Καὶ τοῦτο οὐκ ἀφ᾽ ἑαυτοῦ λέγω, ἀλλ᾽ αὐτοῦ τοῦ Παύλου λέγοντος ἔστιν ἀκοῦσαι· Ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς, ἐνήργησε κἀμοὶ, φησὶν, εἰς τὰ ἔθνη· περιτομὴν ἐνταῦθα αὐτὸ τὸ ἔθνος καλῶν. Καὶ πόθεν δῆλον; Ἐκ τῆς ἐπαγωγῆς. Εἰπὼν γὰρ, Ὁ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς, ἐνήργησε κἀμοὶ, φησὶν, εἰς τὰ ἔθνη, δεικνύντος ἐστὶν, ὅτι πρὸς ἀντιδιαστολὴν τῶν ἐθνῶν περιτομὴν εἶπε. Πρὸς δὲ ἀντιδιαστολὴν τῶν ἐθνῶν, οὐχὶ περιτομὴ, ἀλλ᾽ Ἰουδαῖοί εἰσιν, οὓς διὰ τῆς περιτομῆς ᾐνίξατο· ὡσανεὶ ἔλεγεν, Ὁ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῶν Ἰουδαίων, ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη. Καθάπερ γάρ τις βασιλεὺς σοφὸς, τὸν ἐπιτήδειον μετὰ ἀκριβείας εἰδὼς, ἑτέρῳ μὲν τοὺς ἱππεῖς, ἑτέρῳ δὲ τῶν πεζῶν ἐγχειρίζει τὴν προστασίαν· οὕτω δὴ καὶ ὁ Χριστὸς, τὸ στρατόπεδον τὸ ἑαυτοῦ διελὼν εἰς δύο ταῦτα μέρη, τοὺς μὲν Ἰουδαίους Πέτρῳ, τοὺς δὲ Ἕλληνας ἐπέτρεψε Παύλῳ. Εἰ δὲ διάφορα τὰ στρατόπεδα, ἀλλ᾽ εἷς ὁ βασιλεύς. Ὥσπερ γὰρ ἐκεῖ ἡ διαφορὰ τῶν στρατοπέδων ἐν τῇ κατασκευῇ τῶν ὅπλων, οὐκ ἐν τῇ φύσει τῶν ἀνθρώπων ἐστίν· οὕτω δὴ καὶ ἐνταῦθα ἡ διαφορὰ ἐν σχήματι μικρῷ τινι τῆς σαρκὸς, οὐκ ἐν τῇ τῆς οὐσίας ἐναλλαγῇ φαίνεται.