Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥητὸν τοῦ ἀποστόλου· Δεῖ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι

Ἰωάννης ὁ Χρυσόστομος

Το ιστορικό πρότυπο της πρώτης Εκκλησίας και οι διαιρέσεις στην Κόρινθο

Περιγραφή του προτύπου κοινοκτημοσύνης και αγάπης των πρώτων χριστιανών, με έμφαση στην προθυμία για προσφορά, και αντιπαραβολή με την κατάσταση στην Κόρινθο, όπου παρατηρήθηκαν κοινωνικές διαιρέσεις κατά τα κοινά δείπνα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Ὅτι δὲ οὐδὲ περὶ δογμάτων ἐστὶν ὁ λόγος αὐτῷ νῦν, ἀλλὰ περὶ πενήτων καὶ πλουσίων, περὶ τοῦ φαγεῖν καὶ μὴ φαγεῖν, περὶ τῆς τῶν εὐπόρων ἀσωτίας καὶ λαιμαργίας, περὶ τῆς τῶν πενήτων ἐγκαταλείψεως τῆς παρ᾽ αὐτῶν γενομένης, ἀνάσχεσθε μικρὸν ἄνωθεν διηγουμένου· οὐδὲ γὰρ ἂν ἄλλως ὑμῖν γένοιτο σαφὲς τὸ λεγόμενον. Ἐπειδὴ γὰρ ἤρξαντο σπείρειν τὸν λόγον τῆς εὐσεβείας οἱ ἀπόστολοι, προσῆλθον εὐθέως τρισχίλιοι, καὶ πάλιν πεντακισχίλιοι, καὶ πάντων αὐτῶν ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. Τὸ δὲ τῆς ὁμονοίας αἴτιον, καὶ συνδῆσαν αὐτῶν τὴν ἀγάπην, καὶ τοσαύτας ψυχὰς εἰς ἓν συναγαγὸν, ἡ τῶν χρημάτων ὑπεροψία ἦν. Οὐδεὶς γάρ τι τῶν ὑπαρχόντων, φησὶν, ἴδιον ἔλεγεν εἶναι, ἀλλ᾽ ἦν αὐτῶν ἅπαντα κοινά. Ἐπειδὴ γὰρ ἀνῃρέθη ἡ ῥίζα τῶν κακῶν, τὴν φιλαργυρίαν λέγω, πάντα ἐπεισῆλθε τὰ ἀγαθὰ, καὶ λοιπὸν συνεσφίγγοντο πρὸς ἀλλήλους, οὐδενὸς ὄντος τοῦ διαιροῦντος αὐτούς. Τὸ γὰρ ἐμὸν, καὶ τὸ σὸν, τοῦτο τὸ ψυχρὸν ῥῆμα καὶ μυρίους πολέμους εἰς τὴν οἰκουμένην εἰσαγαγὸν, ἐκ τῆς ἁγίας ἐκείνης Ἐκκλησίας ἐξώριστο, καὶ τὴν γῆν ᾤκουν, καθάπερ οἱ ἄγγελοι τὸν οὐρανὸν, καὶ οὔτε ἐφθόνουν οἱ πένητες τοῖς πλουτοῦσιν· οὐδὲ γὰρ ἦσαν πλούσιοι· οὔτε ὑπερεώρων οἱ πλούσιοι τῶν πενήτων· οὐδὲ γὰρ ἦσαν πένητες· ἀλλὰ πάντα ἦν κοινά. Καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων ἴδιον ἔλεγεν εἶναι· οὐ γὰρ, καθάπερ νῦν γίνεται, οὕτω καὶ τότε συνέβαινε.

