Εἰπέ μοι λοιπὸν καὶ τὸν τρόπον, δι᾽ ὃν οὐκ ὀφείλω φοβεῖσθαι τὸν πλούσιον. Ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ. ηʹ. Ὢ εὐγένεια λέξεως! πῶς ἐν διηγήσει καὶ διδασκαλίᾳ φιλοσοφίαν εἰσήγαγε· Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ! Οὐκ εἶπε, Καὶ ὅταν πληθυνθῇ ἡ δόξα αὐτοῦ, ἀλλ᾽, Ἡ δόξα τοῦ οἴκου αὐτοῦ. Ὅταν γὰρ εἰσέλθῃς εἰς οἰκίαν τινὸς πλουσίου, καὶ ἴδῃς ἐν τῷ οἴκῳ αὐτοῦ κίονας ὑπεραίροντας τῷ μεγέθει, καὶ χρυσᾶς κεφαλίδας, καὶ μάρμαρα τῷ τοίχῳ προσπεπηγότα, καὶ κρήνας ῥεούσας, καὶ πηγὰς καὶ περιπάτους, καὶ δένδρα τῷ ἀνέμῳ καμπτόμενα, καὶ πάντα ψηφίδων γέμοντα, καὶ εὐνούχων χρυσοφορούντων ἀγέλην, καὶ οἰκετῶν πλῆθος, καὶ τάπητας ἐπὶ τοῦ ἐδάφους κειμένους, καὶ τράπεζαν ἐκλάμπουσαν τῷ χρυσῷ, καὶ κοιτῶνας κεκοσμημένους· ταῦτα πάντα δόξα οἴκου ἐστὶν, οὐ δόξα ἀνθρώπου. Δόξα γὰρ ἀνθρώπου εὐλάβεια, ἐπιείκεια, ἐλεημοσύνη, πραότης, ταπεινοφροσύνη, εἰρήνη, δικαιοσύνη, ἀγάπη ἀνυπόκριτος πρὸς πάντας. Ταῦτα πάντα δόξα ἀνθρώπου. Τί φοβῇ τὸν πλούσιον. Οὐκοῦν τὴν οἰκίαν αὐτοῦ μᾶλλον φοβοῦ. Ἐκείνη γάρ ἐστιν ἡ πλουτοῦσα, οὐχ ὁ οἰκῶν. Ἀλλ᾽ οὐ φοβοῦμαι ταύτην, φησί. Διὰ τί; Ὅτι ὁ χρυσὸς ἄψυχός ἐστιν ὕλη. Ἀλλὰ τὸν ἄνθρωπον φοβῇ; Ναί. Διὰ τί; μὴ γὰρ αὐτοῦ ἐστιν ὁ πλοῦτος; Τῆς οἰκίας ἡ περιφάνεια. Μάρμαρα ἔχει ὁ τοῖχος. Τί οὖν πρὸς τὸν οἰκοῦντα; Χρυσοῦς ὁ ὄροφος.