Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ κοιμητήριον καὶ εἰς τὸν σταυρόν

Ἰωάννης ὁ Χρυσόστομος

Η κάθοδος στον Άδη και ο θρίαμβος του Σταυρού

Περιγραφή της συντριβής του Άδη και της λύτρωσης του ανθρώπου. Αναλύεται η τυπολογική αναίρεση της πτώσης του Αδάμ μέσω της Παρθένου, του ξύλου και του θανάτου, καθώς και η κατάργηση του παλαιού νόμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

βʹ. Σήμερον γὰρ τὰ ἐν ᾅδου περιπολεῖ πάντα ὁ Δεσπότης ἡμῶν· σήμερον τὰς χαλκᾶς πύλας συνέκλασε· σήμερον τοὺς μοχλοὺς τοὺς σιδηροῦς συνέθλασεν. Ὅρα τὴν ἀκρίβειαν τῆς λέξεως. Οὐκ εἶπεν, Ἀνέῳξε πύλας χαλκᾶς, ἀλλὰ, Συνέθλασε πύλας χαλκᾶς, ἵνα ἄχρηστον γένηται τὸ δεσμωτήριον. Οὐκ ἀφεῖλε τοὺς μοχλοὺς, ἀλλὰ συνέθλασεν, ἵνα ἀσθενὴς γένηται ἡ φυλακή. Ὅπου γε οὔτε θύρα, οὔτε μοχλὸς, κἂν εἰσέλθῃ τις, οὐ κατέχεται. Ὅταν οὖν ὁ Χριστὸς συνθλάσῃ, τίς ἕτερος διορθῶσαι δυνήσεται;

Ὃ γὰρ Θεὸς διαστρέψει, φησὶ, τίς διορθώσει λοιπόν; Οἱ βασιλεῖς ὅταν μέλλωσιν ἀφιέναι τοὺς δεσμώτας, πέμποντες ἐπιστολὰς, οὐχ οὕτω ποιοῦσιν, ἀλλ᾽ ἀφιᾶσι καὶ τὰς θύρας καὶ τοὺς φύλακας, δηλοῦντες ὅτι εἰσελθεῖν πάλιν ἀνάγκη ἐκεῖ ἢ καὶ τοὺς ἀφεθέντας, ἢ ἑτέρους ἀντ᾽ ἐκείνων τινάς. Ὁ δὲ Χριστὸς οὐχ οὕτως· ἀλλὰ δεῖξαι βουλόμενος, ὅτι τέλος ὁ θάνατος ἔχει, συνέθλασεν αὐτοῦ τὰς πύλας τὰς χαλκᾶς· χαλκᾶς δὲ ὠνόμασεν, οὐκ ἐπειδὴ ἀπὸ χαλκοῦ ἦσαν αἱ πύλαι, ἀλλὰ τὸ ἀπηνὲς καὶ ἀπαραίτητον τοῦ θανάτου δηλῶν. Καὶ ἵνα μάθῃς, ὅτι καὶ ὁ χαλκὸς καὶ ὁ σίδηρος τὸ ἀτενὲς καὶ ἀνένδοτον δηλοῖ, ἄκουσον τί φησι πρός τινα ἰταμόν· Τὸ νεῦρόν σου σιδηροῦν, ὁ τράχηλός σου καὶ τὸ μέτωπόν σου χαλκοῦν· τοῦτο δὲ οὕτως εἶπεν, οὐκ ἐπειδὴ νεῦρον εἶχε σιδηροῦν, οὐδ᾽ ἐπειδὴ μέτωπον εἶχε χαλκοῦν, ἀλλ᾽ ἐπειδὴ ἀμείλικτον ὄψιν καὶ ἀναίσχυντον εἶχε καὶ ἀπηνῆ. Βούλει μαθεῖν πῶς ἦν ἀμείλικτος καὶ ἀνένδοτος καὶ αὐτοαδάμας; Ἐν τοσούτῳ χρόνῳ οὐδεὶς αὐτὸν ἔπεισεν ἀφεῖναι οὐδένα τῶν κατεχομένων, ἕως αὐτὸν ὁ τῶν ἀγγέλων Δεσπότης κατελθὼν ἠνάγκαζε.