Νῦν μὲν γὰρ ἔχοντες τὰ ἑαυτῶν, διδόασι τοῖς δεομένοις· τότε δὲ οὐδὲ τοῦτο ἦν, ἀλλ᾽ ἀποστάντες τῆς δεσποτείας τῶν οἰκείων χρημάτων, καὶ εἰς μέσον αὐτὰ καταθέντες καὶ ἀναμίξαντες, οὐδὲ δῆλοι λοιπὸν ἦσαν οἱ πρώην ὄντες εὔποροι· ὥστε καὶ εἴ τις ἐκ τῆς ὑπεροψίας τῶν χρημάτων ἐγένετο τῦφος, καὶ οὗτος ἀνῄρητο παντάπασι, πάντων ὄντων ἐν ἰσότητι μιᾷ, καὶ τῶν χρημάτων ἀναμιχθέντων ἁπάντων. Οὐκ ἐκ τούτου δὲ μόνον, ἀλλὰ καὶ ἐξ αὐτοῦ τοῦ τρόπου τῆς καταβολῆς ἔστιν αὐτῶν ἰδεῖν τὴν εὐλάβειαν. Ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς, καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων.

Οὐκ εἶπεν, ὅτι εἰς τὰς χεῖρας αὐτῶν ἐνέβαλλον, ἀλλὰ, Παρὰ τοὺς πόδας αὐτῶν ἐτίθεσαν, τὴν αἰδῶ καὶ τὴν εὐλάβειαν καὶ τὸν φόβον, ὃν περὶ τοὺς ἀποστόλους εἶχον, διὰ τούτου δεικνύντες· οὐ γὰρ διδόναι μᾶλλον, ἢ λαμβάνειν ἐνόμιζον. Καὶ τοῦτο γὰρ μάλιστά ἐστιν ὑπεριδεῖν χρημάτων· τοῦτο θρέψαι γνησίως ἐστὶ Χριστὸν, ὅταν μὴ μετὰ ἀπονοίας καὶ τύφου τοῦτο ποιῇς, ὅταν ὡς σαυτὸν μᾶλλον, ἣ τὸν λαμβάνοντα εὐεργετῶν, οὕτω παρέχῃς. Εἰ γὰρ μὴ οὕτω διάκεισαι, μηδὲ δῷς· εἰ μὴ νομίζεις λαμβάνειν μᾶλλον ἢ διδόναι, μὴ παράσχῃς. Τοῦτο καὶ ἑτέροις λοιπὸν ὁ Παῦλος ἐμαρτύρησεν, οὕτω λέγων· Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὴν χάριν τοῦ Θεοῦ, τὴν δεδομένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας, ὅτι ἡ κατὰ βάθος πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν, ὅτι κατὰ δύναμιν, μαρτυρῶ, καὶ ὑπὲρ δύναμιν, αὐθαίρετοι μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν, τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους ἐπλήρωσαν. Ὁρᾷς πῶς αὐτοὺς ἐπὶ τούτῳ μᾶλλον θαυμάζει, ὅτι χάριν εἰδότες, καὶ δεόμενοι, καὶ παρακαλοῦντες, οὕτω τὴν ἐπὶ τῶν χρημάτων δαψίλειαν ἐπεδείκνυντο;

