Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Κατὰ πρόσωπον αὐτῷ ἀντέστην»

Ἰωάννης ὁ Χρυσόστομος

Η αναίρεση της κατηγορίας περί δειλίας και ο ζήλος του Πέτρου

Προβάλλεται η τόλμη και η παρρησία του Πέτρου μέσα από γεγονότα όπως η ομολογία της πίστης και η στάση του προ του Πάθους, απορρίπτοντας κάθε υποψία δειλίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 9

δʹ. Ἀλλ᾽ εἰ ἦν ἀληθῶς μάχη τὰ γενόμενα καὶ φιλονεικία, εἶχεν ἂν λόγον τὰ κατηγορήματα ταῦτα· νῦν δὲ οὐκ ἔστι μάχη, ἀλλὰ δοκεῖ μὲν εἶναι, μεγάλην δὲ καὶ τοῦ Παύλου καὶ τοῦ Πέτρου σοφίαν καὶ εὔνοιαν πρὸς ἀλλήλους ἐπιδείκνυται. Πλὴν τέως αὐτῆς τῆς δοκούσης εἶναι κατηγορίας ἀκούσωμεν. Ὅτε δὲ ἦλθε Πέτρος εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην. Διὰ τί; Ὅτι κατεγνωσμένος ἦν. Καὶ τίς ὁ τρόπος τῆς καταγνώσεως; Πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου, μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλε καὶ ἀφώριζεν ἑαυτὸν, φοβούμενος τοὺς ἐκ περιτομῆς. Τί λέγεις; δειλὸς ὁ Πέτρος καὶ ἄνανδρος; οὐ διὰ τοῦτο Πέτρος ἐκλήθη, ἐπειδὴ ἄσειστος ἦν κατὰ τὴν πίστιν; Τί ποιεῖς, ἄνθρωπε;

Αἰδέσθητι τὴν προσηγορίαν τοῦ Δεσπότου, ἣν ἔθηκε τῷ μαθητῇ. Δειλὸς ὁ Πέτρος καὶ ἄνανδρος; καὶ τίς σου ταῦτα ἀνέξεται λέγοντος; Οὐ ταῦτα σύνοιδεν αὐτῷ τὰ Ἱεροσόλυμα, καὶ τὸ πρῶτον ἐκεῖνο θέατρον, καὶ ἡ Ἐκκλησία, εἰς ἣν πρῶτος ἐπεπήδησε, καὶ τὴν μακαρίαν ἐκείνην πρῶτος ἀφῆκε φωνὴν, καὶ εἶπε· Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεὸς, λύσας τὰς ὠδῖνας τοῦ θανάτου. Καὶ πάλιν· Οὐ γὰρ Δαυῒδ ἀνέβη εἰς τὸν οὐρανόν. Αὐτὸς δὲ λέγει, φησὶν, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

Οὗτος οὖν, εἰπέ μοι, δειλὸς καὶ ἄνανδρος, ὁ τοσούτου φόβου καὶ τοσούτων κινδύνων ἐπικρεμαμένων, μετὰ τοσαύτης παῤῥησίας πρὸς τοὺς αἱμοβόρους κύνας ἐκείνους, καὶ τῷ θυμῷ ζέοντας ἔτι, καὶ φόνου πνέοντας εἰσελθὼν καὶ εἰπὼν, ὅτι ὁ σταυρωθεὶς ὑπ᾽ αὐτῶν, καὶ ἀνέστη, καὶ ἐν τοῖς οὐρανοῖς ἐστι, καὶ ἐκ δεξιῶν κάθηται τοῦ Πατρὸς, καὶ μυρίοις τοὺς ἐχθροὺς αὐτοῦ περιβάλλει κακοῖς; Ὅτι γὰρ διᾶραι στόμα, ὅτι γὰρ ἀνοῖξαι χείλη, ὅτι στῆναι, ὅτι φανῆναι μόνον μεταξὺ τῶν σταυρωσάντων αὐτὸν ἴσχυσεν, οὐ θαυμάζεις αὐτὸν καὶ στεφανοῖς, εἰπέ μοι; Ποῖος γὰρ λόγος, τίς διάνοια τὴν παῤῥησίαν αὐτοῦ τὴν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ τὴν ἐλευθεροστομίαν παραστῆσαι δυνήσεται; Οὐκ ἔστιν οὐδείς. Εἰ γὰρ πρὸ τοῦ σταυροῦ συνέθεντο οἱ Ἰουδαῖοι, ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστὸν, ἀποσυνάγωγον ποιεῖν, μετὰ τὸν σταυρὸν καὶ τὴν ταφὴν ἀκούοντες οὐχὶ Χριστὸν ὁμολογοῦντος μόνον, ἀλλὰ καὶ πᾶσαν ὁμοῦ τὴν οἰκονομίαν μετὰ πάσης φιλοσοφίας ἀνακηρύττοντος, πῶς οὐ διεσπάσαντο, καὶ μεληδὸν αὐτὸν διείλοντο πάντες, πρῶτον πάντων τῆς μανίας αὐτῶν κατατολμήσαντα;

