τοῦ ἰδιώτου; Πᾶσι γὰρ μίαν ἐχαρίσατο εὐγένειαν, πάντων ὁμοίως κληθῆναι καταξιώσας πατήρ.

Ἀναμνήσας τοίνυν τῆς εὐγενείας ταύτης, καὶ τῆς ἄνωθεν δωρεᾶς, καὶ τῆς πρὸς τοὺς ἀδελφοὺς ὁμοτιμίας, καὶ τῆς ἀγάπης, καὶ τῆς γῆς ἀποστήσας, καὶ τοῖς οὐρανοῖς προσηλώσας, ἴδωμεν τί κελεύει λοιπὸν αἰτεῖν. Μάλιστα μὲν γὰρ καὶ αὐτὴ ἡ λέξις ἱκανὴ πάσης ἀρετῆς διδασκαλίαν ἐνθεῖναι. Ὁ γὰρ Πατέρα καλέσας τὸν Θεὸν, καὶ Πατέρα κοινὸν, δίκαιος ἂν εἴη τοιαύτην ἐπιδείκνυσθαι πολιτείαν, ὡς μὴ τῆς εὐγενείας ταύτης ἀνάξιος φανῆναι, καὶ ἴσην τῇ δωρεᾷ παρέχεσθαι τὴν σπουδήν. Πλὴν ἀλλ᾽ οὐκ ἀρκεῖται τούτῳ, ἀλλὰ καὶ ἑτέραν προστίθησιν, οὕτω λέγων· Ἁγιασθήτω τὸ ὄνομά σου. Ἀξία τοῦ τὸν Θεὸν Πατέρα καλοῦντος ἡ εὐχὴ, τὸ μηδὲν αἰτεῖν πρὸ τῆς τοῦ Πατρὸς δόξης, ἀλλὰ πάντα δεύτερα ἡγεῖσθαι τῆς εἰς ἐκεῖνον εὐφημίας.

Τὸ γὰρ, Ἁγιασθήτω, τοῦτό ἐστι, Δοξασθήτω. Τὴν μὲν γὰρ οἰκείαν ἔχει δόξαν πεπληρωμένην, καὶ ὡσαύτως ἀεὶ μένουσαν· ἀξιοῦν δὲ κελεύει τὸν εὐχόμενον, καὶ διὰ τῆς ἡμετέρας αὐτὸν δοξάζεσθαι ζωῆς. Ὅπερ καὶ ἔμπροσθεν ἔλεγε· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ γὰρ τὰ Σεραφὶμ δοξάζοντα οὕτως ἔλεγον· Ἅγιος, ἅγιος, ἅγιος. Ὥστε τὸ, Ἁγιασθήτω, τοῦτό ἐστι, Δοξασθήτω.

Καταξίωσον γὰρ, φησὶν, οὕτως ἡμᾶς βιοῦν καθαρῶς, ὡς δι᾽ ἡμῶν ἅπαντάς σε δοξάζειν. Ὅπερ πάλιν ἀπηρτισμένης ἐστὶ φιλοσοφίας, τὸ οὕτω βίον ἄληπτον παρέχεσθαι πᾶσιν, ὡς ἕκαστον τῶν ὁρώντων τῷ Δεσπότῃ τὴν ὑπὲρ τούτων ἀναφέρειν εὐφημίαν.

Ἐλθέτω ἡ βασιλεία σου. Καὶ τοῦτο πάλιν παιδὸς εὐγνώμονος τὸ ῥῆμα, τὸ μὴ προσηλῶσθαι τοῖς ὁρωμένοις, μηδὲ μέγα τι τὰ παρόντα ἡγεῖσθαι, ἀλλ᾽ ἐπείγεσθαι πρὸς τὸν Πατέρα, καὶ τῶν μελλόντων ἐφίεσθαι· ὅπερ ἀπὸ συνειδότος ἀγαθοῦ γίνεται, καὶ ψυχῆς ἀπηλλαγμένης τῶν ἐν τῇ γῇ πραγμάτων.

εʹ. Τοῦτο γοῦν καὶ ὁ Παῦλος καθ᾽ ἑκάστην ἐπεθύμει τὴν ἡμέραν· διὰ τοῦτο καὶ ἔλεγεν, ὅτι Καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες στενάζομεν, υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν. Ὁ γὰρ τοῦτον ἔχων τὸν ἔρωτα, οὔτε ὑπὸ τῶν χρηστῶν τοῦ βίου τούτου φυσηθῆναι δύναται, οὔτε ὑπὸ τῶν λυπηρῶν ταπεινωθῆναι· ἀλλ᾽ ὡς ἐν αὐτοῖς διατρίβων τοῖς οὐρανοῖς, ἑκατέρας ἀπήλλακται τῆς ἀνωμαλίας. Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Εἶδες ἀκολουθίαν ἀρίστην; Ἐπιθυμεῖν μὲν γὰρ ἐκέλευσε τῶν μελλόντων, καὶ πρὸς ἐκείνην ἐπείγεσθαι τὴν ἀποδημίαν· ἕως δ᾽ ἂν τοῦτο μὴ γίνηται, καὶ ἐνταῦθα διατρίβοντας τέως σπουδάζειν τὴν αὐτὴν τοῖς ἄνω πολιτείαν ἐπιδείκνυσθαι. Ἐπιθυμεῖν μὲν γὰρ δεῖ τῶν οὐρανῶν, φησὶ, καὶ τῶν ἐν τοῖς οὐρανοῖς· πλὴν καὶ πρὸ τοῦ οὐρανοῦ τὴν γῆν οὐρανὸν ἐκέλευσε ποιῆσαι, καὶ ἐν αὐτῇ διατρίβοντας ὡς ἐκεῖ πολιτευομένους, οὕτω πάντα ποιεῖν καὶ λέγειν, ὡς καὶ ὑπὲρ τούτων παρακαλεῖν τὸν Δεσπότην. Οὐδὲν γὰρ τὸ κωλύον φθάσαι τὴν τῶν ἄνω δυνάμεων ἀκρίβειαν διὰ τὸ τὴν γῆν οἰκεῖν· ἀλλ᾽ ἔνι καὶ ἐνταῦθα διατρίβοντα, ὡς ἄνω γενόμενον ἤδη πάντα ποιεῖν.

