Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Πάτερ, εἰ δυνατόν ἐστι

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή και ρητορικές απορίες για την προσευχή στη Γεθσημανή

Παρουσίαση του ερμηνευτικού προβλήματος και των ερωτημάτων σχετικά με τη φαινομενική αγωνία, δειλία και άγνοια του Χριστού ενώπιον του θανάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 5

Εἰς τὸ, Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω ἀπ᾽ ἐμοῦ. Τῇ μεγάλῃ Παρασκευῇ. Οὐδὲν ἀπεοίκασιν οἱ τῆς Ἐκκλησίας διδάσκαλοι μητρὶ φιλοτέκνῳ, πάντα πόνον καὶ κάματον ὑπομενούσῃ διὰ τὴν τῶν φιλτάτων τέκνων ἀνατροφήν. Ὡς γὰρ ἐκείνη τὸν μασθὸν προΐσχουσα, τὴν τοῦ γάλακτος ἀκάματον τροφὴν τῷ φιλτάτῳ παρέχει, ὡσαύτως καὶ ὁ τῆς Ἐκκλησίας διδάσκαλος τὴν θηλὴν τῆς διανοίας προβαλλόμενος τοῖς παισὶ τῆς Ἐκκλησίας, πόθῳ ψυχῆς ὑφέλκειν τὸ γάλα τοῦ λόγου παρακαλεῖ. Καὶ ὥσπερ ἡ μήτηρ μετὰ τὴν ἐκ τοῦ γάλακτος ἀνατροφῆς διαγωγὴν, καὶ τὸν δύσθρυπτον ἄρτον διαλύει, καὶ τὰ λαχανικὰ βρώματα ἀρτύμασι νοστήσασα, καὶ πυρὶ περιλειώσασα, ὑπηρέτις τῆς ζωῆς τῶν οἰκείων τέκνων γίνεται· τὸν αὐτὸν τρόπον καὶ ὁ διδάσκαλος μετὰ τὴν κατήχησιν τῶν θείων λογίων, καὶ οἱονεὶ μετὰ τὴν γαλακτοτροφίαν, καὶ τὸν δυσερμήνευτον ἄρτον τοῦ λόγου τῇ μαχαίρᾳ τοῦ πνεύματος διαλύσας, καὶ τῶν ποικίλων καὶ διαφόρων ἑρμηνειῶν καὶ θεωριῶν Γραφικῶν εἰς μίαν κρᾶσιν διδασκαλίας συναγαγὼν, νόστιμον τὸν λόγον τοῖς ὑπ᾽ αὐτοῦ τρεφομένοις παισὶ μεταδίδωσι. Διὸ δὴ καὶ ἡμεῖς, ἀγαπητοὶ, ἐν ταῖς προλαβούσαις ἡμέραις τοῖς εὐθυλύτοις λόγοις ὑμᾶς γαλακτοτροφήσαντες, νῦν πρὸς διδαγμάτων θεωρίαν ἄγωμεν, τοῦ ἁγίου Πνεύματος νόστιμον ὑμῖν τὸν λόγον τῆς διδασκαλίας ἀρτύοντος.

Ἔστι δὲ ἡμῖν προκείμενος ἐπὶ τῆς τῶν Γραφῶν τραπέζης, ὁ ἄρτος τοῦ λόγου τοιοῦτος· Διὰ τί ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὑπὲρ τῆς πάντων ζωῆς ἐληλυθὼς ἀναδέξασθαι τὸ παθεῖν καὶ θανεῖν, ἐλθὼν ἐπὶ τὸν ἀοίδιμον σταυρὸν λέγει· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω ἀπ᾽ ἐμοῦ. Πολλοὶ γὰρ μὴ νοήσαντες τὸν σκοπὸν τῆς σοφίας, καὶ τὸν κεκρυμμένον θησαυρὸν ἐν τῷ ῥήματι, μὴ προσεσχηκότες, δειλίας αὐτοῦ καταγγέλλουσιν. Ἀλλὰ δεῦρο καὶ ἡμεῖς, ἀγαπητοὶ, τέως πρὸς αὐτὸν, ὥσπερ νήπιοι διαλεχθῶμεν, ἵνα τὰ ὑπ᾽ ἐκείνου ἡμῖν νοήματα ὡς νηπίοις διαπορθμεύσωμεν.

Εἴπωμεν τοίνυν πρὸς αὐτὸν, οὐχ ὥσπερ τέλειοι, ἀλλ᾽ ὡς νήπιοι· Τίνος ἕνεκεν, Κύριε, ἐλθὼν τοῦ παθεῖν ὑπὲρ ἡμῶν, ἐλθὼν τοῦ σταυρωθῆναι, δειλιᾷς καὶ εὔχῃ λέγων· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω ἀπ᾽ ἐμοῦ; Εἰ ἑαυτὸν ἐκένωσας μορφὴν δούλου λαβὼν, μηδενός σε ἀναγκάσαντος, τί νῦν ἄλλον ἀξιοῖς καὶ λέγεις· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω; Καὶ μὴν συνείχου καὶ ἔσπευδες τοῦ πιεῖν τὸ ποτήριον τοῦτο. Ἔλεγες γὰρ, Βάπτισμα ἔχω βαπτισθῆναι· καὶ πῶς συνέχομαι, ἕως οὗ πίω αὐτό; καὶ ὁ συνεχόμενος καὶ σπεύδων τοῦ πιεῖν αὐτὸ, παραιτεῖς καὶ λέγεις· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω. Μὴ γὰρ ἠγνόεις, ὅτι ἤμελλες ὑπὲρ ἡμῶν θάνατον ὑπομένειν; Καὶ μὴν σὺ ἔλεγες, ὅτι· Δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Τί οὖν ἐλθὼν ἐγγὺς τοῦ σταυροῦ παραιτῇ καὶ λέγεις· Εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω; Καὶ εἰ τοῦτο ἐβούλου, τί τῷ σῷ μαθητῇ Πέτρῳ κωλύοντί σε ἐπετίμησας; ἔλεγες γὰρ, Δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου σταυρωθῆναι καὶ ταφῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.

Ἔλεγε δὲ καὶ Πέτρος· Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο· πρὸς ὃν ἀγανακτήσας ἔφης, Ὕπαγε ὀπίσω μου, σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. Εἰ οὖν ἐκείνῳ ἐπετίμησας τότε, ὡς ἀνθρώπινα φθεγγομένῳ, τί νῦν ἐπιζητεῖς ὃ τότε ἐκεῖνος ἐκώλυε, καὶ λέγεις· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω;

Σὲ κτιστὴν τῶν ὁρωμένων καὶ μὴ ὁρωμένων μανθάνομεν εἶναι· καὶ γὰρ νόσους ἁφῇ χειρὸς ἐθεράπευσας, καὶ νεκρῶν λελυμένα σώματα διὰ ῥήματος ἔπηξας, καὶ πηγὰς αἱμάτων κρασπέδοις ἱματίων ἐξήρανας, ἐκ πέντε ἄρτων πεντακισχιλίους ἄνδρας εἰς κόρον διέθρεψας, ἀνέμοις καὶ θαλάσσῃ ἐπετίμησας, καὶ πάντα σοι ὑπήκουσαν τρόμῳ· καὶ ὁ τοσούτων θαυμάτων δημιουργὸς, καὶ θανάτων λυτήριος νῦν θάνατον φοβῇ, καὶ λέγεις· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω; Καὶ εἰ σὺ θάνατον φοβῇ, ἐν τίνι λοιπὸν ἕξομεν τῆς ζωῆς τὰς ἐλπίδας; καὶ εἰ φοβῇ θάνατον, πῶς λέγεις, Ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀνάστασις; ζωὴ γὰρ καὶ ἀνάστασις θάνατον οὐδέποτε φοβεῖται.

Τί δέ ἐστι καὶ ὃ λέγεις· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω; Ἆρα ἀγνοεῖς, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, ἀγνοεῖς πότερον δυνατόν ἐστιν, ἢ ἀδύνατον παρελθεῖν τὸ ποτήριον; Καὶ πῶς ἔλεγες· Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός; καὶ τὸν μὲν Πατέρα ἐπιγινώσκεις, οὗ μεῖζον οὐδέν ἐστι, τὸ δὲ ποτήριον, εἰ δυνατόν ἐστι παρελθεῖν, οὐ γινώσκεις; Πῶς δὲ καὶ ὁ Παῦλός φησιν, ὅτι· Οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ; καὶ πάλιν, Ζωὴ γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Εἰ οὖν οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πῶς σὺ νῦν, ὡς ἀγνοῶν, λέγεις, Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω ἀπ᾽ ἐμοῦ, ἐὰν μή τι ᾖ ἀποκεκρυμμένον μυστήριον ἐν τῷ λόγῳ; Οὐ πρέπει σοι, Κύριε, ὁ λόγος οὗτος· Θεὸς γὰρ εἶ, Θεοῦ Υἱὸς, Λόγος, σοφία, δύναμις, φῶς, ἥλιος δικαιοσύνης, πηγὴ ἀθάνατος, ζωὴ αἰώνιος, ἀνάστασις ἡμῶν τῶν τῇ ἁμαρτίᾳ τεθανατωμένων. Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω. Ὢ πῶς δυσέφικτός ἐστιν ὁ λόγος καὶ δυσθεώρητος καὶ δυσδιάκριτος; ὢ πῶς στενός ἐστι καὶ τεθλιμμένος παρὰ πολλοῖς ἀνθρώποις;