Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Ὄφελον ἀνείχεσθέ μου μικρόν τι τῆς ἀφροσύνης

Ἰωάννης ὁ Χρυσόστομος

Παλαιοδιαθηκικά πρότυπα αναγκαστικής καυχήσεως: Δαβίδ και Σαμουήλ

Η εξέταση των παραδειγμάτων του Δαβίδ ενώπιον του Σαούλ και του Σαμουήλ κατά την παράδοση της εξουσίας, οι οποίοι αναγκάστηκαν να εξαγγείλουν τα κατορθώματά τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

ζʹ. Τοιοῦτον τῶν ἀποστόλων τὸ ἦθος ἦν, τοιοῦτον τῶν προφητῶν καὶ τῶν δικαίων ἁπάντων. Ὁ γοῦν Δαυῒδ τῆς μὲν ἁμαρτίας τῆς ἑαυτοῦ συνεχῶς ἐμέμνητο, τῶν δὲ κατορθωμάτων οὐδαμοῦ, πλὴν εἴ ποτε κατηναγκάσθη.

Ὅτε γοῦν ὁ βαρβαρικὸς ἐκεῖνος πόλεμος τὴν Ἰουδαίαν κατέλαβε, καὶ πάντα κινδύνων ἦν μεστὰ, νέος ὢν ἔτι καὶ πολέμων ἄπειρος, καταλιπὼν τὰ πρόβατα, καὶ εἰς τὴν παράταξιν ἐλθὼν, πάντας κατεπτηχότας βλέπων καὶ δεδοικότας καὶ τρέμοντας, οὐδὲν ἔπαθεν ἀνθρώπινον, οὐδὲ ἐγένετο δειλότερος τοὺς οἰκείους τεταπεινωμένους ὁρῶν· ἀλλὰ τῇ πίστει πάντα τὰ βλεπόμενα ὑπερβὰς, καὶ πρὸς τὸν Βασιλέα τῶν οὐρανῶν ἰδὼν, καὶ πολλῆς ἑαυτὸν ἐμπλήσας προθυμίας, προσῆλθε τοῖς στρατιώταις καὶ τοῖς ἀδελφοῖς, ἐπαγγελλόμενος ἀπαλλάσσειν αὐτοὺς τοῦ κατέχοντος κινδύνου. Ὡς δὲ ἐγέλασαν τὸ εἰρημένον οἱ ἀδελφοὶ (οὐ γὰρ ἑώρων τὸν ἔνδον αὐτὸν ἀλείφοντα Θεὸν, οὐδὲ τὴν ψυχὴν τὴν γενναίαν ἐκείνην, καὶ οὐρανομήκη, καὶ πολλῆς γέμουσαν φιλοσοφίας), καταλιπὼν ἐκείνους, πρὸς ἑτέρους ἀπῆλθεν. Ὡς δὲ πρὸς τὸν βασιλέα αὐτὸν εἰσήγαγον, καὶ εὗρεν αὐτὸν ἀποτεθνηκότα τῷ δέει, πρῶτον αὐτοῦ διανίστησι τὸ φρόνημα, οὕτω λέγων· Μὴ συμπεσέτω ἡ καρδία τοῦ κυρίου μου ἐπ᾽ αὐτὸν, ὅτι ὁ δοῦλός σου πορεύσεται καὶ πολεμήσει μετὰ τοῦ ἀλλοφύλου τούτου.

Ἐπειδὴ δὲ ἐκεῖνος ἠπίστει λέγων, Οὐ δυνήσῃ πορευθῆναι· σὺ παιδάριον εἶ, αὐτὸς δὲ ἀνὴρ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ, ἐν ἀπορίᾳ ὢν λοιπὸν ὁ Δαυῒδ ἀναγκάζεται τὰ οἰκεῖα διηγεῖσθαι ἐγκώμια. Ὅτι γὰρ οὐκ ἐβούλετο, διὰ τῶν προτέρων ἔδειξεν, οὔτε πρὸς τοὺς ἀδελφοὺς εἰπών τι τῶν αὑτοῦ κατορθωμάτων, οὔτε πρὸς τοὺς στρατιώτας, ἀλλ᾽ οὐδὲ πρὸς αὐτὸν τὸν βασιλέα, ἕως εἶδεν αὐτὸν ἀπιστοῦντα καὶ ἀγωνιῶντα καὶ κωλύοντα τὴν ἔφοδον τὴν κατ᾽ ἐκείνου.

