Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥητόν· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως

Ἰωάννης ὁ Χρυσόστομος

Ο πνευματικός αγώνας της νηστείας και οι σωτηριολογικές ιδιότητες του σινάπεως

Η σύνδεση της ευαγγελικής διδασκαλίας με την περίοδο της νηστείας και η αλληγορική ανάλυση των φυσικών ιδιοτήτων του σινάπεως στο πρόσωπο του Σωτήρος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ἁρμοζόντως ὑμῖν, ἀγαπητοὶ, ἀνεγνώσθη τὸ Εὐαγγέλιον. Κόκκος σινάπεως, καὶ ζύμη· ἡ ζύμη εἰς ἄρτους μεταλλεύεται, ὁ κόκκος εἰς λάχανα· ἄρτοι δὲ καὶ λάχανα ἐφόδια νηστειῶν, ἐφ᾽ ἃς ὁ Ἰησοῦς ὁ Κύριος ἡμᾶς ὁδηγήσειεν ἀμέμπτως, τὸν τῆς νηστείας δρόμον ἐκπληροῦντας.

Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως. Οὐκ ἄλλως πως δυνησόμεθα νοῆσαι τὴν δύναμιν τῆς παραβολῆς, ἐὰν μὴ πρῶτον τὴν οὐσίαν, τὴν χρόαν καὶ τὸ μέγεθος κατανοήσωμεν. Ἔστι γὰρ τὸ σίναπι μεγέθει μὲν μικρὸν, σπαρὲν δὲ καὶ φυόμενον ὑπερβάλλει πᾶσαν λαχάνων αὔξησιν, καὶ τῷ ὕψει ὑπερφέρον, καὶ τῷ πλήθει τῶν κλάδων ὑπερνικᾷ τὰ ἄλλα, καὶ τῇ τῶν φύλλων πολυπληθίᾳ· ἔστι γὰρ σκιᾶς ἐργαστικὸν, ὡς καὶ ὄρνεα ἐφιπτάμενα δύνασθαι ἐφιζάνειν ἐπ᾽ αὐτὸ, καὶ ἀναπαύεσθαι. Ἔστι δὲ καὶ τῇ γεύσει πάνυ καλὸν, καὶ τῇ ποιότητι θερμαντικὸν, καὶ τῶν ἔνδον ἰατικόν.

Τοῦ δὲ ἄλλου μὲν οὐδενὸς πετεινοῦ βρῶμα γίνεται, μόνον δὲ ἀνθρώπου. Καὶ ἔξωθεν μέν ἐστι πυῤῥὸν, ἔσωθεν δὲ φαίνεται λευκόν. Καὶ αὕτη μὲν ἡ τοῦ λαχάνου φύσις, καὶ τοῦ σπέρματος ἐγκώμιον. Εἰ δὲ μετ᾽ ἀκριβείας ἐξετάσαι θελήσωμεν εὕροιμεν ἂν τὴν παραβολὴν ἁρμόζουσαν ἐπ᾽ αὐτοῦ τοῦ Σωτῆρος. Οὗτος γάρ ἐστιν ὁ μικρὸς μὲν τῇ ὄψει· οὗτος ὁ βραχὺς ἐν κόσμῳ, καὶ ἐν οὐρανῷ μέγας· οὗτος καὶ υἱὸς ἀνθρώπου καὶ Θεὸς, ὢν δὲ υἱὸς Θεοῦ, οὗτος ὁ ἀναρίθμητος, ὁ ἀΐδιος· οὗτος ὁ ἀόρατος, ὁ ἐπουράνιος, ὁ ὑπὸ μόνων πιστῶν ἀνθρώπων ἐσθιόμενος· οὗτος ὁ συντριβεὶς, καὶ μετὰ τὸ πάθος γενόμενος λευκὸς ὡς γάλα· οὗτος ὁ μείζων πάντων λαχάνων τῶν ἄλλων· οὗτος ὁ ἀδιαίρετος τοῦ Πατρὸς Λόγος· οὗτος εἰς ὃν τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῖ, τουτέστι προφῆται καὶ ἀπόστολοι καὶ πάντες κλητοί· οὗτος ὁ τὰ τῆς ψυχῆς πάθη διὰ τῆς ἰδίας αὐτοῦ θερμότητος ἀνακαθαίρων, ὑφ᾽ ὃν δροσιζόμεθα, ὑφ᾽ ὃν ἐκ τοῦ κοσμικοῦ καύσωνος σκεπόμεθα· οὗτος ὁ διὰ θανάτου εἰς γῆν σπαρεὶς, κἀκεῖ καρποφορήσας, τριήμερος τοὺς ἁγίους ἀναστήσας ἐκ τῆς τῶν νεκρῶν ταφῆς· οὗτος ὁ δι᾽ ἀναστάσεως μείζων παντὸς προφήτου φανείς· οὗτος ὁ τῇ τοῦ Πατρὸς ἀποῤῥοίᾳ σώζων τὰ πάντα· οὗτος ὁ ἀπὸ γῆς ἀνθήσας εἰς οὐρανοὺς, ὁ ἐν τῷ ἰδίῳ ἀγρῷ σπαρεὶς, ὁ ἐν τῷ κόσμῳ καὶ τοὺς ἐπ᾽ αὐτῷ πιστεύοντας προσάγων τῷ Πατρί. Ὦ ζωῆς σπέρμα ὑπὸ Θεοῦ Πατρὸς εἰς γῆν σπαρέν!