Ὃ λέγει τοίνυν, τοῦτό ἐστιν· Ὥσπερ ἐκεῖ πάντα ἀκωλύτως γίνεται, καὶ οὐ τὰ μὲν ὑπακούουσιν οἱ ἄγγελοι, τὰ δὲ παρακούουσιν, ἀλλὰ πάντα εἴκουσι καὶ πείθονται· Δυνατοὶ γὰρ, φησὶν, ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ· οὕτω καὶ ἡμᾶς καταξίωσον τοὺς ἀνθρώπους μὴ ἐξ ἡμισείας τὸ θέλημά σου ποιεῖν, ἀλλὰ πάντα καθάπερ θέλεις πληροῦν. Εἶδες πῶς καὶ μετριάζειν ἐδίδαξε, δηλώσας ὅτι οὐ τῆς ἡμετέρας σπουδῆς ἡ ἀρετὴ μόνον. ἀλλὰ καὶ τῆς ἄνωθεν χάριτος; Καὶ πάλιν τὴν ὑπὲρ τῆς οἰκουμένης πρόνοιαν ἕκαστον ἡμῶν τῶν προσευχομένων ἀναδέχεσθαι ἐπέταξεν. Οὐδὲ γὰρ εἶπε, Γενηθήτω τὸ θέλημά σου ἐν ἐμοὶ, ἢ ἐν ἡμῖν· ἀλλὰ, Πανταχοῦ τῆς γῆς, ὥστε λυθῆναι τὴν πλάνην, καὶ φυτευθῆναι τὴν ἀλήθειαν, καὶ ἐκβληθῆναι κακίαν ἅπασαν, καὶ ἐπανελθεῖν ἀρετὴν, καὶ μηδὲν ταύτῃ διαφέρειν λοιπὸν τὸν οὐρανὸν τῆς γῆς. Εἰ γὰρ τοῦτο γένοιτο, φησὶν, οὐδὲν διοίσει τὰ κάτω τῶν ἄνω, εἰ καὶ τῇ φύσει διέστηκεν, ἀγγέλους ἑτέρους τῆς γῆς ἡμῖν ἐπιδεικνυμένης. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Τί ἐστι, Τὸν ἄρτον τὸν ἐπιούσιον;

Τὸν ἐφήμερον. Ἐπειδὴ γὰρ εἶπεν οὕτω· Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· ἀνθρώποις δὲ διελέγετο σάρκα περικειμένοις, καὶ ἀνάγκῃ φύσεως ὑποκειμένοις, καὶ οὐ δυναμένοις τὴν αὐτὴν ἔχειν ἀπάθειαν τοῖς ἀγγέλοις· τὰ μὲν ἐπιτάγματα ὁμοίως κελεύει γίνεσθαι καὶ παρ᾽ ἡμῶν, καθάπερ αὐτὰ κἀκεῖνοι πληροῦσι· συγκαταβαίνει δὲ καὶ τῇ τῆς φύσεως ἀσθενείᾳ λοιπόν. Ἀκρίβειαν μὲν γὰρ, φησὶ, πολιτείας ἀπαιτῶ τοσαύτην, οὐ μὴν ἀπάθειαν· οὐδὲ γὰρ ἐπιτρέπει τῆς φύσεως ἡ τυραννίς· δεῖται γὰρ τροφῆς τῆς ἀναγκαίας. Σὺ δέ μοι σκόπει πῶς καὶ ἐν τοῖς σωματικοῖς πολὺ τὸ πνευματικόν. Οὐδὲ γὰρ ὑπὲρ χρημάτων, οὐδὲ ὑπὲρ τρυφῆς, οὐδὲ ὑπὲρ πολυτελείας ἱματίων, οὐδὲ ὑπὲρ ἄλλου οὐδενὸς τῶν τοιούτων, ἀλλ᾽ ὑπὲρ ἄρτου μόνον ἐκέλευσε τὴν εὐχὴν ποιεῖσθαι, καὶ ὑπὲρ ἄρτου τοῦ ἐφημέρου, ὥστε μὴ ὑπὲρ τῆς αὔριον μεριμνᾷν. Διὰ τοῦτο προσέθηκε, Τὸν ἄρτον τὸν ἐπιούσιον, τουτέστι, τὸν ἐφήμερον. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη τῷ ῥήματι, ἀλλὰ καὶ ἕτερον μετὰ τοῦτο προσέθηκεν, εἰπὼν, Δὸς ἡμῖν σήμερον· ὥστε μὴ περαιτέρω συντρίβειν ἑαυτοὺς τῇ φροντίδι τῆς ἐπιούσης ἡμέρας.

Ἧς γὰρ οὐκ οἶδας εἰ τὸ διάστημα ὄψει, τίνος ἕνεκεν ὑπομένεις τὴν μέριμναν; Τοῦτο καὶ προϊὼν διὰ πλειόνων ἐπέταξε, λέγων· Μὴ μεριμνήσητε εἰς τὴν αὔριον. Καὶ βούλεται πάντοθεν ἡμᾶς εὐζώνους εἶναι καὶ ἐπτερωμένους, τοσοῦτον εἴκοντας τῇ φύσει, ὅσον ἡ τῆς χρείας ἀνάγκη παρ᾽ ἡμῶν ἀπαιτεῖ. Εἶτα ἐπειδὴ συμβαίνει καὶ μετὰ τὸ λουτρὸν τῆς παλιγγενεσίας ἁμαρτάνειν, πολλὴν καὶ ἐνταῦθα τὴν φιλανθρωπίαν αὐτοῦ ἐπιδεικνύμενος, κελεύει περὶ τῆς τῶν ἁμαρτημάτων ἀφέσεως προσιέναι τῷ φιλανθρώπῳ Θεῷ, καὶ λέγειν οὕτως· Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Εἶδες φιλανθρωπίας ὑπερβολήν; Μετὰ τοσούτων κακῶν ἀναίρεσιν, καὶ δωρεᾶς μέγεθος ἄφατον, πάλιν ἁμαρτάνοντας ἀξιοῖ συγγνώμης. Ὅτι γὰρ πιστοῖς αὕτη ἡ προσευχὴ προσήκει, καὶ οἱ νόμοι τῆς Ἐκκλησίας διδάσκουσι, καὶ τὸ προοίμιον τῆς εὐχῆς. Ὁ γὰρ ἀμύητος οὐκ ἂν δύναιτο Πατέρα καλεῖν τὸν Θεόν. Εἰ τοίνυν πιστοῖς προσήκει ἡ εὐχὴ, εὔχονται δὲ οὗτοι ἁμαρτήματα ἑαυτοῖς ἀφεθῆναι δεόμενοι, δῆλον ὅτι οὐδὲ μετὰ τὸ λουτρὸν ἀνῄρηται τῆς μετανοίας τὸ κέρδος, Εἰ γὰρ μὴ τοῦτο ἐβούλετο δεῖξαι, οὐδ᾽ ἂν τοῦτο ἐνομοθέτησεν εὔχεσθαι.

