Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος»

Ἰωάννης ὁ Χρυσόστομος

Πρώτη ερμηνευτική προσέγγιση του ψαλμικού ρητού και η θεραπευτική ποιμαντική

Ερμηνεία του στίχου «Μή φοβού όταν πλουτήση άνθρωπος», με έμφαση στη ματαιότητα του πλούτου, τον φόβο του πλεονέκτη και τον σωτηριολογικό ρόλο του ιεροκήρυκα ως πνευματικού ιατρού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 8

Ἐλθὲ, λάβε ὅπλον παρ᾽ ἐμοῦ. Ποῖον δὲ ὅπλον; Ὃ πολλάκις σοι ἐγγυᾶται τὴν σωτηρίαν. Ἐξέρχῃ, καὶ βλέπεις ἄνθρωπον ἐφ᾽ ἵππου ἐπαιρόμενον χρυσοχαλινώτου, καὶ πολλοὺς περὶ αὐτὸν τοὺς δορυφόρους· πάλιν εὐτελῆ τινα καὶ ἀπεῤῥιμμένον. Εἶτα εἰσέρχεταί σοι φθόνος διὰ τὸν πλούσιον· κατέχει σε βασκανία τοῦ πένητος. Προσέρχεταί σοι ὁ Δαυῒδ, παρίσταταί σοι καὶ λέγει· Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Ἔξελθε μετὰ τοῦ προφήτου, καὶ μὴ φοβοῦ.

Ἄπελθε ὅπου λέγω σοι μετὰ τοῦ προφήτου, μετὰ τοῦ διδασκάλου, μετὰ τῆς βακτηρίας, μετὰ τοῦ κήρυκος. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Ἀλλ᾽ ἐρεῖς· Τοῦτο παραινοῦντός ἐστι καὶ συμβουλεύοντος, καὶ τὰ δέοντα ἀποφαινομένου· εἰπέ μοι καὶ τὸν τρόπον, δι᾽ ὃν οὐκ ὀφείλω φοβηθῆναι τὸν ἄνθρωπον. Ὅτι μιμεῖται τὴν φύσιν τοῦ ἀνθρώπου ἡ φύσις τοῦ πλούτου. Καὶ πῶς, ἐγὼ λέγω. Τί ἄνθρωπος;

Ζῶον εὐτελὲς, ἐπίκηρον, ὀλιγοχρόνιον. Τοιοῦτον καὶ ὁ πλοῦτος· μᾶλλον δὲ οὐ τοιοῦτον, ἀλλὰ καὶ ἀσθενέστερον. Οὐ γὰρ μετὰ τοῦ ἀνθρώπου τελευτᾷ πολλάκις, ἀλλὰ καὶ πρὸ τοῦ ἀνθρώπου τελευτᾷ. Καὶ ἴστε ὑμεῖς μυρία ἐπὶ τῇ πόλει ταύτῃ ὑποδείγματα τῆς τελευτῆς τοῦ ἀώρου πλούτου, καὶ μεμαθήκατε, ὅτι ὁ μὲν κεκτημένος ζῇ, τὸ δὲ κτῆμα ἀπώλετο· τελευτὴ γὰρ πλούτου μεταβολὴ πενίας. Ἐννόησον οὖν πῶς ὀλιγοχρόνιον τὸ κτῆμα. Ὁ μὲν γὰρ κεκτημένος ζῇ, τὸ δὲ κτῆμα ἀπώλετο, καὶ εἴθε ἀπώλετο μόνον, καὶ μὴ συναπώλεσε τὸν κεκτημένον. Οὐκοῦν οὐκ ἂν ἁμάρτοις τὸν πλοῦτον ἀγνώμονα οἰκέτην καλέσας, οἰκέτην αἱμοβόρον καὶ ἀνδροφόνον, οἰκέτην ἀμοιβὰς ἀποδιδόντα τῷ δεσπότῃ τὴν σφαγήν. Καὶ τὸ δὴ χαλεπώτερον, οὐχ ὅταν αὐτὸν καταλίπῃ, περιβάλλει κινδύνοις, ἀλλὰ καὶ πρὶν ἢ καταλίπῃ αὐτὸν, θορυβεῖ αὐτὸν καὶ ταράττει. Μὴ γάρ μοι ἴδῃς τὸν τὰ σηρικὰ περιβεβλημένον ἱμάτια, καὶ μύρον πνέοντα, καὶ θεραπευόμενον ἔξωθεν· ἀλλ᾽ ἀνάπτυξον αὐτοῦ τὸ συνειδὸς, γύμνωσον αὐτοῦ τὴν διάνοιαν ἔτι πλουτοῦντος, καὶ ὄψει ἔνδοθεν θορύβους καὶ ταραχάς. Ὅταν δὲ ἴδῃς ἕτερον πίπτοντα ἐν τῷ ἐκείνου πτώματι, τὴν οἰκείαν συμφορὰν καταμάνθανε.

γʹ. Τί γὰρ σφαλερώτερον τῶν ἀνθρωπίνων πραγμάτων; Ὃ πολλάκις εἶπον, ὅτι ποταμίων ῥευμάτων μιμεῖται φύσιν, ὁμοῦ τε φαίνεται καὶ παρατρέχει, ὁμοῦ κατέχεται καὶ ἀποπηδᾷ. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Τοῦτον λάβε τὸν λόγον, τὴν ᾠδὴν τὴν πνευματικήν. Ὅταν γὰρ εἰσέλθῃ ὁ φθόνος, ἐπεισέλθῃ δὲ καὶ ὁ στίχος, ἀπαλλάττει τὸ ῥῆμα τὸ πάθος. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος.

Ταῦτά μου τὰ φάρμακα οὐ χρημάτων δεόμενα, ἀλλὰ οὐρανῶν. Οὐ γὰρ σῶμα θεραπεύω, ἀλλὰ ψυχὴν ἰατρεύω· οὐ τὴν ὑμετέραν δὲ λέγω μόνον, ἀλλὰ καὶ τὴν ἐμαυτοῦ. Εἰ γὰρ καὶ διδάσκαλός εἰμι, ἀλλ᾽ ἄνθρωπός εἰμι, τῇ κοινῇ φύσει ὑποκείμενος, κοινὴν καὶ τὴν διδασκαλίαν παρέχων.

Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Λάβε τοῦτον τὸν στίχον θησαυρὸν καὶ ὑπόθεσιν· λάβε τὸν στίχον ῥίζαν πλούτου καὶ εὐπορίας. Οὐ γὰρ τὸ πλουτεῖν, ἀλλὰ τὸ μὴ βούλεσθαι πλουτεῖν, τοῦτό ἐστι πλοῦτος. Ἆρα συνήκατε τὸ λεχθὲν πρὸς ὑμᾶς; Ὁ βουλόμενος πλουτεῖν, χρείαν ἔχει κτημάτων καὶ χρημάτων· ὁ δὲ μὴ βουλόμενος πλουτεῖν, ἀεί ἐστιν ἐν εὐπορίᾳ.

Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ. Μὴ φοβοῦ, εἰπέ μοι, διὰ τί; Ἐπειδὴ γὰρ φοβεροί εἰσιν οἱ πλουτοῦντες, ἐκλαλεῖ τὴν ζωὴν ὁ προφήτης, Τί δέδοικας ἄνθρωπον φύλλοις κομῶντα, καρποῦ δὲ ἀπεστερημένον; τί δέδοικας ἄνθρωπον εἰς πικρίαν βαδίζοντα; τί δέδοικας ἄνθρωπον ἀεὶ τρέμοντα; τί δέδοικας ἄνθρωπον διηνεκεῖ φόβῳ συζῶντα; Ὁ μὲν γὰρ δοῦλός σου οὐ δέδοικέ σε ἀπόντα· ἐκεῖνος δὲ τὸν δεσπότην ἔνδοθεν περιφέρει. Ὅπου ἐὰν ἀπέλθῃ, ὁ ἔρως τῆς φιλοχρηματίας ἕπεται· καὶ πλησίους, καὶ οἰκέτας, καὶ φίλους, καὶ βασκάνους, καὶ εὐεργέτας, ἅπαντας ὁμοῦ ἐχθροὺς ἔχει. Φθόνον γὰρ ἐγείρει μέγαν.

Ὁ μὲν γὰρ πένης οὐδένα δεδοικὼς διάγει, ἐπειδὴ πλουτεῖ μόνον τῇ φιλοσοφίᾳ καὶ ὑπομονῇ· ὁ δὲ πλούσιος, ἐπειδὴ πλεονεξίᾳ συζῇ, μισεῖται παρὰ πάντων, καὶ ἐν κοινοῖς συλλόγοις πολέμιος περιέρχεται, κολακευόμενος μὲν τῷ προσώπῳ, μισούμενος δὲ τῇ διανοίᾳ. Ὅτι δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ὅταν ἔλθῃ ὁ ἄνεμος, καὶ ῥίψῃ τὰ φύλλα, ὅταν μεταβολὴ τῶν πραγμάτων γένηται, τότε εὑρίσκονται οἱ πεπλασμένοι φίλοι, τότε γνωρίζεται τὰ προσωπεῖα τῶν κολάκων, τότε φανεροῦται ὁ χορὸς τῶν ὑποκριτῶν, καὶ ἡ σκῆψις τοῦ δράματος. Ἀνοίγεται τὰ στόματα πάντων λεγόντων· Ὁ μιαρὸς, ὁ πονηρὸς, ὁ παμπόνηρος. Τί λέγεις; οὐχὶ χθὲς αὐτὸν ἐκολάκευες; οὐχὶ τὰς χεῖρας αὐτοῦ κατεφίλεις; Προσωπεῖον ἦν ἐκεῖνα. Ἦλθεν ὁ καιρὸς, καὶ περιεῖλον τὸ προσωπεῖον, καὶ ἀπεφηνάμην τῇ διανοίᾳ. Τί οὖν δέδοικας, εἰπέ μοι, τὸν ὑπὸ τοσούτων κατηγορούμενον; Καὶ τί τοῦτο; Εἴθε μὴ αὐτὸς ἑαυτοῦ κατηγόρει. Ταῦτα λέγω οὐ πλοῦτον διαβάλλων, μυριάκις εἶπον, ἀλλὰ τοὺς κακῶς τῷ καλῷ κεχρημένους πράγματι. Τὰ γὰρ χρήματα σὺν ταῖς πράξεσι καλά. Πῶς καλὰ δέ; Ἐὰν παραμυθῶνται τὴν πενίαν, ἐὰν διορθῶνται πτωχείαν. Ἄκουσον πῶς λέγει ὁ Ἰώβ· Ἐγὼ ἤμην ὀφθαλμὸς τυφλῶν, ποὺς δὲ χωλῶν· ἐγὼ ἤμην πατὴρ ἀδυνάτων. Ἰδοὺ πλοῦτος, καὶ ἁμαρτία οὐκ ἦν, ἀλλὰ φιλοπτωχεία. Ἡ οἰκία μου παντὶ ἐλθόντι ἀνέῳκτο. Τοῦτο πλούτου διακονία, πλούτου οὐκ ὀνόματι, ἀλλὰ πράγματι.

