Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Ὁ υἱὸς οὐ δύναται ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν»

Ἰωάννης ὁ Χρυσόστομος

Η αυτεξούσια ενέργεια του Υιού στη δημιουργία και τη θεία Οικονομία

Ανασκευή του επιχειρήματος ότι ο Υιός αποτελεί απλό μιμητή των έργων του Πατρός. Η ενανθρώπηση, η εν Χριστώ υιοθεσία και η σταυρική θυσία προβάλλονται ως κορυφαίες αποδείξεις της ανεξάρτητης και σωτηριώδους ενέργειας του Μονογενούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Καὶ τί λέγω περὶ τοῦ Χριστοῦ; Οὐδὲ γὰρ περὶ ἐμοῦ τοῦ μικροῦ καὶ εὐτελοῦς, καὶ ἀπὸ γῆς γενομένου, δυνατὸν τοῦτο λέγεσθαι, ὅτι οὐ δύναμαι ἐγὼ ἀφ᾽ ἑαυτοῦ ποιεῖν οὐδέν· οὐδὲ περὶ σοῦ, οὔτε περὶ ἄλλου οὐδενὸς ἀνθρώπων. Εἰ γὰρ τοῦτο ἀληθὲς, εἰκῆ γέεννα, καὶ κόλασις, καὶ τιμωρία· εἰκῆ στέφανοι, καὶ ἔπαθλα, καὶ ἀγαθά. Οὐδὲ γὰρ ἐκεῖνα ὑποστησόμεθα ἁμαρτάνοντες, οὐδὲ τούτων ἀπολαύσομεν κατορθοῦντες, εἴ γε μηδὲν ἀφ᾽ ἑαυτῶν πράττομεν. Τὰ γὰρ ἔπαθλα οὐ τοῖς πράγμασιν ἁπλῶς, ἀλλὰ τῇ γνώμῃ ἀπόκεινται. Οἷόν τι λέγω· ὅταν τις ἀφ᾽ ἑαυτοῦ καλὸν ἐργάζηται, τότε στεφανοῦται καὶ ἀνακηρύττεται, οὐχ ἁπλῶς ὅταν ἐργάζηται, ἀλλὰ μετὰ γνώμης καὶ προαιρέσεως. Καὶ ἵνα μάθητε ὅτι ταῦτά ἐστιν ἀληθῆ· Εἰσὶν εὐνοῦχοι, φησὶν, οἵτινες εὐνουχίσθησαν παρὰ τῶν ἀνθρώπων· καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Εὐνούχους ἐνταῦθά φησιν οὐ τοὺς τὰ μέλη κόψαντας, ἀλλὰ τοὺς τὸν πονηρὸν λογισμὸν καὶ ἀσελγείας γέμοντα ἀποτεμόντας, οὐ σιδηρᾷ μαχαίρᾳ, ἀλλὰ λογισμῷ καὶ φιλοσοφίᾳ, καὶ τῇ τοῦ Θεοῦ βοηθείᾳ χρησαμένους εἰς τοῦτο. Ἰδοὺ δύο εὐνοῦχοι, οἱ μὲν ἐξ ἀνθρώπων ἀποτμηθέντες τὰ μέλη, οἱ δὲ εὐλαβείᾳ ἀποκόψαντες τὸν πονηρὸν λογισμόν. Ἀλλ᾽ ὅμως εἰ καὶ διαφόρως εὐνουχίσθησαν, ὁμοίως ἀμφότεροι γυναικῶν ἀπέχονται μίξεως. Τὸ ὁμοίως δὲ εἶπον, οὐ κατὰ γνώμην, ἀλλὰ κατὰ τὴν τοῦ πράγματος φύσιν.