Πρῶτον μὲν γὰρ ἔδησε τὸν ἰσχυρὸν, καὶ τότε τὰ σκεύη αὐτοῦ διήρπασε· διὸ καὶ ἐπάγει· Θησαυροὺς σκοτεινοὺς, ἀοράτους. Εἰ καὶ τὸ λεγόμενον ἓν, ἀλλὰ διπλοῦν τὸ νοούμενον· ἔστι γὰρ σκοτεινὰ χωρία, ἀλλ᾽ ὁραθῆναι πολλάκις δύνανται, λύχνου καὶ φωτὸς εἰσαχθέντος· ἐκεῖνο δὲ τοῦ ᾅδου τὸ χωρίον ζοφωδέστατον ἦν καὶ ἀτερπὲς, καὶ οὐδέποτε φωτὸς ἐδέξατο φύσιν· διὰ τοῦτο σκοτεινοὺς, ἀοράτους εἶπεν αὐτούς.

Καὶ γὰρ ὄντως σκοτεινοὶ ἦσαν, ἕως οὗ κατῆλθεν ὁ τῆς δικαιοσύνης ἥλιος, καὶ κατέλαμψε, καὶ τὸν ᾅδην ἐποίησεν οὐρανόν· ὅπου γὰρ ὁ Χριστὸς, ἐκεῖ καὶ ὁ οὐρανός. Θησαυροὺς δὲ σκοτεινοὺς καλεῖ τὸν ᾅδην· εἰκότως, διότι πολὺς πλοῦτος ἀπέκειτο ἐκεῖ. Καὶ γὰρ τῶν ἀνθρώπων πᾶσα ἡ φύσις πλοῦτος ὑπάρχουσα τοῦ Θεοῦ, ὑπὸ τοῦ ἀπατήσαντος τὸν πρῶτον ἄνθρωπον διαβόλου ἀπεσυλήθη, καὶ τῷ θανάτῳ καθυπεζεύχθη.

Ὅτι δὲ πλοῦτος ἦν τῷ Θεῷ πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, δείκνυσι Παῦλος λέγων· Πλουτῶν εἰς πάντας, καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Ὥσπερ οὖν βασιλεύς τις λῄσταρχον εὑρὼν κατατρέχοντα τὰς πόλεις, ἁρπάζοντα πάντοθεν, καὶ εἰς τὰ σπήλαια καταδυόμενον, καὶ ἀποτιθέμενον ἐκεῖ τὸν πλοῦτον, δήσας τὸν λῄσταρχον, ἐκεῖνον μὲν κολάσει παραδίδωσι, τὸν δὲ θησαυρὸν αὐτοῦ μεταφέρει εἰς τὰ ταμιεῖα τὰ βασιλικά· οὕτω καὶ ὁ Χριστὸς ἐποίησε, τὸν λῄσταρχον καὶ τὸν δεσμοφύλακα, τὸν διάβολον ὁμοῦ καὶ τὸν θάνατον, διὰ τοῦ θανάτου αὐτοῦ δήσας, καὶ τὸν πλοῦτον πάντα, τῶν ἀνθρώπων λέγω τὸ γένος, μετήγαγεν εἰς τὰ ταμιεῖα τὰ βασιλικά. Τοῦτο καὶ Παῦλος δηλοῖ λέγων· Ἐλυτρώσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν αὐτοῦ τῆς ἀγάπης.

Καὶ τὸ δὴ θαυμαστὸν, αὐτὸς ὁ βασιλεὺς ἐπέστη· καίτοι γε βασιλεὺς οὐδεὶς ἂν καταξιώσειε τοῦτο ποιῆσαί ποτε, ἀλλὰ διὰ τῶν ὑπηρετῶν ἀφιᾶσι τοὺς δεδεμένους. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ αὐτὸς ἦλθε πρὸς τοὺς δεσμώτας ὁ βασιλεὺς, καὶ οὐκ ἐπῃσχύνθη τὸ δεσμωτήριον οὐδὲ τοὺς δεδεμένους· ὃν γὰρ ἔπλασεν, ἐπαισχύνεσθαι οὐκ ἔμελλε· καὶ συνέκλασε τὰς θύρας, συνέτριψε τοὺς μοχλοὺς, ἐπέστη τῷ ᾅδῃ, ἔρημον αὐτοῦ τὴν φυλακὴν ἐποίησεν ἅπασαν, καὶ τὸν δεσμοφύλακα λαβὼν δεδεμένον, οὕτως ἡμῖν ἐπανῆλθεν.

