Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς»

Ἰωάννης ὁ Χρυσόστομος

Προσωποποιία του χρυσού και σωτηριολογική αξία της ελεημοσύνης

Ρητορικός διάλογος μεταξύ του ετοιμοθάνατου πλεονέκτη και του προσωποποιημένου χρυσού, ο οποίος αναδεικνύει τη σωτήρια δύναμη της ελεημοσύνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Καὶ πρόθες εἰς μέσον τὸν χρυσὸν καὶ εἰπέ· ὦ χρυσέ, ὁ ὀξὺς τοῖς ἀνθρώποις εἰς ἁμαρτίαν· πολλάκις ἐπιόρκησα διὰ σέ· πολλάκις ἐβλασφήμησα διὰ σέ· πολλάκις κινδύνους θαλάσσης ἐπέρασα διὰ σέ· τοὺς γεννήσαντας ἐξύβρισα διὰ σέ· τοὺς φίλους ἐμίσησα διὰ σέ· τοὺς ἀπὸ γένους ἀπεστράφην διὰ σέ· μυρίοις κακοῖς ὑπεύθυνος ἐγενόμην· διὰ σὲ ἁμαρτίας ἔχω· σὺ κἂν ἅπαξ μοι βοήθησον ἀντὶ τῶν πολλῶν μου κακῶν· κἂν ἅπαξ μοι εὐεργέτησον, κούφισόν μου τὸν πυρετόν, ἐλάφρυνόν μου τὴν νόσον, ἐξαγόρασόν μου τὸν θάνατον· ἐγὼ πεντήκοντα χρυσίνων ἄνθρωπον οἰκέτην ἠγόρασα. Σὺ πορεύθητι μετὰ μυρίων χρυσίνων ἢ καὶ ἄλλων τοσούτων καὶ ἄνεσίν μοι ὠνήσατε. Οὐ λέγω σοι θάνατον τὸν ἐμὸν ἐξαγόρασον, οὐδὲ γὰρ δύνασαι. Ἀλλὰ κἂν ὀλίγων ἡμερῶν προθεσμίαν μοι ζωῆς ὠνήσατε.

Κἀκεῖνος πρὸς σὲ ἀποκρίνεται. Τί ἄνθρωπε πλανᾶσαι; οὐκ ἔμαθές μου τὴν ἰσχύν, ὅτι μόνον ἐνταῦθα δι᾽ ὀλίγου χρόνου ταραχὴν ἔχω; οὐκ εἶδες πολλάκις τὸν σήμερον πλούσιον αὔριον πένητα; οὐκ εἶδες πολλάκις τὸν σήμερον δικαστὴν αὔριον δεσμώτην; Οὐκ εἶδες πολλάκις τὸν σήμερον πάντων ὑψηλότερον δεσπότην αὔριον πάντων ἐλαχιστότερον οἰκέτην; οὐκ εἶδες πολλάκις ὅτι πῶς τῶν αὐτῶν δεσμῶν ἀπηλαύσαμεν κἀγὼ καὶ ὁ κεκτημένος μοι; ὀλίγον χρόνον τὴν ταραχὴν καὶ τὸν θόρυβον ἐνταῦθα ἔχω. Μὴ γὰρ εἶδές μέ ποτε ἐκδημήσαντα; οὐχ ὡς ὁ πηλὸς οὗτος λελόγισμαι τῷ δεσπότῃ, μὴ δυνάμενος ὠφελῆσαί τινα τῶν κακῶν, εἰ μὴ ὅτε πρὸς τὰς χεῖρας τῶν πενήτων διασκορπισθῶ;

Ἀλλὰ θέλεις βοηθήσω σοι ἄνθρωπε; Λῦσόν με τῶν δεσμῶν τῶν ἐνταῦθα κἀγὼ λύσω σε τῶν δεσμῶν τῶν ἐκεῖσε· ἀπόλυσόν με τῆς φυλακῆς, παράδος με τοῖς πένησι, σκόρπισόν με τοῖς πτωχοῖς· «Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησι· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα».

Συγχώρησον μοι θρέψαι τοὺς ὀρφανούς, ὅλως εἰ θέλεις ἵν᾽ ἀκολουθήσω σοι. Συγχώρησόν μοι καλύψαι τοὺς γυμνητεύοντας κἀγὼ σὲ καλύπτω ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. «Μακάριος γὰρ ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητας, ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος».

Θέλεις βοηθήσω σοι; Ἄφες βοηθῆσαι τοῖς πένησι· ἐλεημοσύναις γὰρ καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι. Διπλῆν ἔχω τὴν δύναμιν καὶ τὴν ἰσχύν. Ἐὰν ἐνταῦθα φυλαχθῶ, γίνομαι δικαστὴς ἐκεῖ καὶ καταδικάζω τοὺς φυλάσσοντάς με. «Ἡ γὰρ κρίσις ἀνίλεώς ἐστι τῷ μὴ ποιήσαντι ἔλεος». Ἐὰν ἐνταῦθα σκορπισθῶ, γίνομαι ἐλεημοσύνη καὶ ἐλεῶ τοὺς ἐλεοῦντάς με. «Μακάριοι γὰρ οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται». Διὰ γὰρ τοῦτο ὁ Χριστὸς ἔλεγε· «ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας, ἵνα δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους μονὰς αὐτῶν». Οὐκοῦν συγχώρησόν μοι μεταβληθῆναι τὴν φύσιν καὶ γίνομαι ἀντὶ χρυσοῦ ἐλεημοσύνη καὶ εἰσέρχομαι εἰς τὸν βασιλέα τῶν βασιλευόντων καὶ γίνομαί σοι συνήγορος μετὰ πολλῆς παρρησίας καὶ συνηγορῶ σοι καθὼς συνηγόρησα Κορνηλίῳ. «Αἱ γὰρ προσευχαί σου καὶ ἐλεημοσύναι σου ἀνέβησαν ἐνώπιον τοῦ Θεοῦ».