βʹ. Καὶ πῶς γένωμαι ἄνθρωπος; φησίν. Εἰ κρατεῖς τῶν λογισμῶν τῆς σαρκὸς, ἐκείνων τῶν ἀλόγων, εἰ ἐξέβαλες πορνείαν, εἰ ἐξέβαλες ἐπιθυμίαν χρημάτων ἄκαιρον, εἰ ἐξέβαλες τὴν πονηρὰν ἐκείνην τύραννον, εἰ καθαρὸν σαυτοῦ τὸ χωρίον εἰργάσω. Ἀλλὰ πῶς γίνῃ ἄνθρωπος; Ἐὰν ἔλθῃς ὧδε, ὅπου δημιουργοῦνται ἄνθρωποι. Ἐὰν λάβω σε ἵππον, ποιῶ σε ἄνθρωπον· ἐὰν λάβω σε λύκον, ποιῶ σε ἄνθρωπον· ἐὰν λάβω σε ὄφιν, ποιῶ σε ἄνθρωπον, οὐ μεταβάλλων τὴν φύσιν, ἀλλὰ μετατιθεὶς τὴν προαίρεσιν. Ἀλλὰ τί φησι; Τέκνα ἔχω, οἰκίας προΐσταμαι, γυναικὸς ἐπιμελοῦμαι, πενίᾳ κατέχομαι, ἐπὶ τὴν ἀναγκαίαν σπεύδω τροφήν. Σκήψεις ταῦτα καὶ προφάσεις. Εἰ μὲν γὰρ δι᾽ ὅλου σε κατεῖχον ἐνταῦθα, καὶ οὐδὲ μικρὰν καιροῦ ῥοπὴν τοῖς ἔξω σε συνεχώρουν ἐκδιδόναι πράγμασιν, εἶχες ἂν ἀπολογήσασθαί μοι καὶ εἰπεῖν, ὅτι Τέκνα ἔχω, καὶ οἰκίας προΐσταμαι· καὶ καλῶς ἂν ταῦτα ἔλεγες· μᾶλλον δὲ οὐδὲ τότε ταῦτα λέγειν ἐχρῆν. Ἱκανὸς γάρ σοι ὁ Θεὸς ἐνταῦθα ἀσχολουμένῳ πλείονος εὐπορίας τὰ σὰ πάντα διατυπῶσαι. Νῦν δὲ οὐδὲν τούτων σε ἀναγκάζω, οὐδὲ λέγω, Καθ᾽ ἑκάστην ἡμέραν σχόλαζε, ἀλλὰ δεύτερον τῆς ἑβδομάδος. Τί βαρὺ, τί φορτικόν; Οὐδὲ ὅλην τὴν ἡμέραν, ἀλλὰ μικρὰν καιροῦ ῥοπὴν ἐλθὲ εἰς τὴν ἐκκλησίαν· δέξαι νοερὰ νοήματα, ἵνα μὴ δέξῃ τραύματα· οὐχ ἵνα ἄλλους καταβάλλῃς, ἀλλ᾽ ἵνα ποιήσῃς τὴν ἀγορὰν ἐκκλησίαν.