Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Πάτερ, εἰ δυνατόν ἐστι

Ἰωάννης ὁ Χρυσόστομος

Ανάλυση της θείας υπακοής και αγιογραφική τεκμηρίωση

Ερμηνεία της παραδόσεως στο θείο θέλημα μέσω του δεύτερου σκέλους της προσευχής και παλαιοδιαθηκική δικαιολόγηση του εμπαιγμού των δαιμόνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Νῦν δὲ ἐπειδὴ ηὐξάμην παρελθεῖν τὸ ποτήριον τοῦ θανάτου, ἵνα μὴ νομίσας διὰ τῆς εὐχῆς μου παρέρχεσθαι τὸ ποτήριον, χαῦνος γένηται περὶ τὸ πρᾶγμα τοῦ σταυροῦ, τῆς εὐχῆς μου τὴν ἔκβασιν ἀμφίβολον ποιῶ, καὶ λέγω, Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ. Τῷ Πατρί μου προσάπτω τοῦ θανάτου τὴν ἐξουσίαν· καίτοι αὐτὸς ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Κρύπτω τὸ θεϊκόν μου ἀξίωμα πετάλοις λογικοῖς· κρύπτω τὸ ἐξουσιαστικόν μου τῆς θεότητος λόγοις ἀνθρωπίνοις· λέγω, Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ. Οὐκ οἶδεν ὁ τυφλὸς, ὅτι τὸ ἐμὸν θέλημα καὶ τὸ τοῦ Πατρός μου ἕν ἐστι. Πάντα γὰρ ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι· καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ. Κρεμάσει τὸν κόκκον τοῦ σίτου, καὶ ὅταν καταπίῃ με, ὄψει αὐτὸν ὑπὸ τοῦ ἐντρίτου σχοινίου δεινῶς ἀπαγχόμενον.

Ἀλλ᾽ ἴσως ἐρεῖ τις τῶν ἀκουόντων· Καὶ ἆρά γε ὁ Χριστὸς ἐνέπαιξε τῷ διαβόλῳ; ἢ ἐξὸν ἦν ἐμπαίζειν αὐτῷ; Πρὸς ὃν ἐροῦμεν, ὅτι Ἀνάγνωθι τὰς Γραφὰς, καὶ εὑρήσεις αὐτὸν τὸν Πατέρα λέγοντα πρὸς Μωϋσέα· Ὁρᾷς πόσα ἐμπέπαιχα τοῖς Αἰγυπτίοις; Τοιγαροῦν καὶ ὁ Κύριος ἐνέπαιξε τῷ διαβόλῳ καὶ τοῖς δαίμοσιν.

Ἔδει γὰρ αὐτὸν ὡς ἀνόητον χλευασθῆναι τὸν μεγαλοῤῥημονοῦντα, καὶ λέγοντα· Ἐν τῇ ἰσχύι μου ποιήσω, καὶ ἐν τῇ συνέσει τῶν χειρῶν μου ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν οἰκουμένην ὅλην, ὡς νοσσιὰν καταλήψομαι, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐδεὶς ἔσται, ὃς ἀντείπῃ μοι. Ἔδει αὐτὸν τοίνυν ἐμπαιχθῆναι καὶ τοὺς δαίμονας, ἵνα ἀποδείξῃ τοὺς τὰ τοιαῦτα καυχωμένους καὶ παιδίων εἶναι ἀνοητοτέρους.