Οὐδὲ γὰρ εὐνοῦχος δύναιτ᾽ ἂν συγγενέσθαι γυναικὶ, οὔτε ὁ μοναχὸς ὁ εὐνουχίσας ἑαυτόν. Καὶ τὸ μὲν πρᾶγμα ἓν, τὸ δὲ τέλος οὐχ ἕν. Διὰ τοῦτο περὶ μὲν ἐκείνων εἰπὼν ὅτι εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, οὐδὲν αὐτοῖς διὰ τοῦτο ἔθηκεν ἔπαθλον· φύσεως γὰρ, οὐ γὰρ ἀσκήσεως τὸ πρᾶγμα ἦν. Τούτους δὲ εἰς μέσον ἀγαγὼν, τῇ βασιλείᾳ αὐτοὺς ἐστεφάνωσεν, εἰπὼν, Διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Καίτοι οὔτε οὗτος μίγνυται γυναικὶ, οὔτε ἐκεῖνος· ἀλλ᾽ ὁ μὲν ὑπὸ τῆς ἀνάγκης δεδεμένος, ὁ δὲ τῇ προαιρέσει τὸ πρᾶγμα κατορθώσας, καὶ ἀφ᾽ ἑαυτοῦ τοῦτο ἐργασάμενος καὶ ἀνύσας. Εἶτα οἱ μὲν ἄνθρωποι ἀφ᾽ ἑαυτῶν δύνανται τοιαῦτα πράττειν, καὶ ποιεῖν, καὶ φιλοσοφεῖν, καὶ φθέγγεσθαι, καὶ μυρία ἕτερα ἐργάζεσθαι· ὁ δὲ τῶν ἀγγέλων Δεσπότης οὐ δυνήσεται οὐ μικρὸν οὐ μέγα ποιεῖν ἀφ᾽ ἑαυτοῦ; Καὶ τίς ταῦτα ἀνέξεται; Οὐκ ἀκούεις Παύλου λέγοντος, ὅτι Ἐν μεγάλῃ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα· καὶ ἃ μὲν εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν.

Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἐκ τούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον τῷ Δεσπότῃ. γʹ. Ὁρᾷς καὶ τούτους ἀφ᾽ ἑαυτῶν διορθουμένους; Τοῦτο γάρ ἐστιν· Ἐάν τις ἑαυτὸν ἐκκαθάρῃ. Τί οὖν ἐστι τὸ εἰρημένον; Εἰ πρὸς οἰκείους μόνον ὁ λόγος ἡμῖν ἦν, ἤδη καὶ τὴν λύσιν ἂν ἐπήγαγον· ἐπειδὴ δὲ πρὸς ἐχθροὺς καὶ πολεμίους, ἔτι τὰ ἐκείνων καθελεῖν ἀναγκαῖον· πάλιν τὴν ῥῆσιν εἰς μέσον ἀγαγόντες, οὕτως ταύτην ποιήσωμεν σαφῆ. Ὅτι μὲν γὰρ ἡμῖν δυνατὸν ἀφ᾽ ἑαυτῶν καὶ ποιεῖν καὶ λέγειν, ἱκανῶς ὁ λόγος ἀπέδειξεν. Εἰ γὰρ μὴ τοῦτο ἦν, οὐκ ἂν ἐστεφανώθημεν κατορθοῦντες. Ἐρωτητέον δὲ πάλιν τὸν αἱρετικόν· τί ἐστιν, Ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα, οὐ δύναται ἀφ᾽ ἑαυτοῦ ποιεῖν οὐδέν; Ἀπὸ γὰρ τῆς ῥήσεως ταύτης, λέγω, οὐ τῆς ἑρμηνείας· μᾶλλον δὲ οὐδὲ ἀπὸ τῆς ῥήσεως, ἀλλ᾽ ἀπὸ τῆς διεστραμμένης τῶν αἱρετικῶν ἑρμηνείας, ἀνάγκη διπλῆν τινα ἐπεισάγεσθαι κτίσιν. Πῶς καὶ τίνι τρόπῳ;

Ἐὰν μή τι βλέπῃ, φησὶ, τὸν Πατέρα ποιοῦντα, οὐ δύναται ποιεῖν. Οὐκοῦν ἀνάγκη πᾶσα εἶναι μὲν ἔργα τοῦ Πατρὸς ἀπηρτισμένα, εἶναι δὲ καὶ ἕτερα τοῦ Υἱοῦ, ἃ πρὸς ἐκεῖνα βλέπων κατεσκεύασεν καὶ αὐτός. Ἐὰν γὰρ μή τι βλέπῃ ποιοῦντα, οὐ ποιεῖ, φησίν. Ἵνα οὖν ἴδῃ, ἀνάγκη εἶναι τὰ ἔργα. Τί οὖν; εἰπέ μοι· ἕνα ἥλιον ὁρῶμεν, μὴ δύο δεῖξαί μοι δυνήσῃ, ἵνα τὸν μὲν τοῦ Πατρὸς, τὸν δὲ τοῦ Υἱοῦ ὑποπτεύσω; καὶ σελήνας δύο, καὶ γῆν, καὶ θάλατταν; οὕτω καὶ τὰ ἄλλα πάντα; Ἀλλ᾽ οὐκ ἂν ἔχοις εἰπεῖν· εἷς γάρ ἐστιν ὁ ἥλιος. Πῶς οὖν, ἐὰν μή τι βλέπῃ ποιοῦντα αὐτὸν, οὐ ποιεῖ; Τίνος ἔργον εἶναι βούλει τὸν ἥλιον; τοῦ Πατρός; Ποῦ οὖν ὁ τοῦ Υἱοῦ;

Ἀλλὰ τοῦ Υἱοῦ; Ποῦ οὖν ὁ τοῦ Πατρὸς, ὃν ἰδὼν οὗτος, ἄλλον τοιοῦτον ἐποίησεν; Πῶς δὲ ἐκεῖνο στήσεται τὸ, Πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν; Εἰ γὰρ πάντα δι᾽ αὐτοῦ, ποῖον ἂν ἔχοι καιρὸν αὕτη ἡ διαίρεσις; Ὁρᾷς τὰ τῶν λογισμῶν; πῶς ἑαυτοὺς περιπείρετε, καὶ ἑαυτὸ ἐλέγχει τὸ ψεῦδος;

Ἰδοὺ τὴν ἑρμηνείαν αὐτῶν εἰς μέσον ἀγαγὼν, πῶς ἔδειξα αὐτὴν ὑφ᾽ ἑαυτῆς βαλλομένην. Ἐγὼ δὲ κἀκεῖνο ἡδέως ἂν ἐροίμην· τίς ὁ τὴν σάρκα ἀναλαβὼν τὴν ἡμετέραν, καὶ εἰς μήτραν ἐλθὼν παρθενικήν; ὁ Πατὴρ ἢ ὁ Υἱός; εἰπέ. Οὐ παντί που δῆλον, ὅτι ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ; Καὶ γὰρ ὁ Παῦλος οὕτως φησίν· Τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών. Καὶ, Ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ, γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον. Καὶ πᾶσα Γραφὴ, εἴτε παλαιὰ, εἴτε καινὴ, τούτων ἐμπέπλησται τῶν μαρτυριῶν· καὶ τὰ πράγματα βοᾷ, ὅτι ὁ Μονογενὴς ἐσαρκώθη, οὐχ ὁ Πατήρ. Πότερον οὖν ἰδὼν τὸν Πατέρα σαρκωθέντα ὁ Υἱὸς ἐσαρκώθη; [Οὐ γὰρ ἂν ἐσαρκώθη], εἰ μὴ θεασάμενος αὐτόν. Οὐ γὰρ δύναται ἀφ᾽ ἑαυτοῦ ποιεῖν οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. Πότε ἂν ἴδοιμι τοῦτο ἐργασάμενον τὸν Πατέρα; Οὐκ ἂν ἔχοις εἰπεῖν. Καὶ μήτε μικρὸν εἶναι νομίσῃς τὸ γεγενημένον. Τὸ γὰρ κεφάλαιον τῆς σωτηρίας ἡμῶν ἡ σάρκωσίς ἐστι τοῦ Μονογενοῦς, ἡ συγκατάβασις αὐτοῦ.

Πρὶν ἢ γὰρ γενέσθαι ἄνθρωπον, τὰ τῆς κακίας ἐτυράννει, καὶ βαθυτάτη νὺξ πάντα κατεῖχεν, καὶ πανταχοῦ βωμοὶ καὶ ναοὶ τοῖς εἰδώλοις, καὶ κνίσσαι, καὶ καπνὸς, καὶ αἱμάτων χείμαῤῥοι, οὐκ ἀπὸ προβάτων καὶ βοῶν μόνον, ἀλλὰ καὶ ἀπὸ ἀνθρώπων ῥέοντες. Ἔθυσαν γὰρ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις· καὶ ταῦτα ὁ δῆμος ὁ προφήτας ἔχων, ὁ νόμου μετασχὼν, ὁ θεοπτίας ἀπολαύσας, ὁ τοσούτοις ἐντραφεὶς θαύμασιν. Εἰ δὲ οὗτοι τοιοῦτοι, ἐννόησον τὰ λοιπὰ μέρη τῆς οἰκουμένης πῶς διέκειντο, ὑπὸ δαιμόνων βακχευόμενοι, ὑπὸ κακίας τυραννούμενοι, τοῖς παθήμασι πᾶσιν ὑποκλινόμενοι, ξύλα θεραπεύοντες, λίθους προσκυνοῦντες, ὄρη, καὶ βουνοὺς, καὶ νάπας, καὶ δένδρα, καὶ λίμνας, καὶ πηγὰς, καὶ ποταμούς. Καὶ τί δεῖ τὰ τῶν ἄλλων λέγειν; Ἀπὸ γὰρ τῶν ἐν Ἰουδαίοις κακῶν ὄψομαι τὴν ἐν τοῖς ἄλλοις ὑπερβολήν. Ἵπποι θηλυμανεῖς ἐγένοντο, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον ἐχρεμέτιζον. Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω. Κύνες ἐνεοὶ οὐ δυνάμενοι ὑλακτεῖν. Ὄψις πόρνης ἐγένετό σοι, ἀπηνῃσχύντησας πρὸς πάντας Οὐκ ἔστιν ὁ συνιὼν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν· πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν. Πάλιν ἕτερος· Μάτην [ἀργυροκόπος] ἀργυροκοπεῖ· αἱ πονηρίαι αὐτῶν οὐκ ἐτάκησαν.

Ἕτερος πάλιν· Ἀρὰ, καὶ ψεῦδος, καὶ κλοπὴ, καὶ φόνος, καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ᾽ αἵμασι μίσγουσιν. Ἕτερος πάλιν· Εἰ ἀλλάξει Αἰθίοψ τὸ δέρμα αὐτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὁ λαὸς οὗτος δυνήσεται ποιῆσαι κρίσιν, μεμαθηκὼς κακά. Ἕτερος πάλιν· Οἴμοι ψυχὴ, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει· πάντες εἰς αἵματα δικάζουσιν. Ὁ Θεὸς πάλιν· Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ θυσίας ἐν ταῖς πανηγύρεσιν ὑμῶν. Ὁ Ἡλίας· Τὰ θυσιαστήριά σου κατέσκαψαν, καὶ τοὺς προφήτας σου ἀπέκτειναν· καὶ ὑπελείφθην ἐγὼ μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. Πάλιν ὁ Θεός· Ἐγκατέλιπον τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς.

Ὁ Δαυῒδ πάλιν· Ἔθυσαν τοὺς υἱοὺς αὐτῶν, καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις, καὶ ἐξέχεαν αἷμα ἀθῷον, αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων. δʹ. Εἶδες κακίας τυραννίδα; Κύνες ἐγένοντο καὶ ἵπποι, καὶ ὄνων ἀλογώτεροι, καὶ βοῶν ἀναισθητότεροι, καὶ εἰς αὐτὴν τὴν φύσιν ἐμάνησαν. Ἀλλὰ μετὰ τὴν σάρκωσιν τοῦ Χριστοῦ τί φησιν ἡ Γραφή; Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. Καὶ πρὸ μὲν τούτου ἔλεγεν ἡ Γραφή· Πορεύθητι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ· μετὰ δὲ ταῦτα καὶ υἱοθεσίας ἠξιώθημεν, καὶ εἰς τὸν οὐρανὸν ἀπεγράφημεν, καὶ μετὰ τῶν ἀγγέλων χορεύομεν, καὶ τῆς μελῳδίας αὐτοῖς κοινωνοῦμεν, καὶ πρὸς ἀσωμάτους δυνάμεις τὴν ἅμιλλαν ἐθέμεθα. Καὶ ἀνῄρηνται βουνοὶ, καὶ κατεσκάφησαν ναοί. Καὶ ὁ λίθος ἐφάνη λίθος, καὶ τὸ ξύλον, ξύλον, καὶ τὰ δένδρα, δένδρα, καὶ αἱ πηγαὶ, πηγαί.

Ἐπειδὴ γὰρ ὁ τῆς δικαιοσύνης ἥλιος ἔλαμψεν, ἔδειξε τῶν πραγμάτων τὴν φύσιν, ἣν πρὶν ἐπεκάλυπτεν ἡ τῆς πλάνης νὺξ, καὶ τὸ βαθὺ τῆς ἀγνωσίας σκότος, συγχέον τὴν ὄψιν τῶν ἀπατωμένων. Ἀλλ᾽ ἐπειδὴ διεσκέδασε τὴν πυκνὴν νεφέλην τῆς πλάνης ἡ ἀκτὶς ἡ τοῦ ἡλίου τῆς δικαιοσύνης, πανταχοῦ φῶς καὶ ἡμέρα, λαμπρὰ καὶ σταθηρὰ μεσημβρία. Καὶ οἱ μητέρας γαμοῦντες Πέρσαι παρθενίαν ἀσκοῦσι νῦν. Καὶ οἱ τοὺς υἱοὺς ἀγνοοῦντες τοὺς ἑαυτῶν καὶ σφάττοντες, πάντων γεγόνασιν ἡμερώτεροι καὶ πραότεροι. Οἱ λύκοι πρὸς τὴν τῶν προβάτων μετέστησαν ἡμερότητα· μᾶλλον δὲ καὶ οἱ λύκων χείρους. Λύκος γὰρ οὐκ ἀγνοεῖ τὴν φύσιν, ἀλλ᾽ ἐπιγινώσκει τὸ τεχθέν· ἄνθρωποι δὲ καὶ τούτων ἐγένοντο ἀγριώτεροι. Ἀλλὰ μετὰ τὴν σάρκωσιν τοῦ Μονογενοῦς καὶ τὴν οἰκονομίαν, ἐκβαλόντες τὴν θηριωδίαν, πρὸς τὴν οἰκείαν ἐπανῆλθον εὐγένειαν· μᾶλλον δὲ πρὸς τὴν τῶν ἀγγέλων ἀνέβησαν ἀρετήν. Καὶ πρὸ τούτου μὲν αἱ πόλεις ἦσαν ἀσεβείας πεπλησμέναι, σήμερον δὲ καὶ ἡ ἔρημος φιλοσοφεῖ, καὶ καλύβαι μοναχῶν ἐν ὄρεσι καὶ νάπαις, ἀγγέλων μιμουμένων πολιτείαν, καὶ τὸν παρόντα ἀποδυσάμενοι βίον. Τί γὰρ δεῖ τῆς τῶν λόγων κατασκευῆς, τῶν πραγμάτων βοώντων, καὶ ἡλίου φανερώτερον δεικνύντων τὰ ἀγαθὰ, ἃ μετὰ τὴν ὠδῖνα τῆς Παρθένου τὴν θαυμαστὴν ἐκείνην, καὶ πνευματικὴν, καὶ τὴν οἰκονομίαν, καὶ τὴν σάρκωσιν, τὴν οἰκουμένην κατέλαβεν ἅπασαν;

Ἀλλ᾽ ὅμως τοσοῦτον καὶ τηλικοῦτον κατόρθωμα ἀφ᾽ ἑαυτοῦ πεποίηκεν· καὶ βοᾷ Παῦλος λέγων· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών. Ἀκούεις, αἱρετικὲ, ὅτι ἑαυτὸν ἐκένωσε;

Καὶ πάλιν ἀλλαχοῦ· Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας. Ὃς καὶ ἐσταυρώθη ἀφ᾽ ἑαυτοῦ, καὶ ἐσφάγη ἀφ᾽ ἑαυτοῦ· διὸ καὶ αὐτὸς ἔλεγεν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Οὐδεὶς αἴρει αὐτὴν ἀπ᾽ ἐμοῦ· ἐγὼ τίθημι αὐτὴν ἀφ᾽ ἑαυτοῦ. Τί λέγεις ἐνταῦθα, ὦ αἱρετικὲ, ὁ παράγων τὴν ῥῆσιν τὴν εὐαγγελικὴν τὴν λέγουσαν, Οὐδὲν δύναται ἀφ᾽ ἑαυτοῦ ὁ Υἱός; Ἰδοὺ αὐτός φησιν· Ἐγὼ αὐτὴν τίθημι ἀφ᾽ ἑαυτοῦ, καὶ λαμβάνω αὐτὴν ἀφ᾽ ἑαυτοῦ. Οὐ μικρὸν δὲ τὸ εἰρημένον, ἀλλὰ καὶ σφόδρα μέγα. Καὶ περὶ τοῦ Πατρὸς εἴρηται, ὅτι θανάτου καὶ ζωῆς ἐξουσίαν ἔχει.

Ὁρᾷς πῶς εἴσω τῶν δικτύων ἐξέβης; Τί γὰρ πρὸς ταύτην ἐρεῖς τὴν ῥῆσιν; Ἐγὼ τίθημι αὐτὴν ἀφ᾽ ἑαυτοῦ, καὶ λαμβάνω αὐτὴν ἀφ᾽ ἑαυτοῦ. Πῶς οὖν ἔφης, ὅτι οὐδὲν ποιεῖ ἀφ᾽ ἑαυτοῦ; Ἀλλ᾽, ὅπερ ἔφην, εἰ μὲν πρὸς αἱρετικοὺς ἡμῖν ὁ λόγος, ἀφεὶς ἂν αὐτοὺς εἰς ἀπορίαν καὶ δεσμώσας, οὕτως ἀπεπήδησα, ἀρκοῦσαν λαβὼν τὴν νίκην καὶ λαμπρὸν τὸ τρόπαιον, καὶ μεγίστην παρασχόμενος τῆς ἀνοίας αὐτῶν ἀπόδειξιν. Ἐπειδὴ δὲ οὐκ ἐπιστομίσαι βούλομαι τοὺς ἐναντίους μόνον, ἀλλὰ καὶ παιδεῦσαι τοὺς μεθ᾽ ἡμῶν ὄντας, καὶ σοφίσαι τὰ μέλη τὰ ἡμέτερα, οὐκ ἐνταῦθα καταλύσω τὸν λόγον, ἀλλὰ περαιτέρω χωρῆσαι πειράσομαι, ἕτερον πάλιν δείξας ἔργον τὸ ἐλέγχον αὐτῶν τὴν ἀναίσχυντον ἀντιλογίαν. Τί γάρ φησιν; Ὁ Πατὴρ οὐ κρίνει οὐδένα, ἀλλὰ πάντας ὁ Υἱός.