Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Πάτερ, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο»

Ἰωάννης ὁ Χρυσόστομος

Ηθική διδασκαλία και υποταγή στο θείο θέλημα μέσω του παραδείγματος του Χριστού

Η πρακτική εφαρμογή των έργων του Χριστού ως υποδείγματος ταπεινοφροσύνης, αποφυγής των πειρασμών και απόλυτης υποταγής στο θέλημα του Θεού, με αναφορά και στον απόστολο Παύλο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 6

Εἰ γὰρ μηδὲν τούτων εἰρήκει, εἶχεν ἂν εἰπεῖν, ὅτι εἰ ἄνθρωπος ἦν, ἔδει αὐτὸν παθεῖν τὰ τοῦ ἀνθρώπου. Τίνα δέ ἐστι ταῦτα; Τὸ μέλλοντα σταυροῦσθαι, καὶ δειλιᾷν καὶ ἀγωνιᾷν, καὶ μὴ ἀπαθῶς ἀποῤῥήγνυσθαι τῆς παρούσης ζωῆς· τῇ φύσει γὰρ ἔγκειται τὸ φίλτρον τὸ περὶ τὰ παρόντα· διά τοι τοῦτο δεῖξαι βουλόμενος ἀληθῆ τῆς σαρκὸς τὴν περιβολὴν, καὶ τὴν οἰκονομίαν πιστώσασθαι, μετὰ πολλῆς τῆς ἀποδείξεως τὰ πάθη γυμνὰ προτίθησιν. Εἷς μὲν οὖν λόγος οὗτος· ἔστι δὲ καὶ ἕτερος τούτου οὐκ ἐλάττων. Τίς δὲ οὗτος; Παραγενόμενος ὁ Χριστὸς, πᾶσαν ἀρετὴν παιδεῦσαι τοὺς ἀνθρώπους ἐβούλετο· ὁ δὲ παιδεύων οὐ λόγῳ μόνον διδάσκει, ἀλλὰ καὶ ἔργῳ· αὕτη γὰρ ἡ ἀρίστη διδασκαλία ἐστὶ τοῦ διδάσκοντος. Ἐπεὶ καὶ κυβερνήτης παρακαθίζων τὸν μαθητὴν, δείκνυσι μὲν αὐτῷ πῶς κατέχει τοὺς οἴακας, προστίθησι δὲ καὶ λόγον τῷ ἔργῳ, καὶ οὔτε λέγει μόνον, οὔτε ἐργάζεται μόνον· ὁμοίως καὶ οἰκοδόμος παραστήσας τὸν μέλλοντα παρ᾽ αὐτοῦ μανθάνειν πῶς τοῖχος ὑφαίνεται, δείκνυσι μὲν αὐτῷ διὰ τοῦ ἔργου, δείκνυσι δὲ αὐτῷ καὶ διὰ τοῦ λόγου· ὡσαύτως καὶ ὑφάντης, καὶ ποικιλτὴς, καὶ χρυσοχόος, καὶ χαλκοτύπος, καὶ πᾶσα τέχνη διὰ λόγων τε καὶ ἔργων ἔχει τὸν διδάσκοντα.

Ἐπεὶ οὖν καὶ αὐτὸς παρεγένετο παιδεῦσαι ἡμᾶς πᾶσαν ἀρετὴν, διὰ τοῦτο καὶ λέγει τὰ πρακτέα, καὶ ποιεῖ. Ὁ γὰρ ποιήσας, φησὶ, καὶ διδάξας, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Σκόπει δέ· ἐκέλευσεν εἶναι ταπεινόφρονας καὶ πραεῖς, καὶ ἐδίδαξε διὰ τῶν ῥημάτων. Ὅρα πῶς αὐτὰ παιδεύει καὶ διὰ τῶν πραγμάτων. Εἰπὼν γὰρ, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, μακάριοι οἱ πραεῖς, δείκνυσι πῶς αὐτὰ δεῖ κατορθοῦν. Πῶς οὖν ἐδίδαξε;

Λαβὼν λέντιον διέζωσεν ἑαυτὸν, καὶ ἔνιψε τῶν μαθητῶν τοὺς πόδας. Τί ταύτης ἴσον τῆς ταπεινοφροσύνης; Οὐκ ἔτι γὰρ διὰ τῶν λόγων μόνον ταύτην παιδεύει, ἀλλὰ καὶ διὰ τῶν ἔργων. Πάλιν τὴν πραότητα καὶ τὴν ἀνεξικακίαν διδάσκει διὰ τῶν ἔργων.

Πῶς; Ἐῤῥαπίσθη παρὰ τοῦ δούλου τοῦ ἀρχιερέως, καί φησιν· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Ἐκέλευσεν εὔχεσθαι ὑπὲρ τῶν ἐχθρῶν· πάλιν καὶ τοῦτο διὰ τῶν ἔργων παιδεύει· ἀναβὰς γὰρ ἐν τῷ σταυρῷ λέγει· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι.