Οὗτος ὁ πλοῦτος δοῦλος ἐκείνου τοῦ πλούτου· οὗτος μὲν γὰρ ὄνομά ἐστιν ἔρημον πραγμάτων, ἐκεῖνος δὲ ὀνόματος καὶ πράγματος ἔχει τὴν ἀλήθειαν. Ποῖος; Ὁ τῶν ἀρετῶν, ὁ τῆς ἐλεημοσύνης. Πῶς; Ἐγὼ λέγω. Ἔστι πλούσιος τὰ πάντων ἁρπάζων, καὶ ἔστι πλούσιος τὰ ἑαυτοῦ τοῖς πένησι παρέχων. Ὁ μὲν ἐν τῷ συνάγειν, ὁ δὲ ἐν τῷ ἀναλίσκειν πλουτῶν· καὶ ὁ μὲν σπείρει τὴν γῆν, ὁ δὲ γεωργεῖ τὸν οὐρανόν. Ὅσον ὁ οὐρανὸς τῆς γῆς βελτίων, τοσοῦτον ἐκείνου ἡ εὐπορία τούτου ἀσθενεστέρα.

Οὗτος μυρίους ἔχει τοὺς ἐραστὰς, ἐκεῖνος δὲ πάντας κατηγόρους. Καὶ τὸ δὴ θαυμαστὸν, ἐπὶ μὲν τοῦ ἅρπαγος καὶ πλεονέκτου, οὐ μόνον οἱ ἠδικημένοι, ἀλλὰ καὶ οἱ μηδὲν παθόντες κακὸν μισοῦσιν ἐκεῖνον, συναλγοῦντες τοῖς κακῶς πεπονθόσιν· ἐπὶ δὲ τοῦ ἐλεήμονος, οὐ μόνον οἱ ἐλεηθέντες, ἀλλὰ καὶ οἱ μὴ ἐλεηθέντες φιλοῦσιν αὐτόν. Βέλτιον γὰρ ἡ ἀρετὴ τῆς κακίας, ἀδελφοί. Ἡ κακία καὶ τοὺς μὴ ἀδικηθέντας πολεμίους ἔχει· ἡ δὲ ἐλεημοσύνη καὶ τοὺς μὴ εὐεργετηθέντας ἐραστὰς κέκτηται. Λέγουσι γὰρ πάντες· Καλῶς αὐτῷ ὁ Θεὸς ποιήσει[ε]! Τί γὰρ εὐηργετήθης; Οὐκ ἐγὼ, ἀλλ᾽ ὁ ἀδελφὸς ὁ ἐμός· οὐκ ἐγὼ, ἀλλὰ τὸ μέλος τὸ ἐμόν. Τὴν γὰρ εἰς ἐκεῖνον γενομένην εὐποιίαν εἰς ἐμαυτὸν λογίζομαι. Εἶδες ἡλίκον ἡ ἀρετή; πῶς ποθεινόν; πῶς ἐπέραστον; πῶς καλόν; Ὁ ἐλεήμων ὁ κοινὸς λιμὴν, ὁ πατὴρ πάντων, ἡ βακτηρία τῶν γεγηρακότων. Καὶ ἐπὶ μὲν τοῦ ἐλεήμονος, ἐάν τι ἀηδὲς πάθῃ, εὔχονται πάντες· Ὁ Θεὸς αὐτὸν ἐλεήσαι, ποιήσαι αὐτῷ καλῶς, παραμείναι αὐτῷ τὰ ἀγαθά! ἐὰν δὲ ἔλθῃς ἐπὶ τὸν ἅρπαγα, ἀκούσῃ λεγόντων· Ὁ μιαρὸς, ὁ πονηρὸς, ὁ βέβηλος.

Τί ἠδίκησαι; Ἐγὼ μὲν οὐδὲν, ἀλλ᾽ ὁ ἀδελφὸς ὁ ἐμός. Βοαὶ μυρίαι καθ᾽ ἑκάστην ἡμέραν. Ἐὰν πέσῃ, πάντες ἐπεμβαίνουσι τούτῳ. Τοῦτο ζωή; τοῦτο πλοῦτος; τοῦτο οὐ χαλεπώτερον καταδίκου; Ὁ κατάδικος δέδεται τὸ σῶμα· οὗτος δὲ τὴν ψυχήν. Ὁρᾷς αὐτὸν δεσμώτην, καὶ οὐκ ἐλεεῖς αὐτόν; Διὰ τοῦτο αὐτὸν μισῶ, ὅτι δέδεται, οὐκ ἀνάγκῃ, ἀλλὰ προαιρέσει· διότι τὴν ἅλυσιν ἐπεσπάσατο.

