Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀρχόντων, ὅταν μὲν κλέπτωσιν, ἐπιεικεῖς εἰσι καὶ μέτριοι καὶ προσηνεῖς οὐκ οἴκοθεν, ἀλλὰ διὰ τὴν ἀνάγκην τοῦ συνειδότος, ἐκ τῶν κλεμμάτων περιῃρημένοι τὴν παῤῥησίαν· οἱ δὲ ἀδωροδόκητοι, φορτικοὶ καὶ ἐπαχθεῖς, οὐδὲ αὐτοὶ πάλιν οἴκοθεν, ἀλλ᾽ ὑπό τινος κενοδοξίας καὶ τοῦ καθαροὶ λημμάτων εἶναι· ἀμφότερα δὲ οὐκ ἄν τις ἴδοι ῥᾳδίως συνελθόντα εἰς ἕνα· δεῖξαι βουλόμενος ὁ ἅγιος οὗτος, ὅτι ἀμφοτέρων περιεγένετο, καὶ λημμάτων ἐκράτει καὶ ὀργῆς, εἰπὼν, Μὴ μόσχον τινὸς ὑμῶν εἴληφα; οὐκ ἐσίγησεν, ἀλλ᾽ ἐπήγαγεν, Ἢ κατεδυνάστευσά τινα ὑμῶν ἢ ἐξεπίεσα; τοῦτ᾽ ἔστιν, ἐξέθλιψα; Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐδεὶς ἂν ἔχοι τοῦτο εἰπεῖν, ὅτι οὐκ ἔλαβον μὲν, ἐπειδὴ δὲ οὐκ ἔλαβον, φορτικὸς ἐγενόμην καὶ ἐπαχθὴς καὶ ὠμὸς καὶ ἄγριος. Διὰ τοῦτο ἔλεγεν, Ἢ κατεδυνάστευσά τινα ὑμῶν; Τί οὖν ἐκεῖνοι; Οὔτε κατεδυνάστευσας ἡμᾶς, οὔτε ἐξεπίεσας, οὐδὲ εἴληφας ἐκ χειρὸς ἡμῶν οὐδέν. Καὶ ἵνα μάθῃς, ὅτι καὶ τὸν βασιλέα αὐτὸν παιδεύων ταῦτα ἔλεγεν, ἐπήγαγε· Μάρτυς Κύριος, καὶ μάρτυς ὁ χριστὸς αὐτοῦ· τοῦτο δὲ ἡμῖν αὐτὸ παραδηλῶν καὶ δεικνὺς, ὡς οὐκ ἦν ἡ μαρτυρία κεχαρισμένη, αὐτὸν ἐκάλεσε μάρτυρα τὸν τὰ ἀπόῤῥητα τῆς διανοίας εἰδότα, ὅπερ ἐστὶ καθαροῦ συνειδότος ἀπόδειξις.