Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν»

Ἰωάννης ὁ Χρυσόστομος

Η εσωτερική καθαρότητα και το παράδειγμα της ελεημοσύνης

Σύγκριση του σωματικού καλλωπισμού με την καθαρότητα της ψυχής, η αξία της ελεημοσύνης μέσα από το παράδειγμα της χήρας, και κατακλείδα του έργου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Τουτέστιν, Ὑμεῖς νῦν τὸ σῶμα καλλωπίζετε, τὰς δὲ ψυχὰς κακίζετε. Πῶς δὲ καὶ τέρψει χρυσοῦν ἐὰν ᾖ τὸ ποτήριον, ὅταν ἔνδοθεν ἔχῃ θανατηφόρον πότον; Οὐχὶ τοιαῦται αἱ πόρναι; τὰς ὄψεις ἑαυτῶν τοῖς χρώμασιν ἀνθίζουσαι, τὰς ψυχὰς ἀφανίζουσιν. Ἢ γὰρ οὐχὶ τὰς ὄψεις ἑαυτῶν τῷ φοίνικι ἐρυθραίνουσαι, εἴδωλον τῆς μελλούσης αὐτὰς διαδέχεσθαι φλογὸς οἰκείοις δακτύλοις ἐργάζονται, δέον αὐτὰς τῷ αἵματι Ἰησοῦ τὰς καρδίας ῥαντίζειν, καὶ τῷ πνεύματι τὰς ψυχὰς ἐκλευκαίνειν, ἵνα τὸ ἄνθος τῆς ψυχῆς ἀστράπτον, καθάπερ ῥόδον ἐν κρίνῳ μεμιγμένον ὑπάρχῃ; Νῦν δὲ τὰς ὄψεις αὐτῶν ἐκσπογγίζουσιν, ἵνα τὰς τῶν νέων καρδίας εἰς μανίαν ἑλκύσωσι. Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος πλύνετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας. Ὁ Ἰωάννης ἔλεγε· Διὰ τί τὸ μὲν σῶμα ὕδατι λούετε, τὰ δὲ πταίσματα τῷ πνεύματι οὐ λούετε; Τολμῶ γὰρ εἰπεῖν, ἀγαπητὲ, οὐδὲν ὠφεληθήσεται ἄνθρωπος, κἂν τὸ σῶμα πλύνῃ καὶ τὸ πνεῦμα, ἐὰν μὴ ἔχῃ συνεργὸν καὶ σύνδρομον τὴν ἐλεημοσύνην. Ὥσπερ δὲ ποτήριον ἔξωθεν καὶ ἔνδοθεν πλυθὲν, μὴ ἔχον δὲ ποτὸν οὐκ ἂν ἰάσηται τοῦ διψῶντος τὴν ἐπιθυμίαν, ὁμοίως δὲ καὶ πινάκιον πλυθὲν ἔσωθεν καὶ ἔξωθεν οὐ θρέψει τὸν πεινῶντα, ἐὰν μὴ ἔχῃ ἔνδοθεν βρώματα· οὕτω καὶ ἄνθρωπος, κἂν ἔσωθεν ᾖ πεπλυμμένος καὶ ἔξωθεν, οὐ θρέψει τὸν Κύριον, ἐὰν μὴ θρέψῃ τὸν σύνδουλον.

Διὸ ἐπιφέρει ὁ Κύριος καὶ λέγει· Πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ ἰδοὺ τὰ πάντα καθαρὰ ὑμῖν ἔσται. Πλὴν τὰ ἐνόντα, λέγει. Οὐ γὰρ τοσοῦτον τῇ τῶν πολυχρύσων προσκομιδῇ τέρπεται, ὅσον τῇ τῶν ἀδόλων ἀνυποκρίτῳ προσφορᾷ. Μὴ βοήσῃς οὖν ὁ πένης, ὅτι οὐκ ἔχεις χρυσοῦ καὶ ἀργύρου τόσας· ῥῖψον εἰς τὸ γαζοφυλάκιον ὃ ἔχεις· καὶ δύο λεπτὰ δικαιοῖ· μνήσθητι τῆς χήρας ἐκείνης, ὅτι ἐδικαιώθη ὑπὲρ τοὺς πολυχρύσους. Ὁ Θεὸς οὐ χρήματα οἶδε σταθμίζειν, ἀλλὰ συνείδησιν δοκιμάζει.

Ἐλεημοσύνη σπίλους μοιχῶν ἀποσμήχει, καὶ μισθοὺς ἀγαθοὺς θησαυρίζει· ἐλεημοσύνη τὰς ψυχὰς ἐκλευκαίνει, καὶ τὰς τρυφερὰς ἐξυφαίνει. Ὢ ἐλεημοσύνη ψυχῶν ζωτικὴ, χορηγία ψυχῆς, καλὴ στρατηγία. Ῥίψατε χρυσὸν, καὶ λάβετε Χριστόν· δότε ἀργύριον, καὶ λάβετε τὸ Πνεῦμα τὸ ἅγιον· σκορπίσατε χαλκὸν, καὶ συνεξελεύσεται αὐτῷ ὁ ἰὸς τῆς ἁμαρτίας· δροσίσατε τὸν ἔλεον, καὶ σβέσατε τὴν κάμινον· καὶ δότε ἱμάτια, ἵνα λάβητε ἰάματα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.