Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Ὄφελον ἀνείχεσθέ μου μικρόν τι τῆς ἀφροσύνης

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή στον πνευματικό έρωτα προς τον απόστολο Παύλο και τις επιστολές του

Η πνευματική ωφέλεια από τη μελέτη των επιστολών του αποστόλου Παύλου και η αφετηρία της ερμηνείας του αποστολικού ρητού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 5

ΕΙΣ ΤΟ ΑΠΟΣΤΟΛΙΚΟΝ ΡΗΤΟΝ, Ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ. αʹ. Ἅπαντας μὲν φιλῶ τοὺς ἁγίους, μάλιστα δὲ τὸν μακάριον Παῦλον, τὸ σκεῦος τῆς ἐκλογῆς, τὴν σάλπιγγα τὴν οὐράνιον, τὸν νυμφαγωγὸν τοῦ Χριστοῦ.

Τοῦτο δὲ εἶπον, καὶ ὃν περὶ αὐτὸν ἔρωτα ἔχω, εἰς μέσον ἐξήνεγκα, ἵνα καὶ ὑμᾶς κοινωνοὺς ποιήσω τοῦ φίλτρου. Οἱ μὲν γὰρ τὸν σωματικὸν ἔρωτα ἐρῶντες εἰκότως αἰσχύνονται ὁμολογεῖν, ἅτε καὶ ἑαυτοὺς καταισχύνοντες, καὶ τοὺς ἀκούοντας βλάπτοντες· οἱ δὲ τὸν πνευματικὸν, μηδέποτε ὁμολογοῦντες παυέσθωσαν· καὶ γὰρ καὶ ἑαυτοὺς καὶ τοὺς ἀκούοντας ὠφελοῦσι διὰ τῆς καλῆς ταύτης ὁμολογίας. Ἐκεῖνος μὲν γὰρ ὁ ἔρως ἔγκλημα, οὗτος δὲ ἐγκώμιον· ἐκεῖνος μὲν πάθος ψυχῆς διαβεβλημένον ἐστὶν, οὗτος δὲ εὐφροσύνη ψυχῆς, καὶ ἀγαλλίαμα, καὶ κόσμος ἄριστος· ἐκεῖνος εἰσάγει πόλεμον εἰς τὴν τῶν ἐρώντων διάνοιαν, οὗτος καὶ τὸν ὄντα πόλεμον ἐκβάλλει, καὶ ἐν εἰρήνῃ πολλῇ τοὺς ἐρῶντας καθίστησι. Κἀκεῖθεν μὲν οὐδὲν ὄφελος γίνεται, ἀλλὰ καὶ πολλὴ ζημία χρημάτων καὶ δαπάνη τις ἀνόητος, καὶ ζωῆς ἀνατροπὴ, καὶ οἰκιῶν ὁλόκληροι διαφθοραί· ἐντεῦθεν δὲ πολὺς ὁ πλοῦτος τῶν κατορθωμάτων, πολλὴ ἡ περιουσία τῆς ἀρετῆς. Πρὸς δὲ τοῖς εἰρημένοις, οἱ μὲν σωμάτων εὐμόρφων ἐρῶντες, καὶ πρὸς τὰς λαμπρὰς τῶν ὄψεων κεχηνότες, ἂν ὦσιν αἰσχροὶ καὶ δυσειδεῖς, οὐδὲν ἐκ τῆς ἐκείνων ἐπιθυμίας εἰς ἀπαλλαγὴν τῆς οἰκείας κερδαίνουσιν ἀμορφίας, ἀλλὰ καὶ αἰσχρότεροι κρίνονται καὶ εἰδεχθέστεροι· ἐπὶ δὲ τοῦ ἔρωτος τούτου τοὐναντίον ἅπαν.

Ὁ γὰρ ψυχῆς ἁγίας ἐρῶν, καὶ εὐμόρφου, καὶ λαμπρᾶς, καὶ περικαλλοῦς, κἂν αὐτὸς αἰσχρὸς ᾖ καὶ δυσειδὴς, κἂν ἁπάντων ἀνθρώπων αἴσχιστος, ἐμμένων τῷ ἔρωτι τῶν ἁγίων, ταχέως ἔσται τοιοῦτος, οἷος ὁ ἐρώμενος. Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἔργον, τὸ σῶμα μὲν ἄμορφον καὶ πεπηρωμένον μὴ δύνασθαι διορθοῦν, ψυχὴν δὲ αἰσχρὰν καὶ δυσειδῆ δύνασθαι λαμπρὰν καὶ περικαλλῆ ποιεῖν. Ἀπὸ γὰρ τῆς εὐμορφίας τῆς ἐκείνου οὐδὲν ἂν γένοιτο κέρδος· ἀπὸ δὲ τοῦ κάλλους τοῦ ταύτης τοσαῦτα ἔξεστι καρπώσασθαι ἀγαθὰ, ὅσα εἰκὸς κεκτῆσθαι τὸν ἐραστὴν ἔχοντα τὸν Θεόν.

Περὶ ταύτης τῆς εὐμορφίας καὶ ὁ Δαυῒδ ἐν ψαλμοῖς ᾄδων, Ἄκουσον, φησὶ, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· κάλλος ἐνταῦθα λέγων τὸ κατὰ ψυχὴν, ὅπερ δι᾽ ἀρετῆς καὶ εὐλαβείας συνίσταται.

βʹ. Ἐπεὶ οὖν τοσοῦτόν ἐστι τὸ κέρδος τοῖς κοινωνοῦσι τῶν ἁγίων, κοινωνήσατέ μοι τοῦ ἔρωτος, καὶ φιλήσωμεν τὸν ἅγιον τοῦτον μετὰ πολλῆς τῆς ὑπερβολῆς. Ἂν γὰρ οὗτος εἰς τὴν ψυχὴν τὴν ἡμετέραν ὁ ἔρως εἰσέλθῃ καὶ φλόγα ἀνάψῃ λαμπρὰν, κἂν ἀκανθῶδες, κἂν λιθῶδές τι καὶ σκληρὸν καὶ ἀναίσθητον ἐν τοῖς λογισμοῖς εὕρῃ τοῖς ὑμετέροις, τὸ μὲν ἀναλώσας, τὸ δὲ μαλάξας, βαθεῖάν τινα καὶ λιπαρὰν ἄρουραν τὴν ἡμετέραν ἐργάσεται ψυχὴν, καὶ πρὸς τὴν τῶν θείων σπερμάτων καταβολὴν ἐπιτηδείαν. Καὶ μή μοι λεγέτω τὶς, ὅτι Νῦν οὐ πάρεστιν, οὐδὲ ὁρᾶται τοῖς ἡμετέροις ὀφθαλμοῖς ὁ Παῦλος· καὶ πῶς δυνατὸν φιλεῖν τὸν μὴ βλεπόμενον; Οὐδὲν γὰρ τῷ ἔρωτι τούτῳ κώλυμα γίνεται· ἔξεστι γὰρ καὶ ἀπελθόντα φιλεῖν, καὶ μὴ ὁρώμενον ἀγαπᾷν, καὶ μάλιστα ὅταν τοσαῦτα καὶ τοιαῦτα τῆς ἀρετῆς ἐκείνου καθ᾽ ἑκάστην ἡμέραν ὑπομνήματα βλέπωμεν, τὰς πανταχοῦ τῆς γῆς Ἐκκλησίας, τῆς ἀσεβείας τὴν ἀνατροπὴν, τοῦ πονηροῦ βίου τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν, τῆς πλάνης τὴν ἀπαλλαγὴν, τοὺς ἀνατραπέντας βωμοὺς, τοὺς ἀποκεκλεισμένους ναοὺς, τὴν τῶν δαιμόνων σιγήν. Πάντα γὰρ ταῦτα καὶ τὰ τοιαῦτα τῆς Παύλου γλώττης ἡ δύναμις ὑπὸ τῆς τοῦ Θεοῦ χάριτος ἐμπνεομένη κατέβαλε, καὶ λαμπρὰν πανταχοῦ τῆς εὐσεβείας ἀνῆψε τὴν φλόγα.

Ἔχομεν μετὰ τῶν κατορθωμάτων τούτων καὶ τὰς ἐπιστολὰς ἐκείνου τὰς ἁγίας, αἳ τὸν χαρακτῆρα τῆς μακαρίας ἐκείνης ψυχῆς ἀκριβῶς ἡμῖν ὑπογράφουσιν. Ὡς οὖν αὐτῷ τῷ Παύλῳ διαλεγόμενοι παρόντι καὶ συγγινομένῳ, οὕτω μετὰ προθυμίας πειθώμεθα τοῖς γεγραμμένοις, ἀναπτύξωμεν τὰ ἔνδον εἰρημένα, μάθωμεν τί ποτέ ἐστιν ὅπερ σήμερον ἐβόα λέγων· Ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· ἀλλὰ καὶ ἀνέχεσθέ μου· ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ. Τί λέγεις, ὦ Παῦλε; ὁ κελεύων τοῖς μαθηταῖς ἐν σοφίᾳ περιπατεῖν πρὸς τοὺς ἔξω, ὁ λέγων, Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι· ὁ πᾶσιν ἐπευχόμενος, ἵνα σοφίας πληρωθῶσι πνευματικῆς, αὐτὸς λέγεις, ὅτι Εἴθε ἀνείχεσθέ μου μικρὸν τῆς ἀνοίας; Οὐκ ἤρκει σοι τὸ φθέγξασθαί τι ἀφροσύνης ῥῆμα, ἀλλὰ καὶ εἰς τοὺς μαθητὰς τοῦτο ἐκφέρεις; καὶ οὐκ εἰς τοὺς μαθητὰς ἐκφέρεις μόνον, ἀλλὰ καὶ τοῖς μετὰ ταῦτα πᾶσι γινομένοις ἀνθρώποις διὰ τῆς ἐπιστολῆς τοῦτο δῆλον ποιεῖς; Ὁρᾶτε πῶς οὐχ ἁπλῶς δεῖ παρατρέχειν τὰ λεγόμενα, ἀλλ᾽ ἕκαστον περισκοπεῖν ἀκριβῶς; Τοῦτο μὲν γὰρ ἁπλῶς μὲν ἀναγινωσκόμενον περιίσταται τοῖς ἀκροαταῖς, ἐρευνηθὲν δὲ πολλὴν δείκνυσι τοῦ Παύλου τὴν σοφίαν, μεγάλην τὴν σύνεσιν, ἄφατον τὴν κηδεμονίαν.