Ὁρᾷς ὅτι οὐ προσεύχεται μόνον, ἀλλὰ καὶ παραινεῖ; Τὸ μὲν γὰρ πνεῦμα πρόθυμον, φησὶν, ἡ δὲ σὰρξ ἀσθενής. Τοῦτο δὲ ἔλεγε, τύφου τὴν ψυχὴν αὐτῶν κενῶν, καὶ ἀπονοίας ἀπαλλάττων, συνεσταλμένους ποιῶν, μετριάζειν παρασκευάζων. Ὃ τοίνυν ἠβούλετο αὐτοὺς διδάσκειν εὔχεσθαι, τοῦτο καὶ αὐτὸς ηὔξατο ἀνθρωπίνως, οὐ κατὰ τὴν θεότητα (ἀπαθὲς γὰρ τὸ Θεῖον), ἀλλὰ κατὰ τὴν ἀνθρωπότητα. Ηὔξατο δὲ παιδεύων ἡμᾶς εὔχεσθαι, καὶ ἀεὶ ζητεῖν τῶν δεινῶν τὴν ἀπαλλαγήν· εἰ δὲ μὴ ἐγχωροίη, στέργειν τὰ τῷ Θεῷ δοκοῦντα. Διὰ τοῦτο ἔλεγε· Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ· οὐκ ἐπειδὴ ἄλλο μὲν αὐτοῦ βούλημα, ἄλλο δὲ τοῦ Πατρός· ἀλλ᾽ ἵνα παιδεύσῃ τοὺς ἀνθρώπους, κἂν ἀγωνιῶσι, κἂν τρέμωσι, κἂν κίνδυνος ἐπίῃ, κἂν μὴ βούλωνται ἀποῤῥαγῆναι τῆς παρούσης ζωῆς, ὅμως τοῦ οἰκείου βουλήματος προτιμᾷν τὸ τοῦ Θεοῦ βούλημα· ὥσπερ οὖν καὶ Παῦλος παιδευθεὶς, ἀμφότερα ταῦτα διὰ τῶν ἔργων ἔδειξε· τούς τε γὰρ πειρασμοὺς ἠξίωσεν ἀποκινηθῆναι αὐτοῦ, οὕτω λέγων· Ὑπὲρ τούτου τρίτον τὸν Κύριον παρεκάλεσα· καὶ ἐπειδὴ οὐκ ἔδοξε τῷ Θεῷ, φησί· Δι᾽ ὃ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν διωγμοῖς. Τάχα δὲ ἀσαφὲς τὸ εἰρημένον· οὐκοῦν ποιῶ αὐτὸ σαφέστερον· Ἐκινδύνευσε πολλὰ ὁ Παῦλος, καὶ ηὔξατο μὴ κινδυνεύειν. Ἤκουσεν οὖν τοῦ Χριστοῦ λέγοντος, ὅτι Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.