Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥητόν· Κύριε, οὐκ ἐν ἀνθρώπῳ ἡ ὁδὸς αὐτοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Το ιστορικό πλαίσιο του προφητικού ρητού

Εξετάζεται το ιστορικό υπόβαθρο της προφητείας, αποδεικνύοντας ότι το χωρίο αποτελεί ικεσία του Ιερεμία υπέρ της Ιερουσαλήμ κατά την επιδρομή του Ναβουχοδονόσορα ως συνέπεια των αμαρτιών των Ιουδαίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Ὁ μὲν οὖν εἰρηκὼς Ἱερεμίας ἐστὶν ὁ προφήτης, οὐ μὴν ὑπὲρ ἑαυτοῦ, ἀλλ᾽ ὑπὲρ ἑτέρων τὴν ἱκετηρίαν ποιούμενος, ὑπὲρ Ἰουδαίων τῶν ἀγνωμόνων, τῶν ἀναισθήτων, τῶν ἀδιορθώτως ἐχόντων, τῶν ὀφειλόντων κολασθῆναι καὶ τὴν ἐσχάτην ὑπομεῖναι τιμωρίαν, περὶ ὧν φησιν αὐτῷ ὁ Θεός· Μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, ὅτι οὐκ εἰσακούσομαί σου· καί τινες μέν φασι τοῦτο περὶ τοῦ Ναβουχοδονόσορ λέγεσθαι· ἐπειδὴ γὰρ ἔμελλεν ἐπιστρατεύειν αὐτοῖς ὁ βάρβαρος, καὶ τὴν πόλιν ἀφανίζειν, καὶ λαβὼν αἰχμαλώτους ἀπιέναι, βουλόμενος πεῖσαι πάντας, ὅτι οὐ παρὰ τὴν οἰκείαν ἰσχὺν καὶ δύναμιν τῆς πόλεως περιγίνεται, ἀλλὰ παρὰ τὰ τούτων ἁμαρτήματα, τοῦ Θεοῦ στρατηγοῦντος τὸν πόλεμον, καὶ χειραγωγοῦντος αὐτὸν ἐπὶ τὴν οἰκείαν πόλιν, φησίν· Οἶδα, Κύριε, ὅτι οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ, οὐδὲ ἄνθρωπος πορεύσεται, καὶ κατορθώσει τὴν πορείαν αὐτοῦ.

Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἡ ὁδὸς αὕτη, φησὶν, ἣν ὁ βάρβαρος βαδίζει νῦν ἐπιστρατεύων ἡμῖν, οὐχὶ παρ᾽ ἑαυτοῦ ἐστιν, οὐδὲ ἐκεῖνος κατώρθωσε τὸν πόλεμον τοῦτον καὶ τὴν νίκην, ἀλλ᾽ εἰ μὴ σὺ παρέδωκας ἡμᾶς ταῖς ἐκείνου χερσὶν, οὐκ ἂν ἐκράτησεν, οὐδὲ περιεγένετο.

Διὰ τοῦτο, φησὶ, δέομαι καὶ ἀντιβολῶ, ἐπειδὴ τοῦτο ἔδοξε, μετὰ μέτρου γενέσθαι τὴν τιμωρίαν. Παίδευσον ἡμᾶς, πλὴν ἐν κρίματι, καὶ μὴ ἐν θυμῷ. Ἀλλ᾽ ἐπειδή τινες πρὸς τοῦτο ἀντιλέγουσι, καὶ οὐχὶ περὶ τοῦ βαρβάρου φασὶν εἰρῆσθαι, ἀλλὰ περὶ τῆς κοινῆς φύσεως τῶν ἀνθρώπων, ἀνάγκη καὶ πρὸς τούτους ἀπομαχήσασθαι. Τί οὖν ἐστι πρὸς τούτους εἰπεῖν; ὅτι ὑπὲρ ἀνθρώπων ἡμαρτηκότων ἠξίου, ὑπὲρ ὧν ἐκωλύθη πολλάκις ἀξιοῦν· διὰ τοῦτο τὴν πόλιν παρασκευάζει θρηνῆσαι πρῶτον· ἐπειδὴ γὰρ συνεχῶς ἔλεγε, Μὴ ἀξίου ὑπὲρ αὐτῶν, τὴν δεομένην αὐτὴν τῆς φιλανθρωπίας καθίησι πρώτην, ἵνα ἐκεῖθεν ἀφορμήν τινα καὶ πρόφασιν εὔλογον λάβῃ τῆς πρὸς τὸν Θεὸν ὑπὲρ αὐτῶν ἱκετηρίας, καὶ πρὸς αὐτὴν ἀποτείνει τὸν λόγον, καί φησιν· Οὐαὶ τῷ συντρίμματί σου· ἀλγηρὰ ἡ πληγή σου. Εἶτα ἐκείνη φησίν· Ὄντως τοῦτό μου τὸ τραῦμά ἐστιν; ἡ σκηνή μου ὤλετο, αἱ δέῤῥεις μου διεσπάσθησαν, οἱ υἱοί μου καὶ τὰ πρόβατά μου ἐξῆλθεν ἀπ᾽ ἐμοῦ, καὶ οὐκ εἰσίν. Οἱ ποιμένες μου ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν. Φωνὴ ἀκοῆς ἔρχεται καὶ σεισμοῦ μεγάλου ἀπὸ βοῤῥᾶ, τοῦ τάξαι τὰς πόλεις Ἰούδα εἰς ἀφανισμὸν καὶ κοίτην στρουθῶν. Εἶτα ἐπειδὴ ἐτραγῴδησε τὴν οἰκείαν συμφορὰν ἐκείνη, φησί, Κύριε, οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ. Τί οὖν;