δʹ. Πάλιν σὺ πρὸς τοὺς πλουσίους; ἐροῦσί μοι. Πάλιν ὑμεῖς κατὰ τῶν πενήτων. Πάλιν σὺ κατὰ τῶν ἁρπαζόντων; Πάλιν ὑμεῖς κατὰ τῶν ἁρπαζομένων. Ὑμεῖς οὐ κορέννυσθε ἐσθίοντες καὶ καταδάκνοντες τοὺς πένητας, καὶ ἐγὼ οὐ κορέννυμαι διορθούμενος ὑμᾶς.

Ἀεὶ σὺ τούτοις κεκόλλησαι; Ἀεὶ σὺ τῷ πένητι κεκόλλησαι; Ἀπόστηθι σὺ τοῦ προβάτου μου, ἀπόστηθι τῆς ποίμνης μου· μὴ αὐτὴν λυμαίνου. Εἰ δὲ λυμαίνῃ μου τὴν ποίμνην, ἐγκαλεῖς ὅτι διώκω σε; Ποιμὴν εἰ ἤμην προβάτων, ἐνεκάλεις ἄν μοι, ὅτι οὐ διώκω ἐπερχόμενον τῇ ποίμνῃ λύκον. Ποιμήν εἰμι λογικῶν θρεμμάτων· οὐ λίθῳ διώκω, ἀλλὰ λόγῳ· μᾶλλον δὲ οὐδὲ διώκω σε, ἀλλὰ καλῶ σε· γενοῦ πρόβατον, ἐλθὲ, γενοῦ τῆς ἀγέλης μου. Τί λυμαίνῃ τὴν ποίμνην, ὁ ὀφείλων αὐξῆσαι τὴν ἀγέλην; Οὐ διώκω σε, ἀλλὰ λύκον διώκω· εἰ μὴ λύκος εἶ, οὐ διώκω σε.

Εἰ δὲ λύκος ἐγένου, σαυτὸν αἰτιῶ. Οὐκ εἰμὶ κατὰ τῶν πλουτούντων, ἀλλ᾽ ὑπὲρ τῶν πλουτούντων. Ταῦτα γὰρ λέγων, ὑπὲρ σοῦ λέγω, κἂν μὴ αἰσθάνῃ. Πῶς ὑπὲρ ἐμοῦ λέγεις; Ὅτι ἀπαλλάττω σε ἁμαρτίας, ἐλευθερῶ σε ἁρπαγῆς, πᾶσι ποιῶ φίλον, πᾶσι ποθεινόν.

Ἀεί σοι λέγω· Ἥρπασας; ἐπλεονέκτησας; ἐλθὲ, καὶ μεταβάλλω σε, μεταβάλλω τὴν ἔχθραν εἰς φιλίαν, τὸν κίνδυνον εἰς ἀσφάλειαν· ταῦτα ἐνταῦθα, καὶ ἐκεῖ δίδωμί σοι πάλιν τὴν βασιλείαν τῶν οὐρανῶν, ἵνα μὴ εἰς τὰς ἀπεράντους κολάσεις ἀπέλθῃς, ἵνα ἀπολάβῃς τὰ ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδεν. οὔτε οὖς ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Ταῦτα τοίνυν διώκοντός ἐστιν, ἢ συμβουλεύοντος; φιλοῦντός ἐστιν, ἢ μισοῦντός σε; Ἀλλὰ σὺ μισεῖς με. Ἀλλ᾽ ἐγὼ φιλῶ σε. Ἐπίταγμα ἔχω τοῦ Δεσπότου μου· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν. Οὐκ ἀφίσταμαί σου ἰατρεύων σε. Ὁ Δεσπότης ἡμῶν ἐσταυροῦτο, καὶ ἔλεγεν· Ἄφες αὐτοῖς, Πάτερ· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Μὴ γὰρ σὲ διώκω; Τὸ πάθος σου ἐλαύνω. Μὴ γὰρ σοὶ πολεμῷ; Τῇ κακίᾳ σου.