εʹ. Τὸ γὰρ δὴ μέγα τοῦτό ἐστιν, οὐχ ὅτι Χριστὸν ὡμολόγησεν, ἀλλ᾽ ὅτι πρὸ τῶν ἄλλων ἁπάντων μαινομένων αὐτῶν καὶ οἰδούντων ἀπὸ τοῦ φόνου, ὡμολόγησε μετὰ παῤῥησίας. Ὥσπερ οὖν ἐν πολέμῳ καὶ παρατάξει, φάλαγγος συμπεφραγμένης, ἐκεῖνον μάλιστα θαυμάζομεν τὸν πρὸ τῶν ἄλλων πηδῶντα, καὶ τὸ μέτωπον αὐτῆς διαῤῥηγνύντα (οὐ γὰρ δὴ τούτου μόνου, ἀλλὰ καὶ τῶν μετὰ ταῦτα ὑφ᾽ ἑτέρων γινομένων κατορθωμάτων οὗτος ἂν εἴη πάντων αἴτιος, ὁ τὴν ἀρχὴν καὶ τὴν εἴσοδον παρασχὼν), οὕτω δὴ καὶ ἐπὶ τοῦ Πέτρου λογίζεσθαι χρὴ, ὅτι πρῶτος εἰσελθὼν, καὶ τὸ μέτωπον τῆς φάλαγγος τῆς Ἰουδαϊκῆς διαῤῥήξας, καὶ τὴν μακρὰν ἐκείνην δημηγορίαν κατατείνας, οὕτω καὶ τοῖς ἄλλοις ἀποστόλοις ἔδωκεν εἴσοδον. Κἂν Ἰωάννης, κἂν Ἰάκωβος, κἂν Παῦλος, κἂν ἄλλος ὁστισοῦν μετὰ ταῦτα μέγα τι ποιῶν φαίνηται, ἁπάντων οὗτος πλεονεκτεῖ, ὁ προοδοποιήσας αὐτῶν τῇ παῤῥησίᾳ, καὶ διανοίξας τὴν εἴσοδον, καὶ δοὺς αὐτοῖς, καθάπερ ποταμῷ πολλῷ φερομένῳ ῥεύματι, μετὰ πολλῆς ἀδείας ἐπεισελθεῖν, καὶ τοὺς μὲν ἐναντιουμένους παρασύρειν, τῶν δὲ μετ᾽ εὐνοίας ἀκουόντων τὰς ψυχὰς ἄρδειν διηνεκῶς. Ἆρ᾽ οὖν μετὰ τὸν σταυρὸν τοιοῦτος; πρὸ δὲ τοῦ σταυροῦ οὐ πάντων θερμότερος; οὐχὶ τὸ στόμα τῶν ἀποστόλων ἦν; οὐχὶ πάντων σιγώντων αὐτὸς ἐφθέγγετο; Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου;

φησὶν ὁ Χριστός· καὶ οἱ μὲν Ἠλίαν ἔλεγον, οἱ δὲ Ἱερεμίαν, οἱ δὲ ἕνα τῶν προφητῶν. Ὑμεῖς δὲ τίνα με λέγετε, φησὶν, εἶναι; Εἶτα ἀποκριθεὶς Πέτρος εἶπε· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ὑμεῖς, εἶπε, καὶ ἀντὶ πάντων τοῦ σώματος φθέγγεται, οὕτως ἡ γλῶττα τῶν ἀποστόλων Πέτρος ἦν, καὶ ἀντὶ πάντων αὐτὸς ἀπεκρίνατο. Ἆρ᾽ οὖν ἐνταῦθα μόνον τοιοῦτος, ἀλλαχοῦ δὲ καθυφίησι τῆς σπουδῆς; Οὐδαμῶς· ἀλλὰ διὰ πάντων καὶ ἐν πᾶσι τὴν αὐτὴν ἐμφαίνει θερμότητα.

Καὶ γὰρ εἰπόντος τοῦ Χριστοῦ· Παραδώσουσι τὸν Υἱὸν τοῦ ἀνθρώπου, καὶ μαστιγώσουσι, καὶ σταυρώσουσιν, αὐτός φησιν· Ἵλεώς σοι, Κύριε· οὐ μὴ ἔσται σοι τοῦτο. Μὴ γὰρ δὴ τοῦτο ἐξετάσωμεν, ὅτι ἀπερίσκεπτος ἡ ἀπόκρισις, ἀλλ᾽ ὅτι γνησίου πόθου ἦν καὶ ζέοντος. Πάλιν ἀνέβη εἰς τὸ ὄρος, καὶ μετεμορφώθη· ὤφθη μεταξὺ Ἠλίας ἐκεῖ καὶ Μωϋσῆς διαλεγόμενος. Πάλιν κἀκεῖ ὁ Πέτρος· Εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς.

ϛʹ. Ὅρα πῶς ἐφίλει τὸν διδάσκαλον, καὶ σκόπει τὴν ἀκρίβειαν, καὶ τὴν σύνεσιν. Ἐπειδὴ γὰρ τότε ἁπλῶς ἀποκριθεὶς ἐπεστομίσθη, ἐνταῦθα τῇ ἐξουσίᾳ τοῦ διδασκάλου ἐπιτρέπει τὸ πρᾶγμα· Εἰ θέλεις, λέγων. Συμβαίνει γὰρ, φησὶ, καὶ νῦν ἀπερισκέπτως με πόθῳ κινούμενον εἰπεῖν. Ἵν᾽ οὖν μὴ τὴν αὐτὴν ἐπιτίμησιν δέξηται· Εἰ θέλεις, φησί. Συμπόσιον ἦν ἐκεῖνο πάλιν τὸ ἅγιον καὶ φρικῶδες· καὶ τότε λέγοντος τοῦ Ἰησοῦ· Εἷς ἐξ ὑμῶν παραδώσει με, πάλιν ὁ Πέτρος διὰ μὲν τὴν ἐπιτίμησιν τὴν ἤδη γενομένην ἐρωτῆσαι τὸν διδάσκαλον οὐκ ἐτόλμησε· διὰ δὲ τὸν πόθον, ὃν εἶχε, σιγῆσαι οὐκ ἠνέσχετο· ἀλλ᾽ ἐσπούδασε καὶ μαθείν, καὶ μὴ δόξαι προπετής τις εἶναι καὶ ἀπερίσκεπτος.

Πῶς οὖν καὶ τὴν ἐπιθυμίαν ἐπλήρωσε, καὶ ἀσφάλειαν ἑαυτῷ προῳκονόμησεν; Ἵνα τῷ μὲν βουληθῆναι μαθεῖν τὸν ἀκάθεκτον δείξῃ πόθον, τῷ δὲ μὴ δι᾽ ἑαυτοῦ τοῦτο ποιῆσαι, ἀλλ᾽ ἕτερον προβαλέσθαι, τὴν εὐλάβειαν ἐμφαίνῃ καὶ τὴν ἐπιείκειαν ἅπασαν. Καὶ γὰρ στενά μοι πάντοθεν, φησί· περὶ προδοσίας ἐστὶ λόγος τοῦ Δεσπότου· μέγας ὁ κίνδυνος, ὁ κρημνὸς ἑκατέρωθεν. Ἂν σιγήσω, ἡ μέριμνα κατεσθίει μου τὴν ψυχήν· ἂν εἴπω, δέδοικα μή ποτε ἐπιτίμησιν δέξωμαι πάλιν. Μέσην οὖν ἦλθεν ὁδὸν, καὶ ὁ πανταχοῦ προπηδῶν, τότε τῆς Ἰωάννου παῤῥησίας ἐδεῖτο, ὥστε μαθεῖν τὸ λεγόμενον. Οὐδὲν γὰρ ἕτερον ἀνέπνει. καὶ εἶχεν ἐν τῇ ψυχῇ διηνεκῶς, ἀλλ᾽ ἢ τὸν διδάσκαλον μόνον. Διὰ τοῦτο καὶ δεσμωτηρίων καὶ μυρίων μετὰ ταῦτα κατετόλμα θανάτων, καὶ πάσης τῆς παρούσης κατεγέλα ζωῆς. Δι᾽ ἐκεῖνον καὶ μάστιγας λαβὼν, καὶ τοὺς μώλωπας ἔχων ἐπὶ τοῦ νώτου, πρὸς τοὺς μαστίξαντας ἔλεγεν· Οὐ δυνάμεθα ἡμεῖς ἃ εἴδομεν καὶ ἠκούσαμεν μὴ λαλεῖν. Εἶδες φρόνημα ἀδούλωτον; εἶδες παῤῥησίαν ἀχείρωτον; εἶδες ψυχὴν οὐρανίου πόθου καὶ ἔρωτος γέμουσαν; Πῶς οὖν τολμᾷς λέγειν, ὅτι φοβούμενος τοὺς ἐκ περιτομῆς, ὑπέστελλεν ἑαυτὸν καὶ ἀφώρισε; Καὶ πολλὰ δὲ ἕτερα ἐνῆν εἰπεῖν περὶ Πέτρου, δεικνύντα αὐτοῦ τὴν θερμότητα, καὶ τὴν ἀνδρείαν, καὶ τὸν πόθον, ὃν εἶχε περὶ τὸν Χριστόν· ἀλλ᾽ ἵνα μὴ μηκύνωμεν ἀκαίρως τὸν λόγον, ἀρκεῖ τὰ εἰρημένα.