γʹ. Διὰ τοῦτο καὶ τὸν Ἀβραὰμ θαυμάζομεν, οὐχ ὅτι μόσχον ἔθυσε μόνον, οὐδὲ ὅτι ἄλευρα ἐφύρασεν, ἀλλ᾽ ὅτι μετὰ πολλῆς ἡδονῆς καὶ ταπεινοφροσύνης τοὺς ξένους ὑπεδέχετο, προστρέχων, θεραπεύων, κυρίους. καλῶν, θησαυρὸν μυρίων ἀγαθῶν εὑρηκέναι νομίζων, εἴ ποτε ἴδοι παριόντα ξένον. Οὕτω γὰρ διπλῆ ἐλεημοσύνη γίνεται, ὅταν καὶ διδῶμεν, καὶ διδόντες μετὰ προθυμίας παρέχωμεν. Ἱλαρὸν γὰρ δότην, φησὶν, ἀγαπᾷ ὁ Θεός. Ἐπεὶ κἂν μυρία καταβάλῃς τάλαντα μετὰ ἀπονοίας καὶ τύφου καὶ κενοδοξίας, τὰ πάντα ἀπώλεσας· καθάπερ ἐκεῖνος ὁ Φαρισαῖος, ὃς ἀποδεκατῶν αὐτοῦ τὰ ὑπάρχοντα, ἐπειδὴ καὶ μέγα ἐφρόνει καὶ ἐφυσᾶτο, πάντα ἀπολέσας, οὕτω κατῆλθεν ἀπὸ τοῦ ἱεροῦ. Οὐκ ἐπὶ τῶν ἀποστόλων δὲ οὕτως· ἀλλὰ χαίροντες, ἀγαλλόμενοι, κερδαίνειν τὰ μέγιστα νομίζοντες, οὕτως ἔφερον τὰ χρήματα, καὶ ἀγαπητὸν εἶναι ἐνόμιζον, εἰ καταξιώσειεν οἱ ἀπόστολοι δέξασθαι. Καὶ καθάπερ πρὸς τὰς μεγάλας τινὲς ἀρχὰς καλούμενοι, καὶ τὰς βασιλικωτέρας τῶν πόλεων μέλλοντες οἰκεῖν, διαπαντὸς τὴν οὐσίαν αὐτῶν πᾶσαν ἐξαργυρίσαντες, οὕτω μεθίστανται· οὕτω δὴ καὶ οἱ ἄνθρωποι τότε ἐποίουν ἐκεῖνοι, πρὸς τὸν οὐρανὸν κληθέντες, εἰς τὴν ἄνω μητρόπολιν καὶ τὴν ἐκεῖ βασιλείαν. Ἐπειδὴ γὰρ ᾔδεσαν, ὅτι ἐκείνη ὄντως αὐτῶν ἐστιν ἡ πατρὶς, ἐξαργυρίσαντες τὴν ἑαυτῶν οὐσίαν, διὰ τῶν ἀποστολικῶν αὐτὴν χειρῶν ἐκεῖ προέπεμπον.

Καὶ γὰρ ἐσχάτης ἀνοίας ἐστὶν ἀφεῖναί τι τῶν ἡμετέρων ἐναπομεῖναι ἐνταῦθα, ἡμῶν μικρὸν ὕστερον μελλόντων ἐντεῦθεν ἀποδημεῖν· καὶ γὰρ ὅπερ ἀπολειφθῇ, ζημία γίνεται. Πάντα τοίνυν ἐκεῖ προπεμπέσθω, ἔνθα καὶ ἡμεῖς διαπαντὸς διατρίβειν μέλλομεν λοιπόν. Ταῦτα γὰρ καὶ αὐτοὶ λογισάμενοι, πᾶσαν ἀπεδύσαντο τὴν οὐσίαν, καὶ διπλοῦν ἐγίνετο τὸ κατόρθωμα· καὶ γὰρ τοῖς δεομένοις τὴν πενίαν διώρθουν, καὶ πλείω καὶ ἀσφαλεστέραν τὴν αὐτῶν οὐσίαν ἐποίουν, εἰς τὸν οὐρανὸν τοὺς ἑαυτῶν μετατιθέντες θησαυρούς.

Ἐκ τούτου τοίνυν τοῦ νόμου καὶ τοῦ ἔθους ἐγένετό τις συνήθεια θαυμαστὴ τότε ἐν ταῖς ἐκκλησίαις· συνιόντες γὰρ οἱ πιστοὶ πάντες μετὰ τὴν τῆς διδασκαλίας ἀκρόασιν, μετὰ τὰς εὐχὰς, μετὰ τὴν τῶν μυστηρίων κοινωνίαν, τῆς συνάξεως λυθείσης, οὐκ ἀνεχώρουν εὐθέως οἴκαδε, ἀλλ᾽ οἱ πλούσιοι καὶ εὐπορώτεροι φέροντες οἴκοθεν τροφὰς καὶ ἐδέσματα, τοὺς πένητας ἐκάλουν, καὶ κοινὰς ἐποιοῦντο τραπέζας, κοινὰς ἑστιάσεις, κοινὰ συμπόσια ἐν αὐτῇ τῇ ἐκκλησίᾳ· ὥστε καὶ ἀπὸ τῆς κοινωνίας τῆς κατὰ τὴν τράπεζαν, καὶ ἀπὸ τῆς εὐλαβείας τῆς ἀπὸ τοῦ τόπου, καὶ πανταχόθεν τὴν ἀγάπην αὐτοῖς ἐπισφίγγεσθαι, καὶ πολλὴν μὲν τὴν ἡδονὴν, πολλὴν δὲ αὐτοῖς γίνεσθαι τὴν ὠφέλειαν. Οἵ τε γὰρ πένητες παραμυθίας ἀπέλαυον οὐ τῆς τυχούσης, καὶ οἱ πλουτοῦντες πολλὴν εὔνοιαν καὶ παρὰ τῶν τρεφομένων, καὶ παρὰ τοῦ Θεοῦ, δι᾽ ὃν ταῦτα ἐποίουν, καρπωσάμενοι πολλὴν τὴν χάριν, οὕτως ἀπῄεσαν οἴκαδε. Καὶ μυρία ἐκ τοῦ πράγματος τούτου ἐγίνετο τὰ ἀγαθὰ, καὶ τὸ πάντων κεφάλαιον, ἡ φιλία θερμοτέρα ἦν καθ᾽ ἑκάστην σύναξιν, μετὰ τοσαύτης φιλοφροσύνης ἀλλήλοις συνηνωμένων αὐτῶν εὐεργετούντων τε αὐτῶν καὶ εὐεργετουμένων.