Ὁ δὲ καὶ ἁμαρτημάτων ἀναμιμνήσκων, καὶ κελεύων αἰτεῖν ἄφεσιν, καὶ διδάσκων ὅπως ἂν ἐπιτύχωμεν τῆς ἀφέσεως, καὶ εὔκολον ταύτῃ ποιῶν τὴν ὁδὸν, εὔδηλον ὅτι εἰδὼς καὶ δεικνὺς ὅτι καὶ μετὰ τὸ λουτρὸν ἔστιν ἀπονίψασθαι τὰ πεπλημμελημένα, τοῦτον τῆς ἱκετηρίας τὸν νόμον εἰσήνεγκε· τῷ μὲν ὑπομνῆσαι τῶν ἁμαρτημάτων, μετριάζειν πείθων· τῷ δὲ ἑτέροις ἀφεῖναι κελεῦσαι, μνησικακίας ἁπάσης ἀπαλλάττων ἡμᾶς· τῷ δὲ ἀντὶ τούτων καὶ ἡμῖν ἐπαγγέλλεσθαι συγχωρεῖν, χρηστὰς ὑποτείνων ἐλπίδας, καὶ περὶ τῆς ἀφάτου τοῦ Θεοῦ φιλανθρωπίας φιλοσοφεῖν ἡμᾶς παιδεύων.

ϛʹ. Ὃ δὲ μάλιστα χρὴ παρατηρῆσαι, τοῦτό ἐστιν· ὅτι καθ᾽ ἕκαστον τῶν εἰρημένων ὁλοκλήρου μνημονεύσας τῆς ἀρετῆς, καὶ ταύτῃ καὶ τὸ μὴ μνησικακεῖν περιλαβών (καὶ γὰρ τὸ ἁγιασθῆναι τὸ ὄνομα αὐτοῦ ἀπηρτισμένης ἐστὶ πολιτείας ἀκρίβεια· καὶ τὸ γενηθῆναι τὸ θέλημα αὐτοῦ τὸ αὐτὸ τοῦτο πάλιν δηλοῖ· καὶ τὸ Πατέρα δύνασθαι καλεῖν τὸν Θεὸν, ἀμώμου πολιτείας ἐπίδειξίς ἐστιν· ἐν οἷς ἅπασι συνείληπτο καὶ τὸ δεῖν ἀφεῖναι τοῖς πεπλημμεληκόσι τὴν ὀργήν)· ἀλλ᾽ ὅμως οὐκ ἠρκέσθη τούτοις, ἀλλὰ δεῖξαι βουλόμενος ὅσην ὑπὲρ τοῦ πράγματος ποιεῖται τὴν σπουδὴν, καὶ ἰδικῶς αὐτὸ τίθησι, καὶ μετὰ τὴν εὐχὴν οὐδεμιᾶς ἄλλης ἐντολῆς μέμνηται ἢ ταύτης, οὕτω λέγων· Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει ὑμῖν καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Ὥστε παρ᾽ ἡμῶν ἡ ἀρχὴ, καὶ κύριοι τῆς κρίσεως τῆς περὶ ἡμῶν ἡμεῖς. Ἵνα γὰρ μηδὲ τῶν ἀναισθήτων μηδεὶς ἐγκαλεῖν ἔχῃ δικαζόμενος μὴ μικρὸν, μὴ μέγα, σὲ τὸν ὑπεύθυνον κύριον ποιεῖ τῆς ψήφου· καὶ, ὡς ἂν αὐτὸς ἐδίκασας σαυτῷ, φησὶν, οὕτω σοι δικάζω κἀγώ. Κἂν ἀφῇς τῷ συνδούλῳ, καὶ παρ᾽ ἐμοῦ τῆς αὐτῆς τεύξῃ χάριτος· καίτοιγε οὐκ ἴσον τοῦτο ἐκείνῳ. Σὺ μὲν γὰρ δεόμενος ἀφίης, ὁ δὲ Θεὸς μηδενὸς χρείαν ἔχων· σὺ τῷ ὁμοδούλῳ, ὁ δὲ Θεὸς τῷ δούλῳ· σὺ ὑπεύθυνος ὢν μυρίοις κακοῖς, ὁ δὲ Θεὸς ἀναμάρτητος ὤν. Ἀλλ᾽ ὅμως καὶ οὕτω τὴν αὐτοῦ φιλανθρωπίαν ἐπιδείκνυται.

Ἠδύνατο μὲν γὰρ καὶ χωρὶς τούτου πάντα σοι ἀφιέναι τὰ πεπλημμελημένα, ἀλλὰ βούλεταί σε καὶ ἐντεῦθεν εὐεργετεῖσθαι, μυρίας σοι πανταχόθεν παρέχων ἡμερότητος καὶ φιλανθρωπίας ἀφορμὰς, καὶ τὸ ἐν σοὶ θηριῶδες ἐκβάλλων, καὶ τὸν θυμὸν σβεννὺς, καὶ πανταχόθεν σε συγκολλῶν τῷ μέλει τῷ σῷ. Τί γὰρ ἂν ἔχοις εἰπεῖν; ὅτι ἀδίκως ἔπαθές τι κακὸν παρὰ τοῦ πλησίον; Ταῦτα γάρ ἐστι τὰ ἁμαρτήματα· ὡς εἰ δικαίως, οὐδὲ ἁμάρτημα τὸ πρᾶγμά ἐστιν. Ἀλλὰ καὶ σὺ τοιούτων προσέρχῃ ληψόμενος ἄφεσιν, καὶ πολλῷ μειζόνων. Καὶ πρὸ τῆς ἀφέσεως δὲ οὐ μικρᾶς ἀπέλαυσας δωρεᾶς, διδασκόμενος ἀνθρωπίνην ἔχειν ψυχὴν, καὶ πᾶσαν παιδευόμενος ἡμερότητα. Καὶ μετὰ τούτων καὶ μισθός σοι μέγας κείσεται ἐκεῖ, τὸ μηδενὸς ἀπαιτηθῆναι λόγον τῶν πεπλημμελημένων. Ποίας οὖν οὐκ ἂν εἴημεν κολάσεως ἄξιοι, ὅταν τὴν ἐξουσίαν λαβόντες, προδῶμεν ἡμῶν τὴν σωτηρίαν; πῶς δὲ ἐν τοῖς ἄλλοις πράγμασιν ἀξιώσομεν ἀκούεσθαι, αὐτοὶ μὴ θέλοντες, ἐν οἷς ἐσμεν κύριοι, φείδεσθαι ἑαυτῶν;

Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἐνταῦθα ἡμᾶς τὴν ἡμετέραν παιδεύει σαφῶς εὐτέλειαν, καὶ καταστέλλει τὸ φύσημα, διδάσκων παραιτεῖσθαι τοὺς ἀγῶνας, ἀλλὰ μὴ ἐπιπηδᾷν. Οὕτω γὰρ καὶ ἡμῖν ἡ νίκη λαμπροτέρα ἔσται, καὶ ἡ ἧττα τῷ διαβόλῳ καταγελαστοτέρα.

Ἑλκυσθέντας μὲν γὰρ δεῖ γενναίως ἑστάναι· μὴ καλουμένους δὲ, ἡσυχάζειν, καὶ τὸν καιρὸν ἀναμένειν τῶν ἀγώνων, ἵνα καὶ τὸ ἀκενόδοξον καὶ τὸ γενναῖον ἐπιδειξώμεθα. Πονηρὸν δὲ ἐνταῦθα τὸν διάβολον καλεῖ, κελεύων ἡμᾶς ἄσπονδον πρὸς αὐτὸν ἔχειν πόλεμον, καὶ δεικνὺς ὅτι οὐ φύσει τοιοῦτός ἐστιν. Οὐ γὰρ τῶν ἐκ φύσεως, ἀλλὰ τῶν ἐκ προαιρέσεως ἐπιγινομένων ἐστὶν ἡ πονηρία. Κατ᾽ ἐξοχὴν δὲ οὕτως ἐκεῖνος καλεῖται, διὰ τὴν ὑπερβολὴν τῆς κακίας, καὶ ἐπειδὴ μηδὲν παρ᾽ ἡμῶν ἀδικηθεὶς ἄσπονδον πρὸς ἡμᾶς ἔχει τὸν πόλεμον. Διὰ τοῦτο οὐδὲ εἶπε, Ῥῦσαι ἡμᾶς ἀπὸ τῶν πονηρῶν, ἀλλ᾽, Ἀπὸ τοῦ Πονηροῦ· παιδεύων ἡμᾶς μηδαμοῦ πρὸς τοὺς πλησίον ἀηδῶς ἔχειν, ἐν οἷς ἂν πάθωμεν παρ᾽ αὐτῶν κακῶς, ἀλλ᾽ ἀπὸ τούτων πρὸς ἐκεῖνον μεταθεῖναι τὴν ἔχθραν, ὡς πάντων αὐτὸν αἴτιον τῶν κακῶν ὄντα. Ἐναγωνίους τοίνυν ποιήσας τῇ μνήμῃ τοῦ Ἐχθροῦ, καὶ τὴν ῥᾳθυμίαν ἡμῶν ἅπασαν ἐκκόψας, πάλιν θαῤῥύνει καὶ ἀνίστησι τὰ φρονήματα, τοῦ Βασιλέως ἀναμνήσας, ὑφ᾽ ᾧ ταττόμεθα, καὶ δείξας πάντων αὐτὸν ὄντα δυνατώτερον.

Σοῦ γάρ ἐστι, φησὶν, ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα. Οὐκοῦν εἰ αὐτοῦ ἐστιν ἡ βασιλεία, οὐδένα δεδοικέναι χρὴ, ἅτε οὐδενὸς ὄντος τοῦ ἀνθισταμένου, καὶ πρὸς αὐτὸν τὴν ἀρχὴν διανεμομένου. Ὅταν γὰρ εἴπῃ, Σοῦ ἐστιν ἡ βασιλεία, δείκνυσι καὶ ἐκεῖνον τὸν πολεμοῦντα ἡμῖν ὑποτεταγμένον, κἂν ἐναντιοῦσθαι δοκῇ, τοῦ Θεοῦ συγχωροῦντος τέως. Καὶ γὰρ καὶ αὐτὸς τῶν δούλων ἐστὶν, εἰ καὶ τῶν ἠτιμωμένων καὶ προσκεκρουκότων· καὶ οὐκ ἂν τολμήσειεν οὐδενὶ τῶν ὁμοδούλων ἐπιθέσθαι, μὴ πρότερον ἄνωθεν τὴν ἐξουσίαν λαβών. Καὶ τί λέγω τῶν ὁμοδούλων;

Οὐδὲ χοίρων κατατολμῆσαι ὑπέμεινεν, ἕως ὅτε αὐτὸς ἐπέτρεψεν· οὔτε ποιμνίων, οὔτε βουκολίων, ἕως ὅτε τὴν ἐξουσίαν ἄνωθεν ἔλαβε. Καὶ ἡ δύναμις, φησί. Οὐκοῦν κἂν μυριάκις ἀσθενὴς ᾖς, δίκαιος ἂν εἴης θαῤῥεῖν τοιοῦτον ἔχων τὸν βασιλεύοντα, πάντα εὐκόλως καὶ διὰ σοῦ κατορθοῦν δυνάμενον. Καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

