Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Πάτερ, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο»

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο και προτροπή σε πνευματική εγρήγορση

Εισαγωγή της ομιλίας, όπου ο ιερός πατέρας καταπραΰνει το ακροατήριο μετά από προηγούμενους ελέγχους και το προτρέπει στην προσεκτική παρακολούθηση της ερμηνείας των δογμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 6

ΕΙΣ ΤΟ Πάτερ, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ· καὶ κατὰ Μαρκιωνιστῶν καὶ Μανιχαίων· καὶ ὅτι οὐ χρὴ ἐπιπηδᾷν τοῖς κινδύνοις, ἀλλὰ παντὸς θελήματος προτιμᾷν τὸ τοῦ Θεοῦ θέλημα. αʹ. Βαθεῖαν τομὴν τοῖς ἁρπάζουσι καὶ πλεονεκτεῖν βουλομένοις πρώην ἐδώκαμεν· οὐχ ἵνα πλήξωμεν, ἀλλ᾽ ἵνα διορθωσώμεθα· οὐ τοὺς ἀνθρώπους μισοῦντες, ἀλλὰ τὴν πονηρίαν ἀποστρεφόμενοι. Ἐπεὶ καὶ ἰατρὸς τέμνει τὸ ἕλκος, οὐ τῷ νοσοῦντι σώματι πολεμῶν, ἀλλὰ τῇ νόσῳ καὶ τῷ τραύματι μαχόμενος.

Φέρε δὴ, σήμερον μικρὸν ἐνδῶμεν αὐτοῖς, ὥστε αὐτοὺς ἀπὸ τῆς ὀδύνης ἀναπνεῦσαι, καὶ μὴ συνεχῶς πληττομένους ἀποσκιρτῆσαι τῆς θεραπείας. Οὕτω καὶ ἰατροὶ ποιοῦσι· μετὰ τὰς τομὰς ἐμπλάστρους ἐπιτιθέασι καὶ φάρμακα, καὶ διαλιμπάνουσιν ἡμέρας, τὰ παραμυθούμενα τὴν ὀδύνην ἐπινοοῦντες. Τούτους δὴ καὶ ἡμεῖς μιμούμενοι σήμερον ἐπινοοῦντες, ὥστε καρπώσασθαι τὴν ἀπὸ τῆς ἡμετέρας διαλέξεως ὠφέλειαν, καὶ τὸν περὶ δογμάτων κινήσωμεν λόγον, εἰς τὰ ἀνεγνωσμένα τὸν λόγον ἀφιέντες. Καὶ γὰρ οἶμαι πολλοὺς διαπορεῖν, τίνος ἕνεκεν ταῦτα εἴρηται παρὰ τοῦ Χριστοῦ· εἰκὸς δὲ καὶ αἱρετικοὺς παρόντας ἐπιπηδῆσαι τοῖς εἰρημένοις, καὶ πολλοὺς τῶν ἀφελεστέρων ἀδελφῶν ἐντεῦθεν ὑποσκελίζειν.

Ἵν᾽ οὖν καὶ τὴν ἐκείνων ἔφοδον ἀποτειχίσωμεν, καὶ τοὺς διαποροῦντας θορύβου καὶ ταραχῆς ἀπαλλάξωμεν, μεταχειρίσαντες τὸ εἰρημένον, ἐνδιατρίψωμεν τῇ λέξει, καὶ πρὸς τὸ βάθος καταβῶμεν τῶν νοημάτων. Οὐδὲ γὰρ ἀρκεῖ ἡ ἀνάγνωσις, ἐὰν μὴ προσῇ καὶ ἡ γνῶσις. Ἐπεὶ καὶ ὁ εὐνοῦχος Κανδάκης ἀνεγίνωσκεν, ἀλλ᾽ ἕως ὅτε παρεγένετο ὁ διδάσκων αὐτὸν τί ποτε ἦν ὃ ἀνεγίνωσκεν, οὐδὲν ἐκαρποῦτο μέγα. Ἵν᾽ οὖν μὴ καὶ ὑμεῖς τὸ αὐτὸ πάθητε, προσέχετε τοῖς λεγομένοις, συντείνατε τὴν διάνοιαν, σχολάζουσάν μοι τὴν ψυχὴν παράσχετε, ὀξυδερκὲς ἔστω τὸ ὄμμα, συντεταμένη ἡ γνώμη· ἀπηλλαγμένη φροντίδων βιωτικῶν ἡ ψυχὴ, ἵνα μὴ καταβάλωμεν εἰς τὰς ἀκάνθας, μηδὲ εἰς τὰς πέτρας, μηδὲ παρὰ τὴν ὁδὸν τὰ λεγόμενα· ἀλλὰ βαθύγειον καὶ λιπαρὰν γεωργοῦντες ἄρουραν, κομῶντα τὸν ἄσταχυν ἀμήσωμεν.