Οὐδὲ γὰρ ἐγκώμιον αὐτοῦ τήμερον εἰπεῖν πρόκειται, ἀλλὰ τὴν δοκοῦσαν εἶναι ζήτησιν λῦσαι, καὶ εἰς πέρας ἀγαγεῖν.

ζʹ. Σὺ δὲ καὶ ἑτέρωθεν σκόπει, πῶς οὐκ ἔστι πιθανὴ ἡ κατηγορία. Τότε μὲν γὰρ παρὰ τὴν ἀρχὴν, ὅτε ἔλεγε· Τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε, ἀνέστησεν ὁ Θεὸς, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, τότε μεταξὺ ἐχθρῶν ἦν, ἔτι φονώντων, ἔτι τῷ θυμῷ ζεόντων, ἔτι βουλομένων διασπάσασθαι τοὺς μαθητάς. Ἤκμαζε γὰρ αὐτοῖς ἔτι τὸ πάθος, καὶ ᾤδει ἡ διάνοια τῷ θυμῷ. Νυνὶ δὲ, ὅτε ταῦτα Παῦλος ἔγραφεν, ἑπτὰ καὶ δέκατον ἔτος εἶχε τὸ κήρυγμα. Εἰπὼν γάρ· Μετὰ τρία ἔτη ἀνέβην εἰς Ἱεροσόλυμα, λέγει πάλιν, ὅτι Μετὰ δεκατέσσαρα ἔτη ἀνέβην εἰς Ἱεροσόλυμα. Ὁ τοίνυν τότε ἐν προοιμίοις τοῦ κηρύγματος μὴ φοβηθεὶς, νῦν μετὰ χρόνον τοσοῦτον φοβεῖται; ὁ ἐν Ἱεροσολύμοις μὴ δείσας, ἐν Ἀντιοχείᾳ δέδοικεν; ὁ, πολεμίων κυκλωσάντων αὐτὸν, μὴ πτοηθεὶς τότε, νῦν οὐδὲ πολεμίων παρόντων, ἀλλὰ πιστῶν καὶ μαθητῶν, ἀγωνιᾷ, καὶ δέδοικε, καὶ οὐκ ὀρθοποδεῖ; Καὶ πῶς ἂν ἔχοι ταῦτα λόγον, ἀναπτομένης μὲν τῆς πυρᾶς καὶ εἰς ὕψος ἐγειρομένης κατατολμᾷν, σβεσθεῖσαν δὲ καὶ γενομένην τέφραν δεδοικέναι καὶ τρέμειν; Εἰ δειλὸς ἦν καὶ ἄνανδρος ὁ Πέτρος, ἐν ἀρχῇ τοῦ κηρύγματος, ἐν τῇ μητροπόλει τῶν Ἰουδαίων, ὅπου πάντες ἦσαν οἱ πολέμιοι, τότε ἂν ἔδεισεν, οὐ μετὰ χρόνον τοσοῦτον ἐν τῇ χριστιανικωτάτῃ πόλει, οὐδὲ φίλων καὶ γνησίων παρόντων.