Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Πάτερ, εἰ δυνατόν ἐστι

Ἰωάννης ὁ Χρυσόστομος

Η ενσάρκωση και η προσευχή ως θείο δόλωμα κατά του διαβόλου

Ανάπτυξη της ορθόδοξης ερμηνείας μέσω της μεταφοράς του αλιέως, όπου το ανθρώπινο σώμα και τα λόγια του Χριστού λειτουργούν ως στρατηγικό μέσο για την εξαπάτηση και συντριβή του διαβόλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Πάτερ, εἰ δυνατόν ἐστι, τὸ ποτήριον τοῦτο παρελθέτω. Οὐχ ὡς σὺ νομίζεις, Ἄρειε, ἄρα δειλιᾷ ὁ Κύριος ἡμῶν, ἢ φοβούμενος τὸν θάνατον ταῦτα λέγει· πῶς γὰρ ἂν ἐφοβήθη ὁ ἐξουσίαν ἔχων θανεῖν καὶ μὴ θανεῖν; λέγει γάρ· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Εἰ μὲν γὰρ ἠναγκάζετο ὑπό τινος, καλῶς ἔλεγες αὐτὸν δειλιᾷν· νῦν δὲ αὐτὸς λέγει, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· τοῦτ᾽ ἔστιν. Οὐκ ἀναγκάζομαι ὑπό τινος, ἐπεὶ καὶ ἔλεγεν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν· ἀλλ᾽ ὥσπερ ἐμαυτὸν ἐκένωσα, μορφὴν δούλου λαβὼν, μηδενός με ἀναγκάζοντος, καὶ ἐμαυτοῦ τὸ σῶμα ᾠκοδόμησα. Ἡ γὰρ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον· τὸν αὐτὸν τρόπον δύναμαι καὶ λυθέν μου τὸ σῶμα θανάτῳ διὰ τῆς ζωῆς ἐγεῖραι. Ἐγὼ γάρ εἰμι ὁ λέγων, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ὥστε οὖν οὐ δειλιῶν, οὐδὲ φοβούμενος τὸν θάνατον ταῦτα λέγω, Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω, ἀλλ᾽ ἀποκρύφου μυστηρίου λόγον προβαλλόμενος. Τοῦτο τὸ ῥῆμα δέλεάρ ἐστι τῷ διαβόλῳ· δεῖ με αὐτὸν τούτοις τοῖς ῥήμασιν ἀγκιστρεῦσαι.

Εἶδέ με ὁ διάβολος πολλὰ σημεῖα πεποιηκότα, ὅτι νόσους ἁφῇ χειρὸς ἐθεράπευσα, ὅτι λεγεῶνας δαιμόνων ῥήματι ἐφυγάδευσα, ὅτι λεπρῶν χαλαζώματα δίκην πτύου τῷ λόγῳ ἀπέξεσα, ὅτι παραλελυμένα γόνατα φωνῇ ἔπηξα, ὅτι ἀνέμοις καὶ θαλάσσῃ ἐπετίμησα, καὶ πάντα μοι ὑπήκουσαν τρόμῳ· καὶ ἐξ αὐτῶν τῶν πραγμάτων θεωρήσας με εἶναι Υἱὸν Θεοῦ, ἐνόησεν ὅτι, Ἐὰν ἐγὼ σταυρωθῶ, ἐκεῖνος ἀπώλετο· ἐὰν ἐγὼ κατέλθω εἰς τὰ καταχθόνια, τοὺς μοχλοὺς αὐτοῦ τοὺς σιδηροῦς συντρίψω, καὶ τὰς πύλας αὐτοῦ τὰς χαλκᾶς συνθλάσω. Καὶ ταῦτα θεωρήσας, φοβούμενος φεύγει στῆσαι τὸ πολυτίμητόν μοι [τὸ] τρόπαιον τοῦ σταυροῦ.

Τί οὖν ἐγὼ ποιῶ; Ὡς σοφὸς ἁλιεὺς ὑποκρίνομαι δειλιᾷν, ὑποκρίνομαι φοβεῖσθαι τὸν θάνατον, καὶ λέγω· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω· ἵνα ἐκεῖνος ἐκ τῶν τοιούτων ταπεινῶν μου ῥημάτων νομίσας με ἄνθρωπον εἶναι δειλὸν, φεύγοντα τὸν θάνατον, σπεύσῃ ἐν μέσῃ τῇ γῇ στῆσαι τὸ ξυλοπαγὲς μυστήριον τοῦ σταυροῦ, ὡς νομίζει, κατ᾽ ἐμοῦ. Δεῖ με οὖν ὡς σοφὸν ἁλιέα τεχνάσασθαι κατ᾽ αὐτοῦ, δεῖ με πάντα ὑπομεῖναι ὑπὲρ τῆς πάντων ζωῆς. Εἰ γὰρ ἐκεῖνος ἐτεχνάσατο ἐξ ἀρχῆς κατὰ τῆς τοῦ Ἀδὰμ ἀπωλείας, πολλῷ μᾶλλον ἐγὼ τεχνάσομαι ὑπὲρ τῆς πάντων σωτηρίας.

