Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥητόν· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως

Ἰωάννης ὁ Χρυσόστομος

Η πνευματική καλλιέργεια και η παραβολή της ζύμης

Η προτροπή για την εσωτερική καλλιέργεια του σπόρου στην ψυχή, η ερμηνεία της παραβολής της ζύμης και η τριαδική τυπολογία της φιλοξενίας του Αβραάμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Ὁμοία οὖν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἰδίῳ κήπῳ. Σπεῖρον τοῦτον τὸν κόκκον τοῦ σινάπεως ἐν τῷ κήπῳ τῆς ψυχῆς σου, ἵνα λέγῃς καὶ σύ· Ἐξέγειρον, βοῤῥᾶ, καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου. Ἐὰν ἔχῃς τοῦτον τὸν κόκκον τοῦ σινάπεως ἐν τῷ κήπῳ τῆς ψυχῆς σου, ἐρεῖ καὶ σοὶ ὁ προφήτης· Καὶ ἔσται ὡς κῆπος μεθύων, καὶ ὡς πηγὴ ἧς μὴ ἐξέλιπεν ὕδωρ· ἐὰν ἔχῃς τοῦτον τὸν κόκκον ἐν τῷ κήπῳ τῆς ψυχῆς σου, καὶ τοῦ μύρου αὐτοῦ μεταλάβῃς, λέγεται καὶ σοί· Ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ λιβάνου· τουτέστι τῶν σαρκικῶν σου ὀσμὴ ὡς ὀσμὴ λιβάνου. Κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη, αἱ ἀποστολαί σου.

Οὗτος ὁ κόκκος τοῦ σινάπεως ἐπὶ ξύλου συντριβεὶς, καὶ ζύμη γεγονὼς ὑπὸ τῆς παντέχνου καὶ ἀθανάτου σοφίας, μιγεὶς εἰς σάτα τρία ἀλεύρου, τουτέστιν εἰς ψυχὴν καὶ σῶμα καὶ πνεῦμα, τὴν πᾶσαν ἀνθρωπότητα εἰς μίαν πίστιν ἐζύμωσε. Τούτου τοῦ μυστηρίου τὴν εἰκόνα Ἀβραὰμ καὶ ἡ τούτου σύνευνος Σάῤῥα, οἰκοῦντες ἐν τῇ σκηνῇ ὑπὸ τὴν δρῦν τῆς Μαμβρὴ, οἰκείαις χερσὶν ἐζωγράφησαν. Ἀναγκαζόμεθα γὰρ, ἀγαπητοὶ, παρεκβαίνειν τὸν λόγον· τίς ὁ Ἀβραὰμ, τίς ἡ Σάῤῥα, τίς ἡ δρῦς, τίς ἡ σκηνὴ, ἢ τίνες οἱ ἐγκρυφίαι, διὰ τί ἐκεῖ τρία μέτρα σεμιδάλεως καὶ ὧδε ἀλεύρου, ἀναγκαῖον δι᾽ ἀκριβείας διελθεῖν τὸν λόγον. Τίς ἂν εἴη Ἀβραάμ; ἑρμηνεύεται, πατὴρ ἐκλεκτὸς πλήθους.

Τίς δὲ ἂν εἴη πατὴρ ἐκλεκτὸς, εἰ μὴ ὁ Θεός; περὶ οὗ, Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Τί δὲ ἡ Σάῤῥα; ἑρμηνεύεται, ἄρχουσα καὶ ἡγεμονίς. Τίς δ᾽ ἂν εἴη ἄρχουσα καὶ ἡγεμονεύουσα ἡμᾶς, εἰ μὴ πάντως ἡ τοῦ Πατρὸς σοφία; ἢ τίς ἡ σκηνὴ ὑπὸ τὴν δρῦν τὴν Μαμβρή; πάντως ἡ Ἐκκλησία ὑπὸ τοῦ σταυροῦ σκεπομένη. Τῇ δρυῒ παρείκασται ὁ σταυρὸς διὰ τὸ ἰσχυρὸν εἶναι τὸ ξύλον καὶ ἀνένδοτον. Τί τὰ τρία μέτρα τῆς σεμιδάλεως; ἦ πάντως καθὼς προεῖπον ἡ ἀνθρωπότης, ἡ ἐκ ψυχῆς καὶ πνεύματος καὶ σώματος συγκειμένη. Οὕτω γὰρ ἐδίδαξεν ἡμᾶς ὁ Ἀπόστολος λέγων· Ὁ δὲ Θεὸς φυλάξει ὑμῶν τὸ σῶμα, καὶ τὴν ψυχὴν, καὶ τὸ πνεῦμα. Λαμβάνει οὖν ἡ τοῦ Θεοῦ σοφία Σάῤῥα, ἡγεμόνισσα ἢ ἄρχουσα, λαμβάνει σῶμα, ψυχὴν καὶ πνεῦμα, καὶ ἐγκρύπτει τῷ πυρὶ, τουτέστι τῇ ἀσβέστῳ θεότητι λαμπαδουχοῦσα, καὶ ποιεῖ τρεῖς ἐγκρυφίας, τουτέστιν ἐν τῷ κρυπτῷ τῆς σαρκὸς ἡμῶν, τὴν εἰς Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα ὁμολογίαν.