Τί γὰρ ἔδει πρᾶξαι λοιπόν; σιγῆσαι τὰ ἐγκώμια; Ἀλλ᾽ οὐκ ἂν ἐπέτρεψεν ἀπελθεῖν, οὐδὲ ἀπαλλάξαι τῶν κατεχόντων κινδύνων. Διὰ τοῦτο σιγήσας ἡνίκα ἔδει, ἐπειδὴ τὸν καιρὸν εἶδε καταναγκάζοντα εἰπεῖν, οὐκ ἔτι σιγᾷ, ἀλλά φησι πρὸς αὐτόν· Ποιμαίνων ἤμην ὁ δοῦλός σου ἐν τῷ ποιμνίῳ τοῦ πατρός μου, καὶ ὅταν ἤρχετο λέων ἢ ἄρκτος, καὶ ἐλάμβανε πρόβατον ἐκ τῆς ἀγέλης, ἐξηρχόμην κατόπισθεν αὐτοῦ, καὶ ἐπάτασσον αὐτὸν, καὶ ἐξέσπων ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἐκράτουν τοῦ φάρυγγος αὐτοῦ, καὶ ἐθανάτουν αὐτόν· καὶ τὸν λέοντα καὶ τὴν ἄρκτον ἔτυπτεν ὁ δοῦλός σου· καὶ ἔσται ὁ ἀλλόφυλος οὗτος καὶ ἀπερίτμητος, ὡς ἓν τούτων. Ὁρᾷς πῶς ἐδήλωσε, τίνος ἕνεκεν εἶπε τὰ οἰκεῖα κατορθώματα; Τότε δὴ, τότε θαῤῥήσας ὁ βασιλεὺς λοιπὸν ἐκέλευσεν ἀπελθεῖν. Καὶ ἀπῆλθε, καὶ παρετάξατο, καὶ ἐνίκησεν. Εἰ δὲ μὴ ἐγκώμια εἶπεν, οὐκ ἂν αὐτῷ τὴν μονομαχίαν ἐκείνην ἐπίστευσεν ὁ βασιλεύς· μὴ πιστεύσας δὲ, οὐκ ἂν ἀφῆκεν αὐτὸν εἰς τὴν παράταξιν ἀπελθεῖν· μὴ ἀφεὶς δὲ, διεκώλυσεν ἂν τὸ κατόρθωμα· τοῦ δὲ κατορθώματος κωλυθέντος, οὔτε ὁ Θεὸς ἂν ἐδοξάσθη τότε, οὔτε ἡ πόλις τῶν ἐπικειμένων ἀπηλλάγη κινδύνων. Ἵν᾽ οὖν μὴ τοσαῦτα γένηται ἄτοπα, μηδὲ οἰκονομίας μέγεθος κωλυθῇ τοσοῦτον, ἠναγκάσθη τοὺς οἰκείους ἄθλους εἰπεῖν ὁ Δαυΐδ.

Ὥσπερ γὰρ σιγᾷν ἴσασιν, οὐδεμιᾶς οὔσης ἀνάγκης, οὕτω καὶ λέγειν ἐπίστανται, ἐπειδὰν πολλὴν ἴδωσι βίαν ἐπικειμένην.