Καὶ οὐχ ἡγῇ με εὐεργέτην; οὐχ ἡγῇ με κηδεμόνα; οὐχ ἡγῇ με προστάτην πάντων μᾶλλον; Τίς σοι περὶ τούτων ἄλλος ἐρεῖ; Ὁ ἄρχων; Οὐδὲν τοιοῦτον· ἀλλὰ περὶ ἐγκλημάτων, περὶ κατηγορίας. Ἀλλ᾽ ἡ γυνή; Περὶ κοσμίων, περὶ χρυσοῦ. Ἀλλ᾽ ὁ παῖς;

Περὶ κληρονομίας, περὶ διαθήκης, περὶ κλήρου. Ἀλλ᾽ ὁ οἰκέτης; Περὶ ὑπηρεσίας, περὶ δουλείας, περὶ ἐλευθερίας. Ἀλλὰ παράσιτοι; Περὶ συμποσίων, περὶ δείπνων, περὶ ἀρίστων. Ἀλλ᾽ οἱ ἐν τῷ θεάτρῳ; Περὶ γέλωτος αἰσχροῦ, περὶ ἐπιθυμίας ἀκολάστου.

Ἀλλ᾽ ὁ ἐν τοῖς δικαστηρίοις; Περὶ διαθηκῶν, περὶ κληρονομίας, περὶ ἐλευθερίας, ἃ πράσσει. Ποῦ ἔχεις ἀκοῦσαι ταῦτα, εἰ μὴ παρ᾽ ἐμοῦ; Πάντες σε φοβοῦνται, ἐγὼ δέ σου καταφρονῶ· ἕως ἂν ᾖς τοιοῦτος, καταφρονῶ σου, ὑπερορῶ σε, καταφρονῶ σου τοῦ πάθους. Ἐγὼ τέμνω, σὺ κράζεις· ἀλλ᾽ οὐ φοβοῦμαί σου τὴν φωνὴν, ποθῶ δέ σου τὴν σωτηρίαν· ἰατρὸς γάρ εἰμι. Ἆρα εἰ ἕλκος ἔχων ἰατρὸν μετεκάλεις, καὶ εἶδες ὅτι ἠκόνησε τὸ σιδήριον, οὐκ ἔλεγες, Τέμε, εἰ καὶ ὀδυνῶμαι, τὴν ἀπὸ τῆς τομῆς σωτηρίαν ἐκδεχόμενος; ἐμὲ δὲ φεύγεις μὴ τέμνοντα, ἀλλὰ λόγῳ τὴν διάνοιάν σου καθαίροντα. Καίτοι ὁ ἰατρὸς τί ποιεῖ; Τέμνει πολλάκις, καὶ χεῖρον ποιεῖ τὸ ἕλκος· ἐγὼ δὲ οὐ ποιῶ χεῖρον, ἀλλὰ βέλτιον. Ἐκεῖ μὲν γὰρ φύσις ἐστὶν ἡ ἀπορουμένη, καὶ φαρμάκων ἀδυναμία· ἐνταῦθα δὲ λόγων δύναμις. Ἰατρὸς οὐκ ἐγγυᾶταί σου τὴν σωτηρίαν, ἐγὼ δὲ ἐγγυῶμαί σου τὴν σωτηρίαν· ἄκουέ μου. Διὰ τοῦτο ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ κατῆλθεν, ἵνα ἡμᾶς ἀναγάγῃ, καὶ τῶν οὐρανῶν ὑψηλοτέρους ἐργάσηται.