Ὁ τύραννος αἰχμάλωτος ἤγετο, ὁ ἰσχυρὸς δεδεμένος· ὁ θάνατος αὐτὸς ῥίψας τὰ ὅπλα, γυμνὸς πρὸς τοὺς πόδας τοῦ βασιλέως ἔδραμεν. Εἶδες νίκην θαυμαστήν; εἶδες σταυροῦ κατορθώματα; Εἴπω σοι καὶ ἄλλο θαυμαστότερον; μάθε τὸν τρόπον τῆς νίκης, καὶ τότε ἐκπλαγήσῃ πλέον. Δι᾽ ὧν γὰρ ἐνίκησεν ὁ διάβολος, διὰ τούτων αὐτοῦ περιεγένετο ὁ Χριστός· καὶ αὐτὰ τὰ ἐκείνου λαβὼν ὅπλα, τούτοις αὐτὸν κατηγωνίσατο· καὶ πῶς, ἄκουσον· Παρθένος καὶ ξύλον, καὶ θάνατος τῆς ἥττης ἡμῶν ἦν τὰ σύμβολα. Παρθένος ἦν ἡ Εὔα· οὔπω γὰρ ἄνδρα ἐγίνωσκε· ξύλον ἦν τὸ δένδρον, καὶ θάνατος ἦν τὸ ἐπιτίμιον τοῦ Ἀδάμ. Ἀλλ᾽ ἰδοὺ, πάλιν παρθένος καὶ ξύλον καὶ θάνατος, τὰ τῆς ἥττης σύμβολα ταῦτα, καὶ τῆς νίκης ἐγένετο σύμβολα. Ἀντὶ γὰρ τῆς Εὔας ἡ Μαριάμ· ἀντὶ τοῦ ξύλου τοῦ εἰδέναι τὸ καλὸν καὶ τὸ πονηρὸν, τὸ ξύλον τοῦ σταυροῦ· ἀντὶ τοῦ θανάτου τοῦ Ἀδὰμ ὁ θάνατος τοῦ Χριστοῦ. Εἶδες, δι᾽ ὧν ἐνίκησε, διὰ τούτων αὐτὸν ἡττώμενον; Περὶ τὸ δένδρον κατηγωνίσατο τὸν Ἀδὰμ ὁ διάβολος· περὶ τὸν σταυρὸν κατεπάλαισε τὸν διάβολον ὁ Χριστός· καὶ ξύλον τὸ μὲν ἔπεμπεν εἰς ᾅδην, τὸ δὲ καὶ τοὺς ἀπελθόντας ἐκεῖθεν ἀνεκαλεῖτο. Πάλιν ξύλον τὸ μὲν τὸν αἰχμάλωτον γυμνὸν ἔκρυψε, τὸ δὲ τὸν νικητὴν γυμνὸν ἐφ᾽ ὑψηλοῦ πᾶσιν ἐδείκνυ. Καὶ θάνατος ὁ μὲν τοὺς μετ᾽ αὐτὸν κατέκρινεν, ὁ δὲ καὶ τοὺς πρὸ αὐτοῦ γενομένους ἀνέστησε.

Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; Ἀπὸ θανάτου γεγόναμεν ἀθάνατοι· ταῦτα τοῦ σταυροῦ τὰ κατορθώματα. Ἔμαθες τὴν νίκην; ἔμαθες τὸν τρόπον τῆς νίκης; μάθε καὶ πῶς ἀπονητὶ γέγονε τὸ κατόρθωμα. Οὐχ ᾑμάξαμεν ἡμεῖς τὰ ὅπλα, οὐκ ἔστημεν ἐπὶ τῆς παρατάξεως, οὐκ ἐδεξάμεθα τραύματα, οὐδὲ εἴδομεν τὸν πόλεμον, καὶ τὴν νίκην ἐλάβομεν· ὁ ἀγὼν τοῦ Δεσπότου, καὶ ὁ στέφανος ἡμέτερος. Ἐπεὶ οὖν καὶ ἡμετέρα ἡ νίκη, ἀλαλάξωμεν, καθάπερ στρατιῶται, τὴν ἐπινίκιον ᾠδὴν πάντες σήμερον, εἴπωμεν ὑμνοῦντες τὸν Δεσπότην· Κατεπόθη ὁ θάνατος εἰς νῖκος· ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, ᾅδη, τὸ κέντρον; Ταῦτα ὁ σταυρὸς ἡμῖν κατώρθωσε· σταυρὸς τὸ κατὰ τῶν δαιμόνων τρόπαιον, ἡ κατὰ τῆς ἁμαρτίας μάχαιρα, τὸ ξίφος, ᾧ τὸν ὄφιν ἐκέντησεν ὁ Χριστός· σταυρὸς τὸ τοῦ Πατρὸς θέλημα, ἡ τοῦ Μονογενοῦς δόξα, τὸ τοῦ Πνεύματος ἀγαλλίαμα, ὁ τῶν ἀγγέλων κόσμος, σῆς Ἐκκλησίας ἡ ἀσφάλεια, τὸ καύχημα Παύλου, τὸ τῶν ἁγίων τεῖχος, τὸ φῶς τῆς οἰκουμένης ἁπάσης.

Καθάπερ γὰρ σκότῳ κατεχομένου οἴκου λαμπάδα τις ἀνάψας καὶ ὀρθὴν ἀναστήσας ἀπελαύνει τὸ σκότος· οὕτω τῆς οἰκουμένης ὑπὸ ζόφου κατεχομένης, καθάπερ λαμπάδα τινὰ τὸν σταυρὸν ἀνάψας καὶ ὀρθὸν ἀναστήσας ὁ Χριστὸς, τῆς γῆς ἅπαντα τὸν ζόφον ἔλυσε. Καὶ καθάπερ ἡ λαμπὰς ἐπὶ τῇ κεφαλῇ ἄνω τὸ φῶς ἔχει, οὕτω καὶ ὁ σταυρὸς ἄνω ἐν τῇ κεφαλῇ τὸν ἥλιον τῆς δικαιοσύνης εἶχεν ἐκλάμποντα. Τοῦτον ἰδὼν προσηλωμένον ὁ κόσμος ἔφριξεν, ἐκλονήθη ἡ γῆ, διεῤῥάγησαν αἱ πέτραι. Ἀλλ᾽ εἰ καὶ διεῤῥάγησαν αἱ πέτραι, ἡ ἀναισθησία τῶν Ἰουδαίων οὐ διεῤῥάγη· ἐσχίσθη τὸ καταπέτασμα, καὶ οὐκ ἐσχίσθη ἡ πονηρὰ συμφωνία ἐκείνων.

Διὰ τί ἐσχίσθη τὸ καταπέτασμα; Ὅτι οὐκ ἠδύνατο τὸν Δεσπότην ὁρᾷν σταυρούμενον ὁ ναός· δι᾽ ὧν δὲ εἰς τὸ αὐτοῦ καταπέτασμα γέγονε, μονονουχὶ τοῦτο προτρέπων φησίν· Ὁ βουλόμενος πατείτω τὰ Ἅγια τῶν ἁγίων λοιπόν. Τί γάρ μοι τὸ ὄφελος τούτων, ἔξω τοιαύτης θυσίας προσενεχθείσης; τί μοι τὸ ὄφελος τῆς διαθήκης; τί μοι τὸ ὄφελος τοῦ νόμου; εἰκῆ καὶ μάτην τούτους ἐπαίδευσα τοσοῦτον χρόνον. Τοῦτο καὶ ὁ προφήτης ἐβόα, λέγων· Ἱνατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Ἤκουσαν· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος· καὶ μελετῶντες ἐν τοσούτῳ χρόνῳ τὴν προφητείαν, τοῦ πράγματος παραγενομένου ἠπίστησαν. Εἶδες πῶς ἐμελέτησαν κενά; Διὰ τοῦτο περιεσχίσατο ὁ ναὸς, τὴν ἐρήμωσιν προδηλῶν τὴν μετὰ ταῦτα ἐσομένην διηνεκῶς.