ζʹ. Οὐδὲ γὰρ ἀπαλλάττει σε τῶν ἐπιόντων δεινῶν μόνον, ἀλλὰ καὶ ἔνδοξον δύναται ποιεῖν καὶ λαμπρόν. Ὥσπερ γὰρ ἡ δύναμις αὐτοῦ πολλὴ, οὕτω καὶ ἡ δόξα ἄφατος, καὶ τὰ πάντα ἀπέραντα καὶ τέλος αὐτῶν οὐδέν. Εἶδες πῶς πανταχόθεν ἤλειψε τὸν ἀθλητὴν, καὶ θαῤῥεῖν παρεσκεύασεν; Εἶτα, ὅπερ ἔφθην εἰπὼν, δεῖξαι βουλόμενος, ὅτι πάντων μάλιστα μνησικακίαν ἀποστρέφεται καὶ μισεῖ, καὶ μάλιστα πάντων τὴν ἐναντίαν τῇ κακίᾳ ταύτῃ ἀποδέχεται ἀρετὴν, καὶ μετὰ τὴν εὐχὴν πάλιν αὐτοῦ τοῦ κατορθώματος ὑπέμνησε, καὶ ἀπὸ τῆς κειμένης κολάσεως, καὶ ἀπὸ τῆς ὡρισμένης τιμῆς τὸν ἀκροατὴν ἐνάγων εἰς τὴν τῆς ἐντολῆς ταύτης ὑπακοήν. Ἐὰν γὰρ ἀφῆτε, φησὶ, τοῖς ἀνθρώποις, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν· ἐὰν δὲ μὴ ἀφῆτε, οὐδὲ αὐτὸς ὑμῖν ἀφήσει. Διὰ τοῦτο τῶν οὐρανῶν πάλιν καὶ τοῦ Πατρὸς ἐμνημόνευσεν, ὥστε καὶ τούτῳ τὸν ἀκροατὴν ἐντρέψαι, εἴγε τοιούτου πατρὸς ὢν, ἐκθηριοῦσθαι μέλλοι, καὶ πρὸς τὸν οὐρανὸν κληθεὶς, γήϊνόν τι καὶ βιωτικὸν ἔχοι φρόνημα. Οὐ γὰρ δὴ χάριτι δεῖ γενέσθαι παῖδας μόνον, ἀλλὰ καὶ τοῖς ἔργοις. Οὐδὲν δὲ οὕτως ὁμοιοῖ τῷ Θεῷ, ὡς τὸ τοῖς πονηροῖς καὶ τοῖς ἀδικοῦσιν εἶναι συγγνωμονικόν· ὥσπερ οὖν καὶ ἔφθη διδάξας, ἡνίκα ἔλεγε τὸ τὸν ἥλιον ἀνατέλλειν ἐπὶ πονηροὺς καὶ ἀγαθούς.

Διὰ δὴ τοῦτο καὶ καθ᾽ ἕκαστον τῶν ῥημάτων κοινὰς κελεύει ποιεῖν τὰς εὐχὰς, Πάτερ ἡμῶν, λέγων· καὶ, Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· καὶ, Δὸς ἡμῖν τὸν ἄρτον· καὶ, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν· καὶ, Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν· καὶ, Ῥῦσαι ἡμᾶς· πανταχοῦ τῷ πληθυντικῷ ῥήματι τούτῳ κελεύων κεχρῆσθαι, ἵνα μηδὲ ἴχνος ὀργῆς πρὸς τὸν πλησίον ἔχωμεν. Πόσης οὖν ἂν εἶεν κολάσεως ἄξιοι οἱ μετὰ ταῦτα πάντα μὴ μόνον αὐτοὶ μὴ ἀφιέντες, ἀλλὰ καὶ τὸν Θεὸν ἐπὶ τὴν ἄμυναν τῶν ἐχθρῶν παρακαλοῦντες, καὶ ὥσπερ ἐκ διαμέτρου τινὸς τὸν νόμον τοῦτον παραβαίνοντες, καὶ ταῦτα αὐτοῦ πάντα ποιοῦντος καὶ πραγματευομένου, ὥστε μὴ διαστασιάζειν ἡμᾶς πρὸς ἀλλήλους; Ἐπειδὴ γὰρ ῥίζα πάντων τῶν ἀγαθῶν ἐστιν ἡ ἀγάπη, τὰ λυμαινόμενα αὐτὴν ἀναιρῶν, πάντοθεν ἡμᾶς πρὸς ἀλλήλους συνάγει συγκολλῶν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδεὶς, κἂν πατὴρ, κἂν μήτηρ, κἂν φίλος, κἂν ὁστισοῦν, ὃς οὕτως ἡμᾶς ἠγάπησεν, ὡς ὁ ποιήσας ἡμᾶς Θεός. Καὶ τοῦτο μάλιστα καὶ ἐξ ὧν εὐεργετεῖ καθ᾽ ἑκάστην ἡμέραν, καὶ ἐξ ὧν ἐπιτάττει δῆλον. Εἰ δὲ τὰς λύπας μοι λέγεις, καὶ τὰς ὀδύνας, καὶ τὰ τοῦ βίου κακὰ, ἐννόησον ὅσα αὐτῷ προσκρούεις καθ᾽ ἑκάστην ἡμέραν, καὶ οὐκέτι θαυμάσῃ, κἂν πλείονα τούτων ἐπέλθῃ κακά· ἀλλ᾽ ἂν ἀγαθοῦ τινος ἀπολαύσῃς, τότε καὶ θαυμάσῃ καὶ ἐκπλαγήσῃ.

Νῦν δὲ εἰς μὲν τὰς συμφορὰς ὁρῶμεν τὰς ἐπιούσας, τὰ δὲ προσκρούσματα, ἃ καθ᾽ ἑκάστην προσκρούομεν τὴν ἡμέραν, οὐκ ἐννοοῦμεν· διὰ τοῦτο ἀλύομεν. Ὡς εἴγε μιᾶς ἡμέρας μόνον μετὰ ἀκριβείας τὰ ἁμαρτήματα ἡμῶν ἐλογισάμεθα, τότε ἂν ἔγνωμεν καλῶς, πόσων ἂν εἴημεν ὑπεύθυνοι κακῶν. Καὶ ἵνα τὰ ἄλλα ἀφεὶς τὰ ἰδίᾳ πεπλημμελημένα ἑκάστῳ, τὰ σήμερον εἴπω γινόμενα· καίτοιγε οὐκ οἶδα τί ποτε ἕκαστος ἡμῶν ἥμαρτεν· ἀλλ᾽ ὅμως τοσαύτη ἡ περιουσία τῶν πλημμελημάτων, ὡς μηδὲ τὸν ἀκριβῶς ἅπαντα εἰδότα δύνασθαι καὶ ἐκ τούτων ἑλεῖν. Τίς οὖν ἡμῶν οὐκ ἐῤῥᾳθύμησεν εὐχόμενος; τίς οὐκ ἀπενοήθη; τίς οὐκ ἐκενοδόξησε; τίς οὐ κακῶς εἶπε τὸν ἀδελφὸν, οὐδὲ ἐδέξατο πονηρὰν ἐπιθυμίαν; οὐκ εἶδεν ἀκολάστοις ὀφθαλμοῖς; οὐκ ἐμνήσθη μετὰ πάθους ἐχθροῦ, καὶ οἰδαίνειν τὴν καρδίαν ἐποίησεν; Εἰ δὲ ἐν ἐκκλησίᾳ ὄντες, καὶ ἐν καιρῷ βραχεῖ, τοσούτοις ὑπεύθυνοι γεγόναμεν κακοῖς, τίνες ἐσόμεθα ἐξελθόντες ἐντεῦθεν; εἰ ἐν τῷ λιμένι τοσαῦτα τὰ κύματα, ὅταν ἐξέλθωμεν εἰς τὸν εὔριπον τῶν κακῶν, τὴν ἀγορὰν λέγω, καὶ τὰ πολιτικὰ πράγματα, καὶ τὰς ἐν οἰκίᾳ φροντίδας, ἆρα ἑαυτοὺς γοῦν ἐπιγνῶναι δυνησόμεθα; Ἀλλ᾽ ὅμως τῆς τῶν τοσούτων καὶ τηλικούτων ἁμαρτημάτων ἀπαλλαγῆς ἔδωκεν ἡμῖν σύντομον καὶ ῥᾳδίαν ὁδὸν καὶ παντὸς ἀπηλλαγμένην πόνου ὁ Θεός.

