Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥητόν· Ἄνθρωπός τις κατέβαινεν

Ἰωάννης ὁ Χρυσόστομος

Αλληγορική ερμηνεία των ληστών, των τραυμάτων και της ανεπάρκειας του Νόμου

Ερμηνεία των ληστών ως δαιμόνων, των τραυμάτων ως βιωτικών οδυνών και ταύτιση του Ιερέα και του Λευίτη με τον Μωσαϊκό Νόμο και τους Προφήτες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Καὶ ἐλθὼν λῃσταῖς περιέπεσε· τουτέστι, τοῖς πονηροῖς δαίμοσι τοῖς φονικωτάτοις· οἳ καὶ ἐκδύσαντες αὐτὸν τὸ ἔνδυμα τῆς ἀθανασίας, ὃ πρὸ τῆς ἁμαρτίας ἐφόρει, ἐνέδυσαν αὐτὸν φύλλα συκῆς. Διὰ τί φύλλα συκῆς; Ὅτι τραχέα εἰσὶ καὶ πικρά. Ἐπειδὴ δὲ μετὰ τὴν ἁμαρτίαν τραχύτης προσεγένετο αὐτῷ πραγμάτων καὶ πικρία πολλὴ, διὰ τοῦτο ἐνεδύσατο φύλλα συκῆς. Καὶ πληγὰς ἐπιθέντες, τουτέστι, τὰς βιωτικὰς ὀδύνας. Τὸ, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, καὶ, Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι ἡ γῆ, καὶ, Ἐν λύπαις τέξῃ τέκνα· αὗται αἱ πληγαὶ τῆς ψυχῆς. Καὶ ἀπῆλθον ἀφέντες αὐτὸν ἡμιθανῆ τυγχάνοντα. Οὔτε γὰρ ἐν ζῶσιν ἦν παραβὰς τὴν ἐντολὴν τοῦ Θεοῦ ὁ Ἀδὰμ, οὐδὲ τελείως ἐνεκρώθη, τῷ μὴ τελείως ἀρνήσασθαι τὸν Θεόν. Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ. Καὶ οὐκ εἶπε, Κατὰ συντυχίαν, ἀλλὰ, Κατὰ συγκυρίαν· Κατὰ συντυχίαν γάρ ἐστιν, ἀπροόπτως καὶ ἀπροσδοκήτως, ὅταν ἐξ αὐτομάτου τις παραγένηται· κατὰ συγκυρίαν δέ ἐστιν, ὅταν τις κατὰ πρόνοιαν Θεοῦ τι ποιήσῃ. Ἐνταῦθα οὖν κατὰ πρόνοιαν Θεοῦ κατέβαινεν ὁ ἱερεὺς ἐν τῇ ὁδῷ ἐκείνῃ, Καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν.

Ὁμοίως δὲ καὶ Λευίτης. Τίς ὁ ἱερεὺς, καὶ τίς ὁ Λευίτης; Ἱερεὺς μὲν ἔστιν ὁ Μωσαϊκὸς νόμος, Λευίτης δὲ ὁ προφητικὸς λόγος. Οὗτοι μὲν οὖν κατὰ πρόνοιαν μὲν Θεοῦ ἦλθον ἐπὶ τῇ θεραπείᾳ τοῦ τετραυματισμένου ὑπὸ τῶν λῃστῶν· μὴ δυνηθέντες δὲ θεραπεῦσαι αὐτὸν, ἀντιπαρῆλθον.