ηʹ. Οὐκ ἐπὶ τούτου δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ Σαμουὴλ τὸ αὐτὸ τοῦτο γεγενημένον ἴδοι τις ἄν. Καὶ γὰρ ἐκεῖνος ἔτη τοσαῦτα προστὰς τοῦ δήμου τῶν Ἰουδαίων οὕτως, ὡς ὁ Θεὸς ἤθελε, καὶ μηδὲν μηδέποτε μέγα περὶ ἑαυτοῦ φθεγξάμενος, καίτοι πολλὰ ἔχων, εἴπερ ἐβούλετο, λέγειν, τὴν ἐκ πρώτης ἡλικίας ἀνατροφὴν, τὴν ἐν τῷ ναῷ διατριβὴν, τὴν ἐκ σπαργάνων αὐτοῦ προφητείαν, τοὺς μετὰ ταῦτα πολέμους, τὰς νίκας ἃς ἐνίκησεν, οὐχ ὅπλοις χρώμενος, ἀλλὰ μετὰ τῆς εὐνοίας τοῦ Θεοῦ παραταττόμενος, ἐν τοῖς ἔμπροσθεν χρόνοις οὐδὲν τούτων εἶπεν. Ἐπειδὴ δὲ ἔμελλεν ἀφίστασθαι τῆς προστασίας, καὶ τὴν ἀρχὴν ἐγχειρίζειν ἑτέρῳ, τότε λοιπὸν ἠναγκάσθη τὰ ἐγκώμια αὐτοῦ διεξελθεῖν, καὶ ταῦτα ὑφειμένως. Καὶ καλέσας τὸν δῆμον ἅπαντα, παρόντος καὶ τοῦ Σαοὺλ, οὕτω πώς φησιν· Ἰδοὺ ἤκουσα τῆς φωνῆς ὑμῶν, καὶ ἐβασίλευσα ἐφ᾽ ὑμᾶς βασιλέα· καὶ ἐγὼ ἰδοὺ ἀνέστραμμαι ἐνώπιον ὑμῶν ἐκ νεότητός μου, καὶ ἕως τῆς ἡμέρας ταύτης, καὶ γεγήρακα. Ἀποκρίθητε κατ᾽ ἐμοῦ ἐνώπιον τοῦ Κυρίου, καὶ ἐνώπιον χριστοῦ αὐτοῦ· μόσχον τίνος ὑμῶν εἴληφα; ἢ ὄνον τίνος εἴληφα; ἢ τίνα ὑμῶν κατεδυνάστευσα; ἢ τίνα ἐξεπίεσα ὑμῶν; ἢ ἐκ χειρὸς τίνος ὑμῶν εἴληφα ἐξίλασμα ἢ ὑπόδημα, καὶ ἀπέκρυψα τοὺς ὀφθαλμούς μου ἐν αὐτῷ; Εἴπατε κατ᾽ ἐμοῦ, καὶ ἀποδώσω ὑμῖν.

Καὶ ποία ἦν ἀνάγκη ταῦτα λέγειν, φησί; Πολλὴ καὶ μεγάλη. Ἐπειδὴ γὰρ ἄρχοντα ἔμελλεν εἰσάγειν αὐτοῖς τὸν Σαοὺλ, ἐν τῇ καθ᾽ ἑαυτὸν ἀπολογίᾳ διδάξαι βουλόμενος ἐκεῖνον, πῶς προΐστασθαι δεῖ καὶ κήδεσθαι τῶν ἀρχομένων, αὐτοὺς τοὺς ὑπηκόους μάρτυρας αὐτοῦ τῆς φιλοσοφίας παράγει. Καὶ οὐ ποιεῖ τοῦτο ἐν τῷ καιρῷ τῆς ἀρχῆς, ἵνα μή τις εἴπῃ, ὅτι δεδοικότες αὐτὸν καὶ φοβούμενοι, τὰ μὴ ὄντα ἐμαρτύρησαν· ἀλλ᾽ ὅτε παρελύθη τὰ τῆς δημαγωγίας, καὶ εἰς ἕτερον μετέστη τὰ τῆς προστασίας, καὶ κίνδυνος οὐδεὶς ἦν τῷ κατηγοροῦντι λοιπὸν, τότε δικάζεται πρὸς αὐτούς. Καίτοι γε εἰ ἕτερός τις ἦν, ἐμνησικάκησεν ἂν τοῖς Ἰουδαίοις, καὶ οὐκ ἂν ἠθέλησε τὸν ἄρχοντα τὸν μετ᾽ αὐτὸν ἐπιεικῆ γενέσθαι καὶ μέτριον, οὐ διὰ μνησικακίαν δὲ μόνον, ἀλλ᾽ ἵνα καὶ αὐτὸς ἐπαινῆται μειζόνως.

θʹ. Καὶ γὰρ νόσημα τοῦτο δεινὸν τοῖς ἄρχουσιν ἔνεστι· τοὺς μετ᾽ αὐτοὺς ἐπὶ τὴν ἀρχὴν ἐρχομένους εὔχονται φαύλους εἶναι καὶ πονηρούς. Ἄν τε γὰρ γενναῖοι τύχωσιν ὄντες, λαμπροτέρους αὐτοὺς φανεῖσθαι νομίζουσι, τῶν διαδεξαμένων τὴν ἀρχὴν οὐκ ὄντων τοιούτων· ἄν τε σκαιοὶ καὶ διεφθαρμένοι, ἀπολογίαν τῆς οἰκείας ἔσεσθαι πονηρίας τοῦ μετὰ ταῦτα ἄρχοντος τὴν κακίαν. Ἀλλ᾽ οὐχ ὁ μακάριος οὗτος τοιοῦτος· ἀλλ᾽ ἠβούλετο καὶ ηὔχετο καὶ ἐπεθύμει πολλῷ βελτίονος αὐτοὺς ἀπολαῦσαι τῆς προστασίας· οὕτω φιλόστοργος ἦν, οὕτω φθόνου καθαρὸς, οὕτω κενοδοξίας ἀπηλλαγμένος.

Καίτοι γε ἓν μόνον ἐζήτει, τῶν ἀνθρώπων τὴν σωτηρίαν. Διὰ τοῦτο καὶ τὸν ἄρχοντα αὐτοῖς ἐν τῇ καθ᾽ ἑαυτὸν ἐῤῥύθμιζεν ἀπολογίᾳ. Ἐπειδὴ γὰρ τὸ μὲν καλέσαι τὸν βασιλέα καὶ εἰπεῖν, Ἐπιεικὴς ἔσο καὶ μέτριος καὶ ἀδωροδόκητος, καὶ μηδένα βιάζου, μηδὲ ἀδίκει, μηδὲ πλεονέκτει, φορτικὸν ἦν καὶ ἐπαχθὲς τῷ μέλλοντι ταῦτα ἀκούειν· τὸ δὲ σιγῆσαι πάλιν προδοσία τοῦ δήμου ἐγίνετο· ἐν ἀπολογίας προσχήματι ἀμφότερα ταῦτα κατώρθωσε, κἀκεῖνον ἐδίδαξεν ὁποῖον εἶναι χρὴ τὸν βασιλεύοντα, καὶ τὴν ἐκ τοῦ διδάσκειν ἐπάχθειαν ἔφυγε. Καὶ δοκεῖ μὲν ὑπὲρ τῶν καθ᾽ ἑαυτὸν ἀγωνίζεσθαι· παιδεύει δὲ ἐκεῖνον, πῶς καὶ τίνι τρόπῳ τῶν ἀρχομένων ἐπιμελεῖσθαι χρή. Σὺ δέ μοι σκόπει πῶς μετὰ ἀκριβείας ἁπάσης καθαρὸν ἑαυτὸν ἔδειξε λημμάτων. Οὐδὲ γὰρ εἶπε, Μὴ ἀγρούς τινος ὑμῶν ἔλαβον; μὴ χρυσίον; ἀλλ᾽ ὃ πάντων εὐτελέστερον ἦν, Μὴ ὑπόδημα; φησίν. Εἶτα καὶ ἑτέραν ἑαυτοῦ πολλὴν ἡμῖν ἐδήλωσεν ἀρετήν.

Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀρχόντων, ὅταν μὲν κλέπτωσιν, ἐπιεικεῖς εἰσι καὶ μέτριοι καὶ προσηνεῖς οὐκ οἴκοθεν, ἀλλὰ διὰ τὴν ἀνάγκην τοῦ συνειδότος, ἐκ τῶν κλεμμάτων περιῃρημένοι τὴν παῤῥησίαν· οἱ δὲ ἀδωροδόκητοι, φορτικοὶ καὶ ἐπαχθεῖς, οὐδὲ αὐτοὶ πάλιν οἴκοθεν, ἀλλ᾽ ὑπό τινος κενοδοξίας καὶ τοῦ καθαροὶ λημμάτων εἶναι· ἀμφότερα δὲ οὐκ ἄν τις ἴδοι ῥᾳδίως συνελθόντα εἰς ἕνα· δεῖξαι βουλόμενος ὁ ἅγιος οὗτος, ὅτι ἀμφοτέρων περιεγένετο, καὶ λημμάτων ἐκράτει καὶ ὀργῆς, εἰπὼν, Μὴ μόσχον τινὸς ὑμῶν εἴληφα; οὐκ ἐσίγησεν, ἀλλ᾽ ἐπήγαγεν, Ἢ κατεδυνάστευσά τινα ὑμῶν ἢ ἐξεπίεσα; τοῦτ᾽ ἔστιν, ἐξέθλιψα; Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐδεὶς ἂν ἔχοι τοῦτο εἰπεῖν, ὅτι οὐκ ἔλαβον μὲν, ἐπειδὴ δὲ οὐκ ἔλαβον, φορτικὸς ἐγενόμην καὶ ἐπαχθὴς καὶ ὠμὸς καὶ ἄγριος. Διὰ τοῦτο ἔλεγεν, Ἢ κατεδυνάστευσά τινα ὑμῶν; Τί οὖν ἐκεῖνοι; Οὔτε κατεδυνάστευσας ἡμᾶς, οὔτε ἐξεπίεσας, οὐδὲ εἴληφας ἐκ χειρὸς ἡμῶν οὐδέν. Καὶ ἵνα μάθῃς, ὅτι καὶ τὸν βασιλέα αὐτὸν παιδεύων ταῦτα ἔλεγεν, ἐπήγαγε· Μάρτυς Κύριος, καὶ μάρτυς ὁ χριστὸς αὐτοῦ· τοῦτο δὲ ἡμῖν αὐτὸ παραδηλῶν καὶ δεικνὺς, ὡς οὐκ ἦν ἡ μαρτυρία κεχαρισμένη, αὐτὸν ἐκάλεσε μάρτυρα τὸν τὰ ἀπόῤῥητα τῆς διανοίας εἰδότα, ὅπερ ἐστὶ καθαροῦ συνειδότος ἀπόδειξις.

Οὐδεὶς γὰρ, οὐδεὶς, εἰ μὴ σφόδρα ἦν μεμηνὼς καὶ ἐξεστηκὼς, τοῦ συνειδότος τοῦ ἑαυτοῦ καλέσειεν ἄν ποτε μάρτυρα τὸν Θεὸν, εἰ μὴ σφόδρα ἑαυτῷ θαῤῥοίη. Μαρτυρησάντων τοίνυν ἐκείνων ἐπὶ τοῖς εἰρημένοις αὐτῷ, καὶ ἑτέραν ἑαυτοῦ δείκνυσιν αὐτὸς ἀρετήν· καὶ τῶν παλαιῶν ἀναμνήσας ἁπάντων τῶν κατὰ τὴν Αἴγυπτον, καὶ τῆς τοῦ Θεοῦ προστασίας, καὶ τῶν μετ᾽ ἐκείνους πολέμων, ἀναμιμνήσκει τῆς μάχης τῆς ἐπ᾽ αὐτοῦ γενομένης καὶ τῆς νίκης τῆς παραδόξου· καὶ εἰπὼν πῶς πολλάκις διὰ τὰς οἰκείας ἁμαρτίας τοῖς πολεμίοις παραδοθέντων, ἐκάλεσεν αὐτὸς τὸν Θεὸν, καὶ ἀπήλλαξεν αὐτοὺς τῶν πολεμίων, συνάπτων τοῖς παλαιοῖς τὰ νέα, ἐπάγει καὶ λέγει· Ἐξαπέστειλε Κύριος τὸν Ἱεροβάαλ, τὸν Γεδεὼν, καὶ τὸν Βαρὰκ, καὶ τὸν Ἰεφθάε, καὶ τὸν Σαμουὴλ, καὶ ἐξείλετο ὑμᾶς κύκλωθεν ἐκ χειρὸς τῶν ἐχθρῶν ὑμῶν, καὶ κατοικεῖτε πεποιθότες.