Τὸν γὰρ νήφοντα, καὶ ἐγρηγορότα, καὶ ζέοντα πόθον ἔχοντα περὶ τὸν Θεὸν, οὐδὲν κωλῦσαι δυνήσεταί ποτε τῆς πρὸς τὸν Δεσπότην συνουσίας· Θεὸς γὰρ, φησὶν, ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν· καὶ πάλιν ἀλλαχοῦ, Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι. Ἔνθα γὰρ ἂν ᾖ διάνοια νήφουσα, πτεροῦται ὁ λογισμὸς καὶ ἀπαλλάττεται, ὡς εἰπεῖν, τοῦ συνδέσμου τοῦ σώματος, καὶ πρὸς τὸν ποθούμενον ἀνίπταται, καὶ τῆς γῆς ὑπερορᾷ. καὶ τῶν ὁρωμένων ἀνωτέρω γενόμενος, πρὸς ἐκεῖνον ἐπείγεται· ὃ δὴ καὶ ἐπὶ τῶν ἁγίων τούτων γεγένηται. Ὅρα γὰρ τὴν παραχρῆμα τῶν ὕμνων ἐνέργειαν, καὶ ὅπως καὶ ἐν δεσμωτηρίῳ γενόμενοι καὶ τῷ ξύλῳ προσδεδεμένοι, καὶ μετὰ γοήτων καὶ δεσμίων συναναμιγέντες, οὐ μόνον οὐδὲν παρεβλάβησαν, ἀλλὰ καὶ ταύτῃ μᾶλλον ἐξέλαμψαν, καὶ τῷ φωτὶ τῆς οἰκείας ἀρετῆς κατηύγασαν ἅπαντας τοὺς τὸ δεσμωτήριον οἰκοῦντας. Ἡ γὰρ φωνὴ τῶν ἱερῶν ὕμνων ἐκείνων εἰς τὴν ἑκάστου τῶν δεσμωτῶν εἰσιοῦσα ψυχὴν, μετέπλαττεν αὐτὴν, ὡς εἰπεῖν, καὶ μετεῤῥύθμιζεν. Ἄφνω γὰρ, φησὶ, σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραι ἅπασαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. Εἶδες τῶν ὕμνων τῶν εἰς τὸν Θεὸν τὴν δύναμιν;