Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ πάθος τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Κοσμικά σημεία, ταφή και Ανάσταση

Αναφορά στην αντίδραση της κτίσης έναντι του πάθους, στο παράδοξο της ταφής του Κυρίου και στην ένδοξη Ανάστασή του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 2

Τὸ ἔδαφος ἔτρεμε καὶ σὺ ῥαπίζων ἐγέλας, ἐξίστατο τὰ στοιχεῖα καὶ σὺ τὴν ὕβριν ἐπόμπευες· προφήτευσον ἡμῖν Ἰησοῦ τίς ἐστιν ὁ παίσας σε. Τρέμει καὶ αὐτὸς ὁ λόγος διηγούμενος τὸ πάθος, ἀλλ᾽ ὅμως καὶ τρέμων οὐ σιωπᾷ τὸ γενόμενον, ἵν᾽ ἀποβλέποντες οὐκ ἐφοβήθησαν καὶ ἀκούοντες οὐκ ἐντραπῶσι. Τί οὖν ἐπὶ τούτοις ἐγένετο; ὁ ἥλιος ἐμαραίνετο τὸν δημιουργὸν ὁρῶν θανατούμενον. Ὁ δεσπότης θέλων ἀπέθνησκε καὶ ζῆν τὸ φῶς οὐκ ἐβούλετο, ἀλλὰ τὸ ποίημα τῷ ποιητῇ συναπέθνησκεν. Σὺ δὲ οὐδὲ τούτων συμβάντων πρὸς μετάνοιαν ἔδραμες. Ξένον καὶ παράδοξον πρᾶγμα· ἄνω τὸν ἥλιον ἐφυγάδευσε καὶ κάτω συνεκλείετο τάφῳ καὶ λίθος ἐπετίθετο τῇ πέτρᾳ καὶ τὴν ζωὴν ὁ θάνατος ἐκράτει καὶ νὺξ τὸν ἀληθινὸν ἔκρυπτεν ἑωσφόρον καὶ στρατιῶται τὸν βασιλέα τῶν οὐρανῶν ὡς δραπέτην ἐτήρουν καὶ τὴν σφραγῖδα τῆς πίστεως ἐφύλαττον σφραγῖδες Ἰουδαίων. Ἀλλ᾽ ἦν ἰδεῖν τότε ἔκπληκτον καὶ παράδοξον θέαν. Ὁ γὰρ τάφος τὸν Ἰησοῦν μετὰ σφραγῖδος δεξάμενος τὰς μὲν σφραγῖδας ἐφύλαξε, τὴν δὲ παρακαταθήκην οὐκ ἔσωσεν, ἵνα πληρωθῇ τὸ γεγραμμένον· ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου· καὶ οὐ θαυμαστὸν εἰ τρεῖς ἡμέρας ὁ τάφος τὸν Ἰησοῦν οὐκ ἐκράτησεν οὗπερ ἡ φωνὴ τετραήμερον τὸν Λάζαρον ἤγειρεν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν».