Μὴ δὴ παραδράμῃς ἁπλῶς, μηδὲ ἱστορίαν τὸ πρᾶγμα νομίσῃς ψιλὴν, ἀλλ᾽ ἐννόησον τὸ μέγεθος τοῦ κατορθώματος. Εἰ γὰρ οἱ νῦν ἄρχοντες, πιστοί τε ὄντες καὶ ταπεινοφρονεῖν παιδευόμενοι καὶ οὐδὲν βάρβαρον ἔχοντες, οὐκ ἂν ἕλοιντο, οὐ λέγω ἀγνῶτα καὶ ξένον, ἀλλὰ τῶν γνωρίμων τινὰ ταχέως ἐπ᾽ ἀγορᾶς αὐτοῖς συγκαθίσαι· πῶς ἐκεῖνος τὸν ξένον; οὐ γὰρ παύσομαι ταῦτα λέγων· τὸν ξένον, τὸν οὐδέποτε φανέντα, τὸν εὐτελῆ, τὸν εὐκαταφρόνητον ἀπὸ τῆς ὄψεως, τοῦτον καὶ ἀνεβίβασε καὶ ἐκάθισε. καὶ τῇ γλώττῃ τῇ ἐκείνου τὴν ἑαυτοῦ σωτηρίαν ἐξέδωκε, καὶ μαθητὴς γενέσθαι ἠνέσχετο καὶ παρακαλεῖ καὶ δεῖται καὶ ἱκετεύει, Δέομαί σου, λέγων, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; καὶ δέχεται μετὰ πολλῆς προσοχῆς τὰ λεγόμενα. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ δεξάμενος οὐκ ἠμέλησεν, οὐκ ἀνεβάλετο. οὐκ εἶπεν, Εἰς τὴν πατρίδα ἐπανέλθω τὴν ἐμαυτοῦ, ἴδω τοὺς φίλους, τοὺς οἰκείους καὶ συγγενεῖς, ὃ πολλοὶ τῶν Χριστιανῶν λέγουσι νῦν ἐπὶ βάπτισμα καλούμενοι· Ἐπανέλθω εἰς τὴν πατρίδα, ἴδω τὴν γυναῖκα, ἴδω τὰ παιδία μετὰ τῶν ἐμῶν συγγενῶν· παρόντων ἐκείνων καὶ συνεορταζόντων ἐμοὶ, οὕτως ἀπολαύσομαι τοῦ βαπτίσματος, οὕτω μεθέξω τῆς χάριτος.