Ῥήμασι δολεροῖς ἠπάτησε τὸν Ἀδὰμ, ῥήμασι θεϊκοῖς ἀπατηθήσεται ὁ δολερός. Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω ἀπ᾽ ἐμοῦ. Ἐὰν μὴ ὁ ἁλιεὺς, ὅτε χαλάσει τὸ ἄγκιστρον εἰς τὴν θάλασσαν, ποτὲ μὲν ἐνδῷ τῷ ἀγκίστρῳ, ποτὲ δὲ ὡς φεύγοντα δείξῃ τὸν σκώληκα, τῇ χειρὶ ὑφέλκων, οἱ ἰχθύες οὐκ ἐφάλλονται.

Περιέθηκα τῷ ἀγκίστρῳ μου τῆς θεότητος τὸν σκώληκα τοῦ σώματος· ἐχάλασα τὸ ἄγκιστρον κεκρυμμένον ἐν τῷ σκώληκι τοῦ σώματος εἰς τὸν βυθὸν τοῦ βίου τούτου· ἐὰν μὴ ὁ σκώληξ ὡς σκώληξ κινηθῇ, ὁ ὀφείλων ἀγκιστρευθῆναι οὐκ ἐπέρχεται τῷ ἀγκίστρῳ. Δεῖ με τοίνυν ὡς σκώληκα σχηματίσασθαι, καὶ λαλῆσαι· Ἐγὼ γάρ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος· ἵν᾽ ἐκεῖνος ἐπιδράμῃ καὶ ἅψηται τῷ ἀγκίστρῳ, καὶ ἑλκυσθῇ ὑπ᾽ ἐμοῦ, καὶ πληρωθῇ τὸ γεγραμμένον ἐν τῷ Ἰώβ· Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ. Γίνομαι ὡς ἄνθρωπος δειλιῶν, γίνομαι ὡς φεύγων τὸν θάνατον· εἴπω, Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· εἴπω, Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω. Ἀκούων ἐκεῖνος τούτων τῶν ῥημάτων, χαίρει καὶ εὐφραίνεται· σπεύδει γὰρ τὰ ἐναντία μου πράττειν. Ὅταν ἀκούσῃ, Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω, εὐφραίνεται· καὶ τί λέγει ἐν ἑαυτῷ; Καὶ οὗτος ἄνθρωπός ἐστι. Κατέπιον τὸν Ἀβραὰμ, τὸν Ἰσαὰκ, τὸν Ἰακὼβ, τοὺς πατριάρχας καὶ τοὺς προφήτας· καταπίω καὶ τοῦτον. Ἰδοὺ γὰρ, ὡς ἄνθρωπος, δειλιᾷ· ἄνθρωπός ἐστι· καταπίω αὐτόν. Καταπίῃ με ὡς ἄνθρωπον, καὶ εὑρήσει με ἐν τῇ κοιλίᾳ αὐτοῦ ὡς Θεὸν ἐργαζόμενον.

Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω. Καταπίῃ τὴν ζύμην τοῦ σώματος, καὶ εὑρήσει τὸν ἄνθρακα τὸν ἄσβεστον τῆς θεότητος, δεινῶς αὐτὸν ἔνδοθεν κατακαίοντα· Πῦρ γὰρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω. Λαλήσω ὡς ἀρνίον, οὐ θέλω βλέπειν αὐτὸν τὴν στίλβουσαν μάχαιραν τῆς θεότητος, ἵνα μὴ φύγῃ ὁ λύκος. Καταπίῃ με ὡς ἀρνίον, καὶ ὑπὸ τῆς ἔνδοθεν τῆς τριστόμου μαχαίρας κατακεντηθήσεται· Οὐκ ἦλθον γὰρ εἰρήνην βαλεῖν αὐτῷ, ἀλλὰ μάχαιραν.

Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω. Κρύπτω τὸν ποιμένα Θεὸν ἐν τῷ ἀρνίῳ τοῦ σώματος· οὐ θέλω φανερῶσαι τὸν ποιμένα Θεὸν, ἵνα μὴ φύγῃ ὁ λύκος· ἐὰν ἴδῃ τὸν ποιμένα, ἀφίσταται ὁ λύκος. Λαλήσω ὡς ἀρνίον. Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω. Λαλήσω ὡς ἀρνίον μὴ ἔχον ποιμένα· ἐγενόμην γὰρ ὡσεὶ ἄνθρωπος ἀβοήθητος. Καταπίῃ με ὡς ἀρνίον, καὶ ὑπὸ τοῦ ἔνδοθεν ποιμένος τῇ βακτηρίᾳ τοῦ σταυροῦ συνθλασθήσεται. Μασήσεται τὸν κόκκον τοῦ σινάπεως, καὶ εὑρήσει τὴν δριμύτητα τῆς θεότητος δεινῶς αὐτὸν βασανίζουσαν· μασήσεταί με ὡς ἄνθρωπον, καὶ εὑρήσει τὴν στεῤῥὰν πέτραν σφοδρῶς τοὺς ὀδόντας αὐτοῦ συγκλῶσαν· ἵνα μάθῃ μηκέτι ἀνθρώπους μασᾶσθαι· καὶ πληρωθήσεται τὸ γεγραμμένον, Ὁ δὲ Θεὸς συνθλάσει τοὺς ὀδόντας αὐτοῦ ἐν τῷ στόματι αὐτοῦ. Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω. Εἰ ᾔδει ὁποῖόν ἐστι τὸ ποτήριον τοῦτο, ὅπερ ἐγὼ εἰρωνείᾳ ἀπεύχομαι, ἐκεῖνος ἂν ηὔξατο παρελθεῖν· κατ᾽ ἐκείνου γάρ ἐστι κεντητήριον, τοῖς δὲ ἐμοῖς σωτήριον. Ὅταν με καταπίῃ, τότε αἰσθήσεται ὃν κατέπιεν· ὅταν ἴδῃ δι᾽ ἐμὲ ἥλιον ἀφανιζόμενον, ἡμέραν σκοτιζομένην, τότε καὶ αὐτὸς πικρανθήσεται· καὶ πληρωθήσεται τὸ γεγραμμένον· Ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι. Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω.

Μὴ οὖν σκανδαλιζέτω ὑμᾶς τὰ τοιαῦτα ῥήματα ἐν σοφίᾳ λεγόμενα· ἐκδέξασθε καὶ ὄψεσθε τὴν ἔκβασιν τῶν λόγων μου, καὶ τότε θαυμάσετε τὴν σοφίαν τῶν ῥημάτων μου. Νομίζει μωρόν μου τὸ τέχνασμα εἶναι· καὶ οὐκ οἶδεν ὅτι Τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστί· νομίζει ἐκ τῶν τοιούτων ἀσθενέστατόν με εἶναι, καὶ οὐκ οἶδεν ὅτι Τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν· οὐκ οἶδεν, ὅτι ἐγὼ μὲν πίνω τὸ ποτήριον, ἐκεῖνος δὲ μεθυσθήσεται καὶ σκοτισθήσεται, οἱ δὲ ἐμοὶ ἐξυπνισθήσονται καὶ ἐγερθήσονται. Νῦν χαίρει ἀκούων τῶν τοιούτων μου ῥημάτων, Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω· ὅταν μέντοι καταπίῃ με, ὅταν ἴδῃ πέτρας σχιζομένας, καὶ τὰ μνημεῖα καὶ τοὺς τάφους ἀναῤῥηγνυμένους, κἀκεῖνον αὐτὸν ῥαχιζόμενον, καὶ τοὺς νεκροὺς ἀναπηδῶντας καὶ εἰς οὐρανοὺς ἁλλομένους, τότε μετανοήσει καὶ πενθήσει ἐφ᾽ οἷς νῦν χαίρει.

Οὐκ οἶδεν ὅτι, ἣν ἱστᾷ παγίδα, ἑαυτῷ ἱστᾷ, καὶ αὐτὸς ἐμπεσεῖται, κατὰ τὸ γεγραμμένον· Λάκκον ὤρυξε, καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο· οὐκ οἶδεν ὅτι ὃν μέλλει ἱστᾷν σταυρὸν, ἐμοὶ μέν ἐστι παστὸς, ἐκείνῳ δὲ σταυρός· ἐμοὶ μέν ἐστι θάλαμος, ἐκείνῳ δὲ θάνατος. Ὢ ποτήριον, διαβόλου κεντητήριον, δαιμόνων φυγαδευτήριον, ἁμαρτιῶν λικμητήριον, ζωῆς ἐργαστήριον, ἁμαρτωλῶν ἱλαστήριον, ἀθανασίας ποτήριον! Πλὴν, οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ. Ἔγνω ὁ δύστηνος ὅτι, ὅσα εἶπον, ἐγένετο· ἤκουσέ μου λέγοντος· Εὐχαριστῶ σοι, Πάτερ, ὅτι ἤκουσάς μου· ἐγὼ δὲ ᾔδειν, ὅτι πάντοτέ μου ἀκούεις.