Τοῦτο τοίνυν τὸ ἔθος Κορίνθιοι, τοῦ χρόνου προϊόντος, διέφθειρον, καὶ καθ᾽ ἑαυτοὺς ἑστιώμενοι οἱ εὐπορώτεροι τοὺς πένητας παρεώρων, καὶ οὐκ ἀνέμενον ὑστερίζοντας πολλάκις, καὶ ὑπὸ βιωτικῶν χρειῶν, οἷα τὰ τῶν πενήτων, κατεχομένους καὶ βραδύνοντας. Ἐκ δὲ τούτου συνέβαινε παραγενομένους αὐτοὺς ὕστερον μετὰ αἰσχύνης ἀναχωρεῖν, τῆς τραπέζης ἀναιρεθείσης, φθανόντων τούτων, κἀκείνων ὑστεριζόντων. Ὁρῶν τοίνυν ὁ Παῦλος ἐκ τοῦ πράγματος τούτου πολλὰ κακὰ, τὰ μὲν γινόμενα, τὰ δὲ μέλλοντα (καὶ γὰρ καταφρόνησις τῶν πενήτων τοῖς πλουσίοις ἐγίνετο καὶ ὑπεροψία πλείων, καὶ τοῖς πένησιν ἀθυμία καὶ ἀπέχθεια πρὸς τοὺς πλουτοῦντας, καὶ ὅσα ἄλλα εἰκὸς ἦν ἀπὸ τούτων τεχθῆναι τῶν κακῶν), διορθοῦται τὴν πονηρὰν ταύτην καὶ πικρὰν συνήθειαν. Καὶ ὅρα μεθ᾽ ὅσης συνέσεως καὶ ἐπιεικείας εἰς τὴν διόρθωσιν ἐνέβαλεν. Ἀρχόμενος γὰρ οὕτω φησί· Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ, ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ᾽ εἰς τὸ ἧττον συνέρχεσθε. Τί δέ ἐστιν, Οὐκ εἰς τὸ κρεῖττον;

Οἱ πρόγονοι, φησὶν, οἱ ὑμέτεροι καὶ οἱ πατέρες καὶ τὰς ἑαυτῶν οὐσίας ἐπώλουν καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις, καὶ κοινὰ πάντα εἶχον, καὶ πολλὴν πρὸς ἀλλήλους τὴν ἀγάπην· ὑμεῖς δὲ ὀφείλοντες ἐκείνους ζηλοῦν, οὐ μόνον οὐδὲν ἐποιήσατε τοιοῦτον, ἀλλὰ καὶ ὅπερ εἴχετε μόνον, καὶ τοῦτο ἀπωλέσατε, τὰ συμπόσια τὰ κατὰ σύναξιν γινόμενα· διὰ τοῦτό φησιν, Ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ᾽ εἰς τὸ ἧττον συνέρχεσθε.

Καὶ ἐκεῖνοι μὲν καὶ τῶν κτημάτων ἁπάντων τοῖς πένησι παρεχώρησαν· ὑμεῖς δὲ τραπέζης αὐτοῖς μεταδιδόντες, καὶ ταύτης ἀπεστερήσατε. Πρῶτον μὲν γὰρ, συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ, ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω.