βʹ. Πόσην οἴεσθε δύναμιν ἔχειν τὴν βραχεῖαν ταύτην λέξιν; Πάντα, φησὶ, συνεργεῖ εἰς ἀγαθόν· μὴ γάρ μοι τὰ χρηστὰ ἐνταῦθα εἴπῃς, μηδὲ τὴν ἄνεσιν καὶ τὴν ἄδειαν μόνον λογίσῃ, ἀλλὰ καὶ τὰ ἐναντία, τὰ δεσμωτήρια, τὰς θλίψεις, τὰς ἐπιβουλὰς, τὰς καθημερινὰς ἐφόδους, καὶ τότε ὄψει μετὰ ἀκριβείας τοῦ ῥήματος τὴν δύναμιν. Καὶ ἵνα μὴ μακράν που ἀγάγω τὴν ὑμετέραν ἀγάπην, εἰ βούλεσθε, μικρά τινα τῶν τῷ μακαρίῳ τούτῳ συμβάντων εἰς μέσον ἀγάγωμεν, καὶ ὄψεσθε τοῦ ῥήματος τὴν ἰσχύν. Ἐπειδὴ γὰρ περιιὼν πανταχοῦ, σπείρων τὸν τῆς εὐσεβείας λόγον, τὰς ἀκάνθας ἀνασπῶν, καὶ τὴν ἀλήθειαν ἐν τῇ ἑκάστου ψυχῇ καταφυτεύειν ἐπειγόμενος, γενόμενος κατά τινα πόλιν τῆς Μακεδονίας, καθὼς ὁ μακάριος Λουκᾶς, ὁ τὸ τῶν Πράξεων βιβλίον συνθεὶς, ἡμῖν διηγήσατο, παιδίσκην τινὰ πνεῦμα πονηρὸν ἔχουσαν, καὶ σιγᾷν οὐκ ἀνεχομένην, ἀλλὰ περιιοῦσαν καὶ πανταχοῦ καταδήλους αὐτοὺς διὰ τοῦ δαίμονος ποιεῖν βουλομένην, μετὰ πολλῆς τῆς ἐξουσίας, λόγῳ καὶ ἐπιτάγματι, καθάπερ τινὰ μαστιγίαν ἀπελάσας, ἠλευθέρωσεν ἐκείνην τοῦ πονηροῦ δαίμονος· δέον τοὺς τὴν πόλιν ἐκείνην οἰκοῦντας, ὡς εὐεργέτας λοιπὸν καὶ σωτῆρας βλέπειν τοὺς ἀποστόλους, καὶ παντὶ θεραπείας τρόπῳ περὶ αὐτοὺς χρησαμένους ἀμείψασθαι τῆς τοσαύτης εὐεργεσίας, οἱ δὲ τοῖς ἐναντίοις ἀμείβονται. Καὶ ἄκουε τίσιν αὐτοῖς ἀμείβονται.