Ὥσπερ οὖν ἐκέλευσεν εὔχεσθαι, οὕτω καὶ αὐτὸς εὔχεται, σὲ παιδεύων εὔχεσθαι οὐκ αὐτὸς ἀτονῶν ἀφιέναι. Πάλιν ἐκέλευσεν εὖ ποιεῖν τοῖς μισοῦσιν ἡμᾶς, καὶ καλῶς ποιεῖν τοὺς ἐπηρεάζοντας· τοῦτο δὲ διὰ τῶν ἔργων ἐποίησε· τῶν γὰρ Ἰουδαίων τοὺς δαίμονας ἐξέβαλε, τῶν καλούντων αὐτὸν δαιμονῶντα, ἐλαύνοντας εὐηργέτει, ἐπιβουλεύοντας ἔτρεφε, σταυρῶσαι βουλομένους εἰς βασιλείαν ἐχειραγώγει. Ἔλεγε πάλιν τοῖς μαθηταῖς, Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, πρὸς ἀκτημοσύνην ἀλείφων· τοῦτο πάλιν διὰ τῶν ἔργων ἐπαίδευεν, οὕτω λέγων· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι. Καὶ οὐκ ἦν αὐτῷ τράπεζα, οὐκ οἰκία, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδέν· οὐκ ἐπειδὴ ἠπόρει, ἀλλ᾽ ἐπειδὴ ἐπαίδευε τοὺς ἀνθρώπους ταύτην ἐλθεῖν τὴν ὁδόν. Κατὰ δὴ τοῦτον τὸν τρόπον καὶ εὔχεσθαι αὐτοὺς ἐδίδασκεν. Ἔλεγον οὖν αὐτῷ· Δίδαξον ἡμᾶς εὔχεσθαι. Διὰ τοῦτο καὶ εὔχεται, ἵνα ἐκεῖνοι μάθωσιν εὔχεσθαι. Ἀλλ᾽ οὐκ εὔχεσθαι μόνον, ἀλλὰ καὶ πῶς δεῖ εὔχεσθαι μαθεῖν αὐτοὺς ἐχρῆν· διὰ δὴ τοῦτο καὶ εὐχὴν παρέδωκεν οὕτως ἔχουσαν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.

Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, τοῦτ᾽ ἔστιν, εἰς κίνδυνον, εἰς ἐπιβουλάς.

Ἐπεὶ οὖν ἐκέλευσεν εὔχεσθαι, Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, τοῦτο αὐτὸ διδάσκει αὐτοὺς δι᾽ αὐτοῦ τοῦ πράγματος λέγων, Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο, παιδεύων ἅπαντας τοὺς ἁγίους μὴ ἐπιπηδᾷν τοῖς κινδύνοις, μηδὲ ἐπιῤῥίπτειν ἑαυτοὺς, ἀλλ᾽ ἀναμένειν μὲν ἐπιόντας, καὶ ἀνδρείαν πᾶσαν ἐπιδείκνυσθαι· μὴ μὴν αὐτοὺς προπηδᾷν, μηδὲ πρώτους ὁμόσε τοῖς δεινοῖς ἰέναι. Τί δήποτε; Καὶ ταπεινοφροσύνην διδάσκων, καὶ τῶν τῆς κενοδοξίας ἐγκλημάτων ἀπαλλάττων.

Διά τοι τοῦτο καὶ ἐνταῦθα, ὅτε ταῦτα ἔλεγεν, Ἀπελθὼν, φησὶ, προσηύξατο· καὶ μετὰ τὸ προσεύξασθαι λέγει τοῖς μαθηταῖς οὕτως· Οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾽ ἐμοῦ; Γρηγορεῖτε καὶ προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν.

Ὁρᾷς ὅτι οὐ προσεύχεται μόνον, ἀλλὰ καὶ παραινεῖ; Τὸ μὲν γὰρ πνεῦμα πρόθυμον, φησὶν, ἡ δὲ σὰρξ ἀσθενής. Τοῦτο δὲ ἔλεγε, τύφου τὴν ψυχὴν αὐτῶν κενῶν, καὶ ἀπονοίας ἀπαλλάττων, συνεσταλμένους ποιῶν, μετριάζειν παρασκευάζων. Ὃ τοίνυν ἠβούλετο αὐτοὺς διδάσκειν εὔχεσθαι, τοῦτο καὶ αὐτὸς ηὔξατο ἀνθρωπίνως, οὐ κατὰ τὴν θεότητα (ἀπαθὲς γὰρ τὸ Θεῖον), ἀλλὰ κατὰ τὴν ἀνθρωπότητα. Ηὔξατο δὲ παιδεύων ἡμᾶς εὔχεσθαι, καὶ ἀεὶ ζητεῖν τῶν δεινῶν τὴν ἀπαλλαγήν· εἰ δὲ μὴ ἐγχωροίη, στέργειν τὰ τῷ Θεῷ δοκοῦντα. Διὰ τοῦτο ἔλεγε· Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ· οὐκ ἐπειδὴ ἄλλο μὲν αὐτοῦ βούλημα, ἄλλο δὲ τοῦ Πατρός· ἀλλ᾽ ἵνα παιδεύσῃ τοὺς ἀνθρώπους, κἂν ἀγωνιῶσι, κἂν τρέμωσι, κἂν κίνδυνος ἐπίῃ, κἂν μὴ βούλωνται ἀποῤῥαγῆναι τῆς παρούσης ζωῆς, ὅμως τοῦ οἰκείου βουλήματος προτιμᾷν τὸ τοῦ Θεοῦ βούλημα· ὥσπερ οὖν καὶ Παῦλος παιδευθεὶς, ἀμφότερα ταῦτα διὰ τῶν ἔργων ἔδειξε· τούς τε γὰρ πειρασμοὺς ἠξίωσεν ἀποκινηθῆναι αὐτοῦ, οὕτω λέγων· Ὑπὲρ τούτου τρίτον τὸν Κύριον παρεκάλεσα· καὶ ἐπειδὴ οὐκ ἔδοξε τῷ Θεῷ, φησί· Δι᾽ ὃ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν διωγμοῖς. Τάχα δὲ ἀσαφὲς τὸ εἰρημένον· οὐκοῦν ποιῶ αὐτὸ σαφέστερον· Ἐκινδύνευσε πολλὰ ὁ Παῦλος, καὶ ηὔξατο μὴ κινδυνεύειν. Ἤκουσεν οὖν τοῦ Χριστοῦ λέγοντος, ὅτι Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.