βʹ. Εὐαγγέλιον δὲ αὐτοῦ τὴν πραγματείαν εἰκότως ἐκάλεσε. Καὶ γὰρ κολάσεως ἀναίρεσιν, καὶ ἁμαρτημάτων λύσιν, καὶ δικαιοσύνην, καὶ ἁγιασμὸν, καὶ ἀπολύτρωσιν, καὶ υἱοθεσίαν, καὶ κληρονομίαν τῶν οὐρανῶν, καὶ συγγένειαν πρὸς τὸν Υἱὸν τοῦ Θεοῦ, πᾶσιν ἦλθεν ἀπαγγέλλων· τοῖς ἐχθροῖς, τοῖς ἀγνώμοσι, τοῖς ἐν σκότῳ καθημένοις. Τί ποτ᾽ οὖν τῶν εὐαγγελίων τούτων ἶσον γένοιτ᾽ ἄν; Θεὸς ἐπὶ γῆς, ἄνθρωπος ἐν οὐρανῷ· καὶ πάντα ἀναμὶξ ἐγένετο, ἄγγελοι συνεχόρευον ἀνθρώποις, ἄνθρωποι τοῖς ἀγγέλοις ἐκοινώνουν, καὶ ταῖς ἄλλαις ταῖς ἄνω δυνάμεσι· καὶ ἦν ἰδεῖν τὸν χρόνιον λυθέντα πόλεμον, καὶ καταλλαγὰς Θεοῦ πρὸς τὴν ἡμετέραν γεγενημένας φύσιν, διάβολον αἰσχυνόμενον, δαίμονας δραπετεύοντας, θάνατον λελυμένον, παράδεισον ἀνοιγόμενον, κατάραν ἠφανισμένην, ἁμαρτίαν ἐκποδὼν γεγενημένην, πλάνην ἀπεληλαμένην, ἀλήθειαν ἐπανελθοῦσαν, τῆς εὐσεβείας τὸν λόγον πανταχοῦ κατασπειρόμενον καὶ κομῶντα, τὴν τῶν ἄνω πολιτείαν ἐπὶ τῆς γῆς πεφυτευμένην, μετὰ ἀδείας τὰς δυνάμεις ἐκείνας ὁμιλούσας ἡμῖν, καὶ τῇ γῇ συνεχῶς ἀγγέλους ἐπιχωριάζοντας, καὶ πολλὴν ὑπὲρ τῶν μελλόντων τὴν ἐλπίδα οὖσαν. Διὰ τοῦτο Εὐαγγέλιον τὴν ἱστορίαν ἐκάλεσεν, ὡς τά γε ἄλλα πάντα ῥήματα μόνον ἐστὶ πραγμάτων ἔρημα, οἷον χρημάτων περιουσία, δυναστείας μέγεθος, καὶ ἀρχαὶ καὶ δόξαι καὶ τιμαὶ, καὶ τὰ ἄλλα ὅσα παρὰ ἀνθρώποις ἀγαθὰ εἶναι νομίζεται.