Ποῖος γὰρ πόνος ἀφεῖναι τῷ λελυπηκότι; Πόνος μὲν οὖν τὸ μὴ ἀφεῖναι, ἀλλὰ κατέχειν τὴν ἔχθραν· ὡς τό γε ἀπαλλαγῆναι τοῦ θυμοῦ, καὶ ἄνεσιν πολλὴν ἐμποιεῖ, καὶ σφόδρα εὔκολον τῷ βουλομένῳ. ηʹ. Οὐδὲ γὰρ πέλαγος διαβῆναι δεῖ, οὐδὲ ὁδὸν ἀποδημῆσαι μακρὰν, οὐδὲ ὁρῶν ὑπερβῆναι κορυφὰς, οὐδὲ χρήματα δαπανῆσαι, οὐδὲ κατατεῖναι τὸ σῶμα, ἀλλ᾽ ἀρκεῖ θελῆσαι μόνον, καὶ πάντα λέλυται τὰ ἁμαρτήματα.

Ἂν δὲ μὴ μόνον αὐτὸς μὴ ἀφῇς, ἀλλὰ καὶ τῷ Θεῷ κατ᾽ αὐτοῦ ἐντυγχάνῃς, τίνα λοιπὸν ἕξεις σωτηρίας ἐλπίδα, ὅταν ἡνίκα ἐξιλεοῦσαι αὐτὸν καὶ δέῃ, καὶ τότε αὐτὸν παροξύνῃς, ἱκέτου μὲν σχῆμα περικείμενος, θηρίου δὲ φωνὰς ἀφιεὶς, καὶ καθ᾽ ἑαυτοῦ τὰ βέλη τοῦ Πονηροῦ ἐξακοντίζων ἐκεῖνα; Διὰ τοῦτο καὶ ὁ Παῦλος εὐχῆς μεμνημένος, οὐδὲν οὕτως ἐξεζήτησεν ὡς τῆς ἐντολῆς ταύτης τὴν φυλακήν· Ἐπαίροντας γὰρ ὁσίους χεῖρας, φησὶ, χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Εἰ γὰρ ὅτε ἐλέους χρείαν ἔχεις, οὐδὲ τότε ἀφίης τὴν ὀργὴν, ἀλλὰ καὶ σφόδρα αὐτῆς μέμνησαι, καὶ ταῦτα εἰδὼς ὅτι κατὰ σεαυτοῦ τὸ ξίφος ὠθεῖς, πότε δυνήσῃ γενέσθαι φιλάνθρωπος, καὶ τὸν πονηρὸν ἀποβλῦσαι τῆς πονηρίας ταύτης ἰόν; Εἰ δὲ οὐδέπω τῆς ἀτοπίας ταύτης εἶδες τὸ μέγεθος, ἐπ᾽ ἀνθρώπων αὐτὸ λογίζου γινόμενον, καὶ τότε ὄψει τῆς ὕβρεως τὴν ὑπερβολήν. Εἰ γὰρ ἀνθρώπῳ σοι ὄντι προσῆλθέ τις ἀξιῶν ἐλεηθῆναι, εἶτα μεταξὺ κείμενος ἐπὶ τῆς γῆς εἶδεν ἐχθρὸν, καὶ ἀφείς σε ἱκετεῦσαι ἐκεῖνον ἔτυπτεν, ἆρα οὐκ ἂν μείζονα ἐποιήσω τὴν ὀργήν; Τοῦτο λογίζου καὶ ἐπὶ τοῦ Θεοῦ συμβαίνειν. Καὶ γὰρ καὶ σὺ τὸν Θεὸν ἱκετεύων, μεταξὺ τὴν ἱκετηρίαν ἀφεὶς, τὸν ἐχθρὸν τοῖς ῥήμασι τύπτεις, καὶ τοὺς τοῦ Θεοῦ νόμους ὑβρίζεις, τὸν νομοθετήσαντα πᾶσαν ὀργὴν ἀφιέναι κατὰ τῶν λελυπηκότων καλῶν, καὶ ἀξιῶν ἐναντία τοῖς ἑαυτοῦ προστάγμασι ποιεῖν.

Οὐκ ἀρκεῖ εἰς τιμωρίας σοι λόγον, ὅτι σὺ παραβαίνεις τὸν νόμον τὸν τοῦ Θεοῦ, ἀλλὰ καὶ αὐτὸν τοῦτο παρακαλεῖς ποιεῖν; Μὴ γὰρ ἐπελάθετο ὧν ἐπέταξε, μὴ γὰρ ἄνθρωπός ἐστιν ὁ ταῦτα εἰπών;

Θεός ἐστιν, ὁ τὰ πάντα εἰδὼς, καὶ μετὰ ἀκριβείας ἁπάσης τοὺς ἑαυτοῦ φυλάττεσθαι βουλόμενος νόμους, καὶ τοσοῦτον ἀπέχων τοῦ ποιῆσαι ταῦτα ἅπερ ἀξιοῖς, ὅτι καὶ σὲ τὸν ταῦτα λέγοντα καὶ ὑπὲρ τοῦ λέγειν μόνον ἀποστρέφεται καὶ μισεῖ, καὶ δίκην ἀπαιτεῖ τὴν ἐσχάτην. Πῶς οὖν ἀξιοῖς παρ᾽ αὐτοῦ τυχεῖν, ὧν αὐτὸς μετὰ πολλῆς ἀπέχεσθαί σε κελεύει σπουδῆς; Ἀλλὰ γὰρ εἰσί τινες, οἳ καὶ εἰς τοσοῦτον ἀλογίας ἥκασιν, ὡς μὴ μόνον τῶν ἐχθρῶν κατεύχεσθαι, ἀλλὰ καὶ τέκνοις ἐπαρᾶσθαι τοῖς ἐκείνων, καὶ αὐτῶν, εἴγε ἐνῆν, ἀπογεύσασθαι τῶν σαρκῶν· μᾶλλον δὲ καὶ ἀπογευόμενοι. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι τοὺς ὀδόντας οὐκ ἐνέπηξας τῷ σώματι τοῦ λελυπηκότος· πολὺ γὰρ χαλεπώτερον ἐποίησας, τό γε εἰς σὲ ἧκον, ἀξιῶν ἄνωθεν ὀργὴν ἐπενεχθῆναι κατ᾽ αὐτοῦ, καὶ ἀθανάτῳ παραδοθῆναι κολάσει, καὶ μετὰ τῆς οἰκίας ἀνατραπῆναι ἁπάσης. Ποίων γὰρ ταῦτα οὐ χαλεπώτερα δηγμάτων; ποίων βελῶν οὐ πικρότερα;

Οὐ ταῦτά σε ἐπαίδευσεν ὁ Χριστός· οὐχ οὕτω τὸ στόμα αἱμάττειν ἐκέλευσε. Καὶ γὰρ ᾑμαγμένων στομάτων ἀπὸ σαρκῶν ἀνθρωπίνων χαλεπώτεραι αἱ τοιαῦται γλῶτται. Πῶς οὖν ἀσπάσῃ τὸν ἀδελφόν; πῶς ἅψῃ τῆς θυσίας; πῶς ἀπογεύσῃ τοῦ αἵματος τοῦ Δεσποτικοῦ, τοσοῦτον ἔχων ἐπὶ τῆς διανοίας ἰόν;

Ὅταν γὰρ εἴπῃς, κατάῤῥαξον αὐτὸν, καὶ τὴν οἰκίαν ἀνάτρεψον, καὶ πάντα ἀπόλεσον, καὶ μυρίους αὐτῷ ὀλέθρους κατεύχῃ, οὐδὲν ἀνθρωποκτόνου διενήνοχας, μᾶλλον δὲ ἀνθρωποφάγου θηρίου. Παυσώμεθα τοίνυν τῆς νόσου ταύτης καὶ τῆς μανίας, καὶ τὴν φιλοφροσύνην, ἣν ἐκέλευσεν, ἐπιδειξώμεθα περὶ τοὺς λελυπηκότας, ἵνα γενώμεθα ὅμοιοι τοῦ Πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Παυσόμεθα δὲ, ἂν τῶν οἰκείων ἀναμνησθῶμεν ἁμαρτημάτων· ἂν μετὰ ἀκριβείας ἅπαντα ἐξετάσωμεν τὰ πεπλημμελημένα, τὰ ἔνδον, τὰ ἔξω, τὰ ἐν ἀγορᾷ, τὰ ἐν ἐκκλησίᾳ.

Εἰ γὰρ μηδενὸς ἑτέρου, τῆς γοῦν ἐνταῦθα ὀλιγωρίας τὴν ἐσχάτην ἄξιοί ἐσμεν δίκην ὑποσχεῖν. Καὶ γὰρ προφητῶν ψαλλόντων, καὶ ἀποστόλων ὑμνούντων, καὶ Θεοῦ διαλεγομένου, ἔξω πλανώμεθα, καὶ βιωτικῶν πραγμάτων ἐπεισάγομεν θόρυβον· καὶ οὐδὲ τοσαύτην ἀπονέμομεν τοῖς τοῦ Θεοῦ νόμοις τὴν ἡσυχίαν, ὅσην τοῖς τοῦ βασιλέως γράμμασιν ἐν τοῖς θεάτροις οἱ θεαταὶ παρέχουσι τὴν σιγήν. Ἐκεῖ μὲν γὰρ τῶν γραμμάτων τούτων ἀναγινωσκομένων, καὶ ὕπατοι καὶ ὕπαρχοι καὶ βουλὴ καὶ δῆμος ὀρθοὶ πάντες ἑστήκασι, μεθ᾽ ἡσυχίας ἀκούοντες τῶν λεγομένων· κἂν μεταξὺ τῆς ἡσυχίας τῆς βαθυτάτης ἐκείνης ἀθρόον ἄν τις πηδήσας καταβοήσῃ, ἅτε εἰς τὸν βασιλέα ὑβρικὼς, τὴν ἐσχάτην δίδωσι δίκην· ἐνταῦθα δὲ τῶν ἐκ τοῦ οὐρανοῦ γραμμάτων ἀναγινωσκομένων, πολὺς πανταχόθεν ὁ θόρυβος γίνεται. Καίτοι καὶ ὁ πέμψας τὰ γράμματα πολὺ τοῦ βασιλέως τούτου μείζων ἐστὶ, καὶ τὸ θέατρον σεμνότερον· οὐ γὰρ ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἀγγέλων ἐστί· καὶ τὰ ἐπινίκια ταῦτα, ἃ τὰ γράμματα εὐαγγελίζεται, πολλῷ τῶν ἐν τῇ γῇ φρικωδέστερα. Διόπερ οὐκ ἄνθρωποι μόνον, ἀλλὰ καὶ ἄγγελοι καὶ ἀρχάγγελοι, καὶ οἱ τῶν οὐρανῶν δῆμοι, καὶ οἱ ἐν τῇ γῇ πάντες εὐφημεῖν κελευόμεθα. Εὐλογεῖτε γὰρ, φησὶ, τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ. Καὶ γὰρ οὐ μικρὰ τὰ κατορθούμενα, ἀλλὰ πάντα ὑπερβαίνει λόγον καὶ νοῦν καὶ διάνοιαν ἀνθρωπίνην.

Καὶ ταῦτα καθ᾽ ἑκάστην ἡμέραν ἀνακηρύττουσιν οἱ προφῆται, διαφόρως ἕκαστος τὸ λαμπρὸν τοῦτο τρόπαιον ἀναγορεύων. Ὁ μὲν γὰρ, Ἀνέβης εἰς ὕψος, φησὶ, ᾐχμαλώτευσας αἰχμαλωσίαν, καὶ ἔλαβες δόματα ἐν ἀνθρώποις· καὶ, Κύριος κραταιὸς καὶ δυνατὸς ἐν πολέμῳ. Ὁ δέ φησι, Τῶν ἰσχυρῶν μεριεῖται τὰ σκῦλα. Καὶ γὰρ διὰ τοῦτο ἦλθεν, ὥστε κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν. Καὶ κατὰ τοῦ θανάτου τὴν ἐπινίκιον ἀλαλάζων φωνὴν ἔλεγε· Ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, ᾅδη, τὸ κέντρον;

Ἕτερος δὲ αὖ πάλιν τὴν βαθυτάτην εἰρήνην εὐαγγελιζόμενος ἔλεγε· Συντρίψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα. Καὶ ὁ μὲν τὴν Ἱερουσαλὴμ καλεῖ λέγων· Χαῖρε σφόδρα, θύγατερ Σιὼν, ὅτι ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος, ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Ὁ δὲ καὶ τὴν δευτέραν αὐτοῦ ἀνακηρύττει παρουσίαν, οὕτω λέγων· Ἥξει Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; Σκιρτήσατε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα. Καὶ ἕτερος πάλιν τοιαῦτα ἐκπληττόμενος ἔλεγεν· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἀλλ᾽ ὅμως καὶ τούτων καὶ πολλῷ πλειόνων λεγομένων, δέον φρίττειν· καὶ μηδὲ ἐπὶ γῆς νομίζειν εἶναι, ἀλλ᾽ ὡς ἐν ἀγορᾷ μέσῃ θορυβοῦμεν, ταράττομεν, τὰ μηδὲν πρὸς ἡμᾶς ὄντα διαλεγόμενοι ἅπαντα ἀναλίσκομεν τῆς συνάξεως τὸν καιρόν. Ὅταν οὖν καὶ ἐν μικροῖς καὶ ἐν μεγάλοις, καὶ ἐν ἀκροάσει καὶ ἐν πράξει, καὶ ἔξω καὶ ἔνδον ἐν ἐκκλησίᾳ οὕτως ὦμεν ῥᾴθυμοι, καὶ μετὰ τούτων ἁπάντων καὶ κατ᾽ ἐχθρῶν εὐχώμεθα, πόθεν ἕξομεν σωτηρίας ἐλπίδα, τοῖς τοσούτοις ἁμαρτήμασι προσθήκην ἑτέραν χαλεπὴν καὶ τούτων ἀντίῤῥοπον, τὴν παράνομον ταύτην προστιθέντες εὐχήν; Ἔτι οὖν θαυμάζειν δίκαιον, ἂν συμβῇ τι τῶν ἀδοκήτων ἡμῖν καὶ λυπηρῶν, δέον ὅταν μὴ συμβῇ θαυμάζειν; Ἐκεῖνο μὲν γὰρ τῆς τῶν πραγμάτων ἀκολουθίας· τοῦτο δὲ ὑπὲρ λόγον πάντα καὶ προσδοκίαν.

Καὶ γὰρ ὑπὲρ λόγον, ἐχθροὺς τοῦ Θεοῦ γενομένους καὶ παροργίζοντας αὐτὸν, ἀπολαύειν ἡλίου καὶ ὑετῶν καὶ τῶν ἄλλων ἁπάντων, ἀνθρώπους θηρίων ὠμότητα νικῶντας, καὶ κατ᾽ ἀλλήλων ἱσταμένους, καὶ τοῖς τῶν πλησίον δήγμασι τὴν γλῶτταν αἱμάττοντας, μετὰ τὴν τράπεζαν τὴν πνευματικὴν, καὶ τὰς τοσαύτας εὐεργεσίας, καὶ τὰ μυρία παραγγέλματα. Ταῦτ᾽ οὖν ἐννοοῦντες, ἐμέσωμεν τὸν ἰὸν, καταλύσωμεν τὰς ἔχθρας, καὶ τὰς ἡμῖν πρεπούσας εὐχὰς ποιώμεθα· ἀντὶ δαιμόνων θηριωδίας, ἀγγέλων λάβωμεν ἡμερότητα· καὶ ὅσα ἂν ὦμεν ἠδικημένοι, τὰ ἡμέτερα αὐτῶν ἐννοήσαντες, καὶ τὸν ὑπὲρ ταύτης τῆς ἐντολῆς κείμενον ἡμῖν μισθὸν, μαλάξωμεν τὴν ὀργὴν, καταστείλωμεν τὰ κύματα, ἵνα καὶ τὸν παρόντα βίον ἀταράχως διέλθωμεν, καὶ ἀπελθόντες ἐκεῖ τοιούτου τύχωμεν τοῦ Δεσπότου, οἷοι περὶ τοὺς συνδούλους γεγόναμεν. Εἰ δὲ βαρὺ τοῦτο καὶ φοβερὸν, ποιήσωμεν αὐτὸ κοῦφον καὶ ποθεινὸν, καὶ τὰς τῆς παῤῥησίας τῆς πρὸς αὐτὸν λαμπρὰς ἀνοίξωμεν θύρας· καὶ ὅπερ οὐκ ἰσχύσαμεν ἀνύσαι διὰ τοῦ τῶν ἁμαρτημάτων ἀπέχεσθαι, τοῦτο ἀνύσωμεν διὰ τοῦ γεγενῆσθαι τοῖς ἡμαρτηκόσιν εἰς ἡμᾶς ἥμεροι (οὐδὲ γὰρ βαρὺ τοῦτο, οὐδὲ ἐπαχθές)· καὶ τοὺς ἐχθροὺς εὐεργετοῦντες τοὺς ἡμετέρους, πολὺν ἑαυτοῖς προαποθώμεθα ἔλεον.

Οὕτω γὰρ καὶ κατὰ τὸν παρόντα βίον ἅπαντες ἡμᾶς ἀγαπήσουσι, καὶ πρὸ τῶν ἄλλων ἁπάντων ὁ Θεὸς καὶ φιλήσει, καὶ στεφανώσει, καὶ τῶν μελλόντων ἡμᾶς ἀγαθῶν ἀξιώσει πάντων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.