Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Πάτερ, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο»

Ἰωάννης ὁ Χρυσόστομος

Τελική προτροπή και δοξολογία

Σύνοψη της διδασκαλίας περί υπομονής και καρτερίας στους πειρασμούς, η οποία καταλήγει στην καθιερωμένη δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 6

Ἐπεὶ οὖν εἶδε τοῦ Θεοῦ θέλημα ὂν, λοιπὸν τὸ ἑαυτοῦ θέλημα ὑποτάττει τῷ τοῦ Θεοῦ θελήματι. Ταῦτα τοίνυν ἀμφότερα ἀπὸ τῆς εὐχῆς ταύτης ἐπαίδευσε, μήτε ἐπιπηδᾷν τοῖς κινδύνοις. ἀλλὰ καὶ εὔχεσθαι μὴ ἐμπεσεῖν εἰς αὐτούς· εἰ δὲ ἐπέλθοιεν, φέρειν αὐτοὺς γενναίως, καὶ τοῦ οἰκείου θελήματος προτιμᾷν τὸ τοῦ Θεοῦ θέλημα. Ταῦτα οὖν εἰδότες, εὐχώμεθα μὲν μηδέποτε εἰσελθεῖν εἰς πειρασμόν· κἂν εἰσέλθωμεν, παρακαλῶμεν τὸν Θεὸν διδόναι ἡμῖν ὑπομονὴν καὶ ἀνδρείαν, καὶ τὸ αὐτοῦ θέλημα παντὸς θελήματος ἡμῶν προτιμῶμεν. Οὕτω γὰρ καὶ τὸν παρόντα βίον μετὰ ἀσφαλείας διανύσομεν, